Παρασκευή 16 Αυγούστου 2013

Ευσέβιος Καισαρείας – Εκκλησιαστική Ιστορία, Βιβλίον Ι΄

Ευσέβιος Καισαρείας – Εκκλησιαστική Ιστορία, Βιβλίον Ι΄

ΒΙΒΛΙΟΝ Ι´
Τάδε καὶ ἡ δεκάτη περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς
ἱστορίας
Α Περὶ τῆς ἐκ θεοῦ πρυτανευθείσης ἡμῖν εἰρήνης.
Β Περὶ τῆς τῶν ἐκκλησιῶν ἀνανεώσεως.
Γ Περὶ τῶν κατὰ πάντα τόπον ἐγκαινίων.
Δ Πανηγυρικὸς ἐπὶ τῇ τῶν πραγμάτων φαιδρότητι.
Ε Ἀντίγραφα βασιλικῶν νόμων περὶ τῶν Χριστιανῶν
προσηκόντων.
Ϛ Ἀντίγραφον βασιλικῆς ἐπιστολῆς δι᾿ ἧς χρήματα ταῖς
ἐκκλησίαις δωρεῖται.
Ζ Ἀντίγραφον βασιλικῆς ἐπιστολῆς δι᾿ ἧς τοὺς προεστῶ-
τας τῶν ἐκκλησιῶν πάσης ἀπολελύσθαι τῆς περὶ τὰ
πολιτικὰ λειτουργίας προστάττει.
Η Περὶ τῆς Λικιννίου εἰς ὕστερον κακοτροπίας καὶ τῆς
καταστροφῆς αὐτοῦ.
Θ Περὶ τῆς νίκης Κωνσταντίνου καὶ τῶν ὑπ᾿ αὐτοῦ τοῖς
ὑπὸ τὴν Ῥωμαίων ἐξουσίαν ὑπαρξάντων.

Θεῷ δὴ χάρις ἐπὶ πᾶσιν τῷ παντοκράτορι καὶ βασιλεῖ
τῶν ὅλων, πλείστη δὲ καὶ τῷ σωτῆρι καὶ λυτρωτῇ τῶν
ψυχῶν ἡμῶν Ἰησοῦ Χριστῷ δι᾿ οὗ τὰ τῆς εἰρήνης ἔκ τε τῶν
ἔξωθεν ὀχληρῶν καὶ τῶν κατὰ διάνοιαν βέβαια καὶ ἀσάλευτα
φυλάττεσθαι ἡμῖν διὰ παντὸς εὐχόμεθα. ἅμα δὲ εὐχαῖς
καὶ τὸν δέκατον ἐν τούτῳ τοῖς προδιεξοδευθεῖσιν τῆς
Ἐκκλησιαστικῆς ἱστορίας ἐπιθέντες τόμον, σοὶ τοῦτον
ἐπιγράψομεν, ἱερώτατέ μοι Παυλῖνε, ὥσπερ ἐπισφράγισμά
σε τῆς ὅλης ὑποθέσεως ἀναβοώμενοι, εἰκότως δ᾿ ἐν
ἀριθμῷ τελείῳ τὸν τέλειον ἐνταῦθα καὶ πανηγυρικὸν τῆς
τῶν ἐκκλησιῶν ἀνανεώσεως λόγον κατατάξομεν, θείῳ
πνεύματι πειθαρχοῦντες ὧδέ πως ἐγκελευομένῳ ᾄσατε
τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν·
ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος
αὐτοῦ· ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ, ἐναν-
τίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ.
καὶ δὴ τῷ λογίῳ προστάττοντι τὸ καινὸν ᾆσμα διὰ
τοῦδε νῦν ἀκολούθως ἐπιφωνῶμεν ὅτι δὴ μετὰ τὰς δεινὰς
καὶ σκοτεινὰς ἐκείνας ὄψεις τε καὶ διηγήσεις τοιαῦτα νῦν
ὁρᾶν καὶ τοιαῦτα πανηγυρίζειν ἠξιώθημεν, οἷα τῶν πρὸ
ἡμῶν πολλοὶ τῷ ὄντι δίκαιοι καὶ θεοῦ μάρτυρες ἐπεθύμησαν
ἐπὶ γῆς ἰδεῖν, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι, καὶ οὐκ ἤκουσαν.
ἀλλ᾿ οἳ μὲν ᾗ τάχος σπεύσαντες τῶν πολὺ κρειττόνων
ἔτυχον ἐν αὐτοῖς οὐρανοῖς καὶ παραδείσῳ τῆς ἐνθέου τρυφῆς
ἀναρπασθέντες, ἡμεῖς δὲ καὶ τάδε μείζονα ἢ καθ᾿ ἡμᾶς
ὑπάρχειν ὁμολογοῦντες, ὑπερεκπεπλήγμεθα μὲν τῆς τοῦ
αἰτίου μεγαλοδωρεᾶς τὴν χάριν, θαυμάζομεν δὲ εἰκότως
ὅλης ψυχῆς δυνάμει σέβοντες καὶ ταῖς ἀναγράπτοις προρρή-
σεσιν ἀλήθειαν ἐπιμαρτυροῦντες, δι᾿ ὧν εἴρηται δεῦτε
καὶ ἴδετε τὰ ἔργα κυρίου, ἃ ἔθετο τέρατα ἐπὶ τῆς
γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς
γῆς· τόξον συντρίψει καὶ συγκλάσει ὅπλον, καὶ
θυρεοὺς κατακαύσει ἐν πυρί. ἐφ᾿ οἷς ἐναργῶς εἰς
ἡμᾶς πεπληρωμένοις χαίροντες, τὸν ἐφεξῆς συνείρωμεν
λόγον.
Ἠφάνιστο μὲν δὴ καθ᾿ ὃν δεδήλωται τρόπον πᾶν τὸ
τῶν θεομισῶν γένος καὶ τῆς ἀνθρώπων ἀθρόως ὄψεως οὕτως
ἐξαλήλειπτο, ὡς πάλιν ῥῆμα θεῖον τέλος ἔχειν τὸ λέγον·
εἶδον ἀσεβῆ ὑπερυψούμενον καὶ ὑπεραιρόμενον ὡς
τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ
οὐκ ἦν, καὶ ἐζήτησα τὸν τόπον αὐτοῦ, καὶ οὐχ
εὑρέθη· ἡμέρα δὲ λοιπὸν ἤδη φαιδρὰ καὶ διαυγής,
μηδενὸς νέφους αὐτὴν ἐπισκιάζοντος, φωτὸς οὐρανίου βολαῖς
ἀνὰ τὴν οἰκουμένην ἅπασαν ταῖς ἐκκλησίαις τοῦ Χριστοῦ
κατηύγαζεν, οὐδέ τις ἦν καὶ τοῖς ἔξωθεν τοῦ καθ᾿ ἡμᾶς
θιάσου φθόνος συναπολαύειν εἰ μὴ τῶν ἴσων, ἀπορροῆς δ᾿
οὖν ὅμως καὶ μετουσίας τῶν θεόθεν ἡμῖν πρυτανευθέντων.
Πᾶσι μὲν οὖν ἀνθρώποις τὰ ἐκ τῆς τῶν τυράννων
καταδυναστείας ἐλεύθερα ἦν, καὶ τῶν προτέρων ἀπηλλαγ-
μένοι κακῶν, ἄλλος ἄλλως μόνον ἀληθῆ θεὸν τὸν τῶν
εὐσεβῶν ὑπέρμαχον ὡμολόγει· μάλιστα δ᾿ ἡμῖν τοῖς ἐπὶ
τὸν Χριστὸν τοῦ θεοῦ τὰς ἐλπίδας ἀνηρτημένοις ἄλεκτος
παρῆν εὐφροσύνη καί τις ἔνθεος ἅπασιν ἐπήνθει χαρὰ πάντα
τόπον τὸν πρὸ μικροῦ ταῖς τῶν τυράννων δυσσεβείαις
ἠριπωμένον ὥσπερ ἐκ μακρᾶς καὶ θανατηφόρου λύμης
ἀναβιώσκοντα θεωμένοις νεώς τε αὖθις ἐκ βάθρων εἰς
ὕψος ἄπειρον ἐγειρομένους καὶ πολὺ κρείττονα τὴν ἀγλαΐαν
τῶν πάλαι πεπολιορκημένων ἀπολαμβάνοντας. ἀλλὰ καὶ
βασιλεῖς οἱ ἀνωτάτω συνεχέσι ταῖς ὑπὲρ Χριστιανῶν
νομοθεσίαις τὰ τῆς ἐκ θεοῦ μεγαλοδωρεᾶς ἡμῖν εἰς μακρὸν
ἔτι καὶ μεῖζον ἐκράτυνον, ἐφοίτα δὲ καὶ εἰς πρόσωπον ἐπισκό-
ποις βασιλέως γράμματα καὶ τιμαὶ καὶ χρημάτων δόσεις·
ὧν οὐκ ἀπὸ τρόπου γένοιτ᾿ ἂν κατὰ τὸν προσήκοντα καιρὸν
τοῦ λόγου, ὥσπερ ἐν ἱερᾷ στήλῃ, τῇδε τῇ βίβλῳ τὰς φωνὰς
ἐκ τῆς Ῥωμαίων ἐπὶ τὴν Ἑλλάδα γλῶσσαν μεταληφθείσας
ἐγχαράξαι, ὡς ἂν καὶ τοῖς μεθ᾿ ἡμᾶς ἅπασιν φέροιντο διὰ
μνήμης.
Ἐπὶ δὴ τούτοις τὸ πᾶσιν εὐκταῖον ἡμῖν καὶ ποθούμενον
συνεκροτεῖτο θέαμα, ἐγκαινίων ἑορταὶ κατὰ πόλεις καὶ τῶν
ἄρτι νεοπαγῶν προσευκτηρίων ἀφιερώσεις, ἐπισκόπων ἐπὶ
ταὐτὸν συνηλύσεις, τῶν πόρρωθεν ἐξ ἀλλοδαπῆς συνδρομαί,
λαῶν εἰς λαοὺς φιλοφρονήσεις, τῶν Χριστοῦ σώματος μελῶν
εἰς μίαν συνιόντων ἁρμονίαν ἕνωσις. συνήγετο γοῦν
ἀκολούθως προρρήσει προφητικῇ μυστικῶς τὸ μέλλον
προσημαινούσῃ ὀστέον πρὸς ὀστέον καὶ ἁρμονία πρὸς
ἁρμονίαν καὶ ὅσα θεσπίζων ὁ λόγος δι᾿ αἰνιγμάτων ἀψευδῶς
προανετείνατο, μία τε ἦν θείου πνεύματος διὰ πάντων
τῶν μελῶν χωροῦσα δύναμις καὶ ψυχὴ τῶν πάντων μία καὶ
προθυμία πίστεως ἡ αὐτὴ καὶ εἷς ἐξ ἁπάντων θεολογίας
ὕμνος, ναὶ μὴν καὶ τῶν ἡγουμένων ἐντελεῖς θρῃσκεῖαι
ἱερουργίαι τε τῶν ἱερωμένων καὶ θεοπρεπεῖς ἐκκλησίας
θεσμοί, ὧδε μὲν ψαλμῳδίαις καὶ ταῖς λοιπαῖς τῶν θεόθεν
ἡμῖν παραδοθεισῶν φωνῶν ἀκροάσεσιν, ὧδε δὲ θείαις καὶ
μυστικαῖς ἐπιτελουμέναις διακονίαις, σωτηρίου τε ἦν
πάθους ἀπόρρητα σύμβολα. ὁμοῦ δὲ πᾶν γένος ἡλικίας
ἄρρενός τε καὶ θήλεος φύσεως ὅλῃ διανοίας ἰσχύϊ δι᾿ εὐχῶν
καὶ εὐχαριστίας γεγηθότι νῷ καὶ ψυχῇ τὸν τῶν ἀγαθῶν
παραίτιον θεὸν ἐγέραιρον. ἐκίνει δὲ καὶ λόγους ἅπας τῶν
παρόντων ἀρχόντων πανηγυρικούς, ὡς ἑκάστῳ παρῆν
δυνάμεως, θειάζων τὴν πανήγυριν.
Καί τις ἐν μέσῳ παρελθὼν τῶν μετρίως ἐπιεικῶν,
λόγου σύνταξιν πεποιημένος, ὡς ἐν ἐκκλησίας ἀθροίσματι,
πλείστων ἐπιπαρόντων ποιμένων ἐν ἡσυχίᾳ καὶ κόσμῳ τὴν
ἀκρόασιν παρεχομένων, ἑνὸς εἰς πρόσωπον τὰ πάντα ἀρίστου
καὶ θεοφιλοῦς ἐπισκόπου, οὗ διὰ σπουδῆς ὁ μάλιστα τῶν
ἀμφὶ τὸ Φοινίκων ἔθνος διαπρέπων ἐν Τύρῳ νεὼς φιλοτίμως
ἐπεσκεύαστο, τοιόνδε παρέσχε λόγον·
ΠΑΝΗΓΥΡΙΚΟΣ ΕΠΙ ΤΗΙ ΤΩΝ ΕΚΚΛΗΣΙΩΝ ΟΙΚΟΔΟΜΗΙ ΠΑΥΛΙΝΩΙ ΤΥΡΙΩΝ ΕΠΙΣΚΟΠΩΙ ΠΡΟΣΠΕΦΩΝΗΜΕΝΟΣ
Ὦ φίλοι θεοῦ καὶ ἱερεῖς οἱ τὸν ἅγιον ποδήρη καὶ τὸν
οὐράνιον τῆς δόξης στέφανον τό τε χρῖσμα τὸ ἔνθεον καὶ
τὴν ἱερατικὴν τοῦ ἁγίου πνεύματος στολὴν περιβεβλημένοι,
σύ τε, ὦ νέον ἁγίου νεὼ θεοῦ σεμνολόγημα, γεραιρᾷ μὲν
φρονήσει παρὰ θεοῦ τετιμημένε, νέας δὲ καὶ ἀκμαζούσης
ἀρετῆς ἔργα πολυτελῆ καὶ πράξεις ἐπιδεδειγμένε, ᾧ τὸν ἐπὶ
γῆς οἶκον αὐτὸς ὁ τὸν σύμπαντα κόσμον περιέχων θεὸς
δείμασθαι καὶ ἀνανεοῦν Χριστῷ τῷ μονογενεῖ καὶ πρωτογενεῖ
δὲ αὐτοῦ λόγῳ τῇ τε ἁγίᾳ τούτου καὶ θεοπρεπεῖ νύμφῃ
γέρας ἐξαίρετον δεδώρηται, εἴτε τις νέον σε Βεσελεηλ
θείας ἀρχιτέκτονα σκηνῆς ἐθέλοι καλεῖν εἴτε Σολομῶνα
καινῆς καὶ πολὺ κρείττονος Ἱερουσαλὴμ βασιλέα εἴτε καὶ
νέον Ζοροβαβελ τὴν πολὺ κρείττονα δόξαν τῆς προτέρας τῷ
νεῷ τοῦ θεοῦ περιτιθέντα, ἀλλὰ καὶ ὑμεῖς, ὦ τῆς ἱερᾶς
ἀγέλης Χριστοῦ θρέμματα, λόγων ἀγαθῶν ἑστία, σωφρο-
σύνης παιδευτήριον καὶ θεοσεβείας σεμνὸν καὶ θεοφιλὲς
ἀκροατήριον· πάλαι μὲν ἡμῖν τὰς παραδόξους θεοσημίας
καὶ τῶν τοῦ κυρίου θαυμάτων τὰς εἰς ἀνθρώπους εὐεργεσίας
διὰ θείων ἀναγνωσμάτων ἀκοῇ παραδεχομένοις ὕμνους εἰς
θεὸν καὶ ᾠδὰς ἀναπέμπειν ἐξῆν λέγειν παιδευομένοις ὁ
θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες
ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον ὃ εἰργάσω ἐν ταῖς
ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις· ἀλλὰ νῦν
γε οὐκέτ᾿ ἀκοαῖς οὐδὲ λόγων φήμαις τὸν βραχίονα τὸν
ὑψηλὸν τήν τε οὐράνιον δεξιὰν τοῦ παναγάθου καὶ παμβασι-
λέως ἡμῶν θεοῦ παραλαμβάνουσιν, ἔργοις δ᾿ ὡς ἔπος εἰπεῖν
καὶ αὐτοῖς ὀφθαλμοῖς τὰ πάλαι μνήμῃ παραδεδομένα πιστὰ
καὶ ἀληθῆ καθορωμένοις, δεύτερον ὕμνον ἐπινίκιον πάρεστιν
ἀναμέλπειν ἐναργῶς τε ἀναφωνεῖν καὶ λέγειν καθάπερ
ἠκούσαμεν, οὕτως καὶ εἴδομεν ἐν πόλει κυρίου τῶν
δυνάμεων, ἐν πόλει τοῦ θεοῦ ἡμῶν. ποίᾳ δὲ
πόλει ἢ τῇδε τῇ νεοπαγεῖ καὶ θεοτεύκτῳ; ἥτις ἐστὶν
ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς
ἀληθείας, περὶ ἧς καὶ ἄλλο τι θεῖον λόγιον ὧδέ πως
εὐαγγελίζεται δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ
πόλις τοῦ θεοῦ· ἐφ᾿ ἣν τοῦ παναγάθου συγκροτήσαντος
ἡμᾶς θεοῦ διὰ τῆς τοῦ μονογενοῦς αὐτοῦ χάριτος, τῶν
ἀνακεκλημένων ἕκαστος ὑμνείτω μόνον οὐχὶ βοῶν καὶ λέγων
εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι <εἰς οἶκον κυρίου
πορευσόμεθα> καὶ κύριε, ἠγάπησα εὐπρέπειαν
οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου,
καὶ μὴ μόνον γε ὁ καθεῖς, ἀλλὰ καὶ οἱ πάντες ἀθρόως ἑνὶ
πνεύματι καὶ μιᾷ ψυχῇ γεραίροντες ἀνευφημῶμεν, μέγας
κύριος ἐπιλέγοντες καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ
θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ. καὶ γὰρ οὖν μέγας
ὡς ἀληθῶς, καὶ μέγας ὁ οἶκος αὐτοῦ, ὑψηλὸς καὶ
ἐπιμήκης καὶ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν
ἀνθρώπων· μέγας κύριος ὁ ποιῶν θαυμάσια μόνος·
μέγας ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα ἔνδοξά τε
καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· μέγας ὁ
ἀλλοιῶν καιροὺς καὶ χρόνους, μεθιστῶν βασιλεῖς
καὶ καθιστῶν, ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ
κοπρίας ἀνιστῶν πένητα. καθεῖλεν δυνάστας ἀπὸ
θρόνων, καὶ ὕψωσεν ταπεινοὺς ἀπὸ γῆς· πεινῶν-
τας ἐνέπλησεν ἀγαθῶν, καὶ βραχίονας ὑπερηφάνων
συνέτριψεν, οὐ πιστοῖς μόνον, ἀλλὰ καὶ ἀπίστοις τῶν
παλαιῶν διηγημάτων τὴν μνήμην πιστωσάμενος, ὁ θαυμα-
τουργός, ὁ μεγαλουργός, ὁ τῶν ὅλων δεσπότης, ὁ τοῦ
σύμπαντος κόσμου δημιουργός, ὁ παντοκράτωρ, ὁ πανά-
γαθος, ὁ εἷς καὶ μόνος θεός, ᾧ τὸ καινὸν ᾆσμα μέλπωμεν
προσυπακούοντες τῷ ποιοῦντι θαυμάσια μόνῳ, ὅτι εἰς
τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· τῷ πατάξαντι βασιλεῖς
μεγάλους καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· ὅτι ἐν τῇ ταπει-
νώσει ἡμῶν ἐμνήσθη ἡμῶν καὶ ἐλυτρώσατο ἡμᾶς
ἐκ τῶν ἐχθρῶν ἡμῶν.
καὶ τὸν μὲν τῶν ὅλων πατέρα τούτοις ἀνευφημοῦντες
μή ποτε διαλείποιμεν· τὸν δὲ τῶν ἀγαθῶν ἡμῖν δεύτερον
αἴτιον τὸν τῆς θεογνωσίας εἰσηγητήν, τὸν τῆς ἀληθοῦς
εὐσεβείας διδάσκαλον, τὸν τῶν ἀσεβῶν ὀλετῆρα, τὸν τυραν-
νοκτόνον, τὸν τοῦ βίου διορθωτήν, τὸν ἡμῶν τῶν ἀπεγνωσ-
μένων σωτῆρα Ἰησοῦν ἀνὰ στόμα φέροντες γεραίρωμεν,
ὅτι δὴ μόνος, οἷα παναγάθου πατρὸς μονώτατος ὑπάρχων
πανάγαθος παῖς, γνώμῃ τῆς πατρικῆς φιλανθρωπίας τῶν ἐν
φθορᾷ κάτω που κειμένων ἡμῶν εὖ μάλα προθύμως ὑποδὺς
τὴν φύσιν, οἷά τις ἰατρῶν ἄριστος τῆς τῶν καμνόντων
ἕνεκεν σωτηρίας <ὁρῇ μὲν δεινά, θιγγάνει δ᾿ ἀηδέων ἐπ᾿
ἀλλοτρίῃσί τε ξυμφορῇσιν ἰδίας καρποῦται λύπας>, οὐ
νοσοῦντας αὐτὸ μόνον οὐδ᾿ ἕλκεσι δεινοῖς καὶ σεσηπόσιν
ἤδη τραύμασιν πιεζομένους, ἀλλὰ καὶ ἐν νεκροῖς κειμένους
ἡμᾶς ἐξ αὐτῶν μυχῶν τοῦ θανάτου αὐτὸς ἑαυτῷ διεσώσατο,
ὅτι μηδ᾿ ἄλλῳ τῳ τῶν κατ᾿ οὐρανὸν τοσοῦτον παρῆν ἰσχύος,
ὡς τῇ τῶν τοσούτων ἀβλαβῶς διακονήσασθαι σωτηρίᾳ.
μόνος δ᾿ οὖν καὶ τῆς ἡμῶν αὐτῶν βαρυπαθοῦς φθορᾶς
ἐφαψάμενος, μόνος τοὺς ἡμετέρους ἀνατλὰς πόνους, μόνος
τὰ πρόστιμα τῶν ἡμετέρων ἀσεβημάτων περιθέμενος, οὐχ
ἡμιθνῆτας, ἀλλὰ καὶ πάμπαν ἐν μνήμασι καὶ τάφοις μυσαροὺς
ἤδη καὶ ὀδωδότας ἀναλαβὼν πάλαι τε καὶ νῦν σπουδῇ τῇ
φιλανθρώπῳ παρὰ πᾶσαν τὴν οὗτινος οὖν ἡμῶν τε αὐτῶν
ἐλπίδα σῴζει τε καὶ τῶν τοῦ πατρὸς ἀγαθῶν ἀφθονίαν
μεταδίδωσιν, ὁ ζωοποιός, ὁ φωταγωγός, ὁ μέγας ἡμῶν
ἰατρὸς καὶ βασιλεὺς καὶ κύριος, ὁ Χριστὸς τοῦ θεοῦ. ἀλλὰ
τότε μὲν ἅπαξ ἐν νυκτὶ ζοφερᾷ καὶ σκότῳ βαθεῖ δαιμόνων
ἀλιτηρίων πλάνῃ καὶ θεομισῶν πνευμάτων ἐνεργείαις πᾶν
τὸ τῶν ἀνθρώπων γένος κατορωρυγμένον αὐτὸ μόνον
ἐπιφανείς, ὡς ἂν κηροῦ διατακέντος ταῖς αὐτοῦ βολαῖς τοῦ
φωτός, τὰς πολυδέτους τῶν ἀσεβημάτων ἡμῶν σειρὰς
διελύσατο. νῦν δ᾿ ἐπὶ τῇ τοσαύτῃ χάριτι καὶ εὐεργεσίᾳ
τοῦ μισοκάλου φθόνου καὶ φιλοπονήρου δαίμονος μόνον οὐχὶ
διαρρηγνυμένου καὶ πάσας αὐτοῦ τὰς θανατοποιοὺς καθ᾿
ἡμῶν ἐπιστρατεύοντος δυνάμεις καὶ τὰ μὲν πρῶτα κυνὸς
δίκην λυττῶντος, τοὺς ὀδόντας ἐπὶ τοὺς ἀφιεμένους κατ᾿
αὐτοῦ λίθους προσαράττοντος καὶ τὸν κατὰ τῶν ἀμυνομένων
θυμὸν ἐπὶ τὰ ἄψυχα βλήματα καθιέντος, τοῖς τῶν προσευ-
κτηρίων λίθοις καὶ ταῖς τῶν οἴκων ἀψύχοις ὕλαις τὴν θηριώδη
μανίαν ἐπερείσαντος ἐρημίαν τε, ὥς γε δὴ αὐτὸς ἑαυτῷ
ᾤετο, τῶν ἐκκλησιῶν ἀπεργασαμένου, εἶτα δὲ δεινὰ συρίγ-
ματα καὶ τὰς ὀφιώδεις αὐτοῦ φωνὰς τοτὲ μὲν ἀσεβῶν
τυράννων ἀπειλαῖς, τοτὲ δὲ βλασφήμοις δυσσεβῶν ἀρχόντων
διατάξεσιν ἀφιέντος καὶ προσέτι τὸν αὐτοῦ θάνατον ἐξερευγο-
μένου καὶ τοῖς ἰώδεσι καὶ ψυχοφθόροις δηλητηρίοις τὰς
ἁλισκομένας πρὸς αὐτοῦ ψυχὰς φαρμάττοντος καὶ μόνον
οὐχὶ νεκροῦντος ταῖς τῶν νεκρῶν εἰδώλων νεκροποιοῖς
θυσίαις πάντα τε ἀνθρωπόμορφον θῆρα καὶ πάντα τρόπον
ἄγριον καθ᾿ ἡμῶν ὑποσαλεύοντος, αὖθις ἐξ ὑπαρχῆς ὁ
τῆς μεγάλης βουλῆς ἄγγελος, ὁ μέγας ἀρχιστράτηγος τοῦ
θεοῦ, μετὰ τὴν αὐτάρκη διαγυμνασίαν ἣν οἱ μέγιστοι τῆς
αὐτοῦ βασιλείας στρατιῶται διὰ τῆς πρὸς ἅπαντα ὑπομονῆς
καὶ καρτερίας ἐνεδείξαντο, ἀθρόως οὕτως φανείς, τὰ μὲν
ἐχθρὰ καὶ πολέμια εἰς ἀφανὲς καὶ τὸ μηθὲν κατεστήσατο,
ὡς μηδὲ πώποτε ὠνομάσθαι δοκεῖν, τὰ δ᾿ αὐτῷ φίλα καὶ
οἰκεῖα δόξης ἐπέκεινα παρὰ πᾶσιν, οὐκ ἀνθρώποις μόνον,
ἀλλ᾿ ἤδη καὶ δυνάμεσιν οὐρανίοις ἡλίῳ τε καὶ σελήνῃ καὶ
ἄστροις καὶ τῷ σύμπαντι οὐρανῷ τε καὶ κόσμῳ προήγαγεν,
ὥστε ἤδη, ὃ μηδὲ ἄλλοτέ πω, τοὺς πάντων ἀνωτάτω
βασιλέας ἧς λελόγχασι παρ᾿ αὐτοῦ τιμῆς συνῃσθημένως
νεκρῶν μὲν εἰδώλων καταπτύειν προσώποις, πατεῖν δ᾿
ἄθεσμα δαιμόνων θέσμια καὶ παλαιᾶς ἀπάτης πατροπαρα-
δότου καταγελᾶν, ἕνα δὲ αὐτὸν μόνον θεὸν τὸν κοινὸν
ἁπάντων καὶ ἑαυτῶν εὐεργέτην γνωρίζειν Χριστόν τε τοῦ
θεοῦ παῖδα παμβασιλέα τῶν ὅλων ὁμολογεῖν σωτῆρά τε
αὐτὸν ἐν στήλαις ἀναγορεύειν, ἀνεξαλείπτῳ μνήμῃ τὰ
κατορθώματα καὶ τὰς κατὰ τῶν ἀσεβῶν αὐτοῦ νίκας μέσῃ
τῇ βασιλευούσῃ τῶν ἐπὶ γῆς πόλει βασιλικοῖς χαρακτῆρσι
προσεγγράφοντας, ὥστε μόνον τῶν ἐξ αἰῶνος Ἰησοῦν
Χριστὸν τὸν ἡμῶν σωτῆρα καὶ πρὸς αὐτῶν τῶν ἐπὶ γῆς
ἀνωτάτω οὐχ οἷα κοινὸν ἐξ ἀνθρώπων βασιλέα γενόμενον
ὁμολογεῖσθαι, ἀλλ᾿ οἷα τοῦ καθ᾿ ὅλων θεοῦ παῖδα γνήσιον
καὶ αὐτὸν θεὸν προσκυνεῖσθαι. καὶ εἰκότως· τίς γὰρ
τῶν πώποτε βασιλέων τοσοῦτον ἀρετῆς ἠνέγκατο, ὡς
πάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ἀκοὴν καὶ γλῶτταν ἐμπλῆσαι
τῆς αὐτοῦ προσηγορίας; τίς βασιλεὺς νόμους εὐσεβεῖς οὕτω
καὶ σώφρονας διαταξάμενος ἀπὸ περάτων γῆς καὶ εἰς ἄκρα
τῆς ὅλης οἰκουμένης εἰς ἐπήκοον ἅπασιν ἀνθρώποις ἀναγι-
νώσκεσθαι διαρκῶς ἐκράτυνεν; τίς ἀνημέρων ἐθνῶν
ἔθη βάρβαρα καὶ ἀνήμερα τοῖς ἡμέροις αὐτοῦ καὶ φιλανθρω-
ποτάτοις παρέλυσε νόμοις; τίς αἰῶσιν ὅλοις ὑπὸ πάντων
πολεμούμενος τὴν ὑπὲρ ἄνθρωπον ἀρετὴν ἐπεδείξατο, ὡς
ἀνθεῖν ὁσημέραι καὶ νεάζειν διὰ παντὸς τοῦ βίου; τίς
ἔθνος τὸ μηδὲ ἀκουσθὲν ἐξ αἰῶνος οὐκ ἐν γωνίᾳ ποι γῆς
λεληθός, ἀλλὰ καθ᾿ ὅλης τῆς ὑφ᾿ ἥλιον ἱδρύσατο; τίς εὐσε-
βείας ὅπλοις οὕτως ἐφράξατο τοὺς στρατιώτας, ὡς ἀδά-
μαντος τὰς ψυχὰς κραταιοτέρους ἐν τοῖς πρὸς τοὺς ἀντιπά-
λους ἀγῶσιν διαφαίνεσθαι; τίς βασιλέων ἐς τοσοῦτον
κρατεῖ καὶ στρατηγεῖ μετὰ θάνατον καὶ τρόπαια κατ᾿
ἐχθρῶν ἵστησιν καὶ πάντα τόπον καὶ χώραν καὶ πόλιν,
Ἑλλάδα τε καὶ βάρβαρον, βασιλικῶν οἴκων αὐτοῦ πληροῖ
καὶ θείων ναῶν ἀφιερώμασιν, οἷα τάδε τὰ τοῦδε τοῦ νεὼ
περικαλλῆ κοσμήματά τε καὶ ἀναθήματα; ἃ καὶ αὐτὰ σεμνὰ
μὲν ὡς ἀληθῶς καὶ μεγάλα ἐκπλήξεώς τε καὶ θαύματος ἄξια
καὶ οἷα τῆς τοῦ σωτῆρος ἡμῶν βασιλείας ἐναργῆ δείγματα,
ὅτι καὶ νῦν αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς
ἐνετείλατο καὶ ἐκτίσθησαν (τί γὰρ καὶ ἔμελλεν τοῦ
παμβασιλέως καὶ πανηγεμόνος καὶ αὐτοῦ θεοῦ λόγου
ἐνστήσεσθαι τῷ νεύματι;), σχολῆς τε λόγων οἰκείας εἰς
ἀκριβῆ θεωρίαν τε καὶ ἑρμηνείαν τυγχάνει δεόμενα. οὐ
μὴν ὅσα καὶ οἷα τὰ τῆς τῶν πεπονηκότων προθυμίας κέκριται
παρ᾿ αὐτῷ τῷ θεολογουμένῳ τὸν ἔμψυχον πάντων ὑμῶν
καθορῶντι ναὸν καὶ τὸν ἐκ ζώντων λίθων καὶ βεβηκότων
οἶκον ἐποπτεύοντι εὖ καὶ ἀσφαλῶς ἱδρυμένον ἐπὶ τῷ
θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος
ἀκρογωνιαίου λίθου αὐτοῦ Ἰησοῦ Χριστοῦ, ὃν
ἀπεδοκίμασαν μὲν οὐχ οἱ τῆς παλαιᾶς καὶ μηκέτ᾿ οὔσης
ἐκείνης μόνον, ἀλλὰ καὶ τῆς εἰς ἔτι νῦν τῶν πολλῶν ἀνθρώπων
οἰκοδομῆς κακοὶ κακῶν ὄντες ἀρχιτέκτονες, δοκιμάσας δ᾿ ὁ
πατὴρ καὶ τότε καὶ νῦν εἰς κεφαλὴν γωνίας τῆσδε τῆς
κοινῆς ἡμῶν ἐκκλησίας ἱδρύσατο. τοῦτον δὴ οὖν τὸν ἐξ
ὑμῶν αὐτῶν ἐπεσκευασμένον ζῶντος θεοῦ ζῶντα ναόν, τὸ μέγι-
στον καὶ ἀληθεῖ λόγῳ θεοπρεπὲς ἱερεῖόν φημι, οὗ τὰ ἐνδοτάτω
ἄδυτα τοῖς πολλοῖς ἀθεώρητα καὶ ὄντως ἅγια καὶ τῶν ἁγίων
ἅγια, τίς ἂν ἐποπτεύσας ἐξειπεῖν τολμήσειεν; τίς δὲ κἂν εἰσκύ-
ψαι περιβόλων ἱερῶν εἴσω δυνατός, ὅτι μὴ μόνος ὁ μέγας τῶν
ὅλων ἀρχιερεύς, ᾧ μόνῳ θέμις πάσης λογικῆς ψυχῆς τὰ
ἀπόρρητα διερευνᾶσθαι; τάχα δὲ καὶ ἄλλῳ δευτερεύειν
μετὰ τοῦτον ἑνὶ μόνῳ τῶν ἴσων ἐφικτόν, τῷδε τῷ προκαθη-
μένῳ τῆσδε τῆς στρατιᾶς ἡγεμόνι, ὃν αὐτὸς ὁ πρῶτος καὶ
μέγας ἀρχιερεὺς δευτερείοις τῶν τῇδε ἱερείων τιμήσας,
ποιμένα τῆς ὑμετέρας ἐνθέου ποίμνης κλήρῳ καὶ κρίσει τοῦ
πατρὸς τὸν ὑμέτερον λαχόντα λαόν, ὡς ἂν θεραπευτὴν καὶ
ὑποφήτην αὐτὸς ἑαυτοῦ κατετάξατο, τὸν νέον Ἀαρὼν ἢ
Μελχισεδεκ ἀφωμοιωμένον τῷ υἱῷ τοῦ θεοῦ μένοντά τε καὶ
πρὸς αὐτοῦ τηρούμενον εἰς τὸ διηνεκὲς ταῖς κοιναῖς ἁπάντων
ἡμῶν εὐχαῖς. τούτῳ δὴ οὖν ἐξέστω μόνῳ μετὰ τὸν
πρῶτον καὶ μέγιστον ἀρχιερέα, εἰ μὴ τὰ πρῶτα, τὰ δεύτερα
γοῦν ὅμως ὁρᾶν τε καὶ ἐπισκοπεῖν τῆς ἐνδοτάτω τῶν ὑμε-
τέρων ψυχῶν θεωρίας, πείρᾳ μὲν καὶ χρόνου μήκει ἕκαστον
ἀκριβῶς ἐξητακότι σπουδῇ τε τῇ αὐτοῦ καὶ ἐπιμελείᾳ τοὺς
πάντας ὑμᾶς ἐν κόσμῳ καὶ λόγῳ τῷ κατ᾿ εὐσέβειαν διατε-
θειμένῳ δυνατῷ τε ὄντι μᾶλλον ἁπάντων, ὧν αὐτὸς σὺν
θείᾳ δυνάμει κατηρτίσατο, τούτων τοῖς ἔργοις ἐφαμίλλως
ἀποδοῦναι τοὺς λόγους.
ὁ μὲν οὖν πρῶτος καὶ μέγας ἡμῶν ἀρχιερεὺς ὅσα
βλέπει τὸν πατέρα ποιοῦντα, ταῦτα, φησίν, ὁμοίως
καὶ ὁ υἱὸς ποιεῖ· ὃ δὲ καὶ αὐτὸς ὡς ἂν ἐπὶ διδάσκαλον
τὸν πρῶτον καθαροῖς νοὸς ὄμμασιν ἀφορῶν, ὅσα βλέπει
ποιοῦντα, ὡς ἂν ἀρχετύποις χρώμενος παραδείγμασιν,
τούτων τὰς εἰκόνας, ὡς ἔνι μάλιστα δυνατόν, εἰς τὸ ὁμοιό-
τατον δημιουργῶν ἀπειργάσατο, οὐδὲν ἐκείνῳ καταλιπὼν
τῷ Βεσελεηλ, ὃν αὐτὸς ὁ θεὸς πνεύματος ἐμπλήσας σοφίας
καὶ συνέσεως καὶ τῆς ἄλλης ἐντέχνου καὶ ἐπιστημονικῆς
γνώσεως, τῆς τῶν οὐρανίων τύπων διὰ συμβόλων ναοῦ
κατασκευῆς δημιουργὸν ἀνακέκληται. ταύτῃ δ᾿ οὖν καὶ
ὅδε Χριστὸν ὅλον, τὸν λόγον, τὴν σοφίαν, τὸ φῶς ἐν τῇ
αὐτὸς αὐτοῦ ἀγαλματοφορῶν ψυχῇ, οὐδ᾿ ἔστιν εἰπεῖν οἵᾳ
σὺν μεγαλοφροσύνῃ πλουσίᾳ τε καὶ ἀπλήστῳ διανοίας χειρὶ
καὶ σὺν οἵᾳ πάντων ὑμῶν φιλοτιμίᾳ, τῇ τῶν εἰσφορῶν
μεγαλοψυχίᾳ τῆς αὐτῆς αὐτῷ προθέσεως κατὰ μηδένα
τρόπον ἀπολειφθῆναι φιλονεικότερον μεγαλοφρονουμένων,
τὸν μεγαλοπρεπῆ τόνδε θεοῦ τοῦ ὑψίστου νεὼν τῷ τοῦ
κρείττονος παραδείγματι, ὡς ἂν ὁρώμενον μὴ ὁρωμένου, τὴν
φύσιν ἐμφερῆ συνεστήσατο, χῶρον μὲν τόνδε, ὅ τι καὶ
ἄξιον εἰπεῖν πρῶτον ἁπάντων, πάσης οὐ καθαρᾶς ὕλης
ἐχθρῶν ἐπιβουλαῖς κατακεχωσμένον οὐ παριδὼν οὐδὲ τῇ τῶν
αἰτίων παραχωρήσας κακίᾳ, ἐξὸν ἐφ᾿ ἕτερον ἐλθόντα,
μυρίων ἄλλων εὐπορουμένων τῇ πόλει, ῥᾳστώνην εὕρασθαι
τοῦ πόνου καὶ πραγμάτων ἀπηλλάχθαι. ὃ δὲ πρῶτον
αὑτὸν ἐπὶ τὸ ἔργον ἐγείρας, εἶτα δὲ τὸν σύμπαντα λαὸν
προθυμίᾳ ῥώσας καὶ μίαν ἐξ ἁπάντων μεγάλην χεῖρα
συναγαγών, πρῶτον ἆθλον ἠγωνίζετο, αὐτὴν δὴ μάλιστα τὴν
ὑπὸ τῶν ἐχθρῶν πεπολιορκημένην, αὐτὴν τὴν προπονήσασαν
καὶ τοὺς αὐτοὺς ἡμῖν καὶ πρὸ ἡμῶν διωγμοὺς ὑπομείνασαν,
τὴν μητρὸς δίκην τῶν τέκνων ἐρημωθεῖσαν ἐκκλησίαν
συναπολαῦσαι δεῖν οἰόμενος τῆς τοῦ παναγάθου μεγαλοδω-
ρεᾶς. ἐπειδὴ γὰρ τοὺς παῖδας αὖθις ὁ μέγας ποιμήν,
τοὺς θῆρας καὶ τοὺς λύκους καὶ πᾶν ἀπηνὲς καὶ ἄγριον γένος
ἀποσοβήσας καὶ τὰς μύλας τῶν λεόντων, ᾗ φησιν τὰ
θεῖα λόγια, συντρίψας, ἐπὶ ταὐτὸν αὖθις συνελθεῖν ἠξίωσεν,
δικαιότατα καὶ τῆς ποίμνης τὴν μάνδραν ἀνίστη τοῦ
καταισχῦναι ἐχθρὸν καὶ ἐκδικητὴν καὶ ὡς ἂν ἔλεγχον
ταῖς θεομάχοις τῶν ἀσεβῶν προαγάγοι τόλμαις. καὶ
νῦν οἳ μὲν οὐκ εἰσὶν οἱ θεομισεῖς, ὅτι μηδὲ ἦσαν, ἐς βραχὺ
δὲ ταράξαντες καὶ ταραχθέντες, εἶθ᾿ ὑποσχόντες τιμωρίαν
οὐ μεμπτὴν τῇ δίκῃ, ἑαυτοὺς καὶ φίλους καὶ οἴκους ἄρδην
ἀναστάτους κατέστησαν, ὡς τὰς πάλαι στήλαις ἱεραῖς
καταγραφείσας προρρήσεις ἔργοις πιστὰς ὁμολογεῖσθαι, δι᾿
ὧν τά τε ἄλλα ὁ θεῖος ἐπαληθεύει λόγος, ἀτὰρ καὶ τάδε
περὶ αὐτῶν ἀποφαινόμενος ῥομφαίαν ἐσπάσαντο οἱ
ἁμαρτωλοί, ἐνέτειναν τόξον αὐτῶν τοῦ καταβαλεῖν
πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ
καρδίᾳ· ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὰς καρ-
δίας αὐτῶν καὶ τὰ τόξα αὐτῶν συντριβείη καὶ
πάλιν ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ᾿ ἤχου,
καὶ τὸ ὄνομα αὐτῶν ἐξήλειπται εἰς τὸν αἰῶνα καὶ εἰς
τὸν αἰῶνα τοῦ αἰῶνος, ὅτι δὴ καὶ ἐν κακοῖς γενόμενοι
ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σῴζων· πρὸς κύριον,
καὶ οὐκ εἰσήκουσεν αὐτῶν, ἀλλ᾿ οἳ μὲν συνεποδί-
σθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρ-
θώθημεν· καὶ τό γ᾿ ἐν τούτοις προαναφωνοῦν κύριε,
ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις
ἀληθὲς ὑπ᾿ ὀφθαλμοῖς πάντων ἀναπέφανται. ἀλλ᾿ οἳ
μὲν γιγάντων τρόπον θεομαχίαν ἐνστησάμενοι τοιαύτην
εἰλήχασιν τὴν τοῦ βίου καταστροφήν· τῆς δ᾿ ἐρήμου καὶ
παρ᾿ ἀνθρώποις ἀπεγνωσμένης τοιαῦτα οἷα τὰ ὁρώμενα τῆς
κατὰ θεὸν ὑπομονῆς τὰ τέλη, ὡς ἀναφωνεῖν αὐτῇ τὴν προφη-
τείαν Ἡσαΐου ταῦτα εὐφράνθητι, ἔρημος διψῶσα,
ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον
καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα.
ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυ-
μένα· παρακαλέσατε, ὀλιγόψυχοι τῇ διανοίᾳ,
ἰσχύσατε, μὴ φοβεῖσθε. ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν
ἀνταποδίδωσιν καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ
σώσει ἡμᾶς· ὅτι, φησίν, ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ,
καὶ φάραγξ ἐν γῇ διψώσῃ, καὶ ἡ ἄνυδρος ἔσται εἰς
ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται.
καὶ τάδε μὲν λόγοις πάλαι προθεσπισθέντα βίβλοις
ἱεραῖς καταβέβλητο, τά γε μὴν ἔργα οὐκέτ᾿ ἀκοαῖς, ἀλλ᾿
ἔργοις ἡμῖν παραδέδοται. ἡ ἔρημος ἥδε, ἡ ἄνυδρος, ἡ χήρα
καὶ ἀπερίστατος, ἧς ὡς ἐν δρυμῷ ξύλων ἀξίναις
ἐξέκοψαν τὰς πύλας, ἐπὶ τὸ αὐτὸ ἐν πέλυκι καὶ
λαξευτηρίῳ συνέτριψαν αὐτήν, ἧς καὶ τὰς βίβλους
διαφθείραντες ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριον
τοῦ θεοῦ, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ
ὀνόματος αὐτοῦ, ἣν ἐτρύγησαν πάντες οἱ παραπορευ-
όμενοι τὴν ὁδὸν προκαθελόντες αὐτῆς τοὺς φραγμούς,
ἣν ἐλυμήνατο ὗς ἐκ δρυμοῦ καὶ μονιὸς ἄγριος
κατενεμήσατο, Χριστοῦ δυνάμει παραδόξῳ νῦν, ὅτε
θέλει αὐτός, γέγονεν ὡς κρίνον· ἐπεὶ καὶ τότε αὐτοῦ
νεύματι, ὡς ἂν προκηδομένου πατρός, ἐπαιδεύετο· ὃν
γὰρ ἀγαπᾷ κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα
υἱὸν ὃν παραδέχεται. μέτρῳ δῆτα κατὰ τὸ δέον
ἐπιστραφεῖσα, αὖθις ἄνωθεν ἐξ ὑπαρχῆς ἀγαλλιᾶν προστάτ-
τεται ἐξανθεῖ τε ὡς κρίνον καὶ τῆς ἐνθέου εὐωδίας εἰς
πάντας ἀποπνεῖ ἀνθρώπους, ὅτι, φησίν, ἐρράγη ἐν τῇ
ἐρήμῳ ὕδωρ τὸ νᾶμα τῆς θείας τοῦ σωτηρίου λουτροῦ
παλιγγενεσίας, καὶ νῦν γέγονεν ἡ πρὸ μικροῦ ἔρημος εἰς
ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν ἔβρυσεν πηγὴ ὕδατος
ζῶντος, ἴσχυσάν τε ὡς ἀληθῶς χεῖρες αἱ τὸ πρὶν
ἀνειμέναι, καὶ τῆς τῶν χειρῶν ἰσχύος ἔργα τάδε τὰ
μεγάλα καὶ ἐναργῆ δείγματα· ἀλλὰ καὶ τὰ πάλαι σεσαθρω-
μένα καὶ παρειμένα γόνατα τὰς οἰκείας ἀπολαβόντα
βάσεις, τὴν ὁδὸν τῆς θεογνωσίας εὐθυποροῦντα βαδίζει, ἐπὶ
τὴν οἰκείαν ποίμνην τοῦ παναγάθου ποιμένος σπεύδοντα.
εἰ δὲ καὶ ταῖς τῶν τυράννων ἀπειλαῖς τὰς ψυχάς τινες
ἀπενάρκησαν, οὐδὲ τούτους ὁ σωτήριος ἀθεραπεύτους
παρορᾷ λόγος, εὖ μάλα δὲ καὶ αὐτοὺς ἰώμενος ἐπὶ τὴν τοῦ
θείου παράκλησιν παρορμᾷ λέγων παρακαλέσατε,
οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε.
Τούτων δεῖν ἀπολαῦσαι τὴν διὰ θεὸν γενομένην ἔρημον
τοῦ λόγου προαγορεύοντος, ἐπακούσας ὀξείᾳ διανοίας ἀκοῇ
οὗτος ὁ νέος ἡμῶν καὶ καλὸς Ζοροβαβελ μετὰ τὴν πικρὰν
ἐκείνην αἰχμαλωσίαν καὶ τὸ βδέλυγμα τῆς ἐρημώσεως, οὐ
παριδὼν τὸ πτῶμα νεκρόν, πρώτιστα πάντων παρακλήσεσιν
καὶ λιταῖς ἵλεω τὸν πατέρα μετὰ τῆς κοινῆς ὑμῶν ἁπάντων
ὁμοφροσύνης καταστησάμενος καὶ τὸν μόνον νεκρῶν ζωο-
ποιὸν σύμμαχον παραλαβὼν καὶ συνεργόν, τὴν πεσοῦσαν
ἐξήγειρεν προαποκαθάρας καὶ προθεραπεύσας τῶν κακῶν,
καὶ στολὴν οὐ τὴν ἐξ ἀρχαίου παλαιὰν αὐτῇ περιτέθεικεν,
ἀλλ᾿ ὁποίαν αὖθις παρὰ τῶν θείων χρησμῶν ἐξεπαιδεύετο,
σαφῶς ὧδε λεγόντων καὶ ἔσται ἡ δόξα τοῦ οἴκου
τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν προτέραν. ταύτῃ δ᾿
οὖν πολὺ μείζονα τὸν χῶρον ἅπαντα περιλαβών, τὸν μὲν
ἔξωθεν ὠχυροῦτο περίβολον τῷ τοῦ παντὸς περιτειχίσματι,
ὡς ἂν ἀσφαλέστατον εἴη τοῦ παντὸς ἕρκος· πρόπυλον
δὲ μέγα καὶ εἰς ὕψος ἐπηρμένον πρὸς αὐτὰς ἀνίσχοντος ἡλίου
ἀκτῖνας ἀναπετάσας, ἤδη καὶ τοῖς μακρὰν περιβόλων ἔξω
ἱερῶν ἑστῶσιν τῆς τῶν ἔνδον παρέσχεν ἀφθονίαν θέας, μόνον
οὐχὶ καὶ τῶν ἀλλοτρίων τῆς πίστεως ἐπὶ τὰς πρώτας εἰσόδους
ἐπιστρέφων τὰς ὄψεις, ὡς ἂν μὴ παρατρέχοι τις ὅτι μὴ τὴν
ψυχὴν κατανυγεὶς πρότερον μνήμῃ τῆς τε πρὶν ἐρημίας καὶ
τῆς νῦν παραδόξου θαυματουργίας, ὑφ᾿ ἧς τάχα καὶ ἑλκυσθή-
σεσθαι κατανυγέντα καὶ πρὸς αὐτῆς τῆς ὄψεως ἐπὶ τὴν
εἴσοδον προτραπήσεσθαι ἤλπισεν. εἴσω δὲ παρελθόντι
πυλῶν οὐκ εὐθὺς ἐφῆκεν ἀνάγνοις καὶ ἀνίπτοις ποσὶν τῶν
ἔνδον ἐπιβαίνειν ἁγίων, διαλαβὼν δὲ πλεῖστον ὅσον τὸ μεταξὺ
τοῦ τε νεὼ καὶ τῶν πρώτων εἰσόδων, τέτταρσι μὲν πέριξ
ἐγκαρσίοις κατεκόσμησεν στοαῖς, εἰς τετράγωνόν τι σχῆμα
περιφράξας τὸν τόπον, κίοσι πανταχόθεν ἐπαιρομέναις· ὧν
τὰ μέσα διαφράγμασι τοῖς ἀπὸ ξύλου δικτυωτοῖς ἐς τὸ
σύμμετρον ἥκουσι μήκους περικλείσας, μέσον αἴθριον ἠφίει
εἰς τὴν τοῦ οὐρανοῦ κάτοψιν, λαμπρὸν καὶ ταῖς τοῦ φωτὸς
ἀκτῖσιν ἀνειμένον ἀέρα παρέχων. ἱερῶν δ᾿ ἐνταῦθα
καθαρσίων ἐτίθει σύμβολα, κρήνας ἄντικρυς εἰς πρόσωπον
ἐπισκευάζων τοῦ νεὼ πολλῷ τῷ χεύματι τοῦ νάματος τοῖς
περιβόλων ἱερῶν ἐπὶ τὰ ἔσω προϊοῦσιν τὴν ἀπόρυψιν παρε-
χομένας. καὶ πρώτη μὲν εἰσιόντων αὕτη διατριβή, κόσμον
ὁμοῦ καὶ ἀγλαΐαν τῷ παντὶ τοῖς τε τῶν πρώτων εἰσαγωγῶν
ἔτι δεομένοις κατάλληλον τὴν μονὴν παρεχομένη. ἀλλὰ
γὰρ καὶ τὴν τούτων θέαν παραμειψάμενος, πλείοσιν ἔτι
μᾶλλον τοῖς ἐνδοτάτω προπύλοις τὰς ἐπὶ τὸν νεὼν παρόδους
ἀναπεπταμένας ἐποίει, ὑπὸ μὲν ταῖς ἡλίου βολαῖς αὖθις
τρεῖς πύλας ὑφ᾿ ἓν καταθεὶς πλευρόν, ὧν πολὺ τὰς παρ᾿
ἑκάτερα μεγέθει τε καὶ πλάτει πλεονεκτεῖν τῇ μέσῃ χαρι-
σάμενος παραπήγμασί τε χαλκοῦ σιδηροδέτοις καὶ ποικίλ-
μασιν ἀναγλύφοις διαφερόντως αὐτὴν φαιδρύνας, ὡς ἂν
βασιλίδι ταύτῃ τοὺς δορυφόρους ὑπέζευξεν· τὸν αὐτὸν
δὲ τρόπον καὶ ταῖς παρ᾿ ἑκάτερα τοῦ παντὸς νεὼ στοαῖς τὸν
τῶν προπύλων ἀριθμὸν διατάξας, ἄνωθεν ἐπὶ ταύταις ἄλλῳ
πλείονι φωτὶ διαφόρους τὰς ἐπὶ τὴν οἶκον εἰσβολὰς ἐπενόει,
ταῖς ἀπὸ ξύλου λεπτουργίαις καὶ τὸν περὶ αὐτὰς κόσμον
καταποικίλλων. τὸν δὲ βασίλειον οἶκον πλουσιωτέραις ἤδη
καὶ δαψιλέσι ταῖς ὕλαις ὠχύρου, ἀφθόνῳ φιλοτιμίᾳ τῶν
ἀναλωμάτων χρώμενος· ἔνθα μοι δοκῶ περιττὸν εἶναι
τοῦ δομήματος μήκη τε καὶ πλάτη καταγράφειν, τὰ φαιδρὰ
ταῦτα κάλλη καὶ τὰ λόγου κρείττονα μεγέθη τήν τε τῶν
ἔργων ἀποστίλβουσαν ὄψιν τῷ λόγῳ διεξιόντι ὕψη τε τὰ
οὐρανομήκη καὶ τὰς τούτων ὑπερκειμένας πολυτελεῖς τοῦ
Λιβάνου κέδρους, ὧν οὐδὲ τὸ θεῖον λόγιον τὴν μνήμην
ἀπεσιώπησεν εὐφρανθήσεται φάσκον τὰ ξύλα τοῦ
κυρίου, καὶ αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσεν.
τί με δεῖ νῦν τῆς πανσόφου καὶ ἀρχιτεκτονικῆς διατά-
ξεως καὶ τοῦ κάλλους τῆς ἐφ᾿ ἑκάστου μέρους ὑπερβολῆς
ἀκριβολογεῖσθαι τὴν ὑφήγησιν, ὅτε τῆς ὄψεως τὴν διὰ τῶν
ὤτων ἀποκλείει μάθησιν ἡ μαρτυρία; ἀλλὰ γὰρ ὧδε καὶ
τὸν νεὼν ἐπιτελέσας θρόνοις τε τοῖς ἀνωτάτω εἰς τὴν τῶν
προέδρων τιμὴν καὶ προσέτι βάθροις ἐν τάξει τοῖς καθ᾿
ὅλου κατὰ τὸ πρέπον κοσμήσας ἐφ᾿ ἅπασίν τε τὸ τῶν
ἁγίων ἅγιον θυσιαστήριον ἐν μέσῳ θείς, αὖθις καὶ τάδε,
ὡς ἂν εἴη τοῖς πολλοῖς ἄβατα, τοῖς ἀπὸ ξύλου περιέφραττε
δικτύοις εἰς ἄκρον ἐντέχνου λεπτουργίας ἐξησκημένοις, ὡς
θαυμάσιον τοῖς ὁρῶσιν παρέχειν τὴν θέαν. ἀλλ᾿ οὐδὲ
τοὔδαφος ἄρα εἰς ἀμελὲς ἔκειτο αὐτῷ· καὶ τόδε γοῦν λίθῳ
μαρμάρῳ εὖ μάλα κόσμῳ παντὶ λαμπρύνας, ἤδη λοιπὸν καὶ
ἐπὶ τὰ ἐκτὸς τοῦ νεὼ μετῄει, ἐξέδρας καὶ οἴκους τοὺς παρ᾿
ἑκάτερα μεγίστους ἐπισκευάζων ἐντέχνως ἐπὶ ταὐτὸν εἰς
πλευρὰ τῷ βασιλείῳ συνεζευγμένους καὶ ταῖς ἐπὶ τὸν μέσον
οἶκον εἰσβολαῖς ἡνωμένους· ἃ καὶ αὐτὰ τοῖς ἔτι καθάρσεως
καὶ περιρραντηρίων τῶν διὰ ὕδατος καὶ ἁγίου πνεύματος
ἐγχρῄζουσιν ὁ εἰρηνικώτατος ἡμῶν Σολομὼν ὁ τὸν νεὼν
τοῦ θεοῦ δειμάμενος ἀπειργάζετο, ὡς μηκέτι λόγον, ἀλλ᾿
ἔργον γεγονέναι τὴν ἄνω λεχθεῖσαν προφητείαν·
γέγονεν γὰρ καὶ νῦν ὡς ἀληθῶς ἐστιν ἡ δόξα τοῦ οἴκου
τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν προτέραν. ἔδει γὰρ καὶ
ἀκόλουθον ἦν τοῦ ποιμένος αὐτῆς καὶ δεσπότου ἅπαξ τὸν
ὑπὲρ αὐτῆς θάνατον καταδεξαμένου καὶ μετὰ τὸ πάθος,
ὃ χάριν αὐτῆς ῥυπῶν ἐνεδύσατο σῶμα, ἐπὶ τὸ λαμπρὸν καὶ
ἔνδοξον μεταβεβληκότος αὐτήν τε σάρκα τὴν λυθεῖσαν ἐκ
φθορᾶς εἰς ἀφθαρσίαν ἀγαγόντος, καὶ τήνδε ὁμοίως τῶν τοῦ
σωτῆρος οἰκονομιῶν ἐπαύρασθαι, ὅτι δὴ καὶ τούτων πολὺ
κρείττονα λαβοῦσα παρ᾿ αὐτοῦ τὴν ἐπαγγελίαν, τὴν πολὺ
μείζονα δόξαν τῆς παλιγγενεσίας ἐν ἀφθάρτου σώματος
ἀναστάσει μετὰ φωτὸς ἀγγέλων χορείας ἐν τοῖς οὐρανῶν
ἐπέκεινα τοῦ θεοῦ βασιλείοις σὺν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ
πανευεργέτῃ καὶ σωτῆρι διαρκῶς ἐπὶ τοὺς ἑξῆς αἰῶνας
ἀπολαβεῖν ποθεῖ. ἀλλὰ γὰρ τέως ἐπὶ τοῦ παρόντος
τούτοις ἡ πάλαι χήρα καὶ ἔρημος θεοῦ χάριτι περιβληθεῖσα
τοῖς ἄνθεσιν γέγονεν ἀληθῶς ὡς κρίνον, ᾗ φησιν ἡ προφη-
τεία, καὶ τὴν νυμφικὴν ἀναλαβοῦσα στολὴν τόν τε τῆς
εὐπρεπείας περιθεμένη στέφανον οἷα χορεύειν διὰ Ἡσαΐου
παιδεύεται τὰ χαριστήρια τῷ βασιλεῖ θεῷ φωναῖς εὐφήμοις
γεραίρουσα, αὐτῆς λεγούσης ἐπακούωμεν ἀγαλλιάσθω
ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσεν γάρ με ἱμά-
τιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης· περιέθηκέν
μοι ὡς νυμφίῳ μίτραν, καὶ ὡς νύμφην κατεκόσμη-
σέν με κόσμῳ· καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος
αὐτῆς, καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἀνατελεῖ,
οὕτως κύριος κύριος ἀνέτειλεν δικαιοσύνην καὶ
ἀγαλλίαμα ἐνώπιον πάντων τῶν ἐθνῶν. τούτοις μὲν
οὖν αὕτη χορεύει· οἵοις δὲ καὶ ὁ νυμφίος, λόγος ὁ
οὐράνιος, αὐτὸς Ἰησοῦς Χριστὸς αὐτὴν ἀμείβεται, ἄκουε
λέγοντος κυρίου μὴ φοβοῦ ὅτι κατῃσχύνθης μηδὲ
ἐντραπῇς ὅτι ὠνειδίσθης· ὅτι αἰσχύνην αἰώνιον
ἐπιλήσῃ καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησ-
θήσῃ. οὐχ ὡς γυναῖκα ἐγκαταλελειμμένην καὶ
ὀλιγόψυχον κέκληκέν σε κύριος οὐδ᾿ ὡς γυναῖκα
ἐκ νεότητος μεμισημένην. εἶπεν ὁ θεός σου· χρό-
νον μικρὸν ἐγκατέλιπόν σε, καὶ ἐν ἐλέῳ μεγάλῳ
ἐλεήσω σε· ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσω-
πόν μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέῳ αἰωνίῳ ἐλεήσω σε
εἶπεν ὁ ῥυσάμενός σε κύριος. ἐξεγείρου, ἐξε-
γείρου, ἡ πιοῦσα ἐκ χειρὸς κυρίου τὸ ποτήριον
τοῦ θυμοῦ αὐτοῦ· τὸ ποτήριον γὰρ τῆς πτώσεως,
τὸ κόνδυ τοῦ θυμοῦ μου, ἐξέπιες καὶ ἐξεκένωσας.
καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν
τέκνων σου ὧν ἔτεκες, καὶ οὐκ ἦν ὁ ἀντιλαμβανό-
μενος τῆς χειρός σου. ἰδοὺ εἴληφα ἐκ τῆς χειρός
σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ
μου, καὶ οὐ προσθήσεις ἔτι πιεῖν αὐτό· καὶ δώσω
αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν
ταπεινωσάντων σε. ἐξεγείρου, ἐξεγείρου,
ἔνδυσαι τὴν ἰσχύν, ἔνδυσαι τὴν δόξαν σου· ἐκτί-
ναξαι τὸν χοῦν καὶ ἀνάστηθι. κάθισον, ἔκλυσαι τὸν
δεσμὸν τοῦ τραχήλου σου. ἆρον κύκλῳ τοὺς ὀφθαλ-
μούς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου· ἰδοὺ συνήχ-
θησαν καὶ ἦλθον πρός σε· ζῶ ἐγώ, λέγει κύριος,
ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ καὶ περιθήσῃ
αὐτοὺς ὡς κόσμον νύμφης· ὅτι τὰ ἔρημά σου καὶ
τὰ διεφθαρμένα καὶ τὰ καταπεπτωκότα νῦν
στενοχωρήσει ἀπὸ τῶν κατοικούντων σε, καὶ
μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε.
ἐροῦσιν γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς
ἀπολώλεκας στενός μοι ὁ τόπος, ποίησόν μοι
τόπον ἵνα κατοικήσω, καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου
τίς ἐγέννησέν μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ
χήρα, τούτους δὲ τίς ἐξέθρεψέν μοι; ἐγὼ δὲ
κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν; ταῦτα
Ἡσαΐας προεθέσπισεν, ταῦτα πρόπαλαι περὶ ἡμῶν ἐν
ἱεραῖς βίβλοις καταβέβλητο, χρῆν δέ που τούτων τὴν
ἀψεύδειαν ἤδη ποτὲ ἔργοις παραλαβεῖν. ἀλλὰ γὰρ
τοιαῦτα τοῦ νυμφίου λόγου πρὸς τὴν ἑαυτοῦ νύμφην τὴν
ἱερὰν καὶ ἁγίαν ἐκκλησίαν ἐπιφωνοῦντος, εἰκότως ὁ νυμφο-
στόλος ὅδε αὐτήν, τὴν ἔρημον, τὴν πτῶμα κειμένην, τὴν
παρὰ ἀνθρώποις ἀνέλπιδα, ταῖς κοιναῖς ἁπάντων ἡμῶν
εὐχαῖς χεῖρας τὰς ὑμῶν αὐτῶν ὀρέξας ἐξήγειρεν καὶ ἐξανέσ-
τησεν θεοῦ τοῦ παμβασιλέως νεύματι καὶ τῆς Ἰησοῦ Χριστοῦ
δυνάμεως ἐπιφανείᾳ τοιαύτην τε ἀναστήσας κατεστήσατο,
οἵαν ἐκ τῆς τῶν ἱερῶν χρησμῶν καταγραφῆς ἐδιδάσκετο.
θαῦμα μὲν οὖν μέγιστον τοῦτο καὶ πέρα πάσης
ἐκπλήξεως, μάλιστα τοῖς ἐπὶ μόνῃ τῇ τῶν ἔξωθεν φαντασίᾳ
τὸν νοῦν προσανέχουσιν· θαυμάτων δὲ θαυμασιώτερα τά τε
ἀρχέτυπα καὶ τούτων τὰ πρωτότυπα νοητὰ καὶ θεοπρεπῆ
παραδείγματα, τὰ τῆς ἐνθέου φημὶ καὶ λογικῆς ἐν ψυχαῖς
οἰκοδομῆς ἀνανεώματα· ἣν αὐτὸς ὁ θεόπαις κατ᾿
εἰκόνα τὴν αὐτὸς αὐτοῦ δημιουργήσας πάντῃ τε καὶ κατὰ
πάντα τὸ θεοείκελον δεδωρημένος, ἄφθαρτον φύσιν, ἀσώμα-
τον, λογικήν, πάσης γεώδους ὕλης ἀλλοτρίαν, αὐτονοερὰν
οὐσίαν, ἅπαξ τὸ πρῶτον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι συστη-
σάμενος, νύμφην ἁγίαν καὶ νεὼν πανίερον ἑαυτῷ τε καὶ τῷ
πατρὶ κατειργάσατο· ὃ καὶ σαφῶς αὐτὸς ὁμολογῶν
ἐκφαίνει, λέγων ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπα-
τήσω, καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί
μοι λαός. καὶ τοιαύτη μὲν ἡ τελεία καὶ κεκαθαρμένη
ψυχή, ἀρχῆθεν οὕτω γεγενημένη, οἵα τὸν οὐράνιον λόγον
ἀγαλματοφορεῖν· ἀλλὰ γὰρ φθόνῳ καὶ ζήλῳ τοῦ
φιλοπονήρου δαίμονος φιλοπαθὴς καὶ φιλοπόνηρος ἐξ
αὐτεξουσίου αἱρέσεως γενομένη, ὑπαναχωρήσαντος αὐτῆς
τοῦ θείου ὡς ἂν ἔρημος προστάτου, εὐάλωτος καὶ εἰς ἐπιβου-
λὴν εὐχερὴς τοῖς ἐκ μακροῦ διαφθονουμένοις ἀπελήλεγκται,
ταῖς τε τῶν ἀοράτων ἐχθρῶν καὶ νοητῶν πολεμίων ἑλεπόλεσι
καὶ μηχαναῖς καταβληθεῖσα, πτῶμα ἐξαίσιον καταπέπτωκεν,
ὡς ὅσον οὐδ᾿ ἐπὶ λίθῳ λίθον τῆς ἀρετῆς ἑστῶτα ἐν αὐτῇ
διαμεῖναι, ὅλην δὲ δι᾿ ὅλου χαμαὶ κεῖσθαι νεκράν, τῶν περὶ
θεοῦ φυσικῶν ἐννοιῶν πάμπαν ἀπεστερημένην. πεπτω-
κυῖαν δῆτα αὐτὴν ἐκείνην τὴν κατ᾿ εἰκόνα θεοῦ κατασκευ-
ασθεῖσαν ἐλυμήνατο οὐχ ὗς οὗτος ὁ ἐκ δρυμοῦ τοῦ παρ᾿
ἡμῖν ὁρατοῦ, ἀλλά τις φθοροποιὸς δαίμων καὶ θῆρες ἄγριοι
νοητοί, οἳ καὶ τοῖς πάθεσιν οἷα πεπυρακτωμένοις τῆς σφῶν
κακίας βέλεσιν αὐτὴν ἐξυφάψαντες, ἐνεπύρισαν ἐν πυρὶ
τὸ θεῖον ὄντως ἁγιαστήριον τοῦ θεοῦ εἰς τὴν γῆν τε
ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματος αὐτοῦ, εἶτα
πολλῷ τῷ προσχώματι τὴν ἀθλίαν κατορύξαντες, εἰς
ἀνέλπιστον πάσης περιέτρεψαν σωτηρίας· ἀλλ᾿ ὅ γε
κηδεμὼν αὐτῆς λόγος ὁ θεοφεγγὴς καὶ σωτήριος τὴν κατ᾿
ἀξίαν δίκην τῶν ἁμαρτημάτων ὑποσχοῦσαν αὖθις ἐξ
ὑπαρχῆς ἀνελάμβανεν, πατρὸς παναγάθου φιλανθρωπίᾳ
πειθόμενος. αὐτὰς δὴ οὖν πρώτας τὰς τῶν ἀνωτάτω
βασιλευόντων ψυχὰς προελόμενος, τῶν μὲν δυσσεβῶν καὶ
ὀλεθρίων πάντων αὐτῶν τε τῶν δεινῶν καὶ θεομισῶν τυράν-
νων τὴν οἰκουμένην ἅπασαν δι᾿ αὐτῶν τῶν θεοφιλεστάτων
ἐκαθήρατο· εἶτα δὲ τοὺς αὐτῷ γνωρίμους ἄνδρας, τοὺς
πάλαι διὰ βίου ἱερωμένους αὐτῷ, κρύβδην γε μὴν ὡς ἐν
κακῶν χειμῶνι πρὸς τῆς αὐτοῦ σκέπης καλυπτομένους, εἰς
φανερὸν ἀγαγὼν καὶ ταῖς τοῦ πατρὸς μεγαλοδωρεαῖς
ἐπαξίως τιμήσας, αὖθις καὶ διὰ τούτων τὰς μικρῷ πρόσθεν
ἐρρυπωμένας ψυχὰς ὕλης τε παντοίας καὶ χώματος ἀσεβῶν
ἐπιταγμάτων συμπεφορημένας ὄρυξι καὶ δικέλλαις ταῖς
πληκτικαῖς τῶν μαθημάτων διδασκαλίαις ἐξεκάθηρέν τε καὶ
ἀπέσμηξεν, λαμπρόν τε καὶ διαυγῆ τῆς πάντων ὑμῶν
διανοίας τὸν χῶρον ἀπειργασμένος, ἐνταῦθα λοιπὸν τῷ
πανσόφῳ καὶ θεοφιλεῖ τῷδε παραδέδωκεν ἡγεμόνι· ὃς τά
τε ἄλλα κριτικὸς καὶ ἐπιλογιστικὸς τυγχάνων τήν <τε>
τῶν αὐτῷ κεκληρωμένων ψυχῶν εὖ διαγινώσκων καὶ φυλο-
κρινῶν διάνοιαν, ἐκ πρώτης ὡς εἰπεῖν ἡμέρας οἰκοδομῶν
οὔπω καὶ εἰς δεῦρο πέπαυται, τοτὲ μὲν διαυγῆ τὸν χρυσόν,
τοτὲ δὲ δόκιμον καὶ καθαρὸν τὸ ἀργύριον καὶ τοὺς τιμίους
καὶ πολυτελεῖς λίθους ἐν πᾶσιν ὑμῖν ἁρμόττων, ὡς ἱερὰν
αὖθις καὶ μυστικὴν ἔργοις τοῖς εἰς ὑμᾶς ἀποπληροῦν προφη-
τείαν, δι᾿ ἧς εἴρηται ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι
ἄνθρακα τὸν λίθον σου καὶ τὰ θεμέλιά σου σάπ-
φειρον καὶ τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας
σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου
λίθους ἐκλεκτοὺς καὶ πάντας τοὺς υἱούς σου διδακ-
τοὺς θεοῦ καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου· καὶ
ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ.
δικαιοσύνῃ δῆτα οἰκοδομῶν, κατ᾿ ἀξίαν τοῦ παντὸς
λαοῦ διῄρει τὰς δυνάμεις, οἷς μὲν τὸν ἔξωθεν αὐτὸ μόνον
περιφράττων περίβολον, τὴν ἀπλανῆ πίστιν περιτειχίσας
(πολὺς δὲ ὁ τοιοῦτος καὶ μέγας λεώς, οὐδὲν κρεῖττον φέρειν
οἰκοδόμημα διαρκῶν), οἷς δὲ τὰς ἐπὶ τὸν οἶκον ἐπιτρέπων
εἰσόδους, θυραυλεῖν καὶ ποδηγεῖν τοὺς εἰσιόντας κατατάττων
οὐκ ἀπεικότως τοῦ νεὼ πρόπυλα νενομισμένους, ἄλλους δὲ
πρώτοις τοῖς ἔξωθεν ἀμφὶ τὴν αὐλὴν ἐκ τετραγώνου κίοσιν
ὑπεστήριζεν, ταῖς πρώταις τῶν τεττάρων εὐαγγελίων τοῦ
γράμματος προσβολαῖς ἐμβιβάζων· τοὺς δ᾿ ἤδη ἀμφὶ τὸν
βασίλειον οἶκον ἑκατέρωσε παραζεύγνυσιν, ἔτι μὲν κατηχου-
μένους καὶ ἐν αὔξῃ καὶ προκοπῇ καθεστῶτας, οὐ μὴν πόρρω
που καὶ μακρὰν τῆς τῶν ἐνδοτάτω θεοπτίας τῶν πιστῶν
διεζευγμένους. ἐκ δὴ τούτων τὰς ἀκηράτους ψυχὰς
θείῳ λουτρῷ χρυσοῦ δίκην ἀποσμηχθείσας παραλαβών,
κἀνταῦθα τοὺς μὲν κίοσιν τῶν ἐξωτάτω πολὺ κρείττοσιν ἐκ
τῶν ἐνδοτάτω μυστικῶν τῆς γραφῆς δογμάτων ὑποστηρίζει,
τοῖς δὲ πρὸς τὸ φῶς ἀνοίγμασιν καταυγάζει, προπύλῳ
μὲν ἑνὶ μεγίστῳ τῆς τοῦ παμβασιλέως ἑνὸς καὶ μόνου θεοῦ
δοξολογίας τὸν πάντα νεὼν κατακοσμῶν, Χριστοῦ δὲ καὶ
ἁγίου πνεύματος παρ᾿ ἑκάτερα τῆς τοῦ πατρὸς αὐθεντίας
τὰς δευτέρας αὐγὰς τοῦ φωτὸς παρασχόμενος. τῶν τε
λοιπῶν διὰ τοῦ παντὸς οἴκου ἄφθονον καὶ πολὺ διάφορον
τῆς καθ᾿ ἕκαστον ἀληθείας τὸ σαφὲς καὶ φωτεινὸν ἐνδεικνύ-
μενος, πάντῃ δὲ καὶ πανταχόθεν τοὺς ζῶντας καὶ βεβηκότας
καὶ εὐπαγεῖς τῶν ψυχῶν λίθους ἐγκρίνας, τὸν μέγαν καὶ
βασιλικὸν ἐξ ἁπάντων οἶκον ἐπισκευάζεται λαμπρὸν καὶ
φωτὸς ἔμπλεω τά τε ἔνδοθεν καὶ τὰ ἐκτός, ὅτι μὴ ψυχὴ
μόνον καὶ διάνοια, καὶ τὸ σῶμα δὲ αὐτοῖς ἁγνείας καὶ
σωφροσύνης πολυανθεῖ κόσμῳ κατηγλάϊστο. ἔνεισιν δ᾿
ἐν τῷδε τῷ ἱερῷ καὶ θρόνοι βάθρα τε μυρία καὶ καθιστήρια,
ἐν ὅσαις ψυχαῖς τὰ τοῦ θείου πνεύματος ἐφιζάνει δωρήματα,
οἷα καὶ πάλαι ὤφθη τοῖς ἀμφὶ τοὺς ἱεροὺς ἀποστόλους
οἷς ἐφάνησαν διαμεριζόμεναι γλῶσσαι ὡς εἰ πυρὸς
ἐκάθισέν τε ἐφ᾿ ἕνα ἕκαστον αὐτῶν. ἀλλ᾿ ἐν
μὲν τῷ πάντων ἄρχοντι ἴσως αὐτὸς ὅλος ἐγκάθηται Χριστὸς
ἐν δὲ τοῖς μετ᾿ αὐτὸν δευτερεύουσιν ἀναλόγως, καθ᾿ ὅσον
ἕκαστος χωρεῖ, Χριστοῦ δυνάμεως καὶ πνεύματος ἁγίου
μερισμοῖς. βάθρα δ᾿ ἂν εἶεν καὶ ἀγγέλων αἱ τινῶν ψυχαὶ τῶν
εἰς παιδαγωγίαν καὶ φρουρὰν ἑκάστῳ παραδεδομένων,
σεμνὸν δὲ καὶ μέγα καὶ μονογενὲς θυσιαστήριον ποῖον
ἂν εἴη ἢ τῆς τοῦ κοινοῦ πάντων ἱερέως [τῆς ψυχῆς] τὸ
εἰλικρινὲς καὶ ἁγίων ἅγιον; ᾧ παρεστὼς ἐπὶ δεξιᾷ ὁ μέγας
τῶν ὅλων ἀρχιερεὺς αὐτὸς Ἰησοῦς, ὁ μονογενὴς τοῦ θεοῦ,
τὸ παρὰ πάντων εὐῶδες θυμίαμα καὶ τὰς δι᾿ εὐχῶν ἀναίμους
καὶ ἀΰλους θυσίας φαιδρῷ τῷ βλέμματι καὶ ὑπτίαις ὑποδεχό-
μενος χερσὶν τῷ κατ᾿ οὐρανὸν πατρὶ καὶ θεῷ τῶν ὅλων
παραπέμπεται, πρῶτος αὐτὸς προσκυνῶν καὶ μόνος τῷ
πατρὶ τὸ κατ᾿ ἀξίαν ἀπονέμων σέβας, εἶτα δὲ καὶ πᾶσιν
ἡμῖν εὐμενῆ διαμένειν καὶ δεξιὸν εἰς ἀεὶ παραιτούμενος.
τοιοῦτος ὁ μέγας νεὼς ὃν καθ᾿ ὅλης τῆς ὑφ᾿ ἥλιον
οἰκουμένης ὁ μέγας τῶν ὅλων δημιουργὸς λόγος συνεστήσατο,
τῶν ἐπέκεινα οὐρανίων ἁψίδων πάλιν καὶ αὐτὸς νοερὰν
ταύτην ἐπὶ γῆς εἰκόνα κατεργασάμενος, ὡς ἂν διὰ πάσης
τῆς κτίσεως τῶν τε ἐπὶ γῆς λογικῶν ζῴων ὁ πατὴρ
αὐτῷ τιμῷτό τε καὶ σέβοιτο. τὸν δὲ ὑπερουράνιον
χῶρον καὶ τὰ ἐκεῖσε τῶν τῇδε παραδείγματα τήν τε ἄνω
λεγομένην Ἱερουσαλὴμ καὶ τὸ Σιὼν ὄρος τὸ ἐπουράνιον καὶ
τὴν ὑπερκόσμιον πόλιν τοῦ ζῶντος θεοῦ, ἐν ᾗ μυριάδες
ἀγγέλων πανηγύρεις καὶ ἐκκλησία πρωτοτόκων ἀπογεγραμ-
μένων ἐν οὐρανοῖς ταῖς ἀρρήτοις καὶ ἀνεπιλογίστοις ἡμῖν
θεολογίαις τὸν σφῶν ποιητὴν καὶ πανηγεμόνα τῶν ὅλων
γεραίρουσιν, οὔτις θνητὸς οἷός τε κατ᾿ ἀξίαν ὑμνῆσαι, ὅτι
δὴ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ
ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη αὐτὰ δὴ ταῦτα ἃ
ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ὧν
ἤδη ἐν μέρει καταξιωθέντες, ἄνδρες ἅμα παισὶν καὶ γυναιξίν,
σμικροὶ καὶ μεγάλοι, πάντες ἀθρόως ἐν ἑνὶ πνεύματι καὶ
μιᾷ ψυχῇ μὴ διαλίπωμεν ἐξομολογούμενοι καὶ τὸν τοσούτων
ἡμῖν ἀγαθῶν παραίτιον ἀνευφημοῦντες, τὸν εὐιλατεύοντα
πάσαις ταῖς ἀνομίαις ἡμῶν, τὸν ἰώμενον πάσας
τὰς νόσους ἡμῶν, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν
ζωὴν ἡμῶν, τὸν στεφανοῦντα ἡμᾶς ἐν ἐλέει καὶ
οἰκτιρμοῖς, τὸν ἐμπιμπλῶντα ἐν ἀγαθοῖς τὴν
ἐπιθυμίαν ἡμῶν, ὅτι οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν
ἐποίησεν ἡμῖν οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπ-
έδωκεν ἡμῖν, ὅτι καθ᾿ ὅσον ἀπέχουσιν ἀνατολαὶ
ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας
ἡμῶν· καθὼς οἰκτείρει πατὴρ υἱοὺς αὐτοῦ, ᾠκτεί-
ρησεν κύριος τοὺς φοβουμένους αὐτόν. ταῦτα
καὶ νῦν καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον ταῖς μνήμαις ἀναζω-
πυροῦντες, ἀτὰρ καὶ τῆς παρούσης πανηγύρεως καὶ τῆς
φαιδρᾶς ταύτης καὶ λαμπροτάτης ἡμέρας τὸν αἴτιον καὶ
πανηγυριάρχην νύκτωρ καὶ μεθ᾿ ἡμέραν διὰ πάσης ὥρας καὶ
δι᾿ ὅλης ὡς εἰπεῖν ἀναπνοῆς ἐν νῷ προορώμενοι, στέργοντες
καὶ σέβοντες ψυχῆς ὅλῃ δυνάμει, καὶ νῦν ἀναστάντες μεγάλῃ
διαθέσεως φωνῇ καθικετεύσωμεν, ὡς ἂν ὑπὸ τὴν αὐτοῦ
μάνδραν ἐς τέλος ἡμᾶς σκεπάζων διασῴζοιτο, τὴν παρ᾿
αὐτοῦ βραβεύων ἀρραγῆ καὶ ἄσειστον αἰωνίαν εἰρήνην ἐν
Χριστῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν, δι᾿ οὗ αὐτῷ ἡ δόξα εἰς
τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. ἀμήν.
Φέρε δή, λοιπὸν καὶ τῶν βασιλικῶν διατάξεων Κωνσταντίνου
καὶ Λικιννίου τὰς ἐκ τῆς Ῥωμαίων φωνῆς μεταληφθείσας ἑρμηνείας
παραθώμεθα.
ΑΝΤΙΓΡΑΦΟΝ ΒΑΣΙΛΙΚΩΝ ΔΙΑΤΑΞΕΩΝ ΕΚ ΡΩΜΑΙΚΗΣ ΓΛΩΤΤΗΣ ΜΕΤΑΛΗΦΘΕΙΣΩΝ
«Ἤδη μὲν πάλαι σκοποῦντες τὴν ἐλευθερίαν τῆς θρῃσκείας οὐκ
ἀρνητέαν εἶναι, ἀλλ᾿ ἑνὸς ἑκάστου τῇ διανοίᾳ καὶ τῇ βουλήσει ἐξουσίαν
δοτέον τοῦ τὰ θεῖα πράγματα τημελεῖν κατὰ τὴν αὐτοῦ προαίρεσιν
ἕκαστον, κεκελεύκειμεν τοῖς τε Χριστιανοῖς τῆς αἱρέσεως καὶ τῆς
θρῃσκείας τῆς ἑαυτῶν τὴν πίστιν φυλάττειν· ἀλλ᾿ ἐπειδὴ πολλαὶ
καὶ διάφοροι αἱρέσεις ἐν ἐκείνῃ τῇ ἀντιγραφῇ, ἐν ᾗ τοῖς αὐτοῖς συνεχω-
ρήθη ἡ τοιαύτη ἐξουσία, ἐδόκουν προστεθεῖσθαι σαφῶς, τυχὸν ἴσως
τινὲς αὐτῶν μετ᾿ ὀλίγον ἀπὸ τῆς τοιαύτης παραφυλάξεως ἀπεκρούοντο.
ὁπότε εὐτυχῶς ἐγὼ Κωνσταντῖνος ὁ Αὔγουστος κἀγὼ Λικίννιος
ὁ Αὔγουστος ἐν τῇ Μεδιολάνῳ ἐληλύθειμεν καὶ πάντα ὅσα πρὸς τὸ
λυσιτελὲς καὶ τὸ χρήσιμον τῷ κοινῷ διέφερεν, ἐν ζητήσει ἔσχομεν,
ταῦτα μεταξὺ τῶν λοιπῶν ἅτινα ἐδόκει ἐν πολλοῖς ἅπασιν ἐπωφελῆ
εἶναι, μᾶλλον δὲ ἐν πρώτοις διατάξαι ἐδογματίσαμεν, οἷς ἡ πρὸς τὸ
θεῖον αἰδώς τε καὶ τὸ σέβας ἐνείχετο, τοῦτ᾿ ἔστιν, ὅπως δῶμεν καὶ
τοῖς Χριστιανοῖς καὶ πᾶσιν ἐλευθέραν αἵρεσιν τοῦ ἀκολουθεῖν τῇ
θρῃσκείᾳ ᾗ δ᾿ ἂν βουληθῶσιν, ὅπως ὅ τί ποτέ ἐστιν θειότητος καὶ
οὐρανίου πράγματος, ἡμῖν καὶ πᾶσι τοῖς ὑπὸ τὴν ἡμετέραν ἐξουσίαν
διάγουσιν εὐμενὲς εἶναι δυνηθῇ. τοίνυν ταύτην τὴν [ἡμετέραν]
βούλησιν ὑγιεινῷ καὶ ὀρθοτάτῳ λογισμῷ ἐδογματίσαμεν, ὅπως μηδενὶ
παντελῶς ἐξουσία ἀρνητέα ᾖ τοῦ ἀκολουθεῖν καὶ αἱρεῖσθαι τὴν τῶν
Χριστιανῶν παραφύλαξιν ἢ θρῃσκείαν ἑκάστῳ τε ἐξουσία δοθείη τοῦ
διδόναι ἑαυτοῦ τὴν διάνοιαν ἐν ἐκείνῃ τῇ θρῃσκεία, ἣν αὐτὸς ἑαυτῷ
ἁρμόζειν νομίζει, ὅπως ἡμῖν δυνηθῇ τὸ θεῖον ἐν πᾶσι τὴν ἔθιμον
σπουδὴν καὶ καλοκἀγαθίαν παρέχειν· ἅτινα οὕτως ἀρέσκειν ἡμῖν
ἀντιγράψαι ἀκόλουθον ἦν, ἵν᾿ ἀφαιρεθεισῶν παντελῶς τῶν αἱρέσεων,
αἵτινες τοῖς προτέροις ἡμῶν γράμμασι τοῖς πρὸς τὴν σὴν καθοσίωσιν
ἀποσταλεῖσι περὶ τῶν Χριστιανῶν ἐνείχοντο καὶ ἅτινα πάνυ σκαιὰ
καὶ τῆς ἡμετέρας πραότητος ἀλλότρια εἶναι ἐδόκει, ταῦτα ὑφαιρεθῇ
καὶ νῦν ἐλευθέρως καὶ ἁπλῶς ἕκαστος αὐτῶν τῶν τὴν αὐτὴν προαίρεσιν
ἐσχηκότων τοῦ φυλάττειν τὴν τῶν Χριστιανῶν θρῃσκείαν ἄνευ τινὸς
ὀχλήσεως τοῦτο αὐτὸ παραφυλάττοι. ἅτινα τῇ σῇ ἐπιμελείᾳ
πληρέστατα δηλῶσαι ἐδογματίσαμεν, ὅπως εἰδείης ἡμᾶς ἐλευθέραν
καὶ ἀπολελυμένην ἐξουσίαν τοῦ τημελεῖν τὴν ἑαυτῶν θρῃσκείαν τοῖς
αὐτοῖς Χριστιανοῖς δεδωκέναι, ὅπερ ἐπειδὴ ἀπολελυμένως αὐτοῖς
ὑφ᾿ ἡμῶν δεδωρῆσθαι θεωρεῖ ἡ σὴ καθοσίωσις καὶ ἑτέροις δεδόσθαι
ἐξουσίαν τοῖς βουλομένοις τοῦ μετέρχεσθαι τὴν παρατήρησιν καὶ
θρῃσκείαν ἑαυτῶν, ὅπερ ἀκολούθως τῇ ἡσυχίᾳ τῶν ἡμετέρων καιρῶν
γίνεσθαι φανερόν ἐστιν, ὅπως ἐξουσίαν ἕκαστος ἔχῃ τοῦ αἱρεῖσθαι καὶ
τημελεῖν ὁποίαν δ᾿ ἂν βούληται [τὸ θεῖον]. τοῦτο δὲ ὑφ᾿ ἡμῶν γέγονεν,
ὅπως μηδεμιᾷ τιμῇ μηδὲ θρῃσκείᾳ τινὶ μεμειῶσθαί τι ὑφ᾿ ἡμῶν
δοκοίη. καὶ τοῦτο δὲ πρὸς τοῖς λοιποῖς εἰς τὸ πρόσωπον τῶν
Χριστιανῶν δογματίζομεν, ἵνα τοὺς τόπους αὐτῶν, εἰς οὓς τὸ πρότερον
συνέρχεσθαι ἔθος ἦν αὐτοῖς, περὶ ὧν καὶ τοῖς πρότερον δοθεῖσιν
πρὸς τὴν σὴν καθοσίωσιν γράμμασιν τύπος ἕτερος ἦν ὡρισμένος τῷ
προτέρῳ χρόνῳ, [ἵν᾿] εἴ τινες ἢ παρὰ τοῦ ταμείου τοῦ ἡμετέρου ἢ
παρά τινος ἑτέρου φαίνοιντο ἠγορακότες, τούτους τοῖς αὐτοῖς Χριστια-
νοῖς ἄνευ ἀργυρίου καὶ ἄνευ τινὸς ἀπαιτήσεως τῆς τιμῆς, ὑπερτεθείσης
[δίχα] πάσης ἀμελείας καὶ ἀμφιβολίας, ἀποκαταστήσωσι, καὶ εἴ τινες
κατὰ δῶρον τυγχάνουσιν εἰληφότες, τοὺς αὐτοὺς τόπους ὅπως ἢ τοῖς
αὐτοῖς Χριστιανοῖς τὴν ταχίστην ἀποκαταστήσωσιν οὕτως ὡς ἢ
οἱ ἠγορακότες τοὺς αὐτοὺς τόπους ἢ οἱ κατὰ δωρεὰν εἰληφότες αἰτῶσί
τι παρὰ τῆς ἡμετέρας καλοκἀγαθίας προσέλθωσι τῷ ἐπὶ τόπων ἐπάρχῳ
δικάζοντι, ὅπως καὶ αὐτῶν διὰ τῆς ἡμετέρας χρηστότητος πρόνοια
γένηται. ἅτινα πάντα τῷ σώματι τῷ τῶν Χριστιανῶν παρ᾿ αὐτὰ διὰ
τῆς σῆς σπουδῆς ἄνευ τινὸς παρολκῆς παραδίδοσθαι δεήσει· καὶ
ἐπειδὴ οἱ αὐτοὶ Χριστιανοὶ οὐ μόνον ἐκείνους εἰς οὓς συνέρχεσθαι
ἔθος εἶχον, ἀλλὰ καὶ ἑτέρους τόπους ἐσχηκέναι γινώσκονται διαφέροντας
οὐ πρὸς ἕκαστον αὐτῶν, ἀλλὰ πρὸς τὸ δίκαιον τοῦ αὐτῶν σώματος,
τοῦτ᾿ ἔστιν τῶν Χριστιανῶν, ταῦτα πάντα ἐπὶ τῷ νόμῳ ὃν προειρή-
καμεν, δίχα παντελῶς τινος ἀμφισβητήσεως τοῖς αὐτοῖς Χριστιανοῖς,
τοῦτ᾿ ἔστιν τῷ σώματι [αὐτῶν] καὶ τῇ συνόδῳ [ἑκάστῳ] αὐτῶν ἀποκα-
ταστῆναι κελεύσεις, τοῦ προειρημένου λογισμοῦ δηλαδὴ φυλαχθέντος,
ὅπως αὐτοὶ οἵτινες τοὺς αὐτοὺς ἄνευ τιμῆς, καθὼς προειρήκαμεν,
ἀποκαθιστῶσι, τὸ ἀζήμιον τὸ ἑαυτῶν παρὰ τῆς ἡμετέρας καλοκἀγαθίας
ἐλπίζοιεν. ἐν οἷς πᾶσιν τῷ προειρημένῳ σώματι τῶν Χριστιανῶν
τὴν σπουδὴν δυνατώτατα παρασχεῖν ὀφείλεις, ὅπως τὸ ἡμέτερον
κέλευσμα τὴν ταχίστην παραπληρωθῇ, ὅπως καὶ ἐν τούτῳ διὰ τῆς
ἡμετέρας χρηστότητος πρόνοια γένηται τῆς κοινῆς καὶ δημοσίας
ἡσυχίας. τούτῳ γὰρ τῷ λογισμῷ, καθὼς καὶ προείρηται, ἡ θεία
σπουδὴ περὶ ἡμᾶς, ἧς ἐν πολλοῖς ἤδη πράγμασιν ἀπεπειράθημεν, διὰ
παντὸς τοῦ χρόνου βεβαίως διαμείναι. ἵνα δὲ ταύτης τῆς ἡμετέρας
νομοθεσίας καὶ τῆς καλοκἀγαθίας ὁ ὅρος πρὸς γνῶσιν πάντων ἐνεχθῆναι
δυνηθῇ, προταχθέντα τοῦ σοῦ προστάγματος ταῦτα τὰ ὑφ᾿ ἡμῶν
γραφέντα πανταχοῦ προθεῖναι καὶ εἰς γνῶσιν πάντων ἀγαγεῖν
ἀκόλουθόν ἐστιν, ὅπως ταύτης τῆς ἡμετέρας καλοκἀγαθίας ἡ νομοθε-
σία μηδένα λαθεῖν δυνηθῇ.»
ΑΝΤΙΓΡΑΦΟΝ ΕΤΕΡΑΣ ΒΑΣΙΛΙΚΗΣ ΔΙΑΤΑΞΕΩΣ ΗΝ ΑΥΘΙΣ ΠΕΠΟΙΗΤΑΙ, ΜΟΝΗΙ ΤΗΙ ΚΑΘΟΛΙΚΗΙ ΕΚΚΛΗΣΙΑΙ ΤΗΝ ΔΩΡΕΑΝ ΔΕΔΟΣΘΑΙ ΥΠΟΣΗΜΗΝΑΜΕΝΟΣ
«Χαῖρε Ἀνυλῖνε, τιμιώτατε ἡμῖν. ἔστιν ὁ τρόπος οὗτος τῆς φιλα-
γαθίας τῆς ἡμετέρας, ὥστε ἐκεῖνα ἅπερ δικαίῳ ἀλλοτρίῳ προσήκει,
μὴ μόνον μὴ ἐνοχλεῖσθαι, ἀλλὰ καὶ ἀποκαθιστᾶν βούλεσθαι ἡμᾶς,
Ἀνυλῖνε τιμιώτατε. ὅθεν βουλόμεθα ἵν᾿, ὁπόταν ταῦτα τὰ γράμ-
ματα κομίσῃ, εἴ τινα ἐκ τούτων τῶν τῇ ἐκκλησίᾳ τῇ καθολικῇ τῶν
Χριστιανῶν ἐν ἑκάσταις πόλεσιν ἢ καὶ ἄλλοις τόποις διέφερον [καὶ]
κατέχοιντο νῦν ἢ ὑπὸ πολιτῶν ἢ ὑπό τινων ἄλλων, ταῦτα ἀποκατα-
σταθῆναι παραχρῆμα ταῖς αὐταῖς ἐκκλησίαις ποιήσῃς, ἐπειδήπερ
προῃρήμεθα ταῦτα ἅπερ αἱ αὐταὶ ἐκκλησίαι πρότερον ἐσχήκεσαν, τῷ
δικαίῳ αὐτῶν ἀποκατασταθῆναι. ὁπότε τοίνυν συνορᾷ ἡ καθο-
σίωσις ἡ σὴ ταύτης ἡμῶν τῆς κελεύσεως σαφέστατον εἶναι τὸ πρόσ-
ταγμα, σπούδασον, εἴτε κῆποι εἴτε οἰκίαι εἶθ᾿ ὁτιουνδήποτε τῷ
δικαίῳ τῶν αὐτῶν ἐκκλησιῶν διέφερον, σύμπαντα αὐταῖς ἀποκατα-
σταθῆναι ὡς τάχιστα, ὅπως τούτῳ ἡμῶν τῷ προστάγματι ἐπιμελεστάτην
σε πειθάρχησιν παρεσχηκέναι καταμάθοιμεν. ἔρρωσο, Ἀνυλῖνε,
τιμιώτατε καὶ ποθεινότατε ἡμῖν.»
ΑΝΤΙΓΡΑΦΟΝ ΒΑΣΙΛΙΚΗΣ ΕΠΙΣΤΟΛΗΣ ΔΙ᾿ ΗΣ ΣΥΝΟΔΟΝ ΕΠΙΣΚΟΠΩΝ ΕΠΙ ΡΩΜΗΣ ΚΕΛΕΥΕΙ ΓΕΝΕΣΘΑΙ ΥΠΕΡ ΤΗΣ ΤΩΝ ΕΚΚΛΗΣΙΩΝ ΕΝΩΣΕΩΣ ΤΕ ΚΑΙ ΟΜΟΝΟΙΑΣ
«Κωνσταντῖνος Σεβαστὸς Μιλτιάδῃ ἐπισκόπῳ Ῥωμαίων καὶ
Μάρκῳ. ἐπειδὴ τοιοῦτοι χάρται παρὰ Ἀνυλίνου τοῦ λαμπροτάτου
ἀνθυπάτου τῆς Ἀφρικῆς πρός με πλείους ἀπεστάλησαν, ἐν οἷς ἐμφέρεται
Καικιλιανὸν τὸν ἐπίσκοπον τῆς Χαρταγενησίων πόλεως παρά τινων
κολλήγων αὐτοῦ τῶν κατὰ τὴν Ἀφρικὴν καθεστώτων ἐν πολλοῖς
πράγμασιν εὐθύνεσθαι, καὶ τοῦτό μοι βαρὺ σφόδρα δοκεῖ τὸ ἐν ταύταις
ταῖς ἐπαρχίαις, ἃς τῇ ἐμῇ καθοσιώσει αὐθαιρέτως ἡ θεία πρόνοια
ἐνεχείρισεν κἀκεῖσε πολὺ πλῆθος λαοῦ, ὄχλον ἐπὶ τὸ φαυλότερον
ἐπιμένοντα εὑρίσκεσθαι ὡς ἂν εἰ διχοστατοῦντα καὶ μεταξὺ ἐπισκόπους
διαφορὰς ἔχειν, ἔδοξέ μοι ἵν᾿ αὐτὸς ὁ Καικιλιανὸς μετὰ δέκα
ἐπισκόπων τῶν αὐτὸν εὐθύνειν δοκούντων καὶ δέκα ἑτέρων οὓς αὐτὸς
τῇ ἑαυτοῦ δίκῃ ἀναγκαίους ὑπολάβοι, εἰς τὴν Ῥώμην πλῷ ἀπιέναι,
ἵν᾿ ἐκεῖσε ὑμῶν παρόντων, ἀλλὰ μὴν καὶ Ῥετικίου καὶ Ματέρνου καὶ
Μαρίνου, τῶν κολλήγων ὑμῶν, οὓς τούτου ἕνεκεν εἰς τὴν Ῥώμην
προσέταξα ἐπισπεῦσαι, δυνηθῇ ἀκουσθῆναι, ὡς ἂν καταμάθοιτε τῷ
σεβασμιωτάτῳ νόμῳ ἁρμόττειν. ἵνα μέντοι καὶ περὶ πάντων
αὐτῶν τούτων πληρεστάτην δυνηθῆτε ἔχειν γνῶσιν, τὰ ἀντίτυπα τῶν
ἐγγράφων τῶν πρός με παρὰ Ἀνυλίνου ἀποσταλέντων γράμμασιν
ἐμοῖς ὑποτάξας, πρὸς τοὺς προειρημένους κολλήγας ὑμῶν ἐξέπεμψα·
οἷς ἐντυχοῦσα ἡ ὑμετέρα στερρότης δοκιμάσει ὅντινα χρὴ τρόπον τὴν
προειρημένην δίκην ἐπιμελέστατα διευκρινῆσαι καὶ κατὰ τὸ δίκαιον
τερματίσαι, ὁπότε μηδὲ τὴν ὑμετέραν ἐπιμέλειαν λανθάνει τοσαύτην
με αἰδῶ τῇ ἐνθέσμῳ καθολικῇ ἐκκλησίᾳ ἀπονέμειν, ὡς μηδὲν καθόλου
σχίσμα ἢ διχοστασίαν ἔν τινι τόπῳ βούλεσθαί με ὑμᾶς καταλιπεῖν.
ἡ θειότης ὑμᾶς τοῦ μεγάλου θεοῦ διαφυλάξει πολλοῖς ἔτεσι, τιμιώτατε.»
ΑΝΤΙΓΡΑΦΟΝ ΒΑΣΙΛΙΚΗΣ ΕΠΙΣΤΟΛΗΣ ΔΙ᾿ ΗΣ ΠΡΟΣΤΑΤΤΕΙ ΔΕΥΤΕΡΑΝ ΓΕΝΕΣΘΑΙ ΣΥΝΟΔΟΝ ΥΠΕΡ ΤΟΥ ΠΑΣΑΝ ΤΩΝ ΕΠΙΣΚΟΠΩΝ ΠΕΡΙΕΛΕΙΝ ΔΙΧΟΣΤΑΣΙΑΝ
«Κωνσταντῖνος Σεβαστὸς Χρήστῳ ἐπισκόπῳ Συρακουσίων. ἤδη
μὲν πρότερον, ὅτε φαύλως καὶ ἐνδιαστρόφως τινὲς περὶ τῆς θρῃσκείας
τῆς ἁγίας καὶ ἐπουρανίου δυνάμεως καὶ τῆς αἱρέσεως τῆς καθολικῆς
ἀποδιίστασθαι ἤρξαντο, ἐπιτέμνεσθαι βουληθεὶς τὰς τοιαύτας αὐτῶν
φιλονεικίας, οὕτω διατετυπώκειν ὥστε ἀποσταλέντων ἀπὸ τῆς Γαλλίας
τινῶν ἐπισκόπων, ἀλλὰ μὴν καὶ τούτων κληθέντων ἀπὸ τῆς Ἀφρικῆς
τῶν ἐξ ἐναντίας μοίρας καταλλήλως, ἐνστατικῶς καὶ ἐπιμόνως διαγω-
νιζομένων παρόντος τε καὶ τοῦ τῆς Ῥώμης ἐπισκόπου, τοῦτο ὅπερ
ἐδόκει κεκινῆσθαι, δυνηθῇ ὑπὸ τῆς παρουσίας αὐτῶν μετὰ πάσης
ἐπιμελοῦς διακρίσεως κατορθώσεως τυχεῖν. ἀλλ᾿ ἐπειδή, ὡς
συμβαίνει, ἐπιλαθόμενοί τινες καὶ τῆς σωτηρίας τῆς ἰδίας καὶ τοῦ
σεβάσματος τοῦ ὀφειλομένου τῇ ἁγιωτάτῃ αἱρέσει, ἔτι καὶ νῦν τὰς
ἰδίας ἔχθρας παρατείνειν οὐ παύονται, μὴ βουλόμενοι τῇ ἤδη ἐξενεχ-
θείσῃ κρίσει συντίθεσθαι καὶ διοριζόμενοι ὅτι δὴ ἄρα ὀλίγοι τινὲς τὰς
γνώμας καὶ τὰς ἀποφάσεις ἑαυτῶν ἐξήνεγκαν ἢ καὶ μὴ πρότερον
ἁπάντων τῶν ὀφειλόντων ζητηθῆναι ἀκριβῶς ἐξετασθέντων πρὸς τὸ
τὴν κρίσιν ἐξενέγκαι πάνυ ταχέως καὶ ὀξέως ἔσπευσαν, ἔκ τε τούτων
ἁπάντων ἐκεῖνα συμβαίνει γενέσθαι, τὸ καὶ τούτους αὐτοὺς ἀδελφικὴν
καὶ ὁμόφρονα ὀφείλοντας ἔχειν ὁμοψυχίαν αἰσχρῶς, μᾶλλον δὲ μυσερῶς
ἀλλήλων ἀποδιεστάναι καὶ τοῖς ἀνθρώποις τοῖς ἀλλοτρίας ἔχουσι τὰς
ψυχὰς ἀπὸ τῆς ἁγιωτάτης θρῃσκείας ταύτης πρόφασιν χλεύης διδόναι,
—ὅθεν προνοητέον μοι ἐγένετο, ὅπως τοῦτο ὅπερ ἐχρῆν μετὰ τὴν
ἐξενεχθεῖσαν ἤδη κρίσιν αὐθαιρέτῳ συγκαταθέσει πεπαῦσθαι, κἂν νῦν
ποτε δυνηθῇ πολλῶν παρόντων τέλους τυχεῖν. ἐπειδὴ τοίνυν
πλείστους ἐκ διαφόρων καὶ ἀμυθήτων τόπων ἐπισκόπους εἰς τὴν
Ἀρελατησίων πόλιν εἴσω Καλανδῶν Αὐγούστων συνελθεῖν ἐκελεύσαμεν,
καὶ σοὶ γράψαι ἐνομίσαμεν ἵνα λαβὼν παρὰ τοῦ λαμπροτάτου Λατρω-
νιανοῦ τοῦ κονρήκτορος Σικελίας δημόσιον ὄχημα, συζεύξας σεαυτῷ
καὶ δύο γέ τινας τῶν ἐκ τοῦ δευτέρου θρόνου οὓς ἂν σὺ αὐτὸς ἐπιλέ-
ξασθαι κρίνῃς, ἀλλὰ μὴν καὶ τρεῖς παῖδας τοὺς δυνησομένους ὑμῖν
κατὰ τὴν ὁδὸν ὑπηρετήσασθαι παραλαβών, εἴσω τῆς αὐτῆς ἡμέρας
ἐπὶ τῷ προειρημένῳ τόπῳ ἀπάντησον, ὡς ἂν διά τε τῆς σῆς
στερρότητος καὶ διὰ τῆς λοιπῆς τῶν συνιόντων ὁμοψύχου καὶ ὁμόφρονος
συνέσεως καὶ τοῦτο ὅπερ ἄχρι τοῦ δεῦρο φαύλως δι᾿ αἰσχράς τινας
ζυγομαχίας παραμεμένηκεν, ἀκουσθέντων πάντων τῶν μελλόντων
λεχθήσεσθαι παρὰ τῶν νῦν ἀπ᾿ ἀλλήλων διεστώτων, οὕσπερ ὁμοίως
παρεῖναι ἐκελεύσαμεν, δυνηθῇ εἰς τὴν ὀφειλομένην θρῃσκείαν καὶ
πίστιν ἀδελφικήν τε ὁμόνοιαν κἂν βραδέως ἀνακληθῆναι. ὑγιαίνοντά
σε ὁ θεὸς ὁ παντοκράτωρ διαφυλάξει ἐπὶ πολλοῖς ἔτεσιν.»
ΑΝΤΙΓΡΑΦΟΝ ΒΑΣΙΛΙΚΗΣ ΕΠΙΣΤΟΛΗΣ ΔΙ᾿ ΗΣ ΧΡΗΜΑΤΑ ΤΑΙΣ ΕΚΚΛΗΣΙΑΙΣ ΔΩΡΕΙΤΑΙ
«Κωνσταντῖνος Αὔγουστος Καικιλιανῷ ἐπισκόπῳ Χαρταγένης.
ἐπειδήπερ ἤρεσεν κατὰ πάσας ἐπαρχίας, τάς τε Ἀφρικὰς καὶ τὰς
Νουμιδίας καὶ τὰς Μαυριτανίας, ῥητοῖς τισι τῶν ὑπηρετῶν τῆς ἐνθέσμου
καὶ ἁγιωτάτης καθολικῆς θρῃσκείας εἰς ἀναλώματα ἐπιχορηγηθῆναι
τι, ἔδωκα γράμματα πρὸς Οὖρσον τὸν διασημότατον καθολικὸν τῆς
Ἀφρικῆς καὶ ἐδήλωσα αὐτῷ ὅπως τρισχιλίους φόλλεις τῇ σῇ στερρότητι
ἀπαριθμῆσαι φροντίσῃ. σὺ τοίνυν, ἡνίκα τὴν προδηλουμένην
ποσότητα τῶν χρημάτων ὑποδεχθῆναι ποιήσεις, ἅπασι τοῖς προειρη-
μένοις κατὰ τὸ βρέουιον τὸ πρὸς σὲ παρὰ Ὁσίου ἀποσταλὲν ταῦτα τὰ
χρήματα διαδοθῆναι κέλευσον. εἰ δ᾿ ἄρα πρὸς τὸ συμπληρωθῆναί
μου τὴν εἰς τοῦτο περὶ ἅπαντας αὐτοὺς προαίρεσιν ἐνδεῖν τι καταμάθοις,
παρὰ Ἡρακλείδα τοῦ ἐπιτρόπου τῶν ἡμετέρων κτημάτων ἀναμφι-
λέκτως ὅπερ ἀναγκαῖον εἶναι καταμάθοις, αἰτῆσαι ὀφείλεις. καὶ γὰρ
παρόντι αὐτῷ προσέταξα ἵν᾿ εἴ τι ἂν χρημάτων παρ᾿ αὐτοῦ ἡ σὴ
στερρότης αἰτήσῃ, ἄνευ δισταγμοῦ τινος ἀπαριθμῆσαι φροντίσῃ.
καὶ ἐπειδὴ ἐπυθόμην τινὰς μὴ καθεστώσης διανοίας τυγχάνοντας
ἀνθρώπους τὸν λαὸν τῆς ἁγιωτάτης καὶ καθολικῆς ἐκκλησίας φαύλῃ
τινὶ ὑπονοθεύσει βούλεσθαι διαστρέφειν, γίνωσκέ με Ἀνυλίνῳ ἀνθυ-
πάτῳ, ἀλλὰ μὴν καὶ Πατρικίῳ τῷ οὐικαρίῳ τῶν ἐπάρχων παροῦσι
τοιαύτας ἐντολὰς δεδωκέναι ἵν᾿ ἐν τοῖς λοιποῖς ἅπασι καὶ τούτου
μάλιστα τὴν προσήκουσαν φροντίδα ποιήσωνται καὶ μὴ ἀνάσχωνται
περιορᾶν τοιοῦτο γινόμενον. διόπερ εἴ τινας τοιούτους ἀνθρώπους
ἐν αὐτῇ τῇ μανίᾳ ἐπιμένειν κατίδοις, ἄνευ τινὸς ἀμφιβολίας τοῖς
προειρημένοις δικασταῖς πρόσελθε καὶ αὐτὸ τοῦτο προσανένεγκε ὅπως
αὐτοὺς ἐκεῖνοι, καθάπερ αὐτοῖς παροῦσιν ἐκέλευσα, ἐπιστρέψωσιν.
ἡ θειότης τοῦ μεγάλου θεοῦ σε διαφυλάξει ἐπὶ πολλοῖς ἔτεσιν.»
ΑΝΤΙΓΡΑΦΟΝ ΒΑΣΙΛΙΚΗΣ ΕΠΙΣΤΟΛΗΣ ΔΙ᾿ ΗΣ ΤΟΥΣ ΠΡΟΕΣΤΩΤΑΣ ΤΩΝ ΕΚΚΛΗΣΙΩΝ ΠΑΣΗΣ ΑΠΟΛΕΛΥΣΘΑΙ ΤΗΣ ΠΕΡΙ ΤΑ ΠΟΛΙΤΙΚΑ ΛΕΙΤΟΥΡΓΙΑΣ ΠΡΟΣΤΑΤΤΕΙ
«Χαῖρε, Ἀνυλῖνε, τιμιώτατε ἡμῖν. ἐπειδὴ ἐκ πλειόνων πραγμάτων
φαίνεται παρεξουθενηθεῖσαν τὴν θρῃσκείαν, ἐν ᾗ ἡ κορυφαία τῆς
ἁγιωτάτης ἐπουρανίου <δυνάμεως> αἰδὼς φυλάττεται, μεγάλους
κινδύνους ἐνηνοχέναι τοῖς δημοσίοις πράγμασιν αὐτήν τε ταύτην
ἐνθέσμως ἀναληφθεῖσαν καὶ φυλαττομένην μεγίστην εὐτυχίαν τῷ
Ῥωμαϊκῷ ὀνόματι καὶ σύμπασι τοῖς τῶν ἀνθρώπων πράγμασιν
ἐξαίρετον εὐδαιμονίαν παρεσχηκέναι, τῶν θείων εὐεργεσιῶν τοῦτο
παρεχουσῶν, ἔδοξεν ἐκείνους τοὺς ἄνδρας τοὺς τῇ ὀφειλομένῃ ἁγιότητι
καὶ τῇ τοῦ νόμου τούτου παρεδρίᾳ τὰς ὑπηρεσίας τὰς ἐξ αὐτῶν τῇ τῆς
θείας θρῃσκείας θεραπείᾳ παρέχοντας τῶν καμάτων τῶν ἰδίων τὰ
ἔπαθλα κομίσασθαι, Ἀνυλῖνε τιμιώτατε. διόπερ ἐκείνους τοὺς
εἴσω τῆς ἐπαρχίας τῆς σοι πεπιστευμένης ἐν τῇ καθολικῇ ἐκκλησίᾳ,
ᾖ Καικιλιανὸς ἐφέστηκεν, τὴν ἐξ αὐτῶν ὑπηρεσίαν τῇ ἁγίᾳ ταύτῃ
θρῃσκείᾳ παρέχοντας, οὕσπερ κληρικοὺς ἐπονομάζειν εἰώθασιν, ἀπὸ
πάντων ἅπαξ ἁπλῶς τῶν λειτουργιῶν βούλομαι ἀλειτουργήτους
διαφυλαχθῆναι, ὅπως μὴ διά τινος πλάνης ἢ ἐξολισθήσεως ἱεροσύλου
ἀπὸ τῆς θεραπείας τῆς τῇ θειότητι ὀφειλομένης ἀφέλκωνται, ἀλλὰ
μᾶλλον ἄνευ τινὸς ἐνοχλήσεως τῷ ἰδίῳ νόμῳ ἐξυπηρετῶνται, ὧνπερ
μεγίστην περὶ τὸ θεῖον λατρείαν ποιουμένων πλεῖστον ὅσον τοῖς
κοινοῖς πράγμασι συνοίσειν δοκεῖ. ἔρρωσο, Ἀνυλῖνε, τιμιώτατε καὶ
ποθεινότατε ἡμῖν.»
Τοιαῦτα μὲν οὖν ἡμῖν ἡ θεία καὶ οὐράνιος τῆς τοῦ
σωτῆρος ἡμῶν ἐπιφανείας ἐδωρεῖτο χάρις, τοσαύτη τε
ἅπασιν ἀνθρώποις ἀγαθῶν ἀφθονία διὰ τῆς ἡμετέρας
ἐπρυτανεύετο εἰρήνης. καὶ ὧδε μὲν τὰ καθ᾿ ἡμᾶς ἐν εὐφρο-
σύναις καὶ πανηγύρεσιν ἐτελεῖτο· οὐκ ἦν δὲ ἄρα τῷ
μισοκάλῳ φθόνῳ τῷ τε φιλοπονήρῳ δαίμονι φορητὸς ἡ τῶν
ὁρωμένων θέα, ὥσπερ οὖν οὐδὲ Λικιννίῳ πρὸς σώφρονα
λογισμὸν ἐτύγχανεν αὐτάρκη τὰ τοῖς πρόσθεν δεδηλωμένοις
τυράννοις συμβεβηκότα· ὃς εὖ φερομένης τῆς ἀρχῆς αὐτῷ
βασιλέως τε μεγάλου Κωνσταντίνου δευτερείων τιμῆς
ἐπιγαμβρίας τε καὶ συγγενείας τῆς ἀνωτάτω ἠξιωμένος,
μιμήσεως μὲν τῆς τῶν καλῶν ἀπελιμπάνετο, τῆς δὲ τῶν
ἀσεβῶν τυράννων μοχθηρίας ἐζήλου τὴν κακοτροπίαν, καὶ
ὧν τοῦ βίου τὴν καταστροφὴν ἐπεῖδεν αὐτοῖς ὀφθαλμοῖς,
τούτων ἕπεσθαι τῇ γνώμῃ μᾶλλον ἢ τῇ τοῦ κρείττονος
ἐμμένειν φιλίᾳ τε καὶ διαθέσει ᾑρεῖτο. διαφθονηθείς γέ
τοι τῷ πανευεργέτῃ, πόλεμον δυσαγῆ καὶ δεινότατον πρὸς
αὐτὸν ἐκφέρει, οὐ φύσεως νόμων φεισάμενος, οὐχ ὁρκωμο-
σιῶν οὐχ αἵματος οὐ συνθηκῶν μνήμην ἐν διανοίᾳ λαβών.
ὁ μὲν γὰρ αὐτῷ οἷα πανάγαθος βασιλεὺς εὐνοίας παρέχων
ἀληθοῦς σύμβολα, συγγενείας τῆς πρὸς αὐτὸν οὐκ ἐφθόνησεν
γάμων τε λαμπρῶν ἀδελφῆς μετουσίαν οὐκ ἀπηρνήσατο,
ἀλλὰ καὶ τῆς ἐκ πατέρων εὐγενείας βασιλικοῦ τε ἀνέκαθεν
αἵματος κοινωνὸν γενέσθαι ἠξίωσεν τῆς τε κατὰ πάντων
ἀπολαύειν ἀρχῆς οἷα κηδεστῇ καὶ συμβασιλεῖ παρεῖχεν τὴν
ἐξουσίαν, οὐκ ἔλαττον μέρος τῶν ὑπὸ Ῥωμαίους ἐθνῶν
διέπειν αὐτῷ καὶ διοικεῖν κεχαρισμένος. ὁ δ᾿ ἔμπαλιν
τούτοις τἀναντία διεπράττετο, παντοίας ὁσημέραι κατὰ τοῦ
κρείττονος μηχανὰς ἐπιτεχνώμενος πάντας τε ἐπινοῶν
ἐπιβουλῆς τρόπους, ὡς ἂν κακοῖς τὸν εὐεργέτην ἀμείψοιτο.
τὰ μὲν οὖν πρῶτα πειρώμενος τὴν συσκευὴν ἐπικρύπτειν,
φίλος εἶναι προσεποιεῖτο, δόλῳ τε καὶ ἀπάτῃ πλειστάκις
ἐπιθέμενος ῥᾷστα ἂν τυχεῖν τοῦ προσδοκωμένου ἤλπισεν·
τῷ δὲ ἄρα ὁ θεὸς ἦν φίλος κηδεμών τε καὶ φύλαξ, ὃς
αὐτῷ τὰς ἐν ἀπορρήτῳ καὶ σκότει μηχανωμένας ἐπιβουλὰς
εἰς φῶς ἄγων διήλεγχεν. τοσοῦτον ἀρετῆς τὸ μέγα τῆς
θεοσεβείας ὅπλον πρὸς ἄμυναν μὲν ἐχθρῶν, οἰκείας δὲ
φυλακὴν σωτηρίας ἰσχύει· ᾧ δὴ πεφραγμένος ὁ θεοφιλέσ-
τατος ἡμῶν βασιλεὺς τὰς τοῦ δυσωνύμου πολυπλόκους
ἐπιβουλὰς διεδίδρασκεν. ὃ δὲ τὴν λαθραίαν συσκευὴν ὡς
οὐδαμῶς ἑώρα κατὰ γνώμην αὐτῷ χωροῦσαν, τοῦ θεοῦ
πάντα δόλον τε καὶ ῥᾳδιουργίαν τῷ θεοφιλεῖ βασιλεῖ κατά-
φωρα ποιοῦντος, οὐκέθ᾿ οἷός τε ὢν ἐπικρύπτεσθαι, προφανῆ
πόλεμον αἴρεται. ὁμόσε δῆτα Κωνσταντίνῳ πολεμεῖν
διαγνούς, ἤδη καὶ κατὰ τοῦ θεοῦ τῶν ὅλων, ὃν ἠπίστατο
σέβειν αὐτόν, παρατάττεσθαι ὡρμᾶτο, κἄπειτα τοὺς ὑπ᾿
αὐτῷ θεοσεβεῖς, μηδὲν μηδ᾿ ὅλως πώποτε τὴν ἀρχὴν αὐτοῦ
λυπηρὸν διαθεμένους, ἠρέμα τέως καὶ ἡσυχῇ πολιορκεῖν
ἐπεβάλλετο. καὶ τοῦτ᾿ ἔπραττεν, δεινῶς ἀβλεπτεῖν ὑπὸ τῆς
ἐμφύτου κακίας ἠναγκασμένος. οὔτ᾿ οὖν τὴν μνήμην
τῶν πρὸ αὐτοῦ Χριστιανοὺς ἐκδιωξάντων πρὸ ὀφθαλμῶν
ἔθετο οὐδ᾿ ὧν αὐτὸς ὀλετὴρ καὶ τιμωρὸς δι᾿ ἃς μετῆλθον
ἀσεβείας κατέστη· ἀλλὰ γὰρ τοῦ σώφρονος ἐκτραπεὶς
λογισμοῦ, διαρρήδην δὲ μανεὶς τὰς φρένας, τὸν θεὸν αὐτὸν
οἷα δὴ Κωνσταντίνου βοηθὸν ἀντὶ τοῦ βοηθουμένου πολεμεῖν
ἐγνώκει. καὶ πρῶτα μὲν τῆς οἰκίας τῆς αὐτοῦ πάντα
Χριστιανὸν ἀπελαύνει, ἔρημον αὐτὸς αὑτὸν ὁ δείλαιος τῆς
τούτων καθιστὰς ὑπὲρ αὐτοῦ πρὸς τὸν θεὸν εὐχῆς, ἣν ὑπὲρ
ἁπάντων αὐτοῖς ποιεῖσθαι πάτριον μάθημα τυγχάνει· εἶτα
δὲ τοὺς κατὰ πόλιν στρατιώτας ἐκκρίνεσθαι καὶ ἀποβάλ-
λεσθαι τοῦ τῆς τιμῆς ἀξιώματος, εἰ μὴ τοῖς δαίμοσιν θύειν
αἱροῖντο, παρακελεύεται. καὶ ἔτι γε ταῦτα ἦν μικρά, τῇ τῶν
μειζόνων συγκρινόμενα παραθέσει. τί δεῖ τῶν καθ᾿
ἕκαστα καὶ κατὰ μέρος τῷ θεομισεῖ πεπραγμένων μνημο-
νεύειν ὅπως τε νόμους ἀνόμους ὁ παρανομώτατος ἐξεῦρεν;
τούς γέ τοι ἐν ταῖς εἱρκταῖς ταλαιπωρουμένους ἐνομοθέτει
μηδένα μεταδόσει τροφῆς φιλανθρωπεύεσθαι μηδ᾿ ἐλεεῖν
τοὺς ἐν δεσμοῖς λιμῷ διαφθειρομένους μηδ᾿ ἁπλῶς ἀγαθὸν
εἶναι μηδένα μηδ᾿ ἀγαθόν τι πράττειν τοὺς καὶ πρὸς αὐτῆς
τῆς φύσεως ἐπὶ τὸ συμπαθὲς τῶν πέλας ἑλκομένους. καὶ
ἦν γε νόμων οὗτος ἄντικρυς ἀναιδὴς καὶ ἀπηνέστατος,
πᾶσαν ἥμερον ὑπερεξάγων φύσιν, ἐφ᾿ ᾧ καὶ τιμωρία προσέ-
κειτο τοὺς ἐλεοῦντας τὰ ἴσα πάσχειν τοῖς ἐλεουμένοις
δεσμοῖς τε καὶ φυλακαῖς καθείργνυσθαι, τὴν ἴσην τοῖς
καταπονουμένοις ὑπομένοντας τιμωρίαν, τοὺς τὰ φιλάν-
θρωπα διακονουμένους. τοιαῦται αἱ Λικιννίου διατάξεις.
τί χρὴ τὰς περὶ γάμων καινοτομίας ἀπαριθμεῖσθαι ἢ τοὺς
ἐπὶ τοῖς τὸν βίον μεταλλάττουσιν νεωτερισμοὺς αὐτοῦ, δι᾿
ὧν τοὺς παλαιοὺς Ῥωμαίων εὖ καὶ σοφῶς κειμένους νόμους
περιγράψαι τολμήσας, βαρβάρους τινὰς καὶ ἀνημέρους
ἀντεισῆγεν, νόμους ἀνόμους ὡς ἀληθῶς καὶ παρανόμους,
ἐπισκήψεις τε μυρίας κατὰ τῶν ὑποχειρίων ἐθνῶν ἐπενόει
χρυσοῦ τε καὶ ἀργύρου παντοίας εἰσπράξεις ἀναμετρήσεις
τε γῆς καὶ τῶν κατ᾿ ἀγροὺς μηκέτ᾿ ὄντων ἀνθρώπων πρό-
παλαι δὲ κατοιχομένων ἐπιζήμιον κέρδος, οἵους δ᾿
ἐφεῦρεν ἐπὶ τούτοις ὁ μισάνθρωπος κατὰ μηδὲν ἠδικηκότων
ἐξορισμούς, οἵας εὐπατριδῶν καὶ ἀξιολόγων ἀνδρῶν ἀπαγω-
γάς, ὧν δὴ τὰς κουριδίας ἀποζευγνὺς γαμετὰς μιαροῖς τισιν
οἰκέταις ἐφ᾿ ὕβρει πράξεως αἰσχρᾶς παρεδίδου, ὅσαις δὲ
αὐτὸς ὁ ἐσχατόγηρως γυναιξὶν ὑπάνδροις παρθένοις τε
κόραις ἐμπαροινῶν τὴν ἀκόλαστον τῆς αὐτοῦ ψυχῆς ἐπιθυ-
μίαν ἐπλήρου—τί χρὴ ταῦτα μηκύνειν, τῆς τῶν ἐσχάτων
αὐτοῦ πράξεων ὑπερβολῆς μικρὰ τὰ πρῶτα καὶ τὸ μηθὲν
εἶναι διελεγχούσης; τὸ γοῦν τέλος αὐτῷ τῆς μανίας
ἐπὶ τοὺς ἐπισκόπους ἐχώρει, ἤδη τε τούτους, ὡς ἂν τοῦ
ἐπὶ πάντων θεοῦ θεράποντας, ἐναντίους ὑπάρχειν οἷς ἔδρα
ἡγούμενος, οὔπω μὲν ἐκ τοῦ φανεροῦ διὰ τὸν ἀπὸ τοῦ
κρείττονος φόβον, λάθρα δὲ αὖθις καὶ δολίως συνεσκευάζετο,
ἀνῄρει τε τούτων δι᾿ ἐπιβουλῆς τῶν ἡγεμόνων τοὺς δοκιμω-
τάτους. καὶ ὁ τρόπος δὲ τοῦ κατ᾿ αὐτῶν φόνου ξένος τις ἦν
καὶ οἷος οὐδεπώποτε ἠκούσθη. τὰ γοῦν ἀμφὶ τὴν
Ἀμάσειαν καὶ τὰς λοιπὰς τοῦ Πόντου πόλεις κατεργασθέντα
πᾶσαν ὑπερβολὴν ὠμότητος ὑπερηκόντισεν· ἔνθα τῶν
ἐκκλησιῶν τοῦ θεοῦ αἳ μὲν ἐξ ὕψους εἰς ἔδαφος αὖθις κατερ-
ρίπτοντο, τὰς δὲ ἀπέκλειον, ὡς ἂν μὴ συνάγοιτό τις τῶν
εἰωθότων μηδὲ τῷ θεῷ τὰς ἐποφειλομένας ἀποδιδῷ λατρείας.
συντελεῖσθαι γὰρ οὐχ ἡγεῖτο ὑπὲρ αὐτοῦ τὰς εὐχάς,
συνειδότι φαύλῳ τοῦτο λογιζόμενος, ἀλλ᾿ ὑπὲρ τοῦ θεοφιλοῦς
βασιλέως πάντα πράττειν ἡμᾶς καὶ τὸν θεὸν ἱλεοῦσθαι
πέπειστο· ἔνθεν ὡρμᾶτο καθ᾿ ἡμῶν τὸν θυμὸν ἐπισκήπτειν.
καὶ δῆτα τῶν ἡγεμόνων οἱ κόλακες, τὰ φίλα πράττειν
τῷ δυσαγεῖ πεπεισμένοι, τῶν ἐπισκόπων τοὺς μὲν συνήθως
ταῖς τῶν κακούργων ἀνδρῶν περιέβαλλον τιμωρίαις, ἀπήγοντό
τε καὶ ἐκολάζοντο ἀπροφασίστως τοῖς μιαιφόνοις ὁμοίως
οἱ μηδὲν ἠδικηκότες· ἤδη δέ τινες καινοτέραν ὑπέμενον
τελευτήν, ξίφει τὸ σῶμα εἰς πολλὰ τμήματα κατακρεουρ-
γούμενοι καὶ μετὰ τὴν ἀπηνῆ ταύτην καὶ φρικτοτάτην θέαν
τοῖς τῆς θαλάσσης βυθοῖς ἰχθύσιν εἰς βορὰν ῥιπτούμενοι.
φυγαὶ δὴ αὖθις ἐπὶ τούτοις τῶν θεοσεβῶν ἐγίνοντο
ἀνδρῶν, καὶ πάλιν ἀγροὶ καὶ πάλιν ἐρημίαι νάπαι τε καὶ
ὄρη τοὺς Χριστοῦ θεράποντας ὑπεδέχοντο. ἐπεὶ δὲ καὶ ταῦτα
τοῦτον προυχώρει τῷ δυσσεβεῖ τὸν τρόπον, λοιπὸν καὶ τὸν
κατὰ πάντων ἀνακινεῖν διωγμὸν ἐπὶ διάνοιαν ἐβάλλετο,
ἐκράτει τε γνώμης καὶ οὐδὲν ἐμποδὼν ἦν αὐτῷ μὴ
οὐχὶ ἐν ἔργῳ χωρεῖν, εἰ μὴ τάχιστα τὸ μέλλον ἔσεσθαι
προλαβὼν ὁ τῶν οἰκείων ψυχῶν ὑπέρμαχος θεὸς ὡς ἐν
βαθεῖ σκότῳ καὶ νυκτὶ ζοφωδεστάτῃ φωστῆρα μέγαν
ἀθρόως καὶ σωτῆρα τοῖς πᾶσιν ἐξέλαμψεν, τὸν αὐτοῦ
θεράποντα Κωνσταντῖνον ὑψηλῷ βραχίονι ἐπὶ τὰ τῇδε
χειραγωγήσας.
Τούτῳ μὲν οὖν ἄνωθεν ἐξ οὐρανοῦ καρπὸν εὐσεβείας
ἐπάξιον τὰ τρόπαια τῆς κατὰ τῶν ἀσεβῶν παρεῖχε νίκης,
τὸν δ᾿ ἀλιτήριον αὐτοῖς συμβούλοις ἅπασιν καὶ φίλοις ὑπὸ
τοῖς Κωνσταντίνου ποσὶν πρηνῆ κατέβαλεν. ὡς γὰρ εἰς
ἔσχατα μανίας τὰ κατ᾿ αὐτὸν ἤλαυνεν, οὐκέτ᾿ ἀνεκτὸν εἶναι
λογισάμενος βασιλεὺς ὁ τῷ θεῷ φίλος τὸν σώφρονα συνα-
γαγὼν λογισμὸν καὶ τὸν στερρὸν τοῦ δικαίου τρόπον φιλαν-
θρωπίᾳ κερασάμενος, ἐπαμῦναι κρίνει τοῖς ὑπὸ τῷ τυράννῳ
ταλαιπωρουμένοις, καὶ τό γε πλεῖστον ἀνθρώπων γένος,
βραχεῖς λυμεῶνας ἐκποδὼν ποιησάμενος, ἀνασώσασθαι
ὁρμᾶται. μόνῃ γὰρ αὐτῷ χρωμένῳ φιλανθρωπίᾳ τὸν
πρὸ τούτου χρόνον καὶ τὸν οὐ συμπαθείας ἄξιον ἐλεοῦντι,
τῷ μὲν οὐδὲν ἐγίνετο πλέον, τῆς κακίας οὐκ ἀπαλλαττομένῳ,
αὔξοντι δὲ μᾶλλον τὴν κατὰ τῶν ὑποχειρίων ἐθνῶν λύτταν,
τοῖς δὲ κακουμένοις οὔτις ἐλείπετο σωτηρίας ἐλπίς, ὑπὸ
δεινῷ θηρὶ κατατυραννουμένοις. δι᾿ ὃ δὴ τῷ φιλαγάθῳ
μίξας τὸ μισοπόνηρον ὁ τῶν ἀγαθῶν ἀρωγὸς πρόεισιν ἅμα
παιδὶ Κρίσπῳ βασιλεῖ φιλανθρωποτάτῳ, σωτήριον δεξιὰν
ἅπασιν τοῖς ἀπολλυμένοις ἐκτείνας· εἶθ᾿ οἷα παμβασιλεῖ
θεῷ θεοῦ τε παιδὶ σωτῆρι ἁπάντων ποδηγῷ καὶ συμμάχῳ
χρώμενοι, πατὴρ ἅμα καὶ υἱὸς ἄμφω κύκλῳ διελόντες τὴν
κατὰ τῶν θεομισῶν παράταξιν, ῥᾳδίαν τὴν νίκην ἀποφέρονται,
τῶν κατὰ τὴν συμβολὴν πάντων ἐξευμαρισθέντων αὐτοῖς
ὑπὸ τοῦ θεοῦ κατὰ γνώμην. ἀθρόως δῆτα καὶ λόγου
θᾶττον οἱ μὲν χθὲς καὶ πρὸ ἡμέρας θανάτου πνέοντες καὶ
ἀπειλῆς οὐκέτ᾿ ἦσαν, οὐδὲ μέχρις ὀνόματος μνημονευόμενοι,
γραφαί τε αὐτῶν καὶ τιμαὶ τὴν ἀξίαν αἰσχύνην ἀπελάμβανον,
καὶ ἃ τοῖς πάλαι δυσσεβέσιν τυράννοις ἐνεῖδεν αὐτοῖς
ὀφθαλμοῖς Λικίννιος, ταῦτα ὁμοίως καὶ αὐτὸς ἔπασχεν, ὅτι
μηδ᾿ αὐτὸς ἐδέξατο παιδείαν μηδὲ ἐπὶ ταῖς τῶν πέλας
ἐσωφρονίσθη μάστιξιν, τὴν ὁμοίαν δ᾿ ἐκείνοις τῆς ἀσεβείας
μετελθὼν ὁδόν, ἐπὶ τὸν ἴσον αὐτοῖς ἐνδίκως περιηνέχθη
κρημνόν. ἀλλ᾿ οὗτος μὲν ταύτῃ πῃ βεβλημένος ἔκειτο
ὁ δ᾿ ἀρετῇ πάσῃ θεοσεβείας ἐκπρέπων μέγιστος νικητὴς
Κωνσταντῖνος σὺν παιδὶ Κρίσπῳ, βασιλεῖ θεοφιλεστάτῳ
καὶ τὰ πάντα τοῦ πατρὸς ὁμοίῳ, τὴν οἰκείαν ἑῴαν ἀπελάμ-
βανον καὶ μίαν ἡνωμένην τὴν Ῥωμαίων κατὰ τὸ παλαιὸν
παρεῖχον ἀρχήν, τὴν ἀπ᾿ ἀνίσχοντος ἡλίου πᾶσαν ἐν κύκλῳ
κατὰ θάτερα τῆς οἰκουμένης ἄρκτον τε ὁμοῦ καὶ μεσημβρίαν
εἰς ἔσχατα δυομένης ἡμέρας ὑπὸ τὴν αὐτῶν ἄγοντες εἰρήνην.
ἀφῄρητο δ᾿ οὖν ἐξ ἀνθρώπων πᾶν δέος τῶν πρὶν αὐτοὺς
πιεζόντων, λαμπρὰς δ᾿ ἐτέλουν καὶ πανηγυρικὰς ἑορτῶν
ἡμέρας, ἦν τε φωτὸς ἔμπλεα πάντα, καὶ μειδιῶσι προσώποις
ὄμμασί τε φαιδροῖς οἱ πρὶν κατηφεῖς ἀλλήλους ἔβλεπον,
χορεῖαι δ᾿ αὐτοῖς καὶ ὕμνοι κατὰ πόλεις ὁμοῦ καὶ ἀγροὺς
τὸν παμβασιλέα θεὸν πρώτιστα πάντων, ὅτι δὴ τοῦτ᾿
ἐδιδάχθησαν, κἄπειτα τὸν εὐσεβῆ βασιλέα παισὶν ἅμα
θεοφιλέσιν ἐγέραιρον, κακῶν δ᾿ ἀμνηστία παλαιῶν ἦν
καὶ λήθη πάσης δυσσεβείας, παρόντων δ᾿ ἀγαθῶν ἀπόλαυσις
καὶ προσέτι μελλόντων προσδοκίαι. ἥπλωντο δ᾿ οὖν κατὰ
πάντα τόπον τοῦ νικητοῦ βασιλέως φιλανθρωπίας ἔμπλεοι
διατάξεις νόμοι τε μεγαλοδωρεᾶς καὶ ἀληθοῦς εὐσεβείας
γνωρίσματα περιέχοντες. οὕτω δῆτα πάσης τυραννίδος
ἐκκαθαρθείσης, μόνοις ἐφυλάττετο τὰ τῆς προσηκούσης
βασιλείας βέβαιά τε καὶ ἀνεπίφθονα Κωνσταντίνῳ καὶ τοῖς
αὐτοῦ παισίν, οἳ τῶν πρόσθεν ἁπάντων ἀποσμήξαντες τοῦ
βίου τὴν θεοστυγίαν, τῶν ἐκ θεοῦ πρυτανευθέντων ἀγαθῶν
αὐτοῖς ᾐσθημένως τὸ φιλάρετον καὶ θεοφιλὲς τό τε πρὸς τὸ
θεῖον εὐσεβὲς καὶ εὐχάριστον δι᾿ ὧν εἰς προῦπτον ἅπασιν
ἀνθρώποις παρέσχον ὁρᾶν, ἐπεδείξαντο.
Πηγή : users.uoa.gr/~nektar

Ἀλ. Λυκοῦργος (1871) – Λόγος πανηγυρικὸς εἰς τὴν 50ετηρίδα τοῦ ἀγῶνος καὶ τὴν ἀνακομιδὴν τοῦ ἱεροῦ λειψάνου τοῦ ἀοιδίμου Πατριάρχου Γρηγορίου τοῦ Ε´

Ἀλ. Λυκοῦργος (1871) – Λόγος πανηγυρικὸς εἰς τὴν 50ετηρίδα τοῦ ἀγῶνος καὶ τὴν ἀνακομιδὴν τοῦ ἱεροῦ λειψάνου τοῦ ἀοιδίμου Πατριάρχου Γρηγορίου τοῦ Ε´

Τίς ἡ νεκροφόρος αὕτη λάρναξ, περὶ τὴν ὁποίαν συνωθεῖται ἁπανταχόθεν τῆς Ἑλλάδος καὶ τῆς Ἀνατολῆς ἀχανὴς συρρεύσας καὶ μυριάριθμος ὁ πανελλήνιος οὗτος λαός; ἐὰν ἐπίσημον ξένον ἡ Ἑλλὰς ὑποδέχεται ζῶντα, πόθεν τὰ σημεῖα τοῦ πένθους; Καὶ ἐὰν νεκρὸν μέγαν συνῆλθε νὰ κηδεύσῃ τὸ πανελλήνιον, πόθεν ἡ θυμήρης καὶ εὐφρόσυνος ἀγαλλίασις, ἡ διὰ τῆς πενθίμου συγκινήσεως ἐξαστράπτουσα εἰς τὰ ὄμματα πάντων; Ἢ μήπως ἐκ τῶν παραλίων ἐκείνων, ὅπου, διαφυγοῦσα τὸν πέλεκυν τῆς σφαγῆς, διεσώθη τοσάκις νέα Ἰφιγένεια ἡ Ἑλλάς, μετεκόμισεν Ἕλληνά τινα, πρὸ πολλοῦ ἀποδημοῦντα, εἰς τὸ πάτριον ἔδαφος τὸ ἀτμήλατον σκάφος; ἀλλὰ τότε τις ὁ παράδοξος οὖτος θαλασσοπόρος ὅστις ἀποχαιρετῶν ἐσχάτως τὰς διὰ τὴν νέαν Ἑλλάδα εὐξείνους ἀληθῶς τοῦ Πόντου ἀκτάς, συγκινεῖ βαθέως ὁλόκληρον τὸν χριστιανικὸν τῆς Ἀνατολῆς κόσμον ἀπὸ τοῦ Νέβα μέχρι τοῦ Εὐρώτα, ὅστις, καὶ νεκρός, ἐγγίσας, σείει καὶ κλονεῖ τὸ ἔδαφος τῆς Ἑλλάδος ἁπάσης, καὶ τὸν ὁποῖον ἐξῆλθε νὰ ὑποδεχθῇ πεζὴ καὶ ἀσκεπὴς ἡ πρωτεύουσα τοῦ Ἑλληνικοῦ βασιλείου;

Ὦ, χαῖρε πατρὶς τοῦ μαρτυρίου καὶ τῆς δόξης Ἑλλάς, διότι ἔχεις εἰς τοὺς κόλπους σου τὸν ἐνδοξότερον τῶν νέων τῆς πίστεώς Σου μαρτύρων. Χαίρετε, Ἕλληνες, καὶ πανέλληνες, διότι ἠξιώθητε, τέλος πάντων, νὰ ὑποδεχθῆτε σήμερον ἐλεύθεροι ἐλευθέρως τὸν σεπτὸν καὶ μεγαλώνυμον ἀρχηγόν Σας, ὅστις ἔπεσε θῦμα πολυπενθὲς καὶ πολυδάκρυτον τῆς ἀναστάσεως τοῦ γένους. Χαῖρε σὺ μάλιστα, ὦ εὔανδρε τοῦ Πέλοπος χώρα, διότι ὁ περίδοξος υἱός σου ἐκεῖνος, ὅστις παίγνιον παντὸς αἰκισμοῦ καὶ πάσης ἀτιμωρησίας ἐρρίφθη εἰς τὴν θάλασσαν ἄταφος καὶ ἠτιμασμένος ἀφ᾿ οὖ ὡς ἐκ θαύματος διασωθεὶς ἐκ τοῦ βυθοῦ ἐκηδεύθη λαμπρῶς ὑπὸ τῆς Κυβερνήσεως ὁμοδόξου καὶ εὐεργέτιδος χώρας, ἔρχεται σήμερον μετὰ πεντήκοντα ὅλα ἔτη νὰ κηδευθῇ καὶ ὑπὸ ἑλληνικῶν χειρῶν, ἤ, μᾶλλον εἰπεῖν, ἔρχεται νὰ ἀπολάβῃ παρὰ τοῦ πανελληνίου γένους σεβασμὸν καὶ προσκύνησιν πολὺ ἀνωτέραν καὶ θερμοτέραν ἧς ἀπελάμβανεν ἄλλοτε ζῶν ἔτι ἐπὶ τοῦ Οἰκουμενικοῦ θρόνου τῆς ὀρθοδοξίας. Ὑπὲρ πάντας δὲ καὶ πρὸ πάντων χαίρετε Σεῖς, ὦ ἀείμνηστοι καὶ ἔνδοξοι πρόμαχοι καὶ μάρτυρες τοῦ ἱεροῦ ὑπὲρ πίστεως καὶ πατρίδος ἀγῶνος, σὺ ὦ, Ὑψηλάντη, καὶ Ῥήγα, Μαυρομιχάλη καὶ Κολοκοτρώνη, Καραϊσκάκη καὶ Βότζαρη, Κουντουριώτη καὶ Μιαούλη, Ζαήμη καὶ Λόντε, καὶ ἅπασα ἡ σεμνὴ χορεία τῶν μακαρίων πνευμάτων τῶν ὑπὲρ πίστεως καὶ πατρίδος εὐκλεῶς ἀγωνισαμένων. Τὸ πολυώδινον τέκνον τῶν ἀγώνων καὶ θυσιῶν Σας, ἡ Ἑλλάς, πανηγυρίζει καὶ ἑορτάζει σήμερον, τὴν πεντηκονταετηρίδα τῆς ἀειμνήστου καὶ ἐνδόξου ἐκείνης ἐποχῆς, κατὰ τὴν ὁποίαν ἀπεφασίσατε, λαμβάνοντες εἰς χεῖρας τὸ ξῖφος, νὰ ἐλευθερώσητε τὸ εὐγενεστερον καὶ ἐνδοξότερον τῶν ἐθνῶν ἀπὸ τοῦ ζυγοῦ τῆς σκληροτέρας καὶ βαρυτέρας τῶν δουλειῶν, καὶ ὅπως μὴ παρευρεθῆτε εἰς τὴν τελετὴν ταύτην ὀρφανοὶ τοῦ ἐθνάρχου Σας, ὅπως μὴ μείνῃ ἡ ἡρωϊκή Σας χορεία ἄνευ τοῦ ἱεροῦ καὶ ἐνδόξου αὐτῆς κορυφαίου, μετεκάλεσεν αὐτὸν ἐκ τῶν Ποντικῶν παραλίων, καὶ ἰδοὺ ἔχετε προϊσταμενον ἐν ἡμῖν τὸν πρωθιεράρχην ὑμῶν καὶ ἐθνάρχην, ἔχετε τὸν μέγα ἱερομάρτυρα τοῦ ἀγῶνος Σας, ἔχετε τὸν παναοίδιμον οἰκουμενικὸν Πατριάρχην Κωνσταντινουπόλεως Γρηγόριον τὸν Ε´.
Μεγαλειότατε Βασιλεῦ τῶν Ἑλλήνων, πρόσελθε πρὸς τὴν νεκρικὴν ταύτην λάρνακα, διότι ἐν αὐτῇ ἐγκλείεται τὸ ἱερὸν λείψανον τοῦ τελευταίου πατριάρχου τοῦ ὑπὸ τὴν δουλείαν ἑλληνικοῦ γένους, τοῦ τελευταίου ἄνευ σκήπτρου καὶ διαδήματος βασιλέως τῶν δουλευόντων Ἑλλήνων, καὶ διότι ἵσταται ἀοράτως περὶ αὐτὴν ἡ γεραρὰ χορεία τῶν ἀνδρῶν ἐκείνων, τῶν ὁποίων αἱ χεῖρες, οἱ ἱδρῶτες, αἱ θυσίαι, τὰ αἵματα ἐπλασαν τὸν θρόνον, ἐπὶ τοῦ ὁποίου ἵστασαι. Μεγαλειοτάτη βασίλισσα τῆς Ἑλλάδος, χύσον ἓν δάκρυ θαλερὸν ἐπὶ τοῦ λειψάνου τοῦ νεκροῦ τούτου, διότι προέστη καὶ ἐμαρτύρησεν ὑπὲρ τῆς ἐκκλησίας ἐκείνης, ἐξ ἧς μεταλαμπαδεύθη τὸ οὐράνιον τῆς ὀρθοδόξου πίστεως φῶς εἰς τὴν ἀδελφικὴν ἐκείνην χώραν, ἥτις καυχώμεθα ὅτι Σὲ ἐγέννησε. Πανιερώτατε Μητροπολῖτα Ἀθηνῶν, πρόσελθε μετὰ τῆς περὶ Σὲ ἱερᾶς Συνόδου καὶ τῶν ἄλλων ἁγίων ἐν Χριστῷ ἀδελφῶν καὶ παντὸς τοῦ κλήρου, καὶ προηγοῦ τῆς ἐπικηδείου ἅμα καὶ πανηγυρικῆς ταύτης πομπῆς. Ἰδοὺ ὁ πατριάρχης τοῦ γέροντός σου, τοῦ ἀοιδίμου Γερμανοῦ, ἰδοὺ ὁ Γρηγοριος, ἰδοὺ ἡ χορεία τῶν ἡρώων τῆς μεγάλης καὶ ἐνδόξου ἐκείνης γενεᾶς, ἐκ τῆς ὁποίας καυχώμεθα ὁ ἑλληνικὸς κλῆρος ὅτι περιλείπεσαι μόνος μετ᾿ ὀλιγίστων ἄλλων. Ἐκλαμπρότατοι πρεσβευταὶ καὶ ἀντιπρόσωποι τῶν εὐεργετίδων καὶ λοιπῶν φιλικῶν δυνάμεων, προσέλθετε καὶ ὑμεῖς εἰς τὴν ἱερὰν ταύτην πανήγυριν τῆς μικρᾶς καὶ ἀσθενοῦς καὶ παρηγκωνισμένης καὶ συκοφαντουμένης καὶ ἀναξιοπαθούσης Ἑλλάδος, διότι πανηγυρίζει μικροῦ ἀλλὰ μέγαν λαοῦ ἀγῶνα, ὅστις, ἐὰν δὲν φέρῃ τὸν ἐξωτερικὸν ὄγκον μυριονέκρων μαχῶν, καὶ παρασκευὴν ὁπλῶν καὶ μηχανῶν φονικῶν, κατὰ τὴν ἡρωϊκὴν ὅμως ἀνδρίαν τῶν προσώπων, ὅσα τὸν ἐκίνησαν καὶ διεξήγαγον, οὐδενὸς ἅλλου ἐλαττοῦται, καὶ τοῦ ὁποίου καρπὸς ὑπῆρξεν ὁ φιλελληνισμός, ἡ ὡραιότερα σελὶς τῆς εὐρωπαϊκῆς ἱστορίας τοῦ αἰῶνος τούτου. Ὑπουργοί, ἄρχοντες, λειτουργοὶ τοῦ κράτους, καὶ σύμπασα ἡ πολυπληθὴς καὶ σεβάσμια αὕτη ὁμήγυρις, προάγετε μετὰ σεβασμοῦ καὶ εὐλαβείας, διότι ἡ Ἑλλὰς ἑορτάζει σήμερον τὰ γενέθλιά της, καὶ ὅπως πάλαι οἱ Ἰσραηλῖται ἀνήγαγον ἐκ τῆς Αἰγύπτου εἰς τὴν γῆν τῆς ἐπαγγελίας τὰ ὀστᾶ τοῦ πατριάρχου Ἰωσήφ, καὶ ἔθαψαν αὐτὰ ἐν Σικίμοις, οὕτω καὶ ἡμεῖς, ὁ νέος τῆς χάριτος Ἰσραήλ, ἀνεκομίσαμεν καὶ κηδεύομεν τὰ ἱερὰ λείψανα τοῦ νέου ἐν τῇ Αἰγύπτῳ τῆς δουλείας πατριάρχου εἰς τὴν διὰ τοῦ αἵματος αὐτοῦ καὶ τόσων ἄλλων περὶ αὐτὸν μαρτύρων ἐλευθερωθεῖσαν Ἑλλάδα. «Καὶ ἔσται ἡ ἡμέρα ὑμῖν αὕτη μνημόσυνον, καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν Κυρίῳ εἰς πάσας τὰς γενεὰς ἡμῶν».
Τοιαύτης ἡμέρας ἔπρεπε καὶ ἄλλος τις ἑμοῦ ἰκανωτερος νὰ πλέξῃ τὸν πανηγυρικὸν στέφανον, καὶ νὰ ἐξύμνησῃ τοὺς ὑπὲρ πίστεως καὶ πατρίδος ἀγωνισθέντας ἥρωας τῆς ἑλληνικῆς ἐπαναστάσεως. Ἀλλὰ τοῦ σημερινοῦ λόγου ἡ ὑπόθεσις εἶναι τόσον μεγάλη καὶ ἔνδοξος, ὥστε δὲν εἶναι κίνδυνος νὰ διακυβευθῇ εἰς τὰς ἀσθενεῖς καὶ ἀδεξίους μου χεῖρας. Ῥητορικῆς εὐγλωττίας καὶ δεινότητος ἔχουσιν ἀνάγκην τὰ ἀφανῆ καὶ μικρά, ὄχι ὅμως καὶ ὁ περίδοξος καὶ μέγας τῆς ἑλληνικῆς ἐθνεγερσίας ἀγών, διότι τούτου καὶ μία μόνη σελίς, καὶ μία ὄψις, ἀρκεῖ νὰ πλουτίσῃ οἴκοθεν καὶ τὸν πτωχότερον τῶν ῥητόρων. Ἄλλως δέ, τολμήσας νὰ ὑπακούσω εἰς τὴν ἐντολὴν τῆς σεβαστῆς κυβερνήσεως, καὶ παρουσιαζόμενος ἐνώπιον τοῦ πολυπληθοῦς καὶ πανελληνίου τούτου ἀκροατηρίου κατὰ τὴν μεγάλην καὶ ἐπίσημον ταύτην ἡμέραν, δὲν προτίθεμαι νὰ ἐπιχειρήσω τὰ ἀδύνατα, νὰ πανηγυρίσω ὅλον τὸν ἑλληνικὸν ἀγῶνα, ἀλλ᾿ ἀκροθιγῶς μόνον ψαύων τὰ κατ᾿ αὐτόν, νὰ Σᾶς ὑπενθυμίσω, πρῶτον τί ἔπραξαν ἐν γένει ὑπὲρ τῆς ἀπολυτρώσεως τοῦ ἔθνους οἱ ὑπὲρ αὐτῆς λαμπρῶς καὶ ἐνδόξως ἀγωνισάμενοι, καὶ δεύτερον τί ὀφείλομεν νὰ πράξωμεν ἡμεῖς, ὅπως συντηρήσωμεν καὶ προαγάγωμεν τὸ ἔργον ἐκείνων.
Οὐδείς, Μεγαλειότατε βασιλεῦ, καὶ πᾶσα ἡ λοιπὴ τῶν παρόντων ὁμήγυρις, οὐδεὶς ἀγνοεῖ τὴν ἐξαιρετικὴν καὶ ἰδιαζουσαν ἀποστολήν, ἣν ἡ θεία Πρόνοια ἐνεπιστεύθη εἰς τὸ ἔθνος τὸ ἑλληνικόν, καὶ ἣν ἐπικυροῖ ὁλόκληρος ἡ μέχρι τοῦδε αὐτοῦ ἱστορία. Εἶναι πασίγνωστον, τί ἔπραξεν ἡ Ἑλλὰς ἐν τῇ ἀρχαιότητι. Πρώτη αὐτὴ ἐν τῷ κόσμῳ ἐγκαινιάσασα τὴν πολιτικὴν ἐλευθερίαν, προεκάλεσε μὲν καθ᾿ ἑαυτῆς τὸν συνασπισμὸν τῆς δεσποτικῆς Ἀσίας, ἀλλὰ διὰ τῶν ἐν Μαραθῶνι καὶ Σαλαμίνι ἐνδόξων αὐτῆς τροπαίων ἀποκρούσασα τὴν ἐπιδρομήν, ἤγειρε προπύργιον ἀνυπέρβλητον μεταξὺ ἐκείνης καὶ τῆς Εὐρώπης καὶ διὰ παντὸς ἐξησφάλισε ταύτην ἀπὸ τῆς ἀσιατικῆς δεσποτείας καὶ βαρβαρότητος. Παραλλήλως δὲ πρὸς τὴν πολιτικὴν συνήκμασε καὶ ἡ τοῦ πνεύματος ἐλευθερία, ἧς καρπὸς ἀγλαὸς καὶ πολύτιμος ὑπῆρξαν τὰ διάφορα εἴδη τῆς ἑλληνικῆς φιλολογίας καὶ τέχνης. Δυστυχῶς ὅμως τὴν ἐλευθερίαν διεδέχθη ἡ ἀκολασία καὶ ἡ διχόνοια καὶ καρπὸς αὐτῶν πικρὸς ὑπῆρξεν ὁ ζυγὸς τῆς δουλείας. Ἀλλ᾿ ἂν ἡ Ἑλλὰς αἱμοσταγὴς καὶ ψυχορραγοῦσα ἐν Χαιρωνείᾳ ὑπὸ τὸ ξῖφος τοῦ Μακεδόνος, παρεδόθη μετ᾿ ὀλίγον εἰς τοὺς ῥωμαίους πολιτικῶς, ἡ θεία ὅμως Πρόνοια ἐπεφύλαττεν εἰς αὐτὴν ἄλλην νέαν ἀποστολήν, πολλῷ τῆς πρώτης ὑψηλοτέραν καὶ θειοτέραν. Ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, καὶ υἱὸς Θεοῦ κατέβη ἐπὶ τῆς γῆς, καὶ ἀνέλαβε σάρκα ἀνθρωπίνην, καὶ ἐξετέλεσε τὸ μέγα τῆς κοσμοσωτηρίου ἀπολυτρώσεως ἔργον, καὶ διὰ τῶν ἱερῶν αὐτοῦ ἀποστόλων καὶ μαθητῶν ἤρχισε νὰ διαδίδηται πανταχοῦ τὸ θεῖον τῆς χάριτος Εὐαγγέλιον, οὐ μόνον πρώτη μεταξὺ πάντων τῶν ἐθνῶν ἡ Ἑλλὰς ἐπίστευσεν εἰς τὸν Θεάνθρωπον λυτρωτήν, ἐπιγνοῦσα ἐν αὐτῷ τὸν ἄγνωστον ἐν Ἀθήναις Θεόν, ἀλλὰ καὶ πρώτη αὐτὴ ἀνέλαβε τὸν ὑπὲρ τῆς διαδόσεως καὶ στηρίξεως τοῦ Χριστιανισμοῦ ἐνδοξότατον ἀγῶνα. Εἰς τὴν γλῶσσαν αὐτῆς, διαδεδομένην ἤδη διὰ τοῦ μεγάλου Ἀλεξάνδρου καὶ τῶν διαδόχων αὐτοῦ εἰς πάντα σχεδὸν τὰ ἔθνη τοῦ γνωστοῦ τότε κόσμου, ἐγράφη καὶ ἐκηρύχθη τὸ Εὐαγγέλιον. Διὰ τοῦ αἵματος τῶν καρτερικωτάτων αὐτῆς μαρτύρων ἐνισχύθη καὶ ἐκραταιώθη ἡ πίστις. Διὰ τῆς σοφίας τῶν ἐν αὐτῇ ἀναλαμψάντων θείων πατέρων καὶ διδασκάλων ἀνεπτύχθησαν καὶ διεμορφώθησαν αἱ σωτηριώδεις τοῦ Εὐαγγελίου διδασκαλίαι. Διὰ τῶν ἐν αὐτῇ συγκροτηθεισῶν ἁγίων ἑπτὰ Οἰκουμενικῶν Συνόδων ὡρίσθησαν μὲν καὶ καθιερώθησαν τὰ δόγματα ἐκεῖνα, ὅσα συναπαρτίζουσι τοὺς κυρίους τοῦ Χριστιανισμοῦ χαρακτῆρας, κατεβλήθησαν δὲ τῶν δυσεβῶν αἱρέσεων τὰ φρυάγματα. Ἐν ᾧ δὲ ἡ Ῥώμη, εἰς τὰ ἀνύπαρκτα δικαιώματα τῆς δῆθεν διαδοχῆς τοῦ ἀποστόλου Πέτρου στηριζομένη, ἐζήτησε καὶ ζητεῖ ἀκόμη νὰ ἄρξῃ τοῦ Χριστιανικοῦ κόσμου διὰ τῆς βίας καὶ τῆς ὕλης, ἡ Ἑλλὰς ἦρξε πράγματι, καὶ ἄρχει μέχρι τῆς σήμερον διὰ τοῦ πνεύματος.
Εἶναι αἱ πρῶται ἡμέραι τοῦ Ἀπριλίου τοῦ 1821, καὶ ἡ ὀρθόδοξος Ἐκκλησία διανύσασα μετὰ φρίκης καὶ ἀγωνίας τὴν ἁγίαν τεσσαρακοστήν, διέρχεται ἤδη τὴν ἁγίαν καὶ μεγάλην ἑβδομάδα τῶν Παθῶν τοῦ Σωτῆρος. Οὐδεμία δὲ τῶν ἡμέρων τούτων παρέρχεται χωρὶς νὰ αὐξήσῃ ὁ τρόμος τῶν Χριστιανῶν, καὶ μάλιστα τῶν ἐν τοῖς Πατριαρχείοις καὶ τῶν περὶ αὐτὰ κληρικῶν καὶ λαϊκῶν, διότι ἑκάστη ἡμέρα προστίθησι καὶ νέον κατάλογον θυμάτων εὐγενῶν καὶ περιφανῶν εἰς τὸ ἑλληνικὸν μαρτυρολόγιον. Ἀλλὰ καὶ ἐν τῷ μέσῳ τῆς φρίκης καὶ τοῦ τρόμου αἱ ἐκκλησιαστικαὶ ἀκολουθίαι τῶν ἁγίων ἐκείνων ἡμερῶν ἐξακολουθοῦσι μετὰ πάσης τάξεως καὶ ἀκριβείας, οὐδεὶς δὲ ἐν τῇ μεγάλῃ Ἐκκλησίᾳ παραλείπει τὸ καθῆκον του, ἥκιστα δὲ πάντων ὁ ἀνώτατος ἀρχηγὸς τῆς Ἐκκλησίας καὶ τοῦ ἔθνους, ὁ Πατριάρχης. Περὶ τὸ δειλινὸν τοῦ μεγάλου Σαββάτου εἰσέρχεται εἰς τὸ πατριαρχικὸν δωμάτιον γέρων κληρικός, ὑπερεβδομηκοντούτης τὴν ἡλικίαν, μέτριος τὸ ἀνάστημα, ἰσχνὸς τὸ σῶμα, φέρων πώγωνα μέτριον καὶ μιξοπόλιον, ὅστις κεκοπιακὼς καὶ καταβεβλημένος κάθηται εἰς τὴν γωνίαν τοῦ ἀνακλίντρου. Ἐὰν ἀποβλέψῃ τις εἰς τὴν ἀπέριττον καὶ ἥκιστα πολυτελῆ ἐνδυμασίαν του, ἀμφιβάλλει, ἐὰν ἀνήκει εἰς τὴν ἀνωτέραν τάξιν τῆς κληρικὴς ἱεραρχίας· ἀλλὰ παρατηρεῖ τὸ βαθὺ πρὸς τὸν εἰσελθόντα σέβας τῶν περὶ αὐτόν, πείθεται ἀμέσως ὅτι αὐτὸς εἶναι ὅπως καὶ εἶναι, ὁ ἔνδοξος ἐπὶ σοφίᾳ καὶ συνέσει καὶ ζήλῳ καὶ ἀρετῇ, ἀλλὰ πολυπαθὴς καὶ πολύτλας ἀρχηγὸς τοῦ δεδουλωμένου ἔθνους, ὁ ἀπὸ τριῶν ἐτῶν τὸ τρίτον ἤδη πατριαρχεύων, ὁ πολὺς ἐν ἔργοις καὶ λόγοις Γρηγόριος ὁ πέμπτος. Ἀτενίζων τότε εἰς τὴν μορφὴν τοῦ γέροντος, καταλαμβάνεσαι ὑπὸ σεβασμοῦ ἅμα καὶ ὑπὸ ἀνεξηγήτου τινὸς θλίψεως· ὑπὸ σεβασμοῦ, διότι βλέπεις ὀφθαλμοφανῶς ἀπεικονισμένην ἐπὶ τῆς ἱερᾶς ἐκείνης μορφῆς τὴν θερμὴν καὶ ἔνθεον ψυχὴν τοῦ σοφοῦ καὶ ἐναρέτου, ἀλλ᾿ ἅμα καὶ δραστηρίου καὶ συνετοῦ μεγαλεπηβόλου Πατριάρχου, οὗτινος ἑκάστη Πατριαρχεία εἶχε σημειωθῇ διὰ μιᾶς μεγάλης καὶ ἐθνωφελοῦς πράξεως· ὑπὸ θλίψεως δέ, διότι οἱ γλαυκοὶ τοῦ γέροντος ὀφθαλμοὶ δὲν ἔχουσι πλέον τὴν παλαιὰν αὐτῶν λάμψιν καὶ γοργότητα, καὶ οἱ χαρακτῆρες τοῦ προσώπου καταβεβλημένοι καὶ σκυθρωποί, ὄχι ἐκ τῆς ἡλικίας, οὐδ᾿ ἐκ τῆς μακρᾶς νηστείας, ἀλλ᾿ ἐκ τῶν ἀλλεπαλλήλων ἀπὸ δύο ἤδη μηνῶν καὶ ἐπέκεινα ψυχικῶν ὀδυνῶν καὶ παθημάτων. Ὁ Γρηγόριος εἶχε ἰδιοσυγκρασίαν σώματος καὶ ψυχῆς ῥωμαλέαν, καὶ τὰ μεγάλα πολιτικὰ γεγονότα, ὅσα κατὰ παράδοξον συγκυρίαν συνέπεσαν πρὸς ἕκαστην τῶν τριῶν αὐτοῦ πατριαρχειῶν, εὗρον αὐτὸν ἀείποτε ὀρθὸν καὶ ἄκαμπτον κατὰ τὴν ἀνδρίαν καὶ τὸ φρόνημα. Ἀλλὰ αἱ πολιτικαὶ περιστάσεις τῆς τρίτης ταύτης πατριαρχείας ἦσαν τοιαῦται, ὥστε ἡ συναίσθησις τοῦ μεγέθους καὶ τῶν κινδύνων τῆς προπαρασκευαζομένης ἀναστάσεως τοῦ γένους, καθὼς καὶ αἱ αἱματηραὶ σκηναί, ὅσαι συνώδευσαν τὴν τελευταίαν τεσσαρακοστὴν εἶχον ἐπὶ τέλους καταβάλῃ αὐτόν. Ἐδειλία δὲ καὶ ἐφοβεῖτο ὄχι περὶ ἑαυτοῦ· ἀπ᾿ ἐναντίας ὁ περὶ τοῦ προσώπου του κίνδυνος εὗρεν αὐτὸν ἀπτόητον καὶ ἀνδρεῖον μέχρι τῆς τελευταίας στιγμῆς τοῦ ἐνδόξου ἀλλὰ φοβεροῦ τοῦ σταδίου. Ὄχι μόνον ἀπέκρουσεν ἐντόνως καὶ διαρρήδην τὴν πρότασιν φίλων, συμβουλευσάντων αὐτόν, νὰ δραπετεύσῃ, ἀλλὰ καὶ ὡς χρέος του ἱερὸν ἐθεώρησε νὰ σταθῇ τότε μάλιστα κατὰ τὰς φοβερὰς ἐκείνας ἡμέρας τοῦ κινδύνου εἰς τὴν θέσιν του, ὡς ὁ ἀνώτατος παρὰ τῷ τυράννῳ ἀντιπρόσωπος καὶ ἐγγυητὴς τοῦ ἔθνους, θυσιάζων ἑαυτὸν ἐν ἀνάγκῃ ὑπὲρ τοῦ λαοῦ. «Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων». Τόσον δὲ βέβαιος ἦτο περὶ τῆς θυσίας ταύτης, ὥστε ὄχι μόνον εἰς τοὺς ἐν τοῖς Πατριαρχείοις τηρουμένους Σέρβους προεῖπε τὸν θάνατον του, ἀλλὰ καὶ κατὰ τὴν ἡμέραν ταύτην τοῦ μεγάλου Σαββάτου, παρὰ τὴν λιτὴν τράπεζαν, ἥτις τῷ παρετέθη μετὰ διήμερον ἀσιτίαν, ἡρώτησέ τινας τῶν παρακαθημενων οἰκείων, τίνα νομίζουσι ὀλιγώτερον ὀδυνηρὸν θάνατον, τὸν διὰ καρατομίας ἢ τὸν δι᾿ ἀγχόνης; Ἀλλ᾿ ἂν δὲν ἐφοβεῖτο περὶ ἑαυτοῦ, ἐφοβεῖτο ὅμως καὶ ἔτρεμε περὶ τοῦ δυστυχοῦς ἔθνους καὶ ἑκάστη πληγὴ τοῦ δημίου κατὰ τὰς τελευταίας σφαγὰς ἤνοιγε συγχρόνως καὶ μίαν πληγὴν εἰς τὴν καρδίαν του, ἥτις ἀντήχει μετ᾿ ὀδύνης εἰς πᾶσαν σφαγὴν καὶ εἰς πᾶσαν εἴδησιν παντὸς κινήματος εἴτε τῶν τυράννων εἴτε τοῦ τυραννουμένου καὶ πρὸς τὸν μέγαν ἀγῶνα συγκινουμένου καὶ ἐξανισταμένου ἔθνους.
Ἐπῆλθεν ἡ νὺξ τοῦ Μεγάλου Σαββάτου, καὶ πεντακισχίλιοι Γενίτσαροι περιφέρονται εἰς τὰς ὁδοὺς τοῦ Φαναρίου, χωρὶς νὰ ἐνοχλήσωσι, χωρὶς νὰ φονεύσωσί τινα. Ὁ βηματισμὸς αὐτῶν ἀντηχεῖ μετὰ φρίκης εἰς τὰς οἰκίας τοῦ Φαναρίου καὶ εἰς τὸ Πατριαρχεῖον. Αὐξάνει δὲ τὸν φόβον καὶ τρόμον τοῦτον ἡ ἀπραξία καὶ ἡσυχία αὕτη τῶν ἀγρίων στρατιωτῶν, ὡς προάγγελος νέου τινὸς ἀγνώστου, ἀλλὰ φοβερωτέρου τῶν μέχρι τοῦδε ἔργων. Ὁ Γρηγόριος, ἔντρομος καὶ ὑπὸ ἀπαισίων προαισθημάτων κατεχόμενος, εἰσέρχεται εἰς τὸ δωμάτιόν του, ὅπου ἐν κατανύξει καὶ μετὰ δακρύων προσεύχεται μέχρι τῆς ὥρας τῆς Ἀναστάσεως. Ἡ ἐξουσία εἶχε προκηρύξει, ὅτι οἱ Χριστιανοὶ δύνανται ἀνενόχλητοι νὰ ἑορτάσωσι τὸ Πάσχα, ὅθεν καὶ ὁ κράκτης ἠδυνήθη νὰ σημάνῃ μετὰ τὸ μεσονύκτιον, καὶ οἱ τολμηρότεροι τῶν εὐσεβῶν, διελθόντες τὰ πλήθη τῶν Γενιτσάρων, συνήχθησαν εἰς τὴν πατριαρχικὴν ἐκκλησίαν, ὅπου εἶχεν ἤδη καταβῆ καὶ ὁ Πατριάρχης μετὰ τῶν ἀρχιερέων καὶ τοῦ λοιποῦ κλήρου, ἐν ᾧ συγχρόνως φρουρὰ τρισχιλίων στρατιωτῶν περιέζωσε τὸ Πατριαρχεῖον. Ὁ Πατριάρχης συνιερούργησε κατὰ τὸ σύνηθες μετὰ δώδεκα ἀρχιερέων, οὐδὲν δὲ ἐγένετο ἢ παρετηρήθη, ἐνθυμίζον τὴν τρομοκρατίαν τῶν ἡμερῶν ἐκείνων, εἰ μὴ ἡ ἐκ τῆς συνήθους αὐτῶν θέσεως ἐν τῷ ναῷ ἔλλειψις τῶν ἐπισήμων προσώπων, ἐν οἷς καὶ τοῦ πρεσβευτοῦ τῆς Ῥωσσίας, ὡς καὶ ἡ ἰδιαιτέρα συγκινησις τοῦ Πατριάρχου, ὅστις, ὅτε ψάλλοντος τοῦ χοροῦ τὸ «Ἀγαπήσω σε Κύριε ἡ ἰσχύς μου», ἠσπάσθη κατὰ τὸ σύνηθες τοὺς συνιερουργοῦντας ἱερεῖς, ἧτο πλήρης δακρύων! Μετὰ τὴν λειτουργίαν οἱ περὶ τὸν Πατριάρχην ἀνέβησαν εἰς τὸ Πατριαρχεῖον, ὅπου περὶ τὴν δεκάτην ὥραν πρὸ μεσημβρίας ἔρχεται ἡ εἴδησις, ὅτι ὁ μέγας διερμηνεὺς εἰσῆλθε μετὰ τοῦ γραμματέως τοῦ ἐπὶ τῶν Ἐξωτερικῶν ὑπουργοῦ καὶ ἄλλων ἐπισήμων τῆς Πύλης προσώπων εἰς τὸ μέγα Συνοδικόν. Ὁ Γρηγόριος ἀνέρχεται ἐκεῖ, ὅπου προσκαλοῦνται μετὰ σπουδῆς καὶ οἱ ἄλλοι ἀρχιερεῖς καὶ οἱ ἄρχοντες τοῦ γένους εἰς συνεδρίασιν, ἥτις καὶ συγκροτείται μετὰ πάσης ταχύτητος. Τότε ἀναγινώσκεται φιρμάνιον, δι᾿ οὗ ὁ Πατριάρχης κηρύττεται ἐκπτωτος τῆς θέσεώς του, καὶ ἐξόριστος. Ὁ Γρηγόριος παρευθὺς ἐγερθεὶς ἐξέρχεται τῆς αἰθούσης. Ἐκεῖ δὲ παρευθὺς περικυκλοῦται ὑπὸ τῶν Τούρκων, καὶ ἀπάγεται διὰ θαλάσσης εἰς τὸ δεσμωτήριον τοῦ Βοσταντσίμπαση. Μετὰ δὲ τὴν ἐκ τοῦ Συνοδικοῦ ἔξοδον τοῦ Γρηγορίου ἀνεγνώσθη ἕτερον φιρμάνιον, δι᾿ οὗ διετάσσετο ἡ ταχίστη νέου ἐκλογὴ Πατριάρχου. Ἡ ψῆφος ἔπεσεν ἐπὶ τοῦ ἐν Ἀδριανουπόλει πρῴην Πατριάρχου Κυρίλλου, ἀλλ᾿ ὁ γραμματεὺς τῆς Πύλης ἀπεκρίθη ὅτι ἡ ἐκλογὴ δὲν εἶναι δεκτή, ἅτε ἀπόντος τοῦ ψηφισθέντος, καὶ διότι ὁ διάδοχος πρέπει νὰ ἐκλεχθῇ αὐθωρεί. Ὅθεν καὶ ἐξελέχθη ὁ Πεισιδίας Εὐγένιος, ὅστις καὶ συνωδεύθη κατὰ τὸ σύνηθες εἰς τὴν ὑψηλὴν Πύλην, ὁπόθεν μετ᾿ ὀλίγον ὑπέστρεψεν ἐν πομπῇ καὶ παρατάξει λαμπρότερα τοῦ συνήθους.
Ἐν δὲ τῷ μεταξὺ τούτῳ τί ἐγένετο ὁ ἱερὸς Γρηγόριος; Ὑπεβλήθη εἰς διαφόρους βασάνους. Καὶ οἱ μὲν ἠρώτουν αὐτόν, τίνες ἦσαν οἱ ἀρχηγοὶ τῆς ἀποστασίας, οἱ δὲ προέτρεπον εἰς ἄρνησιν τῆς πίστεως· ἀλλ᾿ ὁ καρτερικὸς ἱεράρχης πρὸς ἐκείνους μὲν ἐσιώπα, πρὸς τούτοις δὲ ἀπεκρίθη λέγων. «Μάτην κοπιάζετε· ὁ Πατριάρχης τῶν Χριστιανῶν ἀποθνῄσκει Χριστιανός». Ἀφ᾿ οὖ ἐν τούτοις παρῆλθεν ὁ ὑπὸ τῆς ἐξουσίας προϋπολογισθεὶς χρόνος, ὁ Γρηγόριος ἐξαχθεὶς τοῦ δεσμωτηρίου καὶ ὑπὸ φρουρὰς πολυαρίθμου συνοδευόμενος, ὡδηγήθη εἰς τὸ παράλιον, ὅπου πλῆθος τρικώπων λέμβων ἐπέπλεον. Ἐκεῖ δὲ ἀποχαιρετίσας καὶ εὐλόγησας πάντας τοὺς οἰκείους, ἀσπασθέντας μετὰ λυγμῶν καὶ δακρύων τὴν δεξιάν του, ἐπεβιβάσθη εἰς μίαν τῶν λέμβων, ὅπου συνεπέβη καὶ ὁ ἀρχιβασανιστής. Ἐπέβη δὲ καὶ ὁ φρούραρχος μετὰ τῆς φρουρᾶς εἰς τὰς λοιπὰς λέμβους καὶ τὸ θῦμα ὡδηγήθη εἰς τὴν ἀποβάθραν τοῦ Φαναρίου, ὅπου συνήθως ἐξετελοῦντο αἱ θανατικαὶ ποιναί. Ὁ Γρηγόριος, ἰδὼν τὸ παρὰ τὴν ἀποβάθραν συνηγμένον ἀπειράριθμον πλῆθος τῶν Τούρκων, ἐνόμισεν ὅτι ἐκεῖ ἧτο ὁ τόπος τῆς καταδίκης του. Ὅθεν καὶ ἅμα ἀποβὰς ἀνέτεινε τοὺς ὀφθαλμοὺς πρὸς τὸν οὐρανόν, ἐποίησεν τὸ σημεῖον τοῦ Σταυροῦ, καὶ γονυπετήσας ἔκλινε τὴν κεφαλήν, ὡς διὰ ν᾿ ἀποκεφαλισθῇ· ἀλλ᾿ ὁ ἀρχιβασανιστὴς ἐλάκτισεν αὐτὸν λέγων «Ἐγέρθητι καὶ βάδιζε». Πλὴν αἱ δυνάμεις τοῦ πρὸ πολλοῦ ἐκ τῆς μακρᾶς ἐγκρατεύσεως καὶ τοσούτων, σωματικῶν καὶ ἠθικῶν βασάνων πάσχοντος γέροντος εἶχον ἐξαντληθῇ· ὅθεν καὶ δὲν ἠδύνατο νὰ ἀνεγερθῇ. Οἱ δὲ περὶ τὸν ἀρχιβασανιστὴν ὑποβοηθοῦντες αὐτὸν προήγαγον διὰ τοῦ πλήθους ἕως εἰς τὸ προαύλιον τοῦ Πατριαρχείου· ἐν ᾧ δὲ οἱ ἐν τῷ Πατριαρχείῳ, ἀγνοοῦντες τὰ ἔξωθεν γινόμενα, καὶ νομίζοντες τὸν Γρηγόριον εἰς ἐξορίαν μόνον καταδικασθέντα κατὰ τὸ ἀναγνωσθὲν φιρμάνιον, συνετέλουν τὰ κατὰ τὸν εὐφημισμὸν τοῦ νέου Πατριάρχου, οἱ δήμιοι ἐξήρτησαν ἀγχόνην ἐκ τοῦ ἀνωφλίου τῆς μεσαίας πύλης τοῦ πατριαρχικοῦ προαυλίου, καὶ σύραντες τὸν Πατριάρχην, ὅστις, ἀνατείνας τὰ ὄμματα πρὸς τὸν οὐρανόν, εἶπε«Κύριε Ἰησοῦ Χριστὲ δέξαι τὸ πνεῦμά μου»· καὶ ἐξέτεινε πρὸς εὐλογίαν τῶν πιστῶν ἀμφοτέρας τὰς χεῖρας, ἐνέβαλον εἰς τὸν βρόχον τὸν τράχηλόν του, καὶ ἀνασύραντες ἀπηγχόνισαν. Μόλις δὲ ἐξέπνευσε, καὶ προσελθὼν ὁ φρούραρχος προσήλωσεν ἐπὶ τοῦ ἀσπαίροντος ἔτι σώματος χάρτην, δηλοῦντα διὰ μακρῶν ὅτι ὁ Πατριάρχης τῶν ῥωμαίων ἀπηγχονίσθη ὡς ἄπιστος καὶ ἀχάριστος πρὸς τὴν Ὑψηλὴν Πύλην, καθ᾿ ὅλα δὲ τὰ φαινόμενα ὡς ἀρχηγὸς καὶ μυστικὸς συνένοχος τῆς ἐπαναστάσεως, καὶ ὡς καταγόμενος ἐκ τῆς ἀποστατησάσης Πελοποννήσου.
Ὡς κεραυνὸς ἐνέσκηψεν εἰς τοὺς ἐν τοῖς Πατριαρχείοις καὶ εἰς ἅπαντας τοὺς Χριστιανοὺς κατοίκους τῆς πρωτευούσης αἱ φρικώδεις λέξεις «ἐκρέμασον τὸν Πατριάρχην». Ἔφριξαν πάντες διότι ἡ θυσία αὕτη ἐθεωρήθη, καὶ εὐλόγως, ὡς νέα ἀφετηρία νέων σφαγῶν καὶ λεηλασιῶν, αἵτινες καὶ ἤρχισαν ἀμέσως, διότι αὐθημερὸν ἀπηγχονίσθησαν εἰς τρία διάφορα τῆς πόλεως μέρη τρεῖς ἐκ τῶν ἐγκριτωτέρων ἀρχιερέων, πρὸ μηνὸς ἤδη τηρούμενοι ἐν τῷ δεσμωτηρίῳ, ὁ Ἐφέσου, ὁ Ἀγχιάλου καὶ ὁ Νικομηδείας, ὅστις, εἰ καὶ ἕνεκα τοῦ βαθυτάτου γήρατος ἐξέπνευσε καθ᾿ ὁδὸν ἀπαγόμενος, καὶ νεκρὸς ὅμως ἀπηγχονίσθη. Ἀλλὰ τίς εἶναι δυνατὸν νὰ περιλάβῃ εἰς τὰ στενὰ ὅρια λόγου, καὶ νὰ ἀπαριθμήσῃ μόνον τὰς νέας σφαγὰς καὶ ἀπαγωγὰς καὶ διαρπαγὰς καὶ ἱεροσυλίας τῆς Κωνσταντινουπόλεως. Καὶ δὴ παραλείπομεν πάντα ταῦτα καὶ περιοριζόμεθα εἰς τὴν κυριωτάτην τῆς τραγωδίας σκηνήν. Ἐκρέματο ἐπὶ τῆς ἀγχόνης ὁ ἱερομάρτυς Γρηγόριος, θέαμα καὶ σκοπὸς πάσης ὕβρεως τοῦ διαβαίνοντος ἐκεῖθεν ὄχλου τῶν βαρβάρων, τρεῖς κατὰ συνέχειαν ἡμέρας, μεθ᾿ ἃς οἱ δήμιοι, καθελόντες αὐτὸν καὶ ἐκδύσαντες παρέδωκαν ἡμίγυμνον εἰς τοὺς ἐπὶ τούτῳ συνδραμόντας ἐκεῖ Ἰουδαίους, οἵτινες λαβόντες μετὰ χαρᾶς τὸ σχοινίον τῆς ἀγχόνης καὶ ἀλαλάζοντες περιέσυραν ἐπὶ τῶν λιθοστρώτων ἀγυιῶν τὸν νεκρὸν τοῦ ἱερομάρτυρος, μέχρις οὗ φθάσαντες εἰς τὸ παράλιον, τὸ ἔρριψαν ὑβρίζοντες εἰς τὴν θάλασσαν. Τότε δὲ ὁ δήμιος λαβὼν τὴν ἄκραν τοῦ σχοινίου, εἰς ὃ ἦτο ὁ Πατριάρχης, ἐπέβη εἰς ἀκάτιον, καὶ φθάσας κατὰ μέσον τὸν Κεράτιον κόλπον, προσέδεσε λίθους εἰς τὸν λαιμὸν τοῦ νεκροῦ, καὶ διατρυπήσας αὐτὸν τρὶς καὶ τετράκις διὰ μαχαίρας, ὅπως καταβυθισθῇ, τὸν ἀφῆκε καὶ ἀνεχώρησε.
Τοιοῦτον ἄτιμον καὶ σκληρότατον θάνατον παρεσκεύασαν, καὶ τοιαύτας ὕβρεις καὶ ἀτιμώσεις περὶ τοῦ νεκροῦ ἐμηχανεύθησαν οἱ μισόχριστοι, ὅπως ἀτιμάσωσι καὶ καταισχύνωσι τὸ ἑλληνικὸν γένος καὶ τὴν ἄσπιλον καὶ ἄμωμον τοῦ Χριστοῦ νύμφην τὴν ἐκκλησίαν. Ἀλλ᾿ εἰς μάτην οἱ ἀγῶνες καὶ οἱ μόχθοι αὐτῶν, διότι, παρὰ πᾶσαν προσδοκίαν, ὁ Κύριος τῆς δόξης ἐπεφύλασσεν εἰς τὸν ἔνδοξον τοῦτον ἱερομάρτυρα τιμὰς πολὺ ἀνωτέρας καὶ λαμπροτερας ἐκείνων, ὧν ἠθέλησαν νὰ τὸν ἀποστερήσωσιν. «Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου». Ὁ νεκρὸς τοῦ ἐνδόξου ἱερομάρτυρος ἀναδύεται μετ᾿ οὐ πολὺ ἐκ τοῦ βυθοῦ τῆς θαλάσσης, καὶ ὑπὸ τῶν κυμάτων τῇ δὲ κἀκεῖσε παραριπτόμενος, φθάνει πλησίον ἑλληνικοῦ τινος πλοίου, ὅπου ἀναγνωρισθεὶς ἀναλαμβάνεται κρυφίως τὴν νύκτα. Ὁ δὲ εὐσεβὴς Κεφαλλὴν πλοίαρχος Σκλάβος, ἀναπετάσας πάσῃ σπουδῇ τὰ ἰστία, σπεύδει πρὸς τὰς χριστιανικὰς ἀκτὰς τοῦ Εὐξείνου Πόντου, σῳζόμενος καὶ σῴζων εἰς Ὀδησσον τὸ πολύτιμον εὕρημα.
Τίς δύναται νὰ περιγράψῃ τὴν χαρὰν καὶ συγκίνησιν, τὴν εὐφροσύνην καὶ τὰ δάκρυα τῶν Χριστιανῶν τῆς ῥωσσικῆς ἐκείνης μεγαλοπόλεως, ἥτις καὶ πρότερον μέν, ἀλλ᾿ ἐσχάτως μάλιστα μετὰ τὴν ἐν Δακίᾳ ἔκρηξιν τῆς ἐπαναστάσεως, εἶχεν ἀποβῆ τὸ κυριώτατον καὶ ὑπὸ μυριάδων στομάτων εὐφημούμενον καὶ εὐλογούμενον ἄσυλον τῶν κατατυραννουμένων καὶ σφαζομένων Ἑλλήνων. Σπεύδουσιν ἅπαντες πρὸς τὸν διὰ θαύματος ἀνευρεθέντα, ἅμα δὲ ἄσηπτον καὶ ἄοσμον διατηρηθεντα νεκρὸν τοῦ πολυπενθοῦς καὶ πολύκλαυστου Πατριάρχου, πρῶτοι δὲ πάντων οἱ ἐπιφανεῖς τῆς Κωνσταντινουπόλεως, κληρικοί τε καὶ λαϊκοί, οἵτινες καὶ τὸν ἀναγνωρίζουσι, μετ᾿ αὐτῶν δὲ τὸν ἀναγνωρίζουσι ἀδιστάκτως καὶ ὁμοφώνως καὶ πάντες οἱ προσελθόντες δυτικοί, ὅσοι, ἐν Κωνσταντινουπολει πρότερον ὄντες, εἶχον ἀφορμὴν νὰ τὸν ἴδωσιν ἐκ τοῦ σύνεγγυς.
Ὁλόκληρος ἡ ὀρθοδοξούσα Ῥωσσία ἀπὸ τοῦ εὐσεβέστατου καὶ φιλανθρωποτάτου αὐτοκράτορος Ἀλεξάνδρου μέχρι καὶ τοῦ τελευταίου χριστιανοῦ συγκινοῦνται βαθέως πρὸς τὸ ἄκουσμα. Κατὰ διαταγὴν τῆς αὐτοκρατορικῆς κυβερνήσεως τελεῖται λαμπρὰ καὶ μεγαλοπρεπὴς κηδεία τοῦ ἱεροῦ λειψάνου, τὸ ὁποῖον κατατίθεται εἰς πολύτιμον λάρνακα, ἐνδεδυμένον ὁλόχρυσον ἀρχιερατικὴν στολήν, καὶ προπέμπεται ἐν μέσῳ λαμπρὰς καὶ ἐπισημότατης συνοδίας ἀρχιερέων καὶ ἱερέων, πολιτικῶν καὶ στρατιωτικῶν καὶ λαοῦ, ἁπανταχόθεν τῆς Ῥωσσίας συνδραμόντος, πυροβολούντων ἀδιακόπως τῶν σημαιοστολίστων πλοίων καὶ τοῦ φρουρίου, εἰς τὴν καθεδρικὴν ἐκκλησίαν τῆς Μεταμορφώσεως. Ἐκεῖ δὲ μετὰ τὴν θείαν ἱερουργίαν ψάλλεται ἡ νεκρώσιμος ἀκολουθία καί, ἀφ᾿ οὗ ἔμεινεν ἐν τῇ ἐκκλησίᾳ ταύτῃ τρεῖς ὁλοκλήρους ἡμέρας, ὅπως προφθάσῃ νὰ τὸ ἀσπασθῇ ὁ πολλαχόθεν συρρεύσας εὐσεβὴς λαός, μετηνέχθη εἰς τὴν ἑλληνικὴν ἐκκλησίαν τῆς Ἁγίας Τριάδος, ὅπου καὶ ἐτάφη ἀπέναντι τῆς πύλης τοῦ πρὸς νότον παρεκκλησίου. Ἐκεῖ δέ, ὡς εἰς λιμένα ἀσφαλῆ καὶ ἀσάλευτον μετὰ μακρὸν κλύδωνα καὶ σάλον καταφυγοῦσα ναῦς, ἔμεινε τεθαμμένον μέχρι τῶν ἐσχάτων τούτων ἡμέρων.
Τοιαύτην δόξαν καὶ εὔκλειαν ἐπεφύλαττεν ὁ Κύριος εἰς τὸν ἱερὸν καὶ ἀείμνηστον τοῦτον ἄνδρα, ὡς βραβεῖον καὶ ἔπαθλον ἄξιον τοῦ χριστομιμήτου ἀγῶνος του «Ὡμοίωσεν αὐτὸν δόξῃ ἁγίων». Ἀλλὰ τίς δύναται κατὰ τὴν ἐπίσημον ταύτην στιγμήν, ὅτε ἀνακομίσαντες ἔχομεν ἀποδοθεῖσαν εἰς τὴν Ἑλλάδα σώαν καὶ ἀνέπαφον τὴν πολύτιμον ταύτην παρακαταθήκην, τὸ ἱερὸν καὶ τρισέβαστον τοῦτο λείψανον, τίς δύναται νὰ φανῇ ἀμνήμων καὶ ἀγνώμων πρὸς τὸ ἔθνος ἐκεῖνο, τὸ ὁποῖον ἐν μέσῳ τῶν φρικαλέων ἐκείνων κινδύνων καὶ σφαγῶν ἔτεινε χεῖρα σκέπης καὶ σωτηρίας πρὸς τοὺς τυραννουμενους πατέρας ἡμῶν; Τίνος ἡ καρδία δὲν αἰσθάνεται βαθεῖαν καὶ ζωηρὰν εὐγνωμοσύνην πρὸς τὰ ἀδελφικὰ τῶν γενναίων καὶ φιλελλήνων Ῥώσσων αἰσθήματα; Ὅ,τι ποτέ, ὦ εὐσεβὴς καὶ κραταιοτάτη Ῥωσσία, ὅ,τι ποτὲ καὶ ἂν συμβῇ, ὅ,τι ποτὲ καὶ ἂν ἐπιφυλάττῃ ὁ μέλλων χρόνος εἰς τὴν Ἑλλάδα, οὐδέποτε αὕτη θέλει λησμονήσει ὅτι σὺ καὶ πρότερον πολλάκις καὶ μετὰ ταῦτα, μάλιστα δὲ κατὰ τὰς φοβερὰς ἐκείνας ἡμέρας τῆς ἐξάψεως τῆς τουρκικὴς θηριωδίας, ἠνέῳξας ἀδελφικὰς ἀγκάλας πρὸς τοὺς δυστυχεῖς Ἕλληνας, ὅσοι, οὐδαμόθεν ἄλλοθεν ἐλπίζοντες σωτηρίαν, κατέφυγον ὑπὸ τὴν κραταιὰν σκέπην καὶ προστασίαν σου, καὶ ὑπεδέχθης καὶ ἔσωσας καὶ ἐφιλοξένησας αὐτούς, οὐδὲ θέλει παύσει ποτὲ ἡ ἀνάμνησις τῶν χρόνων ἐκείνων νὰ πληροῖ τὴν καρδίαν τῆς βαθείας καὶ ἀνεξαλείπτου εὐγνωμοσύνης.
Ἠκούσατε, ἀγαπητοὶ ἐν Κυρίῳ, τοὺς φυλακισμούς, τὰς δημεύσεις, τὰς ἱεροσυλίας, τὰς σφαγὰς τῆς Κωνσταντινουπόλεως. Ταῦτα πάντα ἦσαν μόνον προοίμια μικρὰ τοῦ μεγάλου φονικοῦ δράματος, ὅπερ ἤρχισε μετ᾿ ὀλίγον πανταχοῦ τῆς ὀθωμανικῆς ἐπικρατείας, ὅπου κατῴκουν Ἕλληνες. Τὸ παράδειγμα τῆς πρωτευούσης μετεδόθη καὶ εἰς τὰς ἐκτὸς αὐτῆς ἑλληνικὰς πόλεις καὶ χώρας καὶ μάλιστα τὰς πλησιεστέρας, διότι αὖται ἦσαν καὶ οἱ μᾶλλον ἄοπλοι καὶ ἀνυπεράσπιστοι, οἱ δὲ βάρβαροι δειλοὶ καὶ ἄτολμοι πρὸς τοὺς ἐνόπλους ἐπαναστάτας, ἦσαν θηριώδεις κατὰ τῶν ἀόπλων καὶ ἡσυχαζόντων Χριστιανῶν, κατὰ τῆς κεφαλῆς τῶν ὁποίων ἐπέπιπτεν ἡ τουρκικὴ ὀργὴ καὶ ἐκδίκησις διὰ τὰ γενναῖα καὶ ἡρωϊκὰ τῶν ἐπαναστατῶν κατορθώματα.
Ὅτε οἱ Ἰσραηλῖται, καταπολεμήσαντες πάντα τὰ περίοικα ἔθνη, εἰσῆλθον εἰς τὴν γῆν τῆς Ἐπαγγελίας, ὁ Ἰησοῦς τοῦ Ναυῆ γέρων ἤδη καὶ πρὸς τὴν δύσιν κλίνων τοῦ βίου, ἐκάλεσε πάντα τὸν λαόν, καὶ τὴν γερουσίαν, καὶ τοὺς ἄρχοντας καὶ τοὺς δικαστάς, καὶ τοὺς γραμματεῖς, καὶ ἀφ᾿ οὖ ὑπέμνησεν εἰς αὐτοὺς πάντα, ὅσα ἔπραξεν ὁ Θεὸς ὑπὲρ αὐτῶν θαυμάσια ἀφ᾿ ἧς ἡμέρας ἐξῆλθον ἐκ τῆς Αἰγύπτου μέχρι τῆς κατακυριεύσεως τῆς γῆς τῆς Ἐπαγγελίας, εἶπε πρὸς αὐτούς· «Καὶ νῦν φοβήθητε Κύριον, καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι καὶ δικαιοσύνῃ, καὶ περιέλεσθε τοὺς Θεοὺς τοὺς ἀλλοτρίους. Εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν Κυρίῳ, ἐκλέξασθε ὑμῖν αὐτοῖς σήμερον, τίνι λατρεύσετε… ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν Κυρίῳ ὅτι ἅγιός ἐστι». Τότε ὁ λαὸς ὅλος μιᾷ φωνῇ ἀπεκρίθη λέγων: «Μὴ γένοιτο ἡμῖν καταλιπεῖν Κύριον, ὥστε λατρεύειν θεοῖς ἑτέροις· Κύριος ὁ Θεὸς ἡμῶν, αὐτὸς Θεός ἐστι». Ἀγαπητοί, ἰδοὺ ἡμεῖς, ὁ νέος τῆς χάριτος Ἰσραήλ, ὃν ἡ κραταιὰ δεξιὰ τοῦ Θεοῦ ἡμῶν ἐξήγαγεν ἐξ οἴκου δουλείας. Ἰδοὺ δὲ καὶ ὁ νέος Ἰησοῦς τοῦ Ναυῆ, ὁ ἱερομάρτυς οὗτος τοῦ ἑλληνικοῦ γένους, ἔχων περὶ ἑαυτὸν περιϊπταμένας καὶ τὰς ψυχὰς πάντων τῶν ἄλλων τῶν ὑπὲρ πίστεως καὶ πατρίδος μαρτύρων, πάντων τῶν ἡρώων καὶ πρωταθλητῶν τῆς ἑλληνικῆς Ἐπαναστάσεως, κρατῶν ἀκόμη τὸ σχοινίον τῆς ἀγχόνης εἰς τὸν λαιμόν, ἀποτείνει εἰς ἡμᾶς τὴν ἐπίσημον ταύτην στιγμὴν τοὺς λόγους τούτους.
«Τέκνα! Ἰδοὺ ἡμεῖς ὑπεμείναμεν μυρία ὅσα παθήματα· ἄλλοι ἀπηγχονίσθημεν, ἄλλοι ἐσφάγημεν, ἄλλοι ἐστρεβλώθημεν, ἐκακουχήθημεν, ὑπεμείναμεν τὰ πάνδεινα διὰ τὴν ἀγάπην τοῦ ἀγαπήσαντος ἡμᾶς καὶ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ διὰ τὴν ἀγάπην τῆς πατρίδος. Θὰ λησμονήσητε πάντα ταῦτα, τοὺς ἀγῶνας καὶ τοὺς μόχθους, τὰ δάκρυα καὶ τοὺς ἱδρῶτας, τὰς θυσίας καὶ τὰ αἵματα, τὰς βασάνους καὶ πάντα ὅσα ὑπέστημεν χάριν ὑμῶν; Θὰ λησμονήσητε τὸν Θεόν, δι᾿ οὗ ἀπῃτήσαμεν τὴν ἐλευθερίαν καὶ αὐτονομίαν, τὴν ὁποίαν σᾶς παρασκευάσαμεν; Θὰ θυσιάσητε τὴν πατρίδα, διὰ νὰ λατρεύσητε τὰ εἴδωλα τοῦ σκότους, διὰ νὰ θύσητε εἰς τὰ ἄγρια πάθη σας καὶ εἰς τὰ οὐτιδανὰ ἀτομικά σας συμφέροντα; Μή, ὦ τέκνα, μὴ ὦ Ἕλληνες, μὴ διὰ τὴν ἀγάπην ἐκείνου, ὅστις ἥπλωσε τὰς παλάμας αὐτοῦ ἐπὶ τοῦ σταυροῦ καὶ ἔχυσε τὸ πολύτιμον αἷμα του ὑπὲρ ἡμῶν καὶ ὑπὲρ τοῦ κόσμου. Σᾶς ἐξορκίζω εἰς τὸ μέγα καὶ φοβερὸν ὄνομα τοῦ Θεοῦ, τοῦ ἐλευθερώσαντος ἡμᾶς θαυμασίως ἐκ τοῦ ζυγοῦ τῆς δουλείας. Λυπήθητε τὴν πατρίδα, τῆς ὁποίας τὸ στῆθος σπαράττουσι καθ᾿ ἑκάστην αἱ μικρολόγοι ὑμῶν ἔριδες καὶ διχόνοιαι, ἡ ἐμπαθὴς ἡμῶν φιλοπρωτία καὶ φιλαρχία, ἡ χαμαίζηλος ὑμῶν ἰδιοτέλεια καὶ τὰ μυσαρὰ ὑμῶν πάθη, ὁ φθόνος, ἡ καταλαλιά, ἡ συκοφαντία, τὸ ψεῦδος. Ἡ προχθὲς ἀκόμη ἁπανταχοῦ τῆς ὑφηλίου πολυύμνητος καὶ πολυσέβαστος Ἑλλάς, ἡ προχθὲς ἀκόμη δαφνοστεφὴς καὶ ἔνδοξος, σήμερον δὲ νοσοῦσα καὶ ἀκλεὴς καὶ καταπεφρονημένη, δὲν ἀπαιτεῖ παρ᾿ ὑμῖν αἵματα καὶ θυσίας, διὰ νὰ ἀναλάβῃ τὴν προτέραν αὐτῆς εὔκλειαν καὶ λαμπρότητα· δὲν ἀπαιτεῖ νὰ ἀπαγχονισθῆτε, νὰ σφαγιασθῆτε, νὰ μοχθήσητε, νὰ βασανισθῆτε· ἀπαιτεῖ μόνον νὰ θυσιάσητε τὰ πάθη, τὰ ὁποῖα βλάπτουσι καὶ ἀτιμάζουσι ὑμᾶς καὶ αὐτήν· ἀπαιτεῖ νὰ ἔχητε πάντοτε κατὰ νοῦν ὅτι καὶ τὸ ἐλάχιστον τῶν συμφερόντων τῆς πατρίδος, τὸ ὁποῖον διαχειρίζεται καὶ ὁ ἔσχατος τοῦ κράτους λειτουργός, ἐξηγοράσθη μὲ ἁδράς, μὲ βαρυστάθμους θυσίας· ἀπαιτεῖ εὐθύτητα καὶ δικαιοσύνην, διότι «δικαιοσύνη ὑψοῖ ἔθνη, ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι»· ἀπαιτεῖ πίστιν καὶ ἀφοσίωσιν εἰς τὸν βασιλέα, ὃν αὐτὸς ὁ Κύριος ἐδικαίωσε βασιλεύειν ἐπὶ τῆς γῆς· πρὸ πάντων ἀπαιτεῖ σταθερὰν καὶ ἀκράδαντον ἐμμονὴν εἰς τὴν ἁγίαν καὶ ὀρθόδοξον ἡμῶν πίστιν, εἰς τὴν θρησκείαν τῶν πατέρων Σας, ἥτις ἔσωσε καὶ ἡμᾶς, ἥτις μόνη θέλει σώσει καὶ Σᾶς, καὶ ἧς ἄνευ οὔκ ἐστι σωτήρια. Ναί, τέκνα ἀγαπητά· ναί, φίλτατοι Ἕλληνες «Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε».
Τί θέλομεν ἀπαντήσει εἰς ταῦτα, ἀγαπητοὶ ἀδελφοί; Καὶ ὑπάρχει τις ἀμφιβολία περὶ τῆς ἀπαντήσεως; Τί ἀλλο αἰσθάνεται κατὰ τὴν ἱερὰν καὶ ἐπίσημον ταύτην τῆς πεντηκονταετηρίδος καὶ τῆς ἀνακομιδῆς τοῦ ἱεροῦ τούτου λειψάνου τελετὴν πᾶς ἀληθὴς καὶ γνήσιος Ἕλλην, καὶ τί ἄλλο θέλει ἀπαντήσει, εἰμὴ ὅ,τι καὶ πάλαι οἱ Ἰσραηλῖται πρὸς τὸν Ἰησοῦν τοῦ Ναυῆ. «Μὴ γένοιτο ἡμῖν καταλιπεῖν Κύριον, ὥστε λατρεύειν θεοῖς ἑτέροις· Κύριος ὁ Θεὸς ἡμῶν, αὐτὸς Θεός ἐστιν». Ὄχι, Παναγιότατε Πατριάρχα καὶ θεῖε ἱερομάρτυς Γρηγόριε, ὄχι σεβαστὴ χορεία τῶν ἀϊδίων καὶ μακαρίων πνευμάτων τῶν ὑπὲρ πίστεως καὶ πατρίδος θυσιασθέντων, ὅσοι περιΐπτασθε κατὰ τὴν στιγμὴν ταύτην τὴν νεκροφόρον καὶ μαρτυρικὴν λάρνακα τοῦ ἐθνάρχου Σας, δὲν θὰ προδώσωμεν τοὺς ἀγῶνας, τὰ δάκρυα, τὰ αἵματα, τὰς θυσίας Σας. Δὲν θὰ προδώσωμεν τὰ ἱερὰ καὶ τὰ ὅσια, ὑπὲρ ὧν ἐθυσιάσθητε· δὲν θὰ προδώσωμεν τὸν ἀνεκτίμητον θησαυρὸν τῆς ὀρθοδοξίας, ὃν αἱμόφυρτον παρεδώκατε εἰς ἡμᾶς· δὲν θὰ προδώσωμεν τὴν ἱερὰν τῶν πατέρων ἡμῶν πίστιν, δι᾿ ἧς καὶ μόνης ἐσώθημεν μέχρι τοῦδε, καὶ δι᾿ ἧς καὶ μόνης δυνάμεθα νὰ σωθῶμεν καὶ νὰ ἐλπίσωμεν εἰς τὸ μέλλον. Ὄχι, δὲν θὰ ὑπομείνωμεν μέχρι τέλους βλέποντες περιφρονουμένην καὶ ἀναξιοπαθοῦσαν τὴν πατρίδα ἡμῶν, τὴν φιλτάτην ἡμῶν μητέρα καὶ τροφόν, διὰ τὰ πάθη καὶ τὰς κακίας μας. Ὄχι, δὲν συνήλθομεν οἱ Ἕλληνες νὰ πανηγυρίσωμεν τὴν ἐθνικὴν ταύτην ἑορτὴν καὶ πανήγυριν πρὸς τὸ θεαθῆναι, οὐδ᾿ ἀνεκομίσαμεν ὁσίας δίκην ἐκ τοῦ ὑπερορίου ἀσύλου καὶ τάφου αὐτοῦ τὸ ἱερὸν λείψανόν σου, Παναγιώτατε Πατριάρχα. Συνῃσθάνθημεν ἅπαντες τὰς πολλὰς καὶ μεγάλας καὶ ἀνίατους πληγάς, ὅσας μικροὶ καὶ μεγάλοι ἠνοίξαμεν εἰς τῆς πατρίδος τὸ σῶμα. Εἴδομεν πλέον ὀφθαλμοφανῶς τὸν κρημνὸν καὶ τὸ βάραθρον, εἰς τοῦ ὁποίου τὸ χεῖλος μᾶς ἐξώθησαν αἱ πολλαὶ καὶ πολυειδεῖς κακίαι καὶ ἁμαρτίαι μας, καὶ πλήρεις συντριβῆς καρδίας καὶ μετανοίας συνήλθομεν ἐνταῦθα διὰ νὰ μᾶς ἐξαγνίσῃ ἀπὸ τῶν παθῶν καὶ τῆς κακίας ἡ ἀνάμνησις τῶν ἀγώνων καὶ θυσιῶν σας, ὦ μακάρια πνεύματα τῶν ὑπὲρ πίστεως καὶ πατρίδος πεσόντων καὶ ἀγωνισαμένων· διὰ νὰ μᾶς ἐξαγνίσῃς σύ, θειότατε πάτερ, διὰ τῶν παναγίων εὐχῶν καὶ εὐλογιῶν σου, καὶ ἐμπνέων εἰς τὸ ἑλληνικὸν ἔθνος τὸν ὑπὲρ τοῦ ἐθνικοῦ μεγαλείου ἐνθουσιασμόν, ὅστις κατεῖχε τὴν μεγάλην γενεὰν τοῦ ἀγῶνος, ἀνοίξῃς εἰς τὴν ἡμετέραν πατρίδα ἀφετηρίαν νέου ἁγνότερου βίου, νέου κρείττονος καὶ ἐνδοξότερου σταδίου, πρὸς συμπλήρωσιν τοῦ μεγάλου ἔῥγου τῆς ἐθνικῆς ἀποκαταστάσεως. Ἰδού, Παναγιώτατε Πατριάρχα καὶ ἱερομάρτυς Γρηγόριε, ἰδοὺ ἐνταῦθα σήμερον συνέδραμε σύμπασα ἡ Ἑλλὰς περὶ τὴν νεκροφόρον σου ταύτην λάρνακα, ἀνυπόμονος νὰ ἀσπασθῇ τὸ ἱερὸν καὶ μαρτυρικὸν λείψανόν σου, ἐλπίζουσα νὰ ζωοποιηθῇ ἐξ αὐτοῦ, ὅπως πάλαι τὰ ὀστᾶ τοῦ προφήτου Ἐλισσαίου ἐζωοποίησαν τὸν μονόζωνον νεκρὸν τῆς Μωάβ. «Καὶ ἐπορεύθη, καὶ ἥψατο τῶν ὀστέων Ἐλισσαίου, καὶ ἔζησε καὶ ἀνέστη ἐπὶ τοὺς πόδας».
Ἰδοὺ περὶ σὲ οἱ φιλόχριστοι βασιλεῖς. Εὐλογησον αὐτοὺς καὶ ἐπικαλέσθητι ἐπ᾿ αὐτοὺς τὴν εὐλογίαν τοῦ Ὑψίστου, ἵνα ᾗ τὸ κράτος αὐτῶν ἔμπεδον, καὶ ἡ πατρὶς ἡμῶν ἴδῃ ὑπὸ τὸ σκῆπτρον αὐτῶν ἡμέρας εὐημερίας καὶ προόδου, ἡμέρας πολιτικοῦ μεγαλείου καὶ δόξης. Ἰδοὺ περὶ Σὲ ὁ πανιερώτατος Μητροπολίτης μετὰ τῶν σεβασμιωτάτων Συνέδρων καὶ τῶν ἄλλων Ἀρχιερέων, καὶ ἅπας ὁ κλῆρος τοῦ πιστοῦ καὶ ὀρθοδόξου βασιλείου τῆς Ἑλλάδος. Εὐλόγησον αὐτοὺς καὶ ἔμπνευσον εἰς αὐτοὺς τὸν ἔνθεον ἐκεῖνον ὑπὲρ τῆς ἁγίας καὶ ὀρθοδόξου τοῦ Χριστοῦ ἐκκλησίας ζῆλον, ὅστις ἐθέρμαινε τὴν καρδίαν σου, διὰ νὰ ἴδῃ, τέλος πάντων, καὶ ἡ Ἑλλάς, ὅ,τι ἀπὸ τῆς εἰς κράτος ἐλεύθερον συστάσεώς της μάτην ἐπιζητεῖ, τὴν ἀληθῆ καὶ ἀξίαν τοῦ ὀνόματος θρησκευτικὴν διδασκαλίαν τοῦ λαοῦ, ὅστις, ἀδίδακτος καὶ θρησκευτικῶς ἀπαιδαγώγητος σχεδὸν ἐγκαταλειφθείς, ἅμα δὲ καὶ ὑπὸ ποικίλης πολιτικῆς ἀκολασίας καθ᾿ ἑκάστην διαφθειρόμενος, παρολισθαίνει ὁσημέραι βαθμηδὸν καὶ ἀνεπαισθήτως εἰς τὴν θρησκευτικὴν ἀπιστίαν ἢ ἀδιαφορίαν, κινδυνεύων νὰ ἀπολέσῃ καὶ τὸ μόνον ὅπερ ὡς ἐκ θαύματος διέσωσε μέχρι τοῦδε ἀγαθόν, τὰ ἁγνὰ αὐτοῦ ἤθη. Ἰδοὺ περὶ σὲ οἱ Ὑπουργοὶ τοῦ Θρόνου, οἱ ἄρχοντες, οἱ ἀντιπρόσωποι τοῦ λαοῦ, οἱ ἐν τέλει πάντες οἱ δημόσιοι λειτουργοί. Ἅπαντας τούτους ἐμπνέει μία καὶ ἡ αὐτὴ ἰδέα, ἓν καὶ τὸ αὐτὸ αἴσθημα, μία καὶ ἡ αὐτὴ ἀπόφασις, νὰ ἀποπτύσωσι πλέον τὴν ἀγενῆ ἰδιοτελειαν οὗτοι, τὴν ἄπληστον καὶ ἐμπαθῆ φιλαρχίαν ἐκεῖνοι, τὰ φατριαστικὰ πάθη καὶ τὴν διχόνοιαν, τὸν φθόνον καὶ τὴν συκοφαντίαν οἱ ἄλλοι, τὴν πρὸς τὸ δημόσιον συμφέρον ἀναλγησίαν οἱ πλεῖστοι, τὸν ἀκάθεκτον καὶ ἄγριον ἐγωϊσμὸν οἱ πάντες, τὰ πάθη ἐν γένει καὶ τὰς κακίας, ὅσαι κατεμάραναν τὰ ὡραιότερα ἔτη τῆς νεανικῆς ἡλικίας τῆς ἀναγεννηθείσης Ἑλλάδος. Εὐλόγησον αὐτοὺς καὶ ἐπικαλέσθητι ἐπ᾿ αὐτοὺς τὴν θείαν ἄνωθεν ἀρωγὴν καὶ βοήθειαν, ἵνα ἡ ἀπόφασις αὕτη, ῥίψῃ βαθείας ῥίζας εἰς τὴν καρδίαν των, καὶ κραταιωθῇ καὶ ἐμπεδωθῇ, μηδὲ γένηται ἀνάρπαστος πρὸς τὴν πρώτην τῶν παθῶν καὶ τῆς κακίας πνοήν. Ἰδοὺ περὶ Σέ, τέλος, ὁ Ἑλληνικὸς λαός, οὕτινος ἧσο ἡ κεφαλή. Εὐλόγησον αὐτόν, καὶ εὔξαι πρὸς τὸν Θεόν, ἵνα φωτίσῃ καὶ συνέτισῃ αὐτόν, ἵνα διαφύλαξῃ αὐτὸν ἀπὸ πάσης πλάνης καὶ ἐπηρείας τοῦ πονηροῦ, ἵνα στηρίξῃ αὐτὸν ἐν πίστει, ἐν τῇ πρὸς τὴν πατρίδα καὶ τὸν Βασιλέα ἀγάπῃ, ἐν τῇ πρὸς τὸν νόμον εὐπειθείᾳ, ἐν παντὶ λόγῳ καὶ ἔργῳ ἀγαθῷ.
Ναί, Κύριε ὁ Θεὸς ἡμῶν, ἐπάκουσον καὶ ἐμοῦ τοῦ ταπεινοῦ καὶ ἀναξίου δούλου Σου, καὶ παντὸς τοῦ περιεστῶτος τούτου εὐσεβοῦς Σου λαοῦ. Ἐλέησον ἡμᾶς ὁ πολυεύσπλαγχνος Κύριος, καὶ ἐπίβλεψον ἵλεως ἐπὶ τὰς ἁμαρτίας τῶν δούλων σου. Ἴδε τὴν συντριβὴν τῆς καρδίας ἡμῶν καὶ τὴν μετάνοιαν. Ἴδε, Κύριε, τὴν ταπείνωσιν τῆς τλήμονος καὶ πολυπαθοῦς Σου Ἑλλάδος, καὶ ἐλέησον καὶ σῶσον αὐτήν. Καὶ δὸς ἵνα ἡ ἐπίσημος καὶ ἔνδοξος αὕτη ἡμέρα τῆς τοῦ Ἑλληνικοῦ ἀγῶνος πεντηκονταετηρίδος γένηται ἀρχὴ καὶ ἀφετηρία νέου βίου, κρείττονος καὶ ἐνδοξότερου, ἵνα ὁ λαός Σου οὖτος ὁ εὐσεβὴς φανῇ διάδοχος καὶ κληρονόμος τῆς εὐσεβείας καὶ φιλοπατρίας τῶν κατὰ τὸν μέγαν ἑλληνικὸν ἀγῶνα πατέρων αὐτοῦ, καὶ τελειώσῃ τὸ ἔργον ἐκείνων, πρὸς δόξαν καὶ τιμὴν τοῦ παναγίου καὶ προσκυνητοῦ Σου ὀνόματος.
Ἡ ὁμιλία εὑρίσκεται εἰς τὴν ἔκδοσιν: Γ. Βαλσάµης (1995), Οἱ Πατριάρχες τοῦ Γένους, Ἐκκλησιαστικὴ Βιβλιοθήκη Ἱερᾶς Μητροπόλεως ∆ηµητριάδος, σσ. 179-199, Βόλος, 1995
Πηγή : users.uoa.gr/~nektar

Όσιος Ισαάκ ο Σύρος – Ασκητικά. Λόγος ΝΔ΄: Περί του τετάρτου τρόπου, προς τους δοκίμους.

Όσιος Ισαάκ ο Σύρος – Ασκητικά. Λόγος ΝΔ΄: Περί του τετάρτου τρόπου, προς τους δοκίμους.

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Όσιος Ισαάκ ο Σύρος – Ασκητικά.
Όσιος Ισαάκ ο Σύρος
Ασκητικά
Λόγος ΝΔ΄: Περί του τετάρτου τρόπου, προς τους δοκίμους.
Λοιπόν τούτο μόνον υπελείφθη αυτώ διότι συγγένειαν έχει η φύσις προς αυτό και δια τούτο εξαιρέτως εκδέχεται ποιήσασθαι τον αφανιμόν του ανθρώπου εν αυτώ. Ποίον δε εστί το μηχάνημα; Τούτο εστίν το προβάλλειν τω ανθρώπω εν ταίς φυσικαίς χρείαις αυτού. Πολλάκις γαρ τυφλούται ο νους του αθλητού εκ της οράσεως και του πλησιασμού των αισθητών πραγμάτων, και ευχερώς εν τω αγώνι ηττάται, όταν πλησίον αυτών γένηται, πολύ δε μάλλον, όταν ευρεθώσι κατέναντι των οφθαλμών αυτού.

Εν γνώσει γαρ και πείρα χρήται τη μεθόδω ταύτη ο διάβολος ο δεινός ήγουν εκ της πείρας της μετά των πολλών αγωνιστών και ισχυρών και δυνατών, των εν τούτοις εκπεσόντων, και τούτο σοφιστικώς ποιών. Καν γαρ μη δυνηθή πρακτικώς ποιήσαι τον άνθρωπον ενεργήσαι, δια την ασφάλειαν της ησυχίας αυτού και δια την άποχην της κατοικήσεως αυτού εκ των αφορμών και αιτιών, όμως αγωνίζεται φαντάσαι τον νουν αυτών, γαργαλίζων αυτούς, κινήσεις κινών εν αυτοίς του διαλογίζεσθαι αυτούς εν τοις αισχροίς λογισμοίς και συγκατατίθεσθαι και γενέσθαι υπευθύνους, ώστε αποστήναι απ’ αυτών τον βοηθόν αυτών.
Επίσταται γαρ, ότι η νίκη του ανθρώπου και η ήττα αυτού και ο θησαυρός αυτού και η αντίληψις αυτού και πάντα τα του ασκητού εν τω λογισμώ αυτού συνίστανται και εν μικρώ νεύματι γίνεται, ίνα μόνον ο λογισμός εκ του τόπου κινηθή και προαιρέσει δείξει ροπή νεύματος την συγκατάθεση και εξ εκείνου του ύψους εις την γην κατέλθη, ως συνέβη πολλοίς των αγίων εν φαντασίαις κάλλους γυναικών. Πολλάκις δε και τους πλησιάζοντας κόσμω, ως από μιλίου ή δύο ή και δια­στήματος ημέρας, αυτάς τάς γυναίκας εν αληθεία ετροπεύσατο αγαγείν προς αυτούς. Τους δε απέχοντας εκ του κόσμου επεί ου δύναται παγιδεύσαι, εν φαντασίαις δεικνύει αυτοίς το κάλλος των γυναικών, ποτέ μεν εν καλλώπισμώ ιματίων και θεωρία ασελγείας, ποτέ δε εν σχήματι γυμνής γυναικός δεικνύων αυτοίς απρεπώς. Δια γαρ τούτων και των τοιούτων, τους μεν ενίκησεν εις αυτό το πράγμα, οι δε εν φαντασίαις ενεπαίχθησαν δια την ραθυμίαν των λογισμών αυτών, ώστε εις απογνώσεως βυθόν ελθείν αυτούς, και προς τον κόσμον εξέκλιναν και της επουρανίου ελπίδος εξέπεσον αι ψυχαί αυτών.
Άλλοι δε ισχυρότεροι αυτών και υπό της χάριτος πεφωτισμένοι, ενίκησαν αυτόν και τάς φαντασίας αυτού και επάτησαν τάς του σώματος ηδονάς και ευρέθησαν δόκιμοι εν τη αγάπη του Θεού. Και πολλάκις φαντασίας χρυσίου και τιμίων πραγμάτων και θησαυρούς χρυσούς εφάντασεν αυτούς, και εστίν ότε εν αληθεία υπέδειξεν αυτοίς ταύτα, ίνα δια των τοιού­των διαφόρων φαντασιών, ίσως δυνηθή εμποδίσαι τινά εξ αυτών εκ του δρόμου αυτού και υποσκελίσαι αυτόν δια μιας των παγίδων και των δικτύων αυτού.
Αλλά Κύριε, Κύριε, μη εισενέγκης ημάς εις πειρασμούς τοιούτους, ο γινώσκων την ασθένειαν ημών, εξ ων μόλις δυνατοί και δόκιμοι εξέρχονται εκ της τοιαύτης πλάνης νική­σαντες.
Και ταύτα όλα παραχωρείται ο πειράζων διάβολος πολεμήσαι προς τους αγίους εν πειρασμοίς, ίνα δοκιμασθή η αγάπη του Θεού η εν αυτοίς εν τοις τοιούτοις πειρασμοίς, εάν δια την αποχήν των τοιούτων πραγμάτων και αναχώρησιν και στέρησιν και απορίαν αυτών φιλόθεοι υπάρχωσι και εμμένωσιν εν τη αγάπη του Θεού και εξ αληθείας τον Θεόν αγαπώσι, και καν πλησιάσωσι τοις πράγμασι τούτοις, αγωνίζονται καταφρονήσαι και εξουθενήσαι αυτά δια την αγάπην του Θεού. Κολακευόμενοι ύπ’ αυτών, ούχ ηττώνται υπ’ αυτών, και ούτω πειράζονται, ουχί δια τούτο μόνον ίνα γνωσθώσι τω Θεώ, αλλά και αυτώ τω διαβόλω. Ότι επιποθεί πολλά πειράσαι και δοκιμάσαι πάντας, ει ενεδέχετο και εξαιτήσασθαι αυτούς παρά του Θεού του πειράσαι αυτούς, ώσπερ τον δίκαιον Ιώβ εξητήσατο.
Και ηνίκα μικρά παραχώρησις του Θεού γένηται, προσεγ­γίζει πειράζων ο διάβολος σφοδρώς, κατά την αναλογίαν της ποσότητος της δυνάμεως των πειραζομένων υπ’ αυτού, και ου προσβάλλει ο άνομος διάβολος κατά την επιθυμίαν αυτού. Και εκ τούτου δοκιμάζονται οι αληθινοί και βέβαιοι εν τη του Θεού αγάπη, ει όλων τούτων καταφρονούσι και ως ουδέν λογί­ζονται ταύτα κατέναντι των οφθαλμών αυτών προς σύγκρισιν της αγάπης του Θεού. Και ταπεινούντες εαυτούς αεί και τω εις πάντα συνεργούντι αυτοίς και αιτίω της νίκης αυτών αποδίδον­τες την δόξαν και εις τάς χείρας αυτού παραδίδοντες εαυτούς εν τω αγώνι, λέγοντες τω Θεώ, ότι, Σύ ει ο δυνατός, Κύριε, και σος εστίν ο αγών, πολέμησον και νίκησον εν αυτώ, Κύριε, υπέρ ημών, τότε δοκιμάζονται ως χρυσός εν χωνευτηρίω ούτοι.
Οίτίνες δε είσι κίβδηλοι, εν τοις τοιούτοις πειρασμοίς δοκιμάζονται και γνωρίζονται και πίπτουσιν εκ του Θεού ως σκύβαλα, δεδωκότες χωράν τω εχθρώ αυτών και εξέρχονται υπεύθυνοι δια την ραθυμίαν της διανοίας αυτών η δια την υπερηφανίαν αυτών ότι ουκ ηξιώθησαν δέξασθαι την δύναμιν, ήνπερ είχον οι άγιοι ενεργούσαν εν αυτοίς, διότι ούχ ηττάται η δύναμις η συνεργούσα ημίν. Εστί γαρ και παντοδύναμος ο Κύ­ριος και ισχυρότερος πάντων και εν παντί καιρώ νικητής εν τω σώματι τω θνητώ, όταν συγκατέλθη αυτοίς εν τω πολεμώ. Εάν δε και νικηθώσι, δήλον ότι εκτός αυτού νικώνται.
Ούτοι είσιν οι γυμνούντες εαυτούς τη προαιρέσει αυτών εξ αυτού δια την αγνωμοσύνην αυτών, ότι ουκ ηξιώθησαν της δυνάμεως της αντιλαμβανόμενης των νικητών, αλλά και αυτής της δυνάμεως αυτών της συνήθως και ιδίας, ης είχον εν τοις καιροίς των πολέμων αυτών των σφοδρών, αισθάνονται εαυτούς κενούς είναι εξ αυτής. Πώς δε αισθάνονται; θεωρούσι την πτώσιν αυτών ηδείαν και γλυκείαν εν οφθαλμοίς αυτών και ότι δύσκολον εστίν υπομείναι αυτούς την δυσχέρειαν του αγώ­νος του εχθρού αυτών, ην ενίκων έκπαλαι καθαρώς μετά ζηλου εκ της ορμής της κινήσεως της φύσεως, ης είχον εν τω καιρώ εκείνω μετά θερμότητος και οξύτητος. Και ταύτα εν τη ψυχή αυτών νυν ούχ ευρίσκουσι.
Και οι μεν εν ταίς αρχαίς αυτών ράθυμοι και χαύνοι υπάρχοντες, ου μόνον εκ των αγώνων τούτων και των τοιού­των, αλλά και από ήχου φύλλου δένδρου δειλιώσι και ταράσ­σονται και από μικράς ανάγκης της από της χρείας του λιμού και από μικράς ασθενείας νικώνται και απαρνούνται και εις τα οπίσω στρέφονται. Οι δε αληθινοί και δόκιμοι ουδέ εκ του χόρ­του και του λάχανου χορτάζονται, ουδέ διαιτώμενοι ρίζαις βο­τάνων ξηρών προ της νενομισμένης ώρας της τροφής καταδέ­χονται τίνος γεύσασθαι, αλλά και χαμευνούσιν εν ατονία όντες του σώματος και αμβλυωπούσιν οι οφθαλμοί αυτών εκ της άγαν κενώσεως του σώματος καν δε εκ της ανάγκης εγγίση εξελθείν εκ του σώματος, ουδέ ούτω χείρα δίδουσιν ηττηθήναι και πεσείν εκ της ερρωμένης προαιρέσεως. Ποθούσι γαρ και εφίενται του βιάσασθαι εαυτούς δια την αγάπην του Θεού και κοπιών υπέρ της αρετής αιρούνται ή την πρόσκαιρον ζωήν έχειν και πάσαν ανάπαυσιν την εν αυτή. Και όταν επέλθωσιν αυτοίς οι πειρασμοί, μάλλον ευφραίνονται και έτι εν αυτοίς τέλειοι γί­νονται. Αλλ’ ουδέ εκ των μοχθηρών κόπων των γινομένων αυτοίς διστάζουσιν εν τη αγάπη του Χριστού, άλλ’ έως αν εκλείψωσιν εκ της ζωής, προθυμούνται δέξασθαι γενναίως τάς επη­ρείας και ουκ αναχωρούσιν, ότι εν αυτοίς τέλειοι γίνονται.
Τω δε Θεώ ημών είη δόξα εις τους αιώνας των αιώνων. Αμήν.
Πηγή : isaakosyros.blogspot.gr

Όσιος Ισαάκ ο Σύρος – Ασκητικά. Λόγος ΝΕ΄: Περί παθών.

Όσιος Ισαάκ ο Σύρος – Ασκητικά. Λόγος ΝΕ΄: Περί παθών.

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Όσιος Ισαάκ ο Σύρος – Ασκητικά.
Όσιος Ισαάκ ο Σύρος
Ασκητικά
Λόγος ΝΕ΄: Περί παθών.
Ω τί γλυκείαι εισίν αι αφορμαί των παθών! Τα μεν γαρ πάθη ενίοτε δύναται τις κόψαι και εν τω μακρυσμώ αυτών γαληνιά και ευφραίνεται εν τω παύεσθαι αυτά, τάς μέντοι αιτίας λιπείν ου δύναται. Δια τούτο μη θέλοντες πειραζόμεθα. Και εν μεν τοις πάθεσι λυπούμεθα, τάς δε αφορμάς εμμένειν εν ημίν αγαπώμεν τάς αμαρτίας ουκ εφιέμεθα, τάς δε επιφερούσας ημίν αυτάς αιτίας μεθ’ ηδονής δεχόμεθα. Τούτου ένεκεν παραίτιοι γίνονται τη ενεργεία αί δεύτεραι των πρώτων.

Ο τάς αφορμάς των παθών αγαπών υποχείριος εστίν άκων και μη βουλόμενος, και δεδούλωται τοις πάθεσιν. Ο μι­σών τάς ιδίας αμαρτίας παύσεται άπ’ αυτών, και ο ομολογών αυτάς, τεύξεται της αφέσεως. Αδύνατον δε τινι την έξιν της αμαρτίας καταλιπείν, πριν έχθραν κτήσηται μετ αυτής και αφέ­σεως τυχείν προ της των πλημμελημάτων εξομολογήσεως. Η μεν γαρ ταπεινώσεως εστίν αληθούς αιτία, η δε κατανύξεως, από αισχύνης ακολουθούσης τη καρδία.
Εάν μη μισήσωμεν τα μέμψεως άξια, ου δυνάμεθα αισθάνεσθαι της δυσωδίας της ενεργείας αυτών, ουδέ του βρώμου αυτών εν όσω φέρομεν ταύτα εν ταίς ιδίαις ψυχαίς. Έως ην απορρίψης το άτοπον εκ σου, ου γνώση ποία αισχύνη περιπεπλεγμένος εί, ουδέ την εξ αυτής ερυθρίασιν. Όταν δε εν άλλοις κατίδης το σον φορτίον, τότε μαθήση την επικειμένην σοι αισχύνην. Απόστα του κόσμου και τηνικαύτα γνώση το δυσώδες αυτού. Εάν γαρ μη αποστής, ου μη μάθης πώς, αλλά μάλλον και ως όσμην καλήν περιβάλεις την δυσωδίαν αυτού και την γύμνωσιν της σης αισχύνης ως καταπέταμα δόξης λογίση.
Μακάριος μακρυνθείς από του κόσμου και του σκότους αυτού και μόνω προσεσχηκώς εαυτώ. Ου γαρ δύναται η διόρασις ούτε η διάκρισις ενεργήσαι ή υπουργήσαι τω εν μέσω των ματαίων ανατρεφομένω. Πώς γαρ η θολουμένη τούτου διάκρισις διακρίναι δυνηθείη το δέον; Μακάριος ο καταλείψας την κάρωσιν της μέθης αυτού και το ακόρεστον της κραιπάλης αυτού εν άλλοις κατιδών οποίον εστί. Τότε γαρ γνώσετε την ιδίαν αίσχύνην. Εν όσω δε τις την κραιπάλην της μέθης των αμαρτιών αυτού εν εαυτώ φέρει, ως ευπρεπή φαίνονται πάντα αυτώ τα υπ ‘ αυτού πραττόμενα. Όταν γαρ η φύσις έξω γένηται της ιδίας τάξεως, εξίσου εστίν, είτε οίνω είτε επιθυμίαις μεμεθυσμένη η. Διότι αμφότερα του καθηκοντος εκβάλλουσι και μίαν έκκαυσιν αμφότερα κινούσι εν τω σώματι, εν ω φέρονται. Οι μεν γαρ τρόποι διάφοροι, το δε συγκέρασμα εν. Και η μετάθεσις μεν μία, αι δε διαφοραί των αιτιών άνισοι τυγχάνουσι, διακρίνονται δε και κατά την υποδοχήν έκαστου.
Πάση ανέσει έπεται ταλαιπωρία και πάση δια Θεόν ταλαιπωρία, άνεσις ακολουθεί. Ει πάντα τα εν τω κόσμωτούτω φθορά υπόκειται, και η φθορά δια των εναντίων γίνεται,ή ενθάδε ή εν τω μέλλοντι αιώνι ή εν τω καιρώ της εξόδου.
Και μάλιστα τη εξ ακολασίας ηδονή ή τη κακοπαθεία τή εναντιουμένη τη ηδονή ταύτη, τη γινομένη δια αγιασμού και τούτο υπό φιλανθρωπίας οικονομεί ο Θεός ή εν αυτή τη οδώ ή εν τω τέλει αυτής γεύσαθαι της κολάσεως και της χαράς δια το πλούσιον αυτού έλεος ταύτην ως τίνα αμοιβήν, την δε ως αρραβώνα. Διότι ου κωλύει το κέρδος του αγαθού μέχρι της εσχάτης ώρας. Το μέντοι κακόν και κωλύει, δια το κακωθήναι τον άξιον κολάσεως, ως γέγραπται ο παιδευόμενος ενταύθα δια την ιδίαν αισχύνην, εκ της ιδίας γεέννης εσθίει.
Παραφυλάττου εκ του ιδίου αυτεξουσίου του προηγουμένουτης πονηράς δουλείας. Παραφυλάττου εκ της παρακλήσεως της προηγουμένης του πολέμου. Παραφυλάττου εκ τηςγνώσεως της προηγουμένης της των πειρασμών απαντήσεως,ως επί το πλείστον δε εκ της εφέσεως της προ της τελειώσεως της μετανοίας. Ει γαρ πάντες αμαρτωλοί εσμέν και ουδείς υπέρτερος των πειρασμών, ουδεμία άρα των αρετών υψηλότε­ρα της μετανοίας, ότι ουδέ τελειωθήναι δύναται το έργον αυτής πώποτε’ προήκει γαρ αύτη πάσιν, αμαρτωλοίς και δικαίοις πάντοτε, τοις βουλομένοις σωτηρίας τυχείν, και ουδείς εστίν όρος τελειώσεως, ότι η τελειότης και των τελείων όντως ατέλεστος. Δια τοι τούτο η μετάνοια ούτε καιροίς ούτε πράξει περιορίζεται έως θανάτου. Μνημόνευε ότι πάση ηδονή επομένη εστίν η αηδία και πικρότης ως δευτερεύουσα.
Παραφυλάττου από της χαράς της μη έχούσης συνεζευγμένην την αιτίαν της αλλοιώσεως. Πάν γαρ ό κεκρυμμένηνάνωθεν την οικονομίαν έχει, ου δύναται καταλαβείν ούτεγνώναι τον όρον και την αίτίαν της αλλοιώσεως αυτού. Άπ’εκείνων φόβου, ων υπολαμβάνεις ορθότητα έχειν. Διότι έξωθεντης οδού λέγεται τούτων οδεύειν. Εκείνος ο εν σοφία ειδώςδιοικήσαι την ολκάδα του κόσμου, αλλοίωσιν συνέμιξε πάσιτοις αυτού, και το έξωθεν τούτου σκίασμα εστίν.
Έπεται τη ανέσει των μελών η των λογισμών έκστασις καιφύρσις, και τη αμέτρω εργασία, ακηδία, και τη ακηδίαέκστασις. Διαφέρει δε έκστασις εκστάσεως. Τη μεν γαρ πρώτητη εκ της ανέσεως εκστάσει έπεται ο πόλεμος της πορνείας, τηδε δευτέρα τη εκ της ακηδίας η του ιδίου ησυχαστηρίου κατάληψις και από τόπου εις τόπον μετακίνησις. Τη δε εμμέτρω και επιπόνως διαμενούση εργασία τιμή ουκ εστί. Τούτων δε η μείωσις μεν πληθύνει την ηδονήν, η αμετρία δε την έκστασιν.
Υπόμεινον την αφροσύνην της φύσεως σου, την εν σοι νικώσαν σε, αδελφέ, διότι ηυτρέπισε γενέσθαι εν εκείνη τη σοφία τη αΐδιον εχούση της αρχής τον στέφανον. Μη δειλιάσης εκ της ταραχης του αδαμιαίου σώματος, του εύτρεπισθέντος γενέσθαι εν τη τροφη εκείνη, ης η γνώσις ενθάδε έξωθεν του νοός των σαρκικών τυγχάνει. Ηνίκα αν επιστή η ουράνιος εικών,ήτις εστίν ο βασιλεύς της ειρήνης, μη ταραχθής εξ εναντίας της αλλοιώσεως της ταραχης της φύσεως. Διότι πρόσκαιρος εστίν η εν τούτω κακοπάθεια τω μεθ’ ηδονης υποδεχομένω αυτήν. Εοίκασι γαρ κυναρίοις τα πάθη, τοις ειωθόσι σχολάζειν τοις μακελλαρίοις, άτινα μόνη φωνή αποδιδράσκουσιν, αμελούμενα δε ως λέοντες παμμεγέθεις επέρχονται.
Εξουδένωσον την μικράν επιθυμίαν, ίνα μη ενθυμηθής την σφοδρότητα της πυρώσεως αυτής. Διότι η υπέρ των μικρών πραγμάτων υπομονή των μεγάλων πραγμάτων τον κίνδυνον αποσοβεί. Αδύνατον γαρ κατακρατήσαι των μεγάλων πραγμάτων, εάν μη νικήσης τα ευτελέστερα.
Μνημόνευε της τάξεως, εν η μέλλεις γενέσθαι, ώ αδελφέ, ης ουκ εστίν η ζωή, ως η δια των χυμών έρπουσα και κινουμένη, δι’ ης συντρίβεται η θνητότης. Και ουκ εστίν εν αυτή πύρωσις της συγκράσεως, ητις σύγκρασις τη κολακεία, της ηδονης κόπον παρέχει τη νηπιώδει φύσει Υπόμεινον τον μόχθον του αγώνος, εις όν προς δοκιμασίαν εισήχθης, ίνα λάβης παρά Θεού στέφανον, και αναπαύση, διαπεράσας εκ τούδε του κόσμου. Μνημόνευε και της ανέσεως εκείνης, ητις ουκ έχει πέρας, και της ζωής της ακολακεύτου και της τάξεως της τελείας και της αμετακινήτου οικονομίας και της αιχμαλωσίας της καταναγκαζούσης αγαπήσαι τον Θεόν, της κυριευούσης της φύσεως.
Ης αξιωθείημεν χάριτι Χριστού, ω η δόξα συν τω ανάρχω Πατρί και τω παναγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας. Αμήν.
Πηγή : isaakosyros.blogspot.gr

Όσιος Ισαάκ ο Σύρος – Ασκητικά. Λόγος Νς΄: Περί του ότι συμφερόντως συνεχώρησεν ο Θεός την ψυχήν δεκτικήν είναι των παθών, εν ω και περί ασκητικών εργασιών.

Όσιος Ισαάκ ο Σύρος – Ασκητικά. Λόγος Νς΄: Περί του ότι συμφερόντως συνεχώρησεν ο Θεός την ψυχήν δεκτικήν είναι των παθών, εν ω και περί ασκητικών εργασιών.

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Όσιος Ισαάκ ο Σύρος – Ασκητικά.
Όσιος Ισαάκ ο Σύρος
Ασκητικά
Λόγος Νς΄: Περί του ότι συμφερόντως συνεχώρησεν ο Θεός την ψυχήν δεκτικήν είναι των παθών, εν ω και περί ασκητικών εργασιών.
Το εν τινι συμπτώματι της αμαρτίας ολισθαίνειν δηλωτιν εστί της φυσικής ασθενείας. Διότι συμφερόντως συνεχώρησεν ο Θεός την ψυχήν δεκτικήν αυτήν είναι των παθών ου γαρ συνείδεν ανωτέραν τούτων αυτήν καθιστάναι προ της δευτέρας παλιγγενεσίας. Το δεκτικήν είναι των πα­θών ωφέλιμον προς την της συνειδησεως κατακέντησιν.Το μέντοι διαμείναι εν τούτοις αναιδές και αναίσχυντον. Τρεις τρό­ποι εισί, δι’ών πάσα ψυχή λογική τω Θεώ προσεγγίσαι δύναται ή δια θερμότητος πίστεως ή δια φόβου ή δια παιδείας Κυρίου. Ουδείς δε δύναται προσεγγίσαι τη του Θεού αγάπη, ει μη προηγήσηται εις των τριών τρόπων τούτων.

Ώσπερ από της γαστριμαργίας τίκτεται η ταραχη των λογισμών, ούτω και από πολυλογίας και αταξίας των συντυχιών η άγνοια και η του νου έκστασις. Η των βιωτικών πρα­γμάτων μέριμνα ταράσσει την ψυχήν, και το υπό τούτων συμφύρεσθαι τον νουν συμφύρει και της γαλήνης εκβάλλει.
Πρέπει τω παραδεδωκότι εαυτόν μοναχώ τη επουρανίω γεωργία, αεί και δια παντός πάσης βιωτικης φροντίδος εκτός είναι, ίνα, εν εαυτώ γενόμενος, μηδέν όλως εν εαυτώ εύρη του παρόντος αιώνος. Εκ γαρ των τοιούτων αργός γενόμενος, απερισπάστως δύναται μελετάν εν τω νόμω του Κυρίου ημέρας και νυκτός. Οι σωματικοί κόποι άνευ της του νου καθαρότητος, ως άτεκνος μήτρα και μαστοί κατάξηροι τη γαρ του Θεού γνώσει προσεγγίσαι ου δύνανται. Και το μεν σώμα κατάκοπον ποιούσιν, εκριζούν δε τα πάθη εκ του νοός ου φροντίζουσί δια τούτο θεριούσι ουδέν.
Ώσπερ ο σπείρων επ’ ακάνθαις ουδέν δύναται θερίσαι, ούτως ο τη μνησικακία εαυτόν αφανίζων και τη φιλοκτημοσύνη ουδέν δύναται ανύσαι, αλλά στένει επί της κοίτης αυτού εκ της πολλης αγρυπνίας και αποχής των πραγμάτων. Και μαρτυρεί η Γραφή η λέγουσα’ «ως λαός εργαζόμενος δικαιοσύνην, και ως μηδεμιάς των εντολών Κυρίου αμελήσας, ζητούσι την παρ’ εμού δικαιοσύνην και αλήθειαν, και βούλονται προσ­εγγίσαι μοι τω Θεώ, λέγοντες ίνα τι ενηστεύσαμεν, και ουκ είδες; και εαυτούς εταπεινώσαμεν, και ουκ έγνω; εν γαρ ταίς ημέραις των νηστειών υμών ποιείτε τα θεληματα υμών, λέγω δη, τάς πονηράς ενθυμήσεις υμών». Και ως ειδώλοις ολοκαρπώσεις προσφέρετε αυτάς, και τους χαλεπούς διαλογισμούς, ουςως Θεόν ελογίσασθε εν αυτοίς, το υμέτερον αυτοίς θυσιάζοντεςσώμα, το πάντων θυμιαμάτων τιμιώτερον, όπερ εμοί αφιερώσαι έχρην υμάς δια της υμών αγαθοεργίας και καθαράς συνει­δήσεως.
Εύθετος γη εστίν η ευφραίνουσα τον εαυτής γεωργόν τη μέχρις εκατόν καρποφορία ψυχή η στιλβωθείσα τη του Θεού μνήμη και τη ακοιμήτω αγρυπνία νυκτός και ημέρας. Εκεί οικοδομεί ο Κύριος επί την ασφάλειαν αυτής νεφέλην σκέπουσαν αυτήν εν ημέρα και φωτί πυρός διαυγάσας την νύ­κτα. Έσωθεν του γνόφου αυτής φως λάμψει.
Ώσπερ νέφος καλύπτει το φως της σελήνης, ούτως οι ατμοί της γαστρός διώκουσι την σοφίαν του Θεού εκ της ψυχής. Και καθάπερ πυρός φλόξ εν ξηροίς ξύλοις, ούτω και το σώμα γαστρός εμπιπλαμένης. Και καθάπερ ύλη παρά ύλης αύξει την φλόγα του πυρός, ούτως η ποικιλία των βρωμάτων την του σώματος κίνησιν.
Εν σώματι φιληδόνω η γνώσις του Θεού ουκ οικεί, και ο αγαπών το ίδιον σώμα της του Θεού χάριτος ουκ επιτεύξεται.Ώσπέρ από ωδίνων τίκτεται καρπός ευφραίνων την τετοκυίαν, ούτως εκ του κόπου του λαιμού τίκτεται εν τη ψυχή καρπός, η γνώσις των μυστηρίων του Θεού, τοις δε οκνηροίς και φιληδόνοις αισχύνης καρπός.Ώσπερ πατήρ κήδεται τέκνου, ούτω και ο Χριστός κήδεται σώματος κακοπαθούντος δι αυτόν, και πλησίον εστί του στόματος αυτού διαπαντός. Της εν σοφία εργασίας ατίμητον το κτήμα.
Ξένος εστίν ο κατά διάνοιαν έξω γενόμενος πάντων των βιωτικών. Πενθικός εστίν ο εν πείνη και δίψη διάγων πάσας τάς ημέρας της ζωής αυτού, δια την ελπίδα των μελλόν­των αγαθών. Μοναχός εστίν ο έξωθεν του κόσμου καθήμενος και αεί δεόμενος του Θεού τυχείν των μελλόντων αγαθών.Πλούτος μοναχού εστίν η παράκλησις η γενομένη εκ του πένθους και η χαρά η εκ πίστεως η εν τοις ταμείοις της διανοίαςλάμπουσα. Ελεήμων εστίν ο μη διακρίνων κατά διάνοιαν τίνααπό τίνος, αλλά πάντας ελεών.
Παρθένος εστίν, ούχ ο το σώμα αυτού φυλάξας από της συνουσίας αμόλυντον, αλλ’ ό αιδούμενος εαυτού, όταν κατ’ ιδίαν γένηται. Ει αγαπάς την σωφροσύνην, δίωξον τους αισχρούς λογισμούς εν τε τη μελέτη της αναγνώσεως και τη εκτεταμένη προσευχή, και τότε προς τάς αίτιας της φύσεως καθοπλισθήση. Χωρίς δε τούτων αγνείαν ιδείν εν τη ψυχή αδύνα­τον.
Ει θέλεις κτήσασθαι την ελεημοσύνην, πρώτον έθιζε σαυτόν καταφρονείν πάντων, ίνα μη τω βάρει τούτων ο νους ελκυσθή και των ιδίων όρων εκτός γένηται. Της γαρ ελεημο­σύνης η ακρίβεια εν τη του αδικείσθαι αιρουμένου υπομονή δείκνυται. Της ταπεινώσεως η τελειότης εστί το φέρειν μετά χα­ράς τάς ψευδείς κατηγορίας. Ει εν αληθεια ελεήμων ει, όταν αφαιρεθής τα σα αδίκως, μη θλιβής έσωθεν, μηδέ την ζημίαν τοις έξω διηγού. Καταποθήτω δε μάλλον η ζημία των ηδικηκότων σε τη ση ελεημοσύνη, ώσπερ η αυστηρία του οίνου τη του ύδατος πληθυνότητι. Και επίδειξαι το πλήθος της ελεημο­σύνης σου εν οίς αγαθοίς αμείβη τους αδικήσαντάς σε. Καθώς και ο μακάριος Ελισσαίος εποίησε τοις εχθροίς αυτού, αιχμαλωτίσαι αυτόν βουλομένοις ότε γαρ προσηύξατο και απετύφλωσεν αυτούς τη αχλύι, επεδείξατο την εν αυτώ ούσαν δύναμιν, ότε δε βρώσιν και πόσιν δεδωκώς αυτοίς είασεν απέρχεσθαι, την εν αυτώ ελημοσύνην επεδείξατο.
Ο ταπεινόφρων εν αληθεία, αδικούμενος ου ταράσσεται, ουδέ απολογίαν ποιεί υπέρ του πράγματος, ου ηδικήθη, αλλά δέχεται τάς συκοφαντίας ως αλήθειαν και ου μέριμνα πείσαι τους ανθρώπους, ότι εσυκοφαντήθη, αλλά συγχώρησιν αιτείται. Τινές γαρ το όνομα της ακολασίας εαυτοίς επεσπάσαντο εκουσίως, μη όντες ούτως, έτεροι δε το της μοιχείας, πόρρω τούτου όντες, υπέμενον, και επικαρπίαν αμαρτίας, ην ουκ ειργάσαντο, δια των δακρύων εαυτούς επεφόρτιζον, συγχώρησιν ανομίας, ην ουκ ειργάσαντο, μετά κλαυθμού παρά των ηδικηκότων εξητούντο, πάση καθαρότητι και αγνεία όντες εστεφανωμένοι την ψυχήν. Άλλοι δε, ίνα μη δοξασθώσιν εν τη εναρέτω αυτών καταστάσει, τη ούση εν αυτοίς κεκρυμμένη, εν σχήματι παραπλήγων εαυτούς εδείκνυον, τω θείω αλάτι ηρτυμένοι όντες και τη γαλήνη πάγιοι, ώστε εκ της άκρας αυτών τελειότητος τους αγίους Αγγέλους έχειν κήρυκας των ιδίων αν­δραγαθημάτων.
Σύ μεν ταπείνωσιν νομίζεις έχειν, άλλοι δε εαυτών κατηγόρουν συ δε ουδέ υπό άλλων κατηγορούμενος φέρεις,και ταπεινόφρονα εαυτόν ψηφίζεις. Ει ταπεινόφρων ει, δόκιμασον σεαυτόν εν τούτοις, εάν ου ταράσση αδικούμενος.
Πολλάς μονάς ο Σωτήρ του Πατρός καλεί τα μέτρα της διανοίας των εν τη χώρα εκείνη αυλιζομένων, λέγω δη τάς διακρίσεις και διαφοράς των πνευματικών χαρισμάτων, εν οίς κατά διάνοιαν εντρυφώσιν. Ου γαρ διαφορά τόπων, αλλά τάξει χαρισμάτων, πολλάς μονάς είρηκε. Καθάπερ έκαστος του αισθητού ηλίου κατά την καθαρότητα της οπτικής δυνάμεως τε και αντιλήψεως κατατρυφά. Και καθάπερ ενός λύχνου εν ενί οίκω διαυγάζοντος, διάφορος η αυγή γίνεται, του φωτός μη μεριζομένου εις πολλάς λαμπηδόνας, ούτως εν τω μέλλοντι αιώνι οι δίκαιοι πάντες αυλίζονται εν μια χώρα αδιαιρέτως. Έκαστος δε κατά το εαυτού μέτρον εξ ενός νοητού ηλίου διαυγάζεται και την ευφροσύνην, ως εξ ενός αέρος και τόπου και καθέ­δρας και θεωρίας και σχηματος.
Και ου θεωρεί τις τα μέτρα του εταίρου αυτού, ούτε του υπερέχοντος, ούτε του υποδεεστέρου, ίνα μη, ορών την υπερβάλλουσαν χάριν του εταίρου αυτού και το εαυτού υστέρη­μα, γένηται αυτώ ταύτα λύπης και αδημονίας αίτια. Μη γένοιτο τούτο είναι, όπου ουκ έστι λύπη, ουδέ στεναγμός, αλλ’ έκαστος κατά την δοθείσαν αυτώ χάριν, κατά το μέτρον αυτού, έσω εν αυτού ευφραίνεται. Μία δε η θεωρία η έξωθεν των πάντων εστί, και μία η χαρά, και χωρίς των δύο τούτων τάξεων ουκ εστίν άλλη μεσιτεύουσα τάξις. Λέγω δη μίαν μεν την άνω, ετέραν δε την κάτω, μέση δε τούτων η ποικιλία της διαφοράς των αμοιβών.
Ει δε αληθές τούτο, καθώς και αληθές εστί, τι αφρονέστερον ή ανοητότερον των λεγόντων ότι άρκετόν μοι της γεέννης διαφυγείν, του δε εις την βασιλείαν εισελθείν ου μέλει μοι; Το γαρ διαφυγείν της γεέννης, αυτό τούτο εστί το εισελθείν εις την βασιλείαν, ώσπερ και το ταύτης εκπίπτειν εις την γέενναν εισελθείν εστίν. Ου γαρ εδίδαξεν ημάς η Γραφή τρεις χώρας, αλλά τι; «Όταν έλθη ο Υιός του ανθρώπου εν τη δόξη αυτού και στήση τα μεν πρόβατα εκ δεξιών αυτού, τα δε ερίφια εξ ευωνύμων». Ουδέ γαρ τρία τάγματα είπεν, αλλά δύο, εν εκ δεξιών και εν εξ ευωνύμων. Και διεχώρισε τα όρια των διαφο­ρών των κατασκηνωμάτων αυτών, ειπών ότι, «απελεύσονται ούτοι εις κόλασιν αίώνιον», δηλονότι οι αμαρτωλοί «οι δε δί­καιοι εις ζωήν αιώνιον εκλάμψουσιν ως ο ήλιος». Και πάλιν «ήξουσιν από ανατολών και δυσμών, και ανακληθήσονται εν τοις κόλποις Αβραάμ εν τη βασιλεία των ουρανών, οι δε υιοί της βασιλείας εκβληθήσονται εις το σκότος το εξώτερον, όπου ο κλαυθμός και ο βρυγμός των οδόντων».Όπερ εστί παντός πυρός φοβερώτατον.
Άρα ούν ου συνήκας έκ τούτων, ότι η εναντία της άνω τάξεως στάσις, αύτη εστίν η γέεννα η βασανίζουσα; Καλόν ούν εστί το διδάξαι τους ανθρώπους το αγαθόν του Θεού και επισπάσασθαι αυτούς εν τη διαμονή της προνοίας του Θεού και εκ της πλάνης εις την επίγνωσιν της αληθείας μετενεγκείν. Ού­τος γαρ ην ο του Χριστού και των Αποστόλων τρόπος, και εστίν υψηλός πάνυ. Εάν δε ο άνθρωπος αισθάνηται εαυτού εκ της διαγωγης ταύτης και της συνεχούς κοινωνίας, ότι ασθενεί η συνείδησις αυτού εν τη θεωρία και ταράσσεται η γαληνη αυτού και η γνώσις σκοτίζεται, διότι άκμην η διάνοια αυτού δέεται φυλακής και της των αισθήσεων υποταγής και εν τω θέλειν άλλους θεραπεύειν την ιδίαν υγείαν αυτού απόλλυσι και εξέρχε­ται εκ της ιδίας ελευθερίας του ιδίου βουλήματος εις την ταραχήν του νοός, ο τοιούτος μνημονεύτω του αποστολικού ρητού παραινούντος και λέγοντος, «των τελειότερων είναι την στερεάν τροφην», και εις τουπίσω στραφήτω, ίνα μη ακούση παρ’ αυτού, ως εν υποδείγματι, «ιατρέ, θεράπευον σεαυτόν» και εαυ­τόν κατακρινέτω, και την ιδίαν ευεξίαν φυλαξάτω και αντί των αισθητών αυτού λόγων η αγαθή αυτού πολιτεία διακονείτω, και αντί των φωνών του στόματος αυτού η πράξις αυτού διδασκέτω. Και ηνίκα αν εν υγεία την ψυχήν αυτού γνώ, τότε και άλλους ωφελείτω, και εν τη υγεία αυτού θεραπευέτω. Όταν γαρ ευρεθή μακράν των ανθρώπων, μάλλον δύναται αυτούς ευεργετήσαι εν τω ζήλω των αγαθών έργων ήπερ εν λόγοις, άρρωστος υπάρχων και αυτός και χρήζων της ιατρείας πλείον αυτών. «Τυ­φλός γαρ τυφλόν εάν οδηγή, είς βόθυνον εμπεσούνται».
Των υγιαινόντων γαρ εστίν η στερεά τροφη, των τα αισθητήρια γεγυμνασμένα εχόντων και δυναμένων δέξασθαι πάσαν τροφήν λέγω δη, τάς προβολάς πασών των αισθήσεων,και μη βλαβήναι την καρδίαν εκ πάντων των συναντημάτων, δια την γυμνασίαν της τελειώσεως.
Όταν θελήση ο διάβολος των τοιούτων μολύναι τον νουν εν τη της πορνείας μνήμη, πρώτον τη φιλία της κενοδοξίας δοκιμάζει την υπομονήν αυτών, και η προκάταρξις του λογι­σμού τούτου ου δοκεί πάθος είναι ούτω ποιείν είωθε τοις τον νουν παραφυλαττομένοις, οίς ου δυνατόν τάχιστα εγκαταβαλείν άτοπον ενθύμησιν. Ηνίκα δ’ αν εκβάλη αυτόν εκ του οχυρώματος αυτού και άρξηται τω προτέρω συνδιαλέγεσθαι λογισμώ και μακρύνειν αυτόν εκείθεν, τηνικαύτα προσυπαντά αυτώ εν τη ύλη της πορνείας και διαστρέφει τον νουν εις τα της ακολασίας πράγματα.
Και πρώτον ταράσσεται εν τη αιφνιδίω αυτών προβολή,δια την προϋπάρξασαν σωφροσύνην των λογισμών, την προϋπαντήσασαν τοις πράγμασιν, ων τίνων της θεωρίας ο κυ­βερνήτης νους ην απεσχοινισμένος. Και γαρ καν παντελώς μη μολυνθή, αλλ’ ούν της προτέρας αξίας αυτόν κατέβαλεν. Εάν δε στραφή εις τα οπίσω και προκαταβάλη την προτέραν των λογισμών προσβολήν, ήτις εστίν αιτία της των δευτέρων επα­γωγής, τότε δύναται ευκόλως συν Θεώ κατακρατήσαι του πά­θους.
Κρείσσον εν τη μνήμη των αρετών υποκλέπτειν τα πάθη, η τη αντιστάσει. Διότι τα πάθη, όταν εκ της οικείας χώρας εξέλθη και κινηθή προς πόλεμον, τότε σχήματα και είδωλα εν­τυποί εν τω νοΐ. Επικράτειαν γαρ πολλήν κέκτηται ο πόλεμος ούτος κατά του νοός σφόδρα, τάς ενθυμήσεις εκταράσσων και θορυβών. Κατά μέντοι τον πρότερον όρον, όν έφαμεν, ουδέ ίχνος παθών εμφαίνεται εν τω νοΐ μετά την τούτων αποδίωξιν.
Ο σωματικός κόπος και η μελέτη των θείων Γραφών φυλάσσει την καθαρότητα, τον δε κόπον βεβαιοί η ελπίς και ο φόβος, την δε ελπίδα και τον φόβον συνιστά εν τη διανοία ο μακρυσμός των ανθρώπων και η αδιάλειπτος προσευχή.Έως ού δέξηται άνθρωπος τον Παράκλητον, δέεται των θείων Γρα­φών, ίνα η μνήμη των αγαθών εντυπωθή εν τη διανοία αυτού και εκ της αδιαλείπτου αναγνώσεως ανακαινισθή εν αυτώ η προς το αγαθόν κίνησις και φυλάξη την ψυχήν αυτού εκ της λεπτότητος των οδών της αμαρτίας. Διότι ούπω εκτήσατο την δύναμιν του Πνεύματος, την μακρύνουσαν την πλάνην, την αιχμαλωτίζουσαν τάς ψυχωφελείς μνήμας και προσεγγίζουσαν τη εν τω σκορπισμώ του νου ψυχρότητι.
Όταν γαρ η δύναμις του Πνεύματος επιβή επί την ψυχική δύναμιν την ενεργούσαν εν αυτώ, τότε, αντί του νόμου των Γραφών, ριζούνται αι εντολαί του Πνεύματος εν τη καρδία, και τότε κρυπτώς εκ του Πνεύματος μανθάνει, και ου δέεται της βοηθείας της εκ της αισθητής ύλης. Εν όσω γαρ η καρδία της ύλης μανθάνει, ακολούθως έπεται τη μαθήσει η πλάνη και η λήθη, όταν δε η διδασκαλία υπό του Πνεύματος η, τότε η μνήμη αβλαβής φυλάττεται.
Εισί λογισμοί αγαθοί και εστί θελήματα αγαθά εισί δε λογισμοί πονηροί και καρδία πονηρά. Η πρώτη τάξις κίνησις εστί διαβαίνουσα εν τω νοί, ως ο εν τη θαλάσση διεγειρόμενος άνεμος και μετεωρίζων τα κύματα, η δε δευτέρα τάξις εστίν η κρηπίς και το θεμέλιον, και κατά τον της κρηπίδος όρον γίνεται η αμοιβή των αγαθών και των φαύλων, και ουκατά την των λογισμών κίνησιν. Η ψυχή εκ της κινήσεως τωντρεπτών λογισμών ου γαληνιά. Εάν δε εκάστω τούτων αμοιβήν δώς, κρηπίδα κάτω εν τη καρδία μη έχουσαν, πλησίον ειλοιπόν συ του μυριάκις καθ’ ημέραν αλλοιώσαι τα τε αγαθάσου τα τε εναντία.
Όρνις άπτερος εστί νους νεωστί εξεληλυθώς εκ της συμπλοκής αγωνιζόμενος υψωθήναι εκ των γηινων πραγμάτων και μη δυνάμενος, άλλ’ άκμην επί πρόσωπον της γης έρπων, πετασθήναι έτι μη εξισχύων πλην συνάγων τάς ενθυμήσεις αυτού εν τη αναγνώσει και εν τη εργασία και τω φόβω και τη φροντίδι της ποικιλίας των αρετών, παρεκτός γαρ τούτων γνώναί τι ου δύναται. Και ταύτα μεν, προς βραχύν καιρόν φυλάττουσιν αμόλυντον τον νουν, ύστερον δε επέρχονται αί μνήμαι, και εκταράττουσι και μολύνουσι την καρδίαν. Ούπω γαρ ήσθετο του ησύχου της ελευθερίας, προς όν δια της άμνηστιας των πραγμάτων μετά μικρόν χρόνον συνάγει τον νουν.Διότι ακμήν σωματικάς τάς πτέρυγας κέκτηται, λέγω δη τάς αρετάς, αίτινες φανερώς εκτελούνται. Τάς μέντοι αρετάς της θεωρίας ούπω εθεάσατο, ουδέ της τούτων αισθήσεως ηξιώθη αίτινες εισί πτέρυγες του νοός, δι’ ων προσεγγίζει τις τοις επουρανίοις και απέχεται των γηίνων.
Εν όσω τοις αισθητοίς πράγμασιν υπηρετεί τις τω Κυρίω, οι τύποι τούτων των πραγμάτων εγχαράττονται εν τοις διαλογισμοίς αυτού, και εν σωματικοίς σχήμασι διαλογίζεται τα θεία. Ηνίκα δ’ αν αίσθησιν λάβη των όντων έσωθεν των πραγμάτων, τηνικαύτα κατά το μέτρον της αισθήσεως αυτού έσται ο νους υψηλότερος των σχημάτων των πραγμάτων κατά και­ρόν και καιρόν.
Οφθαλμοί Κυρίου επί τους ταπεινούς τη καρδία, και ώτα αυτού εις δέησιν αυτών». Προσευχή ταπεινόφρονος, ως εκ στόματος προς ώτα. Εν τω καιρώ της ησυχίας σου βόησον εν έργοις αγαθοίς της ταπεινώσεως’ Κύριε ο Θεός μου, συ φωτιείς το σκότος μου.
Όταν η ψυχή σου εγγίση εξελθείν εκ του σκότους, τούτο το σημείον έστω σοι καίεται η καρδία σου και διαθερμαίνεται ως το πυρ νυκτός και ημέρας, ώστε όλον τον κόσμον ηγείσθαί σε σκύβαλα και σποδόν, και ουδέ της τροφης ορέγεθαι εκ της γλυκύτητος των λογισμών των καινών και διαπύρων, των κινουμένων αεί εν τη ψυχή σου. Και εξαίφνης δίδοταί σοι πηγή δακρύων, ως χείμαρρος ρέων χωρίς βίας, μεμιγμένος εν πάσι τοις έργοις σου, εν τε τη αναγνώσει σου, φημί, και ευχή σου, εν τε τη μελέτη σου και βρώσει σου και πόσει σου, και εν παντί έργω σου τα δάκρυα σου κεκερασμένα εν αυτώ ευρίσκεται.
Και όταν ίδης ταύτα εν τη ψυχή σου, ευθαρσής γενού, ότι την θάλασσαν διεπέρασας, και ούτω πρόσθες εν τοις έργοις σου και καλώς κράτησον την φυλακήν, όπως αν η χάρις ημέραν καθ’ ημέραν πληθυνθή εν σοι. Έως δε τούτοις ουκ απαντήσης, ακμήν ουκ ετελείωσας την οδόν σου, του φθάσαι εις το όρος του Θεού. Ει δε και μετά το ευρείν σε και λαβείν την χάριν των δακρύων παύσονται, και η θέρμη σου ψυχρανθή άνευ αλλοιώσεως ετέρου πράγματος, ήγουν σωματικής ασθε­νείας, ουαί σοι τι απώλεσας! Η γαρ εις οίησιν ήλθες η εις αμέλειαν ή και εις χαυνότητα. Τι δε επακολουθεί τοις δάκρυσι μετά το λαβείν αυτά και τι μετά ταύτα απαντήσει αυτώ, ύστε­ρον εν άλλω τόπω μέλλομεν γράψαι, εν τοις περί προνοίας κεφαλαίοις, ως υπό των πατέρων και των γραφών εφωτίσθημεν, των πιστευθέντων τα τοιαύτα μυστήρια.
Εάν έργα μη έχης, μη λαλήσης περί αρετών. Τίμιαι εναντίον Κυρίου αι θλίψεις αι υπέρ αυτού και δι’ αυτόν, υπέρ πάσαν εύχην και θυσίαν. Και οσμή ιδρώτος αυτών υπέρ πάντα τα αρώματα. Εκάστην αρετήν χωρίς κόπου σωματικού γινομένην, ως έκτρωμα άψυχον ηγού. Προσφορά δικαίων, δάκρυα οφθαλμών αυτών. Και θυσία αυτών δεκτή, οι εν αγρυπνίαις στεναγμοί αυτών. Κεκράξονται προς Κύριον οι δίκαιοι τω βάρει του σώματος στενούμενοι, και εν οδύνη τάς ικεσίας εκπέμψουσι προς Θεόν, και επί τη κραυγή της φωνής αυτών τα άγια τάγματα προς βοήθειαν αυτών παραγίνεται του θαρσοποιήσαι αυτούς τη ελπίδι και παραμυθήσασθαι. Κοινωνοί γαρ είσιν οι άγιοι Άγγελοι των παθών και των θλίψεων των αγίων τη προς αυτούς εγγύτητι.
Η καλή εργασία και ταπεινοφροσύνη Θεόν ποιεί τον άνθρωπον επί της γης, η δε πίστις και η ελεημοσύνη προς την καθαρότητα ταχέως προσπελάσαι ποιεί. Την θέρμην και την σνντριβήν της καρδίας εν μιά ψυχή γενέσθαι αδύνατον, ως ουδέ τοις εν μέθη των λογισμών η επικράτεια. Όταν γαρ δοθή τη ψυχή αυτη η θέρμη, επαίρεται η συντριβή του πένθους. Ό μεν οίνος εις ιλαρότητα, η δε θέρμη προς ευφροσύνην της ψυχής δεδώρηται. Εκείνος το σώμα θερμαίνει, ο δε του Θεού λό­γος την διάνοιαν. Οι τη θέρμη πυρπολούμενοι τη μελέτη της ελπίδος αρπάζονται και απαρτίζουσι την διάνοιαν προς τον αιώνα τον μέλλοντα. Καθάπερ γαρ οι μεθυσκόμενοι οίνω είδωλα τίνα φαντάζονται ενηλλαγμένα, ούτω και οι εν τη ελπίδι μεθυσκόμενοι και θερμαινόμενοι ούτε θλίψιν επίστανται ούτε τι κοσμικόν. Ταύτα συμβαίνει τοις απλουστέροις τη καρδία και θερμοτέροις τη ελπίδι, και άλλα τοιαύτα, μετά την επίμονον εργασίαν και καθαρότητα, άτινα ητοίμασται τοις εν τη τρίβω των αρετών πορευομένοις. Ταύτα γίνονται εν τη αρχή της οδού δια της πί­στεως της ψυχής. Πάντα γαρ όσα θέλει ο Κύριος ποιεί.
Μακάριοι περιζωσάμενοι τάς οσφύας αυτών προς την θλίψεων θάλασσαν εν απλότητι και ανεξετάστω τρόπω, χάριν της προς Θεόν αγάπης, και μη δόντες νώτα. Ούτοι ταχέως προς λιμένα της βασιλείας διασώζονται, και αναπαύονται εν σκηνώμασι των καλώς κοπιασάντων και ψυχαγωγούνται εκ της ταλαιπωρίας αυτών και αγάλλονται εν τη ευφροσύνη της ελπίδος αυτών. Οι επ’ ελπίδι τρέχοντες προς το σκολιόν της οδού ουκ επιστρέφουσιν, ουδέ επιμένουσι διερευνάν περί τού­του, αλλ’ όταν διαπερώσι την θάλασσαν, τότε το σκολιόν καθορώντες, τω Θεώ την ευχαριστίαν προσφέρουσι πώς ερρύσατο αυτούς εκ των στενωπών και κρημνών και της τοιαύτης τραχύτητος, αυτών μη ειδότων. Οι δε πολλούς διαλογισμούς δια­νοούμενοι και θέλοντες σφόδρα είναι σοφοί και παραδίδοντες εαυτούς ταίς αναστροφαίς και των λογισμών τη δειλία και προευτρεπιζόμενοι και προβλέπειν βουλόμενοι τάς βλαπτικάς αι­τίας, οι πλείστοι τούτων επί θύραις των εαυτών οίκων διαπαντός καθήμενοι ευρίσκονται.
Οκνηρός εις οδόν αποσταλείς, ερεί «Λέων κατά την οδόν και φονίσκοι κατά της πλατείας». Και ως οι ειπόντες’ «οίους γιγάντων εωράκαμεν εκεί, και ήμεν ενώπιον αυτών,ωσεί ακρίδες». Ούτοι εισίν οι εν τω καιρώ της τελευτής αυτών ευρισκόμενοι εν τη οδώ, οι αεί θέλοντες είναι σοφοί, βαλείν δε αρχήν παντελώς μη βουλόμενοι. Ό δε ιδιώτης νηχόμενος διαπερά εν τη πρώτη θέρμη, φροντίδα του σώματος παντελώς μη ποιούμενος, μηδέ διαλογιζόμενος εν εαυτώ, ει άρα ανύει τι εκ της αυτού πραγματείας ή ου.
Μη σοι γένηται το πολύ της σοφίας ολίσθημα τη ψυχή και παγίς προ προσώπου σου, αλλ επί τω Θεώ πεποιθώς, εν ανδρεία βάλε αρχήν της αίματος πεπληρωμένης οδού, ίνα μη ευρέθης αεί επίδεης και γυμνός της του Θεού γνώσεως. «Ό γαρ δεδιώς ή περιμένων τους ανέμους, ου σπερεί». Κρείσσον θάνατος υπέρ του Θεού, ή ζωή μετ’ αισχύνης και οκνηρίας. Όταν θέλης βαλείν αρχήν εις έργον του Θεού, πρώτον διαθήκην ποίησον, ως μη έχων έτι ζωήν εν τωδε τω βίω και ώσπερ τις προευτρεπισθείς εις θάνατον, και απελπίσας της παρούσης ζωής, ως φθάσας της σης προθεσμίας τον καιρόν. Και τούτο έχε εν αληθεία εν τη ση διανοία, εις το μη εμποδισθήναι σε τη ελπίδι της παρούσης ζωής εις το αγωνίσασθαι και νικήσαι. Η γαρ ελπίς της ζωής ταύτης χαυνοί την διάνοιαν. Δια τούτο μη σοφίζον περισσά παντελώς, αλλά δός τόπον τη πίστει εν τη διανοία σου και μνημόνευε των ημερών των πολλών των οπί­σω και ανεκδιηγήτων αιώνων των μετά θάνατον και κρίσιν, και ου μη εισέλθη ποτέ χαυνότης επί σε, κατά τον λέγοντα σοφόν, ότι «χίλια έτη του νυν αιώνος, ουκ είσιν ως ημέρα μία εν τω αιώνι των δικαίων».
Εν ανδρεία άρξαι παντός έργου αγαθού και μη εν διψυχία προσέλθης αυτοίς και μη διστάσης εν τη καρδία σου εις την ελπίδα του Θεού, ίνα μη ο κόπος σου γένηται ανόνητος και επιβαρής η εργασία της γεωργίας σου, αλλά πίστευε εν τη καρδία σου, ότι ελεήμων ο Κύριος και τοις εκζητούσιν αυτόν δίδωσι την χάριν ως μισθαποδότης, ου κατά την ημετέραν εργασίαν, αλλά κατά την προθυμίαν των ημετέρων ψυχών και την πίστιν. Φησί γαρ, «ως επίστευσας, γενηθήτω σοι.
Αι δε εργασίαι των κατά Θεόν πολιτευόμενων είσιν αύται. Ό μεν ραπίζει την κορυφην αυτού όλην την ημέραν και αντί των συνάξεων των ωρών, ούτω διατελεί. Και άλλος τη γονυκλισία προσκαρτερών και διαμένων συνάπτει τον αριθμόν των ευχών αυτού. Άλλος τω πλήθει των δακρύων αυτού αναπληροί τον τόπον των συνάξεων αυτού και αρκείται εν αυτοίς. Άλλος σπουδάζει εν τη μελέτη της εννοίας και συνάπτει τον κανόνα τον ορισθέντα αυτώ. Άλλος βασανίζει την ψυχήν αυτού εν τη πείνη, ώστε μη δύνασθαι αυτόν τελειώσαι τας συνάξεις αυτού. Και άλλος τη διαπύρω μελέτη των ψαλμών διαμένων, αυτήν ποιείται την σύναξιν αδιάλειπτον. Άλλος σχολάζει εις ανάγνωσιν και θερμαίνεται η καρδία αυτού. Άλλος αιχμαλωτί­ζεται κατανοών τα θεία νοήματα των θείων Γραφών. Άλλος εκπληττόμενος εκ των θαυμάτων των στίχων, κωλύεται υπό της συνήθους μελέτης και σιωπής κρατούμενος. Και άλλος γευσάμενος τούτων απάντων και κορεσθείς, εστράφη εις τα οπί­σω, και έμεινεν άπρακτος. Και άλλος μικρόν τι εξ αυτών εγεύσατο μόνον, και τυφωθείς, επλανήθη. Και άλλος υπό της πολ­λής νόσου και αδυναμίας αυτού εκωλύθη φυλάξαι τον κανόνα αυτού. Και άλλος υπό εθισμού τίνος ή επιθυμίας κρατούμενος, ή φιλαρχίας ή κενοδοξίας ή πλεονεξίας ή του συνάξαι ύλην. Και άλλος προσέκοψε και ανέστη και ουκ έστρεψε τον νώτον αυ­τού, έως ου έλαβε τον μαργαρίτην τον πολύτιμον.
Συ ούν μετά χαράς και προθυμίας αεί βάλε αρχήν εις το έργον του Θεού. Και εάν καθαρός η εκ των παθών και του δισταγμού της καρδίας, ο Θεός αυτός αναβιβάσει σε εις την κορυφήν και βοηθεί σοι και σοφίζει σε κατά το θέλημα αυτού, και εν θαύματι λαμβάνεις την τελειότητα.
Αυτώ η δόξα και το κράτος νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Πηγή : isaakosyros.blogspot.gr

Όσιος Ισαάκ ο Σύρος – Ασκητικά. Λόγος ΝΖ΄: Περί αλλοιώσεως της εν τη ψυχή γινομένης εν παντί καιρώ φωτός και σκότους, και εκβιβασμού εν τοις δεξιοίς και αριστεροίς γενομένου.

Όσιος Ισαάκ ο Σύρος – Ασκητικά. Λόγος ΝΖ΄: Περί αλλοιώσεως της εν τη ψυχή γινομένης εν παντί καιρώ φωτός και σκότους, και εκβιβασμού εν τοις δεξιοίς και αριστεροίς γενομένου.

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Όσιος Ισαάκ ο Σύρος – Ασκητικά.
Όσιος Ισαάκ ο Σύρος
Ασκητικά
Λόγος ΝΖ΄: Περί αλλοιώσεως της εν τη ψυχή γινομένης εν παντί καιρώ φωτός και σκότους, και εκβιβασμού εν τοις δεξιοίς και αριστεροίς γενομένου.
Ίδωμεν, ώ αγαπητοί, εν τη ψυχή ημών τη ώρα της ευχής, εάν έχωμεν θεωρίαν εν τοις στίχοις της μελέτηςκαι της εύχης αύτη γαρ γίνεται από της αληθινής ησυ­χίας. Και εν τω καιρώ, εν ώ γινόμεθα εν τη σκοτώσει, μη ταραχθώμεν, και μάλιστα εάν μη εξ ημών η αιτία ταύτης η. Τη προνοία δε του Θεού λογίζου ταύτην, δια τάς αιτίας, ας οίδεν αυτός μόνος ο Θεός. Και γαρ εν καιρώ τινι πνίγεται η ψυχή ημών, και γίνεται ως εν κύμασι και εάν αναγνώ τις εις Γραφήν και εάν λειτουργήση και εν παντί πράγματι, ω προσέγγιση, σκότωσιν επί σκοτώσει λαμβάνει. Και εξέρχεται ο τοιούτος και πολλάκις ουδέ προσεγγίσαι άφίεται, και ου πιστεύει παντελώς ούτος, ότι δέχεται άλλοίωσιν, και γίνεται εν ειρήνη. Αύτη η ώρα πεπλήρωται απογνώσεως και φόβου, και ελπίς του Θεούκαι η παράκλησις της πίστεως αυτού τελείως εκβάλλεται εκ της ψυχής, και όλη εξ όλου πληρούται δισταγμού και φόβου.

Οι πειρασθέντες εν τω κύματι τούτω της ώρας ταύτης, εκ της πείρας γινώσκουσι την αλλοίωσιν την ακολουθούσαν εν τω τέλει αυτής. Ουκ εά δε ο Θεός την ψυχήν εν τούτοις ημέραν τελείαν, επί είχεν απολέσθαι της ελπίδος των Χριστιανών, αλλά ταχέως έκβασιν ποιεί αύτη. Εάν δε επί πλείον επιμένη η όχλησις της σκοτώσεως ταύτης, αλλοίωσιν ζωής εκ του μέσου αυτής εκδέχου εν τάχει.
Σοι δε εγώ, ώ άνθρωπε, υποτίθεμαι και συμβουλεύω σοι εάν ουκ έχης ισχύν κρατήσαι εαυτόν και πεσείν επί πρό­σωπον σου εν τη ευχή, έλιξον την κεφαλήν σου εν τω παλλίω σου και κοιμώ, έως αν παρέλθη η ώρα αύτη της σκοτώσεως από σου, εκ δε του σκηνώματος σου μη εξέλθης. Τούτον τον πειρασμόν πειράζονται μάλιστα οι εν τη πολιτεία της διανοίας επιθυμούντες διάγειν και την παράκλησιν της πίστεως επιζητούντες εν τη πορεία αυτών. Δια τούτο και πλέον των απάντων οδύνην και κόπον αυτοίς ποιεί η ώρα αύτη εν τω δισταγμώ της διανοίας. Ακολουθεί δε αύτη ισχυρώς η βλασφημία. Και ποτέ μεν δισταγμός περί της αναστάσεως συμβαίνει αυτώ και άλλα, άπερ ου δει ημάς εξειπείν. Τούτων πάντων πολλάκις εν πείρα γεγόναμεν και προς παράκλησιν των πολλών εγράψαμεν τον αγώνα τούτον.
Οι εν τοις σωματικοίς έργοις διάγοντες έξωθεν τούτων είσι παντελώς. Άλλ’ η ακηδία έρχεται αυτοίς, η πάσιν έκδη­λος υπάρχουσα, και κεχωρισμένη εστί τοις τρόποις εκ τούτων και των τοιούτων. Η υγεία τούτου και η ιατρεία εκ της ησυχίας βρύει. Τούτο δε εστίν η παράκλησις αυτού. Εν τη συντυχία δε ουδέποτε δέχεται το φως της παρακλησεως και εν ομιλίαις ανθρώπων ου θεραπεύεται, αλλά προς καιρόν αναπαύεται και μετά ταύτα επανίσταται αυτώ ισχυρότερον. Και δέεται αναγκαίως ανθρώπου πεφωτισμένου, του έχοντος πείραν εν τούτοις, φωτισθήναι παρ’ αυτού και εκδυναμωθήναι εν παντί καιρώ της χρείας, ουχί πάντοτε.
Μακάριος ο υπομένων εν τούτοις έσωθεν της θύρας. Εις μόνην γαρ μεγάλην και δύναμιν φθάσει μετά ταύτα, κα­θώς λέγουσιν οι Πατέρες. Όμως ουκ εν ώρα, ουδέ ευθέως παρέρχεται ο αγών ούτος. Ουδέ η χάρις προσάπαξ έρχεται τελείως και οικεί εν τη ψυχή, αλλά κατά μικρόν και μικρόν, και εκ ταύτης εκείνη. Εν καιρώ πειρασμός και εν καιρώ παράκλησις, και εν τούτοις επιμένει έως της εξόδου. Αλλοτριωθήναι γαρ τελείως εκ τούτου μη προσδοκήσωμεν ώδε, ουδέ παρακληθήναι τελείως. Ούτω γαρ ευδόκησεν ο Θεός την ζωήν ημών διοικείσθαι ενταύθα, και εν τούτοις είναι τους πορευομένους έν τη οδώ.
Αυτώ η δόξα εις τους αιώνας των αιώνων. Αμήν.

Όσιος Ισαάκ ο Σύρος – Ασκητικά. Λόγος ΝΗ΄: Περί της βλάβης του ζηλού του μωρού του ως εν προσώπω του Θεού, περί τε της βοήθειας της εκ της πραότητος και άλλων τρόπων.

Όσιος Ισαάκ ο Σύρος – Ασκητικά. Λόγος ΝΗ΄: Περί της βλάβης του ζηλού του μωρού του ως εν προσώπω του Θεού, περί τε της βοήθειας της εκ της πραότητος και άλλων τρόπων.

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Όσιος Ισαάκ ο Σύρος – Ασκητικά.
Όσιος Ισαάκ ο Σύρος
Ασκητικά
Λόγος ΝΗ΄: Περί της βλάβης του ζηλού του μωρού του ως εν προσώπω του Θεού, περί τε της βοήθειας της εκ της πραότητος και άλλων τρόπων.
Άνθρωπος ζηλωτής ουδέποτε φθάνει την ειρήνην της διανοίας, ο δε αλλότριος της ειρήνης, αλλότριος εστί της χαράς. Εάν γαρ λέγηται η ειρήνη της διανοίας υγεία τελεία, ο δε ζήλος ενάντιος της ειρήνης, λοιπόν νόσον μεγάλην νοσεί ο έχων ζήλον πονηρόν. Ω άνθρωπε, ο εξ εναντίας των αλλοτρίων νοσημάτων δοκών εκφέρειν τον ζήλον σου,

την υγείαν της ψυχής σου εδίωξας. Προς υγείαν ούν της ψυχής σου φιλοπόνησον. Εάν δε τους ασθενείς επιθυμείς θεραπεύσαι, γνώθι ότι οι άρρωστοι επιμελείας χρήζουσι μάλλον ή του επιτιμίου. Πάλιν επειδάν άλλοις συ ου βοηθής, σεαυτόν εις μεγάλην νόσον εμβάλλεις οδυνηρώς. Ουκ εκ των ειδών της σοφίας ψηφίζεται ο ζήλος εν ανθρώποις, άλλ’ εκ των νοσημάτων της ψυχής, όπερ εστί στένωσις φρονήματος και πολλή άγνοια.
Αρχή σοφίας Θεού επιείκεια και πραότης, ήτις εκ μεγάλης ψυχής γίνεται και βαστάζει τάς ασθενείας των ανθρώ­πων. «Ημείς», γαρ φησίν, «οι δυνατοί τα ασθενήματα των αδυνάτων βαστάζετε», και τον πταίοντα «διορθώσασθε εν πνεύματι πραότητος». Εκ των καρπών του Πνεύματος του αγίου αριθμεί ο Απόστολος την ειρήνην και την υπομονήν.
Καρδία πεπληρωμένη λύπης υπέρ της ασθενείας και αδυναμίας της υπέρ των σωματικών πράξεων των φανερών αναπληροί τον τόπον πάντων των σωματικών έργων. Αι πρά­ξεις του σώματος εκτός της λύπης της διανοίας, ώσπερ σώμα άψυχον εστίν. Ό τη καρδία περίλυπος και ταίς αισθήσεσιν αυτού απολελυμένος, ώσπερ άρρωστος εστίν, ο πονών σωματικώς και το στόμα αυτού λελυμένον έχων εις πάν βρώμα βλάπτον αυτόν. Ό τη καρδία περίλυπος και ταίς αισθήσεσιν αυτού λελυμένος, ως άνθρωπος εστίν έχων μονογενη υίόν και θύων αυτόν ταίς χερσίν αυτού κατά μικρόν και μικρόν. Η λύπη της διανοίας δόσις τίμια παρά τω Θεώ, και ο βαστάζων αυτήν κα­θώς πρέπει, ώσπερ άνθρωπος εστί βαστάζων εν τοις μέλεσιν αυτού αγιότητα. Άνθρωπος ο απολύσας την γλώσσαν αυτού κατά των ανθρώπων, εν αγαθοίς η κακοίς πράγμασιν, ουκ εστίν άξιος της χάριτος ταύτης. Μετάνοια μετά συντυχιών πί­θος τετριμμένος. Φιλοτιμία μετά κολαφισμών μάχαιρα βεβαμμένη εν μέλιτι.
Σωφροσύνη και ομιλία μετά γυναικός ως λέαινα μετά προβάτου εν οίκω ενί. Έργα μετά ανελεημοσύνης ενώπιον του Θεού, ως άνθρωπος θύων υιόν ενώπιον του πατρός αυτού. Ό τη ψυχή ασθενών, και διορθούμενος τους εταίρους αυτού, ώσπερ άνθρωπος εστί τυφλός τοις οφθαλμοίς και δεικνύων άλλοις την οδόν.
Η ελεημοσύνη και η δικαιοκρισία εν μιά ψυχή, ως άνθρωπος προσκυνών τω Θεώ και τοις ειδώλοις εν ενί οίκω. Η ελεημοσύνη εναντία εστί τη δικαιοκρισία. Η δικαιοκρισία εστίν ισότης του μέτρου του ίσου εκάστω γαρ ως εστίν άξιον δίδωσι, και ουκ εκκλίνει εις εν μέρος ή προσωποληπτεί εν ανταποδώ­σει. Η ελεημοσύνη δε λύπη εστί κινούμενη εκ της χάριτος και τοις πάσιν εκκλίνει συμπαθώς, και τον άξιον της κακώσεως ουκ ανταποδίδοι και τον άξιον του αγαθού υπερεμπιπλά αυτόν. Και εάν αύτη εκ του μέρους της δικαιοσύνης εστί, λοιπόν εκείνη εκ του μέρους της κακίας. Ώσπερ χόρτος και πυρ ούχ υπομένουσιν εν ενί οίκω, ούτως ουδέ η δικαιοκρισία και η ελεημοσύνη εν μια ψυχή. Ώσπερ ου συσταθμίζεται κόκκος ψάμμου προς βάρος πολύ χρυσίου, ούτως η χρεία της δικαιοκρισίας του Θεού ου συσταθμίζεται προς ομοίωσιν της ελεημοσύνης αυτού.
Ώσπερ δράξ ψάμμου πίπτουσα εις μεγάλην θάλασσαν, ούτω τα πταίσματα πάσης σαρκός προς ομοίωσιν της προνοίας και του ελέους του Θεού. Και ώσπερ ου φράττεται πηγή πηγάζουσα πλουσίως εις δράκα χοός, ούτως ου νικάται η ελεημοσύνη του δημιουργού υπό της κακίας των κτισμάτων. Ώσπερ τις σπείρων εν τη θαλάσση και προσδοκών θερίσαι, ούτως ο μνησικακών και προσευχόμενος. Ώσπερ ου δυνατόν την λαμπηδόνα του πυρός αποκλείσαι του μη ανελθείν άνω, ού­τως ουκ εμποδίζονται αί ευχαί των ελεημόνων του ανελθείν εις ουρανόν. Ώσπερ η ρύσις του ύδατος εις τον κατωφερή τόπον, ούτως η δύναμις του θυμού όταν εύρη τόπον εν τη διανοία ημών. Ό κτησάμενος την ταπείνωσιν εν τη εαυτού καρδία, ού­τος νεκρός τω κόσμω γέγονε. Και ο νεκρωθείς τω κόσμω, ενεκρώθη τοις πάθεσιν, ο δε νεκρωθείς τη καρδία εκ των ιδίων αυτού, ο διάβολος. Ό ευρών τον φθόνον, εύρε μετ’ αυτού τον διάβολον.
Έστι ταπείνωσις εκ του φόβου του Θεού, και εστί ταπείνωσις εκ της αγάπης του Θεού. Και εστίν ο δια τον φόβον του Θεού ταπεινούμενος, και εστίν ο δια την χαράν ταπεινούμενος. Και εκείνω μεν τω δια τον φόβον του Θεού ταπεινουμένω ακολουθεί επιείκεια των μελών μετά ευτάκτων αιθήσεων και καρδία συντετριμμένη εν παντί καιρώ · τούτω δε τω δια την χαράν ταπεινουμένω ακολουθεί απλότης πολλή και καρδία αυξάνουσα και ακράτητος.
Η αγάπη ου γινώσκει την αιδώ, δια τούτο ου γινώσκει δού­ναι σχημα εις εύταξίαν των μελών αυτής. Η αγάπη φυσικώς έχει το μη αιδείσθαι και λαθείν το μέτρον αυτής.
Μακάριος ο ευρών σε τον λιμένα πάσης χαράς. Αγαπητόν εστίν υπό του Θεού το άθροισμα των ταπεινών ως το άθροισμα των Σεραφίμ. Τίμιον εστί παρά τω Θεώ σώμα σώφρον πλείον θυσίας καθαράς. Τα δύο γαρ, ήγουν η ταπείνωσις και η σωφροσύνη, ενέχυρον εκ της Τριάδος ετοιμάζουσιν εν τη ψυχή.
Προς τους φίλους σου εν ευλαβεία πορεύθητι, και όταν ποίησης τούτο, και σαυτόν και αυτούς ωφελήσεις. Ότι πολλάκις προφάσει της αγάπης αποβάλλει η ψυχή τον χαλινόν της παραφυλακής. Εκ των συντυχιών παραφύλαξαι, ότι ουκ εν παντί καιρώ ωφελούσιν. Εν συναθροίσματι τίμα την σιωπήν ζημίαν γαρ πολλήν κωλύει αύτη.
Την κοιλίαν τήρει, ούχ ως την όρασιν πόλεμος γαρ οικείος αδιστάκτως κουφότερος του εξωτέρου. Μη πιστεύσης, ώ αδελφέ, ότι κωλύονται οι εσωτικοί λογισμοί, εκτός του καλώς και ευτάκτως το σώμα καταστήσαι.
Φοβήθητι τάς συνηθείας πλείω των εχθρών. Ό τρέφων παρ εαυτώ συνήθειαν, ως άνθρωπος εστί τρέφων πυρ. Το γαρ μέτρον της δυνάμεως των δύο εν ύλη συνίσταται. Η συνήθεια εάν ζητήση άπαξ και κωλυθή το αίτημα αυτής, άλλοτε ευρίσκεις αυτήν ασθενή. Και εάν ποίησης το θέλημα αυτής προσάπαξ, το δεύτερον πλείον ευρήσεις αυτήν ισχυροτέραν κατά σου.
Περι παντός πράγματος αύτη η μνήμη εμμεινάτω εν σοί. κρείττων γαρ εστίν η βοήθεια εκ της παραφυλακής υπέρ της βοήθειαν την εξ έργων. Του αγαπώντος τον γέλωτα και αγαπώντος θεατρίσαι τους ανθρώπους, φίλος μη γίνου· οδηγεί γαρ σε εις συνήθειαν χαυνώσεως.
Μετά του λελυμένου εν τη πολιτεία αυτού μη ιλαρύνης το πρόσωπον σου, φυλάττου δε του μη μισήσαι αυτόν. Και εάν βουλευθή αναστήναι, δός αυτώ χείρα και έως θανάτου μερίμνησον ευρείν αυτόν. Εάν δε ασθενής ακμήν, μισεί και την ιατρείαν. «Την γαρ αρχήν της ράβδου σου δός αυτώ», φησί, και τα εξης.
Ενώπιον υψηλόφρονος και νοσούντος φθόνον μετά παρατηρήσεως λαλεί. Ως γαρ συ λαλείς, αυτός ποιεί εν καρδία αυτού εξήγησιν των λόγων σου καθώς αγαπά και εκ των άγα·θών των εν σοι λαμβάνει ύλην εις το ποιήσαι άλλους προσκόψαι, και αλλάσονται οι λόγοι σου εν τη διανοία αυτόν προς την ύλην της αρρωστίας αυτού.
Επί του προηγουμένου καταλαλήσαι τον αδελφόν αυτού έμπροσθεν σου, στύγνασον το πρόσωπον σου. Και ότε τούτο ποιήσεις, ευρίσκη τω Θεώ και αυτώ παραφυλαττόμενος.
Εάν δώς τι τω χρήζοντι, προλαβέτω την δόσιν σου η ιλαρότης του προώπου σου, και λόγοις αγαθοίς παρακαλεί την θλίψιν αυτού. Και όταν ποίησης τούτο, νικά την δόσιν σου η ιλαρότης εν τη διανοία αυτού πλέον της χρείας του σώματος. Εν ημέρα, όταν ανοίξης το στόμα σου και λαλήσης τι κατά τί­νος, λογίζου σαυτόν τω Θεώ νεκρόν και μάταιον εν πάσι τοις έργοις σου, καν δοκή ότι εν ευθύτητι και προς οίκοδομην ηρεθισέ σε ο λογισμός σου λαλήσαι. Τις γαρ ανάγκη καταλύσαι τίνα την ιδίαν οικοδομήν και διορθώσασθαι την του εταίρου αυτού;
Εν ημέρα, εν η λύπην έχεις περί τίνος εις τίνα τρόπον ασθενούντος υπέρ των αγαθών ή πονηρών, σωματικώς ή εννοία, μάρτυρα λογίζου σεαυτόν εν εκείνη τη ημέρα και ως παθών υπέρ του Χριστού διάκεισο, και αξιωθείς ομολογίας. Μνήσθητι γαρ, ότι ο Χριστός υπέρ των αμαρτωλών απέθανεν, ουχί υπέρ των δικαίων. Βλέπε πόσον εστί το πράγμα τούτο μέγα, το λυπείσθαι υπέρ των πονηρών και ευεργετείν τους αμαρ­τωλούς υπέρ τους δικαίους. Ο Απόστολος, ως θαύματος άξιον, μνημονεύει τούτου.
Εάν δυνηθής δικαιωθήναι εν σεαυτώ κατά ψυχήν σου, μη μεριμνήσης καταδιώξαι άλλην δικαιοσύνην. Εν πάσι τοις έργοις σου προηγησάσθω εν σοι η σωφροσύνη του σώμα­τος και η καθαρότης της συνειδήσεως. Εκτός γαρ τούτων, μάταιον εστί παρά τω Θεώ πάν πράγμα.Έκαστον έργον, ό εάν ποιής χωρίς διαλογισμού και εξετάσεως, γνώθι ότι μάταιον εστί, καν πρεπώδες η. Διότι ο Θεός προς την διάκρισιν λογίζε­ται την δικαιοσυνην και ουχί προς την ενέργειαν την αδιάκριτον
Λύχνος εν ηλίω δίκαιος ου σοφός.
Σπόρος επί πέτρας ευχη μνησίκακου.
Δένδρον άκαρπον, ασκητής ανελεήμων.
Βέλος ιώδες, έλεγχος από φθόνου.
Παγίς κεκρυμμένη, έπαινος δολίου.
Σύμβουλος μωρός, σκοπός τυφλός.
Καρδίας κλάσις, κάθισμα μετά ασυνέτων.
Πηγή γλυκεία, ομιλία συνετών.
Σύμβουλος σοφός, τείχος ελπίδος.
Φίλος μωρός και ασύνετος, ταμείον εστί ζημίας.
Κρείσσον εστί πενθούσαις οίκουντα ιδείν ή σοφόν ακολουθούντα μωρώ.
Κρείσσον εστίν οικήσαι μετά θηρίων, ή οικήσαι μετά των κακώς.
Κάθου μετά γυπών ή μετά πλεονέκτου και απλήστου.
Γίνου εταίρος τω φονευτή ή τω φιλονείκω.
Μετά χοίρου η μετά γαστριμάργου συλλαλεί κρείσσον γαρ δεξαμενή χοίρων ή στόμα φάγων.
Κάθου μεταξύ των λωβών ή μεταξύ των υπερηφάνων.
Καταδιώχθητι συ, και μη καταδίωξης.
Σταυρώθητι και μη σταυρώσης. Αδικήθητι, και μη αδικήσης.
Συκοφαντήθητι, και μη συκοφαντήσης. Γίνου επιεικής, και μη ζηλωτής εν κακώ.
Η δικαιολογία ουκ εστί της πολιτείας των Χριστιανών και ουκ εστί σεσημειωμένη εν τη διδαχή του Χριστού. Ευφραίνου μετά των ευφραινομένων, και κλαίε μετά των κλαιόν­των. Τούτο γαρ εστί το σημείον της καθαρότητος. Μετά των αρρώστων αρρώστησον, μετά των αμαρτωλών πένθησον, μετά των μετανοούντων χάρηθι.
Φίλος γενού πάσιν ανθρώποις, και μόνος γενού εν τη διανοία σου. Κοινωνός γενού τοις παθήμασι των πάντων, και τω σώματι σου μακράν γενού εκ πάντων. Μη ελέγχε τίνα, μηδέ ονείδιζε, μηδέ τους λίαν κακούς εν τη πολιτεία αυτών.
Άπλωσον τον χιτώνα σου επί τον πταίοντα και σκέπασον αυτόν, και εάν μη δύνη επιθείναι εφ’ εαυτόν τα πταίσμα­τα και δέξασθαι την παιδείαν και την αισχύνην άντ’ αυτού, καν υπόμεινον, και αυτόν μη καταισχύνης.
Γίνωσκε, ω αδελφέ, ότι δια τούτο χρη ημάς είναι εσωθεν Α της θύρας του κελλίου, ίνα μη γινώσκωμεν τα πράγματα των ανθρώπων τα κακά, και τότε θεωρούμεν πάντας αγίους και καλούς εν τη αγνεία της διανοίας ημών. Εάν δε γενώμεθα ελέγχοντες και παιδεύοντες, και κρίνοντες και εξετάζοντες, και εκδικούντες και μεμψίμοιροι, τι λοιπόν διαφέρει το κάθισμα ημών του καθίσματος των πόλεων; Και τι εστί χείρον του κα­θίσματος της ερημου, εάν μη ταύτα εάσωμεν;
Εάν ούχ ησυχάζης τη καρδία, ησύχασον καν τη γλώσση.Και εάν ου δύνη ευτάκτους τους λογισμούς σου διαθείναι, καν τάς αισθήσεις σου ευτάκτους ποίησον. Και εάν ουκ η μόνος εν τη διανοία σου, καν μόνος γενού τω σώματι σου. Και εάν ου δύνη εργάσασθαι τω σώματι σου, λυπήθητι καν κατά διάνοιαν. Και εάν ου δύνη ιστάμενος αγρυπνησαι, αγρύπνησον καθεζόμενος επί της κλίνης σου, ή και κείμενος. Και εάν ου δύνη διπλάς νηστεύσαι, καν νήστευσον έως εσπέρας. Και εάν ου δύνη έως εσπέρας, καν φύλαξον του μη χορτασθήναι. Ει ουκ ει άγιος εν τη καρδία σου, καν γενού αγνός τω σώματι σου. Εάν ου πενθής εν τη καρδία σου, καν ένδυσαι πένθος εν τω προσώπω σου. Εάν ου δύνη ελεήσαι, λάλει ως αμαρτωλός. Ουκ ει ειρη­νοποιός, μη γίνου φιλοτάραχος. Ου δύνη σπουδαίος γενέσθαι, γίνου καν εν τω φρονηματί σου ως άοκνος. Ουκ ει νικητης, μη υψηλοφρονήσης κατά των υπευθύνων. Ουκ ισχύεις φράξαι το στόμα του καταλαλούντος κατά του εταίρου αυτού, φύλαξαι καν σαυτόν μη κοινωνήσαι αυτώ.
Γνώθι, ότι εάν εξέλθη εκ σου πυρ και κατακαύση άλλους, τάς ψυχάς τάς καιομένας εν τω πυρί σου ο Θεός εκ των χειρών σου εκζητήσει. Και εάν συ ου βάλης το πυρ, αλλά συνευδοκείς τω ρίπτοντι και εν τούτω αρέσκη, κοινωνός ει αυτού εν τη κρίσει. Εάν αγαπάς την πραότητα, γενού εν ειρήνη, και εάν αξιωθής της ειρήνης, χαρήση εν παντί καιρώ. Ζήτησον την σύνεσιν, και μη χρυσόν. Ένδυσαι την ταπείνωσιν, και μη την βύσσον. Κτήσαι την ειρήνην, και μη την βασιλείαν.
Ούκ εστίν ο συνιών, μη έχων ταπείνωσιν, και ο μη έχων ταπείνωσιν, ου μη συνή. Ουκ εστί ταπεινόφρων ο μη ει­ρηνικός, και ο μη ων ειρηνικός, ουδέ ταπεινόφρων. Και ουκ έστιν, ει μη χαίρων ειρηνικός. Εν πάσαις ταίς οδοίς, εν αις πορεύονται οι άνθρωποι εν τω κόσμω, ούχ ευρίσκουσιν εν αυταίς την ειρήνην, έως αν πλησιάσωσι τη ελπίδι του Θεού. Ουκ ειρη­νεύει η καρδία εκ του κόπου και των προσκομμάτων, έως αν φθάση ταύτην η ελπίς και ειρηνεύσει την καρδίαν και εκχεεί την χαράν εν αυτή. Και αύτη εστίν, ην είπε το προσκυνητόν στόμα και πεπληρωμένον αγιότητος «δεύτε προς με πάντες οι κοπιώντες και πεφορτισμένοι, καγώ αναπαύσω υμάς». Έγγισον, φησίν, εις το ελπίσαι εις εμέ, και αναπαύη εκ του έργου και του φόβου.
Η ελπίς του Θεού υψοί την καρδίαν, ο δε φόβος της γεέννης συντρίβει αυτήν. Το φως της διανοίας γεννά την πίστιν, και η πίστις γεννά την παράκλησιν της ελπίδος, η δε ελπίς κρατύνει την καρδίαν. Η πίστις εστίν η αποκάλυψις της συνέσεως, Και όταν σκοτισθή η διάνοια, κρύπτεται η πίστις και κατακυ­ριεύει ημών ο φόβος και κόπτει την ελπίδα ημών. Η πίστις η εκ της μαθήσεως ουκ ελευθεροί τον άνθρωπον εκ της υπερηφανίας και του δισταγμού, άλλ’ η εν τη συνέσει ορωμένη και ανατέλλουσα, και καλείται επίγνωσις και φανέρωσις της αληθείας. Έως αν συνή ο νους τον Θεόν ως Θεόν εν φανερώσει της συνέσεως, ουκ εγγίζει ο φόβος τη καρδία. Όταν παραχωρηθώμεν εν τη σκοτώσει και απολέσωμεν ταύτην την σύνεσιν, έως άν ταπεινωθώμεν, συμβαίνει ημίν ο φόβος, έως προσπέλαση ημάς τη ταπεινώσει και τη μετάνοια.
Ο υιός του Θεού σταυρόν υπέμεινεν. Οι ούν αμαρτωλοί θαρσώμεν εν τη μετανοία. Ει γαρ το σχήμα της μετανοίας μετέβαλε την οργήν εκ του βασιλέως Αχαάβ, ουκ αχρειοί νυν ημάς η αλήθεια της μετανοίας ημών. Και ει εξ εκείνου του μη αληθεύοντος το σχήμα της ταπεινώσεως απέστρεψε την οργήν εξ αυτού, πόσω μάλλον εξ ημών των εν αληθεία λυπουμένων υπέρ των πταισμάτων ημών; Ικανή η λύπη της διανοίας αντί πάσης εργασίας σωματικής.
Ο άγιος Γρηγόριος λέγει «ναός της χάριτος εστίν ο συγκεκραμένος εν τω Θεώ και διαμένων εν φροντίδι της κρί­σεως αυτού». Τι δε εστίν η μέριμνα της κρίσεως αυτού, ει μη το εκζητήσαι αεί την ανάπαυσιν αυτού και λυπείσθαι διηνεκώς, και φροντίζειν υπέρ του μη δύνασθαι φθάσαι την τελείωσιν δια την ασθένειαν της φύσεως ημών; Και η διηνεκής υπέρ τούτου λύπη εστί το βαστάζειν εν τη ψυχή αυτού την διηνεκή μνήμην του Θεού, καθώς είπεν ο μακάριος Βασίλειος.
Εύχη αμετεώριστός εστίν η εμποιούσα εν τη ψυχή έννοιαν Θεού εναργή. Και τούτο εστί του Θεού ενοίκησις, το δια της μνήμης ενιδρυμένον έχειν εν εαυτώ τον Θεόν. Ούτω γινόμεθα ναός Θεού. Τούτο δε εστί φροντίς και συντετριμένη καρδία εν τη ετοιμασία της αναπαύσεως αυτού.
Αυτώ η δόξα εις τους αιώνας. Αμήν.
Πηγή : isaakosyros.blogspot.gr