ΛΟΓΟΣ 26.
Εἰς ἐαυτὸν, ἐξ ἀγροῦ ἐπανήκοντα μετὰ τὰ κατὰ Μάξιμον.
1. Ἐπόθουν ὑμᾶς, ὦ τέκνα, καὶ ἀντεποθούμην τοῖς ἴσοις μέτροις. Πείθομαι γὰρ, εἰ δεῖ καὶ πίστιν προσθεῖναι τῷ λόγῳ, Ναὶ νὴ τὴν ὑμετέραν καύχησιν, ἀδελφοὶ, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Τοῦτον γάρ μοι πεποίηκε τὸν ὅρκον τὸ Πνεῦμα τὸ ἅγιον, ᾧ πρὸς ὑμᾶς κεκινήμεθα, ἵνα κατασκευάσωμεν Κυρίῳ λαὸν περιούσιον. Σκοπεῖτε τὴν πίστιν ὅση· καὶ τὸ ἐμαυτοῦ πείθω, καὶ τὸ ὑπὲρ ὑμῶν διατείνομαι. Καὶ θαυμαστὸν οὐδέν. Ὧν γὰρ κοινὸν τὸ Πνεῦμα, κοινὸν καὶ τὸ πάθος· οἷς δὲ τὸ πάσχειν ἴσον, ἴσον καὶ τὸ πιστεύειν. Ὃ γὰρ μή τις πέπονθεν, οὐδ᾿ ἂν ἑτέρῳ πιστεύσειεν· ὁ δὲ παθὼν, εἰς συγκατάθεσιν ἑτοιμότερος, μάρτυς ἀόρατος ἀοράτου πάθους, μορφῆς ἀλλοτρίας οἰκεῖον ἔσοπτρον. Διὰ τοῦτο οὐδὲ ἠνεσχόμην ἀποφοιτῆσαι ὑμῶν μακρότερα, καίτοιγε ἱκανῶς τοῖς ἐνταῦθα δυσχεραίνων τε καὶ ἀχθόμενος· οὐχ οἷς αἱ πόλεις φέρουσι μόνον (δήμοις, θορύβοις, ἀγοραῖς, θεάτροις, πλησμοναῖς, ὕβρεσιν, ἄγουσι καὶ ἀγομένοις, ζημιοῦσι καὶ ζημιουμένοις, πενθοῦσι καὶ πενθουμένοις, κλαίουσι, χαίρουσι, γαμοῦσι, θάπτουσιν, εὐφημουμένοις, βλασφημουμένοις, ὕλῃ κακίας, κόσμου βράσματι, ταῖς ἀγχιστρόφοις μεταβολαῖς, ὥσπερ ἐν Εὐρίπῳ καὶ πνεύμασιν), ἀλλὰ καὶ τούτοις ἤδη τοῖς σεμνοτέροις καὶ τιμιωτέροις, τοῖς περὶ τὸ βῆμα τοῦτο λέγω, καὶ τὴν ἁγίαν τράπεζαν· ὧν ἡμεῖς τὸ κράτος ἔχειν δοκοῦντες, καὶ τῶν ἐγγιζόντων ὄντες Θεῷ, δέδοικα μὴ κακῶς ἐγγίζωμεν, καὶ, ὡς καλάμη πυρὶ, πῦρ οὐ φέροντες.
2. Πλὴν ἐπανῆλθον ὑμῖν, βίᾳ μὲν ἀποδραμὼν, οὐ βίᾳ δὲ προσδραμὼν, ἀλλὰ καὶ μάλα προθύμως, καὶ αὐτομάτοις ποσὶ, τὸ τοῦ λόγου, τοῦ Πνεύματος οὕτως ἄγοντος, καθάπερ τι ῥεῦμα, πρὸς μὲν τὸ ἄναντες βιαζόμενον, εἰς δὲ τὸ πρανὲς ἐπειγόμενον. Ὄντως ἡμέρα μία, βίος ὅλος ἀνθρώπου, τοῖς πόθῳ κάμνουσιν. Τὸ γὰρ τοῦ Ἰακὼβ ἑτέρως ἔχειν μοι φαίνεται· ὃς ἔτη δεκατέσσαρα δουλεύων τῷ Σύρῳ Λάβαν ὑπὲρ τῶν δύο παρθένων οὐκ ἔκαμνεν· Ἦσαν γὰρ αὐτῷ, φησὶν, αἱ πᾶσαι ἡμέραι, ὡς ἡμέρα μία, διὰ τὸ ἀγαπᾷν αὐτάς. Ἴσως ὅτι ἐν ὄψεσιν ἦν τὸ ποθούμενον, ἢ ὅτι κοῦφον τὸ κάμνειν ἔρωτι, κἂν ἡ ἀναβολὴ τὸ λυπηρὸν ἔχῃ. Οὕτως τὸ ἕτοιμον εἰς ἐξουσίαν, ἀργὸν εἰς ἐπιθυμίαν, ὥς τις ἔφη τῶν πρὸ ἡμῶν. Ἐγὼ γοῦν ἡνίκα μὲν παρήμην, ἐλάχιστα τοῦ πάθους ἐπαισθανόμενος, ἡνίκα δὲ ἐχωρίσθην, ἔγνων τὸν πόθον τὸν γλυκὺν τύραννον· καινὸν δὲ οὐδέν. Εἰ γὰρ τοσοῦτον ὀδύρεται καὶ βουκόλος μόσχον τῆς ἀγέλης ἀποφοιτήσαντα, καὶ ποιμὴν πρόβατον ἐλλεῖψαν δεκάδι, καὶ ὄρνεον νοσσιὰν, ἣν πρὸς ὀλίγον ἀπέλιπεν, ὥστε οἱ μὲν τὰς σύριγγας λαβόντες, ἐπί τινα σκοπιὰν ἀνελθόντες, πληροῦσι τῆς ἀθυμίας τοὺς δόνακας, καὶ ἀνακαλοῦνται, ὡς λογικὰ, τὰ πλανώμενα· κἂν ὑπακούσωσι, χαίρουσι μᾶλλον ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις, ὧν οὐκ ἐφρόντισαν· τὸ δὲ τρύζον ἐπὶ τὴν καλιὰν ἵεται, καὶ τρύζουσι προσπίπτει τοῖς νεοσσοῖς, καὶ περιέπει ταῖς πτέρυξι· πηλίκον ἂν εἴη δεξιῷ ποιμένι λογικὰ θρέμματα, καὶ ὧν τι προεκινδύνευσεν, ἐπεὶ καὶ τοῦτο τῷ φίλτρῳ προςτίθησιν;
3. Ὡς ἐγὼ δέδοικα μὲν τοὺς βαρεῖς λύκους, μὴ τὴν σκοτόμαιναν ἡμῶν τηρήσαντες, τὴν ποίμνην σπαράξωσι λόγοις συναρπακτικοῖς τε καὶ βιαίοις· ἐπειδὴ τὰς ἀκαιρίας τηροῦσι, τὸ φανερῶς ἰσχύειν οὐκ ἔχοντες. Δέδοικα δὲ τοὺς λῃστὰς καὶ κλέπτας, μὴ διὰ τῆς αὐλῆς ὑπερβάντες, ἢ ἀναιδείᾳ συλήσωσιν, ἢ δι᾿ ἀπάτης κλέψωσιν, ὥστε θῦσαι, καὶ ἀποκτεῖναι, καὶ ἀπολέσαι, ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες, ὥς τις ἔφη τῶν προφητῶν. Δέδοικα δὲ τὴν παράθυρον, μή τις ἄκλειστον εὑρὼν τῶν χθὲς ἡμετέρων καὶ πρώην, εἶτα ὡς ἴδιος εἰσελθὼν, ἐπιβουλεύσῃ ὡς ἀλλότριος. Πολλαὶ γὰρ καὶ ποικίλαι τοῦ τὰ τοιαῦτα ἐνεργοῦντος αἱ μεθοδεῖαι· καὶ οὐδεὶς οὕτως ἀρχιτέκτων οὐδενὸς τῶν ποικίλων, ὡς σοφιστὴς κακίας ὁ ἀντικείμενος. Δέδοικα δὲ ἤδη καὶ κύνας, ποιμένας εἶναι βιαζομένους, καὶ τὸ παράδοξον, οὐδὲν εἰς ποιμαντικὴν εἰσενεγκόντας, ἢ τὸ κεῖραι κόμας, ἃς κακῶς ἤσκησαν· οἳ μήτε κύνες ἔμειναν, μήτε ποιμένες γεγόνασι, πλὴν τοῦ σπαράξαι, καὶ διασπεῖραι, καὶ διαλῦσαι κόπον ἀλλότριον. Ἐπειδὴ ῥᾷον ἀεὶ τὸ διαφθείρειν τοῦ συντηρεῖν· καὶ γεννᾶται μὲν ἄνθρωπος κόπῳ, φησὶν ὁ Ἰώβ, καὶ ναυπηγεῖται ναῦς, καὶ οἰκία συνίσταται· ἀποκτεῖναι δὲ, ἢ καταλῦσαι, ἢ ἐμπρῆσαι, τοῦ βουλομένου παντός. Ὥστε μηδὲ νῦν μέγα φρονείτωσαν οἱ τῇ ποίμνῃ τοὺς κύνας ἐπαναστήσαντες, οἳ πρόβατον μὲν ἑν οὐκ ἂν ἔχοιεν εἰπεῖν, ὡς προσήγαγον, ἢ διέσωσαν· οὐ γὰρ ἔμαθον καλὸν ποιεῖν, πονηρίαν ἀσκήσαντες. Εἰ δὲ τὴν ποίμνην ταράσσουσι, τοῦτο καὶ ζάλη μικρὰ, τοῦτο καὶ νόσος ὀλίγη, τοῦτο καὶ θηρίον ἑν ἀθρόως ἐπιπεσόν. Στήτωσαν οὖν οἱ τῇ ἑαυτῶν αἰσχύνῃ μεγαλαυχούμενοι· καὶ παυσάμενοι τῆς κακίας, ἂν ἄρα δύνωνται, προσκυνησάτωσαν, καὶ προσπεσέτωσαν, καὶ κλαυσάτωσαν ἐναντίον Κυρίου τοῦ ποιήσαντος αὐτοὺς, καὶ τῇ ποίμνῃ μιχθήτωσαν, ὅσοι μὴ παντελῶς ἀνίατοι.
4. Ταῦτα ὁ δειλὸς ἐγὼ ποιμὴν καὶ περιεσκεμμένος, καὶ διὰ τοῦτο τὴν ἀσφάλειαν ὡς ῥᾳθυμίαν ἐγκαλούμενος. Οὐ γάρ εἰμι ποιμὴν ἐκείνων τις τῶν τὸ γάλα κατεσθιόντων, καὶ τὰ ἔρια περιβαλλομένων, καὶ τὸ παχὺ σφαζόντων, καὶ μόχθῳ κατεργαζομένων, ἢ ἀπεμπωλούντων καὶ λεγόντων· Εὐλογητὸς Κύριος, καὶ πεπλουτήκαμεν· ποιμαινόντων ἑαυτοὺς, οὐ τὰ πρόβατα, εἴ τι τῶν προφητικῶν φωνῶν μέμνησθε, δι᾿ ὧν ἐκεῖνοι τοὺς κακοὺς ποιμένας ἐλαύνουσιν· ἀλλ᾿ ἐκείνων μᾶλλον τῶν δυναμένων εἰπεῖν μετὰ Παύλου· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐμὴ πύρωσις, ἢ φροντίς; Οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ᾿ ὑμᾶς. Καί· Ἐγενόμην συγκαιόμενος τῷ καύσωνι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτὸς πιεζόμενος· πατριάρχου φωνὴ ποιμένος, οὗ τὰ ἐπίσημα πρόβατα, καὶ ταῖς ἐκεῖθεν ληνοῖς ἐγκισσᾷν μελετήσαντα. Οὕτω μὲν οὖν, καὶ διὰ ταῦτα ἐπέστην ὑμῖν, καὶ οὕτως ἔχουσιν. Ἐπεὶ δὲ ἐπέστην, δῶμεν λόγον ἀλλήλοις, ὧν μεταξὺ κατωρθώσαμεν. Ἐπειδὴ καλὸν μὴ ῥήματος μόνον καὶ πράξεως, ἀλλὰ καὶ καιροῦ παντὸς, καὶ ὥρας αὐτῆς τοῦ ἀκαριαίου καὶ λεπτοτάτου οἴεσθαι λόγον ἀπαιτεῖσθαι ἡμᾶς. Ὑμεῖς μὲν ἀπαγγείλατέ μοι τὴν ἐργασίαν τὴν ὑμετέραν· ἐγὼ δὲ εἰς μέσον θήσω, ἃ καθ᾿ ἡσυχίαν ἐμαυτῷ συγγενόμενος ἐφιλοσόφησα.
5. Τίνα μὲν θεωρίαν τῶν ὑψηλῶν, ἢ παρ᾿ ἐμοῦ λαβόντες ἐφυλάξατε, ἢ παρ᾿ ὑμῶν αὐτῶν εἰσηνέγκατε, ἢ περὶ θεολογίας, ἢ περὶ τῶν ἄλλων δογμάτων, ἃ πολλὰ καὶ πολλάκις ὑμῖν παρεθέμην; Ζητῶ γὰρ οὐ τὸ δάνειον μόνον, ἀλλὰ καὶ τὸν τόκον· οὐ τὸ τάλαντον μόνον, ἀλλὰ καὶ τὴν ἐργασίαν· μή τις κατακρύψας καὶ καταχώσας τὸ πιστευθὲν, ἔτι καὶ καταψεύδηται τοῦ πιστεύσαντος, ὡς σκληροῦ τε καὶ τῶν ἀλλοτρίων ἐπιθυμοῦντος. Τίνα δὲ πρᾶξιν τῶν ἐπαινουμένων, ἢ μηδὲ τῆς ἀριστερᾶς γινωσκούσης, ἐκαρποφορήσατε, ἢ ὥστε λάμπειν τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ἵν᾿ ἐκ τοῦ καρποῦ τὸ δένδρον δειχθῇ, καὶ διὰ τῶν μαθητῶν ὁ διδάσκαλος γνωρισθῇ, καὶ εἴπῃ τις τῶν ἐποπτευόντων τὰ ἡμέτερα (πολλοὶ δέ εἰσιν, οἱ μὲν δι᾿ εὐδοκίαν, οἱ δὲ καὶ περιέργω)ς, ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν, οὐ κηρυσσόμενος ὑγιῶς μόνον, ἀλλὰ καὶ λατρευόμενος; Ὡς γὰρ οὐκ ἔστι χωρὶς πίστεως πρᾶξις ἔγκριτος (ἐπειδὴ καὶ δόξης ἕνεκεν οἱ πολλοὶ τὸ καλὸν ἐπιτηδεύουσι, καὶ φύσεως οὕτως ἔχοντε)ς· οὕτω καὶ ἡ πίστις χωρὶς ἔργων νεκρά. Καὶ μή τις ὑμᾶς ἀπατάτω κενοῖς λόγοις τῶν πάντα συγχωρούντων ἑτοίμως, ὑπὲρ ἑνὸς τοῦ ἀσεβεῖν ἐν τοῖς δόγμασι, καὶ φαῦλον καταβαλλόντων μισθὸν φαύλου πράγματος. Δείξατε οὖν ἐκ τῶν ἔργων τὴν πίστιν, τῆς χώρας ὑμῶν τὸ γόνιμον, εἰ μὴ εἰς κενὸν ἐσπείραμεν, εἰ δράγμα τι ἐν ὑμῖν, τοῦ ποιῆσαι ἄλευρα ἰσχὺν ἔχον, καὶ ἀποθηκῶν ἄξιον, ἵνα καὶ προθυμότερον ὑμᾶς γεωργήσωμεν. Τίς εἰς ἑκατὸν καρποτοκεῖ, τίς εἰς ἑξήκοντα, τίς τὸ τελευταῖον κἂν εἰς τριάκοντα· ἢ τίς ἔμπαλιν ἀπὸ τοῦ τριάκοντα εἰς τὸν ἑξήκοντα προελθὼν (ἔχομεν γὰρ καὶ ταύτην ἐν τοῖς Εὐαγγελίοις τὴν τάξιν), εἰς τὸν ἑκατὸν ἐτελεύτησεν· ἵνα προβαίνων, ὡς ὁ Ἰσαὰκ, μέγας γένηται, πορευόμενος ἐκ δυνάμεως εἰς δύναμιν, καὶ τὰς ᾠδὰς τῶν Ἀναβαθμῶν ᾄδων, καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ τιθέμενος;
6. Ζητῶ τὸν καρπὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. Ὑμέτερον γὰρ, οὐκ ἐμὸν, τὸ κέρδος· εἰ δὲ καὶ ἡμέτερον, ὅτι ὑμέτερον, ἀντιστρεφούσης τῆς ὠφελείας ἀφ᾿ ὑμῶν εἰς ἡμᾶς, ὥσπερ ἐν ταῖς αὐγαῖς τῶν ἀντανακλάσεων. Εἰ ἐπτωχοτροφήσατε, εἰ ἐξενοδοχήσατε, εἰ ἁγίων πόδας ἐνίψατε, εἰ τρυφῶντες τῇ καταργουμένῃ γαστρὶ (δεδόσθω γὰ)ρ, καὶ διὰ τῶν ἐντολῶν ἐτρυφήσατε; ὡς οὐκ ἔστι ταύτης τρυφή τις ἀμείνων, οὐδὲ μονιμωτέρα τοῖς τρυφᾷν ἐθέλουσιν. Εἴ τινας τῶν λειτουργούντων τῷ θυσιαστηρίῳ, καὶ καλῶς πενομένων (δότε γάρ μοι καὶ τοῦτο εἰπεῖν), εἰς δύναμιν ἀνεπαύσατε, ἵν᾿ ἀπερισπάστως μᾶλλον τῷ θυσιαστηρίῳ παρεδρεύωσι, καὶ μεταλαμβάνοντες τῶν ὑμετέρων, τὰ παρ᾿ ἑαυτῶν ἀντειςφέρωσιν; ὡς αἰσχρὸν ταῦτα καὶ ἡμᾶς ἀπαιτεῖν, καὶ μὴ παρέχειν ὑμᾶς. Οὐκ ἐνουθέτησα δὲ ταῦτα, ἵνα οὕτως ἐν ἐμοὶ γένηται (καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ κενωθῆναί μου τὸ καύχημα, καὶ ἄμισθόν μοι γενέσθαι τὸ Εὐαγγέλιον ἐνταῦθα καρπωσαμένῳ. Τὸ μὲν γὰρ εὐαγγελίσασθαι, τῆς ἀνάγκης· ἡ φιλοτιμία δὲ, τὸ ἀδάπανον)· ἀλλ᾿ ἵν᾿ ὑμεῖς μάθητε Χριστὸν εὖ ποιεῖν, διὰ τοῦ καὶ τῶν μικρῶν τινα εὖ ποιεῖν. Ἐπειδὴ, ὡς πάντα ὅσα ἐγὼ, πλὴν ἁμαρτίας, ἐγένετο δι᾿ ἐμέ· οὕτω καὶ τὰ ἐλάχιστα τῶν ἐμῶν εἰς ἑαυτὸν ἀναδέχεται· κἂν στέγης μεταδῷς, κἂν ἐνδύματος, κἂν ἐν φυλακῇ ἐπισκέψῃ, κἂν ἀῤῥωστοῦντα ἴδῃς· τὸ φαυλότατον, κἂν ποτηρίῳ ψυχροῦ μόνῳ καταψύξῃς γλῶσσαν πιεζομένου, ὥσπερ ἐδεῖτο Λαζάρου τοῦ πένητος ὁ κάμνων ἐν τῇ φλογὶ πλούσιος, καί τι τῆς ἐνταῦθα τρυφῆς ἀντιλαβὼν, καὶ τοῦ περιορᾷν Λάζαρον πεινῶντα καὶ ἡλκωμένον, τὸ ἐκεῖθεν δεῖσθαι Λαζάρου, καὶ μὴ τυγχάνειν.
7. Ἃ μὲν οὖν ὑμᾶς ἀπαιτοῦμεν, ταῦτά ἐστι· καὶ οἶδ᾿, ὅτι οὐκ αἰσχύνεσθε, οὔτε παρ᾿ ἡμῶν ἀπαιτούμενοι λόγον, οὔτε παρὰ τῆς τελευταίας ἡμέρας, εἰς ἣν πάντα συνάγεται τὰ ἡμέτερα, κατὰ τὸ εἰρημένον· Κἀγὼ ἔρχομαι τὰ βουλεύματα καὶ τὰς πράξεις ὑμῶν συναγαγεῖν· καὶ, Ἰδοὺ ἄνθρωπος, καὶ τὸ ἔργον αὐτοῦ, καὶ ὁ μισθὸς αὐτοῦ μετ᾿ αὐτοῦ. Τὰ δὲ ἡμέτερα, καὶ ἃ παρὰ τῆς ἐρημίας ὑμῖν κομίζομεν. Ἐπειδὴ καὶ Ἡλίας ἡδέως ἐνεφιλοσόφει τῷ Καρμήλῳ, καὶ Ἰωάννης τῇ ἐρήμῳ, καὶ Ἰησοῦς αὐτὸς, τὰς μὲν πράξεις τοῖς ὄχλοις, τὰς εὐχὰς δὲ τῇ σχολῇ καὶ ταῖς ἐρημίαις, ὡς τὰ πολλὰ, προσένεμεν. Τί νομοθετῶν; Ὡς οἶμαι, τὸ χρῆναί τι καὶ ἡσυχάζειν, ὥστε ἀθολώτως προσομιλεῖν τῷ Θεῷ, καὶ μικρὸν ἐπανάγειν τὸν νοῦν ἀπὸ τῶν πλανωμένων. Οὐ γὰρ αὐτὸς ἐδεῖτο ἀναχωρήσεως (οὐδὲ γὰρ εἶχεν εἰς ὅ τι συσταλῇ, Θεὸς ὤν, καὶ πάντα πληρῶν), ἀλλ᾿ ἵν᾿ ἡμεῖς μάθωμεν καὶ πράξεως καιρὸν, καὶ ἀσχολίας ὑψηλοτέρας. Τίνα οὖν τὰ τῆς ἐμῆς ἐρημίας; Βούλομαι γὰρ, ὡς ἀγαθὸς ἔμπορος καὶ πανταχόθεν κερδαίνων, κἀντεῦθέν τι προςενεγκεῖν ὑμῖν ἀγώγιμον.
8. Ἐβάδιζον οὕτω κατ᾿ ἐμαυτὸν, ἤδη κλινούσης ἡμέρας. Ἀκτὴ δὲ ἦν ὁ περίπατος· καὶ γάρ πως εἴωθα τοὺς πόνους ἀεὶ ταῖς τοιαύταις διαλύειν ἀνέσεσιν· ἐπεὶ μηδὲ νευρὰ φέρει τὸ σύντονον ἀεὶ τεινομένη, καὶ δεῖταί τι μικρὸν τῶν γλυφίδων ἐκλύεσθαι, εἰ μέλλοι ταθήσεσθαι πάλιν, καὶ μὴ ἄχρηστος ἔσεσθαι τῷ τοξότῃ, μηδὲ ἀνόνητος ἐν καιρῷ χρήσεως. Ἐβάδιζον οὖν, καὶ οἱ μὲν πόδες ἐφέροντο, ἡ δὲ ὄψις εἶχε τὴν θάλασσαν. Ἡ δὲ ἦν θέαμα οὐχ ἡδὺ, καίτοιγε ἄλλως ἥδιστον οὖσα, ὅταν γαλήνῃ πορφύρηται, καὶ προσπαίζῃ ταῖς ἀκταῖς ἡδύ τι καὶ ἥμερον. Ἀλλὰ τί τότε (φθέγγομαι γὰρ ἡδέως καὶ τὰ ῥήματα τῆς Γραφῆ)ς; Ἀνέμου μεγάλου πνέοντος, διηγείρετό τε καὶ ἐπωρύετο· τῶν δὲ κυμάτων, ὃ φιλεῖ συμβαίνειν ἐν τοῖς τοιούτοις κινήμασι, τὰ μὲν πόῤῥωθεν ἀνιστάμενα, καὶ κατὰ μικρὸν κορυφούμενα, εἶτ᾿ ἐλαττούμενα, πρὸς ταῖς ἀκταῖς ἐλύετο· τὰ δὲ ταῖς γείτοσι πέτραις προσπίπτοντα καὶ ἀποκρουόμενα, εἰς ἄχνην ἀφρώδη καὶ ψιλὴν ἐσκορπίζετο. Ἔνθα κάχληκες μὲν, καὶ φυκία, καὶ κήρυκες, καὶ τῶν ὀστρέων τὰ ἐλαφρότατα ἐξωθεῖτο καὶ ἀπεπτύετο· ἔστι δὲ ἃ καὶ ἡρπάζετο πάλιν, ἀναχωροῦντος τοῦ κύματος. Αἱ δὲ ἦσαν ἄσειστοι καὶ ἀτίνακτοι, οὐδέν γε ἧττον ἢ διοχλοῦντος οὐδενὸς, πλὴν ὅσον τοῖς κύμασι βάλλεσθαι.
9. Ἐντεῦθεν οἶδά τι πρὸς φιλοσοφίαν ὠφεληθεὶς, καὶ (οἷος ἐγὼ πάντα συντείνων πρὸς ἐμαυτὸν, καὶ μάλιστα εἰ τύχοιμι πρός τι τῶν συμβαινόντων ἰλιγγιάσας, ὃ καὶ νῦν πέπονθ)α οὐ παρέργως ἐδεξάμην τὸ ὁρώμενον· καί μοι τὸ θέαμα παίδευμα γίνεται. Ἦ γὰρ οὐκ, ἔφην ἐγὼ, θάλασσα μὲν ὁ ἡμέτερος βίος καὶ τὰ ἀνθρώπινα (πολὺ γὰρ κἀν τούτῳ τὸ ἁλμυρὸν καὶ ἄστατον), πνεύματα δὲ οἱ προσπίπτοντες πειρασμοὶ καὶ ὅσα τῶν ἀδοκήτων; Ὅ μοι δοκεῖ καὶ ὁ θαυμασιώτατος Δαβὶδ κατανοήσας, Σῶσόν με, Κύριε, λέγειν, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· καὶ, Ῥῦσαί με ἐκ τῶν βαθέων τῶν ὑδάτων· Ἦλθον δὲ εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Τῶν δὲ πειραζομένων οἱ μὲν ἐδόκουν μοι ὡς τὰ κουφότατα καὶ ἄπνοα παρασύρεσθαι, καὶ οὐδὲ μικρὸν ἀντέχειν πρὸς τὰς ἐπηρείας· οὐδὲ γὰρ ἔχειν ἐν ἑαυτοῖς στεῤῥότητα, καὶ βάρος λογισμοῦ σώφρονος, καὶ τοῖς προσπίπτουσιν ἀντιβαίνοντος· οἱ δὲ εἶναι πέτρα, τῆς πέτρας ἐκείνης ἄξιοι, ἐφ᾿ ἧς βεβήκαμεν, καὶ ᾗ λατρεύομεν, ὅσοι φιλοσόφῳ χρώμενοι λόγῳ, καὶ ὑπεραναβεβηκότες τὴν τῶν πολλῶν ταπεινότητα, πάντα φέρουσιν ἀσείστως καὶ ἀτινάκτως, καὶ διαγελῶσι μὲν, ἢ ἐλεοῦσι τοὺς σειομένους (τὸ μὲν ὑπὸ φιλοσοφίας, τὸ δὲ ὑπὸ φιλανθρωπία)ς· αὐτοὶ δὲ τῶν αἰσχρῶν τίθενται, ἀπόντα μὲν τὰ δεινὰ περιφρονεῖν, μᾶλλον δὲ μηδὲ δεινὰ οἴεσθαι, παρόντων δὲ ἡττᾶσθαι, καὶ ταῦτα, τίνων; τῶν παρερχομένων, ὡς ἱσταμένων· καὶ τοῦ καιροῦ μὲν ἔξω φιλοσοφεῖν, ἐν δὲ ταῖς χρείαις ἀφιλοσόφους φαίνεσθαι· ὥσπερ ἂν εἴ τις ἄριστον ἑαυτὸν νομίζοι τῶν ἀθλητῶν, μηδὲ καταβαίνων εἰς στάδιον· ἢ κυβερνήτην τῶν εὐδοκίμων, ἐν μὲν ταῖς εὐδίαις τῇ τέχνῃ μέγα φρονοῦντα, ἐν δὲ ταῖς ζάλαις μεθιέντα τοὺς οἴακας.
10. Ἐπεὶ δὲ ἅπαξ εἰς τούτους κατέστην τοὺς λόγους, καὶ πρὸς ἑτέραν ἦλθον εἰκόνα, σφόδρα τοῖς παροῦσι συμβαίνουσαν. Τάχα με γέροντα καὶ μυθολόγον νομίσετε, ἂν καὶ ὑμῖν ταύτην γνωρίσω· γνωριστέον δ᾿ οὖν, ἐπεὶ καὶ τὴν Γραφὴν οἶδα πολλάκις τοιούτοις χρωμένην εἰς σαφεστέραν διήγησιν. Ἔστι τι μύθῳ φυτὸν, ὃ θάλλει τεμνόμενον, καὶ πρὸς τὸν σίδηρον ἀγωνίζεται· καὶ εἰ δεῖ παραδόξως εἰπεῖν περὶ παραδόξου πράγματος, θανάτῳ ζῇ, καὶ τομῇ φύεται, καὶ αὔξεται δαπανώμενον. Ταῦτα μὲν οὖν ὁ μῦθος, καὶ ἡ αὐτονομία τοῦ πλάσματος· ἐμοὶ δὲ δοκεῖ σαφῶς τοιοῦτον εἶναί τι ὁ φιλόσοφος. Εὐδοκιμεῖ τοῖς πάθεσι, καὶ ὕλην ἀρετῆς ποιεῖται τὰ λυπηρὰ, καὶ τοῖς ἐναντίοις ἐγκαλλωπίζεται· μήτε τοῖς δεξιοῖς ὅπλοις τῆς δικαιοσύνης αἰρόμενος, μήτε τοῖς ἀριστεροῖς καμπτόμενος· ἀλλ᾿ ὁ αὐτὸς οὐκ ἐν τοῖς αὐτοῖς ἀεὶ διαμένων, ἢ καὶ δοκιμώτερος, ὥσπερ ἐν καμίνῳ χρυσὸς, εὑρισκόμενος. Σκοπῶμεν δὲ οὕτως· Εὐπατρίδης ἐστίν; ἀντεπιδείξεται τὴν εὐτροπίαν τῷ αἵματι· ὥστε διχόθεν εὐδοκιμεῖν, καὶ γενεαλογούμενος, καὶ ὁρώμενος. Δυσγενὴς τὸν ἀνδριάντα καὶ τὸν πηλὸν (εἴπερ τι μέγα πηλὸς πηλοῦ διαφέρε)ι; ἀντεισοίσει τὴν νοουμένην εὐγένειαν, καὶ ἣν ἕκαστος ἑαυτὸν διαπλάττει πρὸς τὸ χεῖρον ἢ βέλτιον· τὴν δὲ ἄλλην παραγράψεται, ὅση σπείρεται ἢ γράφεται, ὡς οὐδενὸς ἀξίαν καὶ κίβδηλον. Ἔστι γάρ τι γένος τρισσόν· τὸ μὲν ἄνωθεν ἠργμένον, ὃ πάντες ἐσμὲν εὐγενεῖς ἐπ᾿ ἴσης, ἐπεὶ κατ᾿ εἰκόνα Θεοῦ γεγόναμεν· τὸ δὲ ἀπὸ σαρκὸς ἐρχόμενον, οὐκ οἶδ᾿ εἴ τις εὐγενὴς, τοῦτο φθορᾷ συνιστάμενον· τὸ δὲ ἀπὸ κακίας ἢ ἀρετῆς γνωριζόμενον, οὗ μᾶλλον καὶ ἧττον μεταλαμβάνομεν, ὅσον ἂν, οἶμαι, ἢ τηρήσωμεν τὴν εἰκόνα, ἢ διαφθείρωμεν. Ταύτην ἀγαπήσει τὴν εὐγένειαν ὅγε ἀληθῶς σοφὸς καὶ φιλόσοφος. Τὸ γὰρ τέταρτον γένος, τότε ἀξιώσω λόγου, τὸ ἐν γράμμασι καὶ προςτάγμασιν, ὅταν καὶ κάλλος ἀποδέξωμαι τὸ ἐν χρώμασι, καὶ πίθηκον αἰδεσθῶ λέοντα εἶναι κεκελευσμένον.
11. Νέος ἐστί; Κατὰ τῶν παθῶν ἀνδρισθήσεται, καὶ τοῦτο ἀπολαύσει τῆς νεότητος, τὸ μὴ τὰ νέων παθεῖν, ἀλλὰ δεῖξαι πρεσβυτικὴν φρόνησιν ἐν ἀκμαίῳ τῷ σώματι· καὶ χαιρήσει τῇ νίκῃ πλέον ἢ οἱ ἐν Ὀλυμπίᾳ στεφανούμενοι· νικήσει γὰρ ἐν κοινῷ θεάτρῳ τῇ οἰκουμένῃ, καὶ νίκην ἄπρατον. Νεύει πρὸς γῆρας; Ἀλλ᾿ οὐχὶ γηράσει καὶ τὴν ψυχήν· δέξεται τὴν διάλυσιν, ὡς προθεσμίαν ἀναγκαίας ἐλευθερίας· ἡδέως πρὸς τὰ ἑξῆς μεταβήσεται, ἔνθα οὐκ ἔστιν ἄωρος, οὐδὲ πρεσβύτης, ἀλλὰ πάντες τὴν πνευματικὴν ἡλικίαν τέλειοι. Ὥρας ἔλαχεν; Ἀντιστίλψει τὸ κάλλος τῷ κάλλει, τὸ τῆς ψυχῆς τῷ τοῦ σώματος. Παρῆλθε τὸ ἄνθος ἀνεπηρέαστον; νεύει πρὸς ἑαυτὸν, οὐδὲ οἶδεν ὁρώμενος. Αἰσχρὸς τὸ φαινόμενον; ἀλλ᾿ εὐφυὴς τὸ κρυπτόμενον, ὥσπερ ἐν κάλυκι ῥόδον ἀνθηρὸν οὐκ ἀνθηρᾷ καὶ ἀνόδμῳ τὸ εὐωδέστατον. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων; οὐδὲ καιρὸν δίδωσι τὸ ἐκτὸς καθορᾶσθαι, μεταστρέφων τὸν θεατὴν πρὸς τὸν ἐντὸς ἄνθρωπον. Εὐεκτεῖ; Χρήσεται τῇ ὑγιείᾳ πρὸς τὸ βέλτιστον· νουθετήσει, πλήξει, λόγῳ παῤῥησιάσεται, ἀγρυπνήσει, χαμευνήσει, νηστεύσει, κενώσει τὴν ὕλην, θεωρήσει τὰ ἐπίγεια καὶ τὰ οὐράνια, κατὰ πᾶσαν σπουδὴν μελετήσει τὸν θάνατον. Ἀῤῥωστήσει; Μαχήσεται· ἂν δὲ ἡττηθῇ, νικήσει λαβὼν τὸ μηκέτι μάχεσθαι. Πλούσιός ἐστι; Φιλοσοφήσει τὸ ἀποπλουτεῖν, μεταδώσει τῷ δεομένῳ τῶν ὄντων, ὡς οἰκονόμος τῶν ἀλλοτρίων· ἵν᾿ ἐκεῖνός τε εὖ πάθῃ τῇ μεταλήψει, καὶ αὐτὸς πρὸς Θεὸν συναχθῇ, μηδὲν ἔχων πλὴν τοῦ σταυροῦ καὶ τοῦ σώματος. Πένεται; Πλουτήσει Θεὸν, καὶ τὸ καταγελᾷν τῶν ἐχόντων, ὡς ἀεὶ μὲν κτωμένων, ἀεὶ δὲ πενομένων, τῷ δεῖσθαι τοῦ πλείονος, καὶ πινόντων ἵνα πλέον διψήσωσιν.
12. Πεινᾷ; Μετὰ τῶν ὀρνέων τραφήσεται, οἷς ὁ βίος ἄσπορος καὶ ἀνήροτος· μετὰ Ἡλίου ζήσεται παρὰ τῇ Σαραφθίᾳ· Ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐκλείψει, καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐλαττονήσει· ὁ μὲν ἀεὶ πηγάσει, ἡ δὲ γεωργήσει πλουσίως, ἵνα τιμηθῇ χήρα φιλόξενος, καὶ τρέφῃ τὸν τρέφοντα. Διψήσει; Κρῆναι τούτῳ καὶ ποταμοὶ τὸ ποτὸν, ποτὸν οὐ μεθύσκον, οὐδὲ μετρούμενον· ἂν πάντα ἐπιλίπῃ δι᾿ ἀνομβρίαν, χειμάῤῥῳ τυχὸν ποτισθήσεται. Ῥιγώσει; Τοῦτο καὶ Παῦλος, ἀλλ᾿ ἐπὶ πόσον; Ἔστι τι καὶ πέτρας ἔνδυμα· πειθέτω σε ὁ Ἰὼβ λέγων· Παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην, πέτραν περιεβάλοντο. Σκόπει μοι καὶ τὰ τελεώτερα. Λοιδορηθήσεται; νικήσει τῷ μὴ ἀντιλοιδορεῖσθαι. Διωχθήσεται; ἀνέξεται. Βλασφημηθήσεται; παρακαλέσει. Διαβληθήσεται; προσεύξεται. Τὴν δεξιὰν ῥαπισθήσεται σιαγόνα; παρέξει καὶ τὴν ἑτέραν· εἰ τρίτην εἶχε, καὶ ταύτην ἂν προεβάλετο, ἵνα μᾶλλον διδάξῃ μακροθυμεῖν τὸν παίοντα, ἔργῳ παιδεύων, ἃ μὴ λόγῳ δυνατὸς ἦν. Ὀνειδισθήσεται; τοῦτο καὶ ὁ Χριστός· τιμηθήσεται τῇ κοινωνίᾳ τοῦ πάθους. Κἂν Σαμαρείτης ἀκούσῃ, κἂν δαιμονᾷν ἐγκληθῇ, μετὰ Θεοῦ πάντα δέξεται. Πολλὰ ἔτι λείψει, κἂν πολλὰ πάθῃ, ὄξος, χολὴ, στέφανος ἀκάνθινος, σκῆπτρον καλάμινον, χλαμὺς κοκκίνη, σταυρὸς, ἧλοι, λῃσταὶ συσταυρούμενοι, παριόντες ὑβρίζοντες. Δεῖ γὰρ πλέον ἔχειν Θεὸν, ἐν τῷ πλεῖον φέρειν ἀτιμαζόμενον.
13. Οὐδὲν ἀναλωτότερον φιλοσοφίας, οὐδὲν ἀληπτότερον. Πάντα ἐνδώσει πρότερον, ἢ φιλόσοφος. Ὄνος ἐστὶν ἄγριος ἐν ἐρήμῳ, φησὶν ὁ Ἰώβ, ἄνετος καὶ ἐλεύθερος, καταγελῶν πολυοχλίας πόλεως, μέμψιν φορολόγου μὴ ἀκούων. Μονόκερώς ἐστι, ζῶον αὐτόνομον. Εἰ βουλήσεταί σοι δουλεῦσαι; εἰ δήσεις αὐτὸν ἐπὶ φάτνης; εἰ ὑπὸ ζυγὸν ἀχθήσεται; Ὅταν πάντων ἐξείργηται τῶν ἐπὶ γῆς, κατεσκεύασται αὐτῷ πτέρυγες ὥσπερ ἀετοῦ, ἐπιστρέψει εἰς τὸν οἶκον τοῦ προεστηκότος αὐτοῦ, πρὸς Θεὸν ἀναπτήσεται. Εἴπω τι κεφάλαιον· Δύο ταῦτα δυσκράτητα, Θεὸς καὶ ἄγγελος· καὶ τὸ τρίτον φιλόσοφος, ἄϋλος ἐν ὕλῃ, ἐν σώματι ἀπερίγραπτος, ἐπὶ γῆς οὐράνιος, ἐν πάθεσιν ἀπαθὴς, πάντα ἡττώμενος πλὴν φρονήματος, νικῶν τῷ νικᾶσθαι τοὺς κρατεῖν νομίζοντας. Ἐπεὶ δὲ τὸν φιλόσοφον ἡμῖν ὁ λόγος ἔγραψεν, ὅθεν εἶπον, ἀρξάμενος, φέρε, παρὰ τοῦτον τὰ ἡμέτερα θεωρήσωμεν (δοκῶ γὰρ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν, καὶ εἴ τινι τούτων τρωτὸς ἐγὼ καὶ ἁλώσιμο)ς· ἵν᾿ εἰ μὲν ἡττώμενον εὑρίσκοιεν οἱ μισοῦντες καὶ πολεμοῦντες, συγγινώσκοιντο γοῦν τῆς ἐγχειρήσεως, εἰ καὶ μὴ τῆς προαιρέσεως· εἰ δὲ κρείττονα τῶν πολεμούντων καὶ ὑψηλότερον, ἢ τῆς κακίας ἀπαλλαγεῖεν, ἢ καινοτέραν ὁδὸν τῆς ἀδικίας ἐπινοήσαιεν, ὡς τῆς παρούσης καταφρονουμένης, καὶ μὴ πρὸς τῇ κακίᾳ καὶ ἄνοιαν ἐγκαλοῖντο, ὡς ἀνομοῦντες διακενῆς, καὶ οὐδὲ εἰδότες ἀδικεῖν ὃ σπουδάζουσιν.
14. Τί γὰρ δὴ καὶ λυπήσουσιν ἐπὶ πάντα ἐλθόντες; Ἴδωμεν ὅσα ἂν ἀδικηθείη παρὰ ἀνθρώπων ἄνθρωπος. Ἀπαίδευτον ὀνομάσουσιν; Μίαν σοφίαν οἶδα, τὸ φοβεῖσθαι Θεὸν (Ἀρχή τε γὰρ σοφίας, φόβος Κυρίου· καὶ τέλος λόγου, τὸ πᾶν ἄκουε, τὸν Θεὸν φοβοῦ. Ταῦτα Σολομὼν ὁ σοφώτατος. Δειξάτωσαν οὖν ἄφοβον, καὶ νικησάτωσαν· τῆς δὲ ἄλλης σοφίας, τὴν μὲν παρέδραμον, τὴν δὲ προσλαβεῖν εὔχομαι καὶ ἐλπίζω, θαῤῥῶν τῷ Πνεύματι. Πενίαν ἐγκαλέσουσι, τὴν ἐμὴν περιουσίαν; εἴθε γὰρ ἀποδυσαίμην καὶ τὰ ῥάκια ταῦτα, ἵνα γυμνὸς διαδράμω τὰς ἀκάνθας τοῦ βίου· εἴθε καὶ τὸν βαρὺν χιτῶνα τοῦτον ὡς τάχιστα, ἵνα λάβω κουφότερον. Φυγόπατριν ἀποκαλέσουσιν; ὡς μικρὰ φρονοῦσι περὶ ἡμῶν ὄντως ὑβρισταὶ καὶ μισόξενο!ι Ἔστι γάρ μοι πατρὶς, ὦ οὗτοι, περιγραπτὸς, ᾧ πᾶσα πατρὶς, καὶ οὐδεμία; Σὺ δὲ οὐ ξένος καὶ παρεπίδημος; Οὐκ ἐπαινῶ σου τὴν κατοικίαν, ἂν οὕτως ἔχῃς, μὴ τῆς ἀληθινῆς πατρίδος ἐκπέσῃς, εἰς ἣν ἀποτίθεσθαι χρὴ τὸ πολίτευμα. Γῆρας δὲ οὐκ ὀνειδίσαις ἡμῖν καὶ τὸ νοσῶδες; οὐχ ὅλον τοῦτο τῆς ὕλης καὶ τῆς φύσεως, ἵνα εἰδῇς τι τῶν ἐμῶν ἀποῤῥήτων· ἔστιν ὃ καὶ ὁ λογισμὸς ἐδαπάνησεν, ἵνα μικρόν τι καυχήσωμαι. Οὐδὲ σὺ σφριγῶν μοι καὶ σαρκοτροφῶν, ἡδὺ θέαμα. Εἴθε τι καὶ πολιᾶς ἐπήνθει σοι καὶ ὠχρότητος, ἵνα πιστευθῇς γοῦν εἶναι συνετὸς καὶ φιλόσοφος.
15. Τί ἔτι; Θρόνων καθαιρήσουσιν; Τίνων ἆρ᾿ ὧν ἡδέως ἐπέβην, ἢ νῦν, ἢ πρότερον; μακαρίζω δὲ τοὺς ἐπιβαίνοντας; Σὺ δέ μοι τούτους ἡδεῖς ποιεῖς, οὕτως ἐπιβαίνων ἀναξίως; Οὐδὲ τὰ πρώην συμβάντα τὴν ἐμὴν γνώμην ὑμῖν ἐδήλωσεν; ἢ κἀκεῖνα θρύψις τις ἦν, καὶ τοῦ πόθου δοκιμασία; Πάντα ἂν οἱ τεχνικοὶ περὶ ἄλλων, τὰ ἑαυτῶν, τὰ μὲν ὑπονοήσαιεν, τὰ δὲ εἴποιεν. Τί δαὶ ἡ συντριβή; τί δαὶ αἱ ἀραὶ, ἃς δημοσίᾳ καθ᾿ ἡμῶν αὐτῶν πεποιήμεθα; τί δαὶ τὰ δάκρυα, καὶ τὸ ἐλεεινοὺς γενέσθαι ὑμῖν μικροῦ, καὶ μισουμένους διὰ τὴν ἔνστασιν; Προεδρίας ἀποστερήσουσιν; ἣν πότε καὶ τίς τῶν εὖ φρονούντων ἐθαύμασε; νῦν δὲ καὶ τὸ φεύγειν, ὡς γοῦν ἐμοὶ δοκεῖ, πρῶτον συνέσεως· δι᾿ ἣν πάντα δονεῖται καὶ σείεται τὰ ἡμέτερα· δι᾿ ἣν τὰ πέρατα τῆς οἰκουμένης ἐν ὑποψίᾳ, καὶ πολέμῳ κωφῷ τινι καὶ οὐδὲ ὄνομα ἔχοντι· δι᾿ ἣν κινδυνεύομεν ἀνθρώπων εἶναι, παρὰ Θεοῦ γεγονότες, καὶ τὸ μέγα καὶ καινὸν ἀποβαλεῖν ὄνομα. Ὡς ὄφελόν γε μηδὲ ἦν προεδρία, μηδέ τις τόπου προτίμησις, καὶ τυραννικὴ προνομί!α ἵν᾿ ἐξ ἀρετῆς μόνης ἐγινωσκόμεθα. Νῦν δὲ τὸ δεξιὸν τοῦτο, καὶ τὸ ἀριστερὸν, καὶ τὸ μέσον, καὶ τὸ ὑψηλότερον, καὶ τὸ χθαμαλώτερον, καὶ τὸ προβαδίζειν ἢ συμβαδίζειν, πολλὰ πεποίηκε τὰ συντρίμματα ἡμῶν διακενῆς, καὶ πολλοὺς εἰς βόθρον ὦσε, καὶ εἰς τὴν τῶν ἐρίφων χώραν ἀπήγαγεν· οὐ τῶν κάτω μόνον, ἀλλ᾿ ἤδη καὶ τῶν ποιμένων, οἳ διδάσκαλοι τοῦ Ἰσραὴλ ὄντες, ταῦτα ἠγνόησαν.
16. Θυσιαστηρίων εἴρξουσιν; Ἀλλ᾿ οἶδα καὶ ἄλλο θυσιαστήριον, οὗ τύποι τὰ νῦν ὁρώμενα· ἐφ᾿ ὃ λαξευτήριον οὐκ ἀναβέβηκεν, οὐδὲ χεὶρ, οὐδὲ ἠκούσθη σίδηρος, ἤ τι τῶν τεχνιτῶν καὶ ποικίλων, ἀλλ᾿ ὅλον τοῦ νοῦ τὸ ἔργον, καὶ διὰ θεωρίας ἡ ἀνάβασις. Τούτῳ παραστήσομαι, τούτῳ θύσω δεκτὰ, θυσίαν, καὶ προσφορὰν, καὶ ὁλοκαυτώματα, κρείττονα τῶν νῦν προσαγομένων, ὅσῳ κρεῖττον σκιᾶς ἀλήθεια· περὶ οὗ μοι δοκεῖ καὶ Δαβὶδ ὁ μέγας φιλοσοφεῖν, λέγων· Καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, τοῦ εὐφραίνοντος τὴν πνευματικήν μου νεότητα. Τούτου μὲν οὐκ ἀπάξει με τοῦ θυσιαστηρίου πᾶς ὁ βουλόμενος. Πόλεως ἀπελάσουσιν; ἀλλ᾿ οὐχὶ καὶ τῆς ἄνω κειμένης. Τοῦτο δυνηθήτωσαν οἱ μισοῦντες ἡμᾶς, καὶ ὄντως πεπολεμήκασιν· ἕως δ᾿ ἂν μὴ τοῦτο δύνωνται, ῥανίσι βάλλουσιν, ἢ αὔραις παίουσιν, ἢ παίζουσιν ἐνύπνια· οὕτως αὐτῶν ἐγὼ βλέπω τὸν πόλεμον. Χρημάτων περιαιρήσουσιν; Τίνων; Εἰ μὲν τῶν ἐμῶν, καὶ τῶν πτερύγων περικοπτέτωσαν, ὧν οὐκ ἐπιβέβλημαι· εἰ δὲ τῶν τῆς Ἐκκλησίας, τοῦτό ἐστιν ὑπὲρ οὗ πᾶς ὁ πόλεμος· δι᾿ ἃ ζηλοτυπεῖ τὸ γλωςσόκομον ὁ κλέπτης, καὶ τὸν Θεὸν προδίδωσι τριάκοντα ἀργυρίων, τὸ δεινότατον. Τοσούτου γὰρ, οὐχ ὁ προδιδόμενος, ἀλλ᾿ ὁ προδιδοὺς ἄξιος.
17. Οἰκίας ἀποκλείσουσι; Τρυφὰς περικόψουσι; Φίλους ἀλλοτριώσουσι; Πάνυ γὰρ, ὡς ὁρᾷς, πλείστων κατεναρκήσαμεν, καίτοιγε προκαλουμένων (οὐ γὰρ ἀχαριστήσομεν)· εἰ δὲ καὶ κατεναρκήσαμεν, τῷ φείδεσθαι μᾶλλον ἢ τῷ προσίεσθαι. Τὸ δὲ αἴτιον, οἶκός τις ἀνέπαυσεν ἡμᾶς εὐσεβὴς καὶ φιλόθεος, καὶ οἷος τὸν Ἐλισσαῖον ὁ τῆς Σουναμίτιδος, συγγενῶν τὸ σῶμα, συγγενῶν τὸ πνεῦμα, πάντα φιλότιμος· παρ᾿ οἷς καὶ ὁ λαὸς οὗτος ἐπάγη, κλέπτων ἔτι τὴν διωκομένην εὐσέβειαν, οὐκ ἀδεῶς, οὐδὲ ἀκινδύνως. Ἀντιμετρήσαι αὐτῷ Κύριος ἐν ἡμέρᾳ ἀνταποδόσεω!ς Τρυφὴν δὲ εἰ διώκομεν, τρυφήσαιεν καθ᾿ ἡμῶν οἱ μισοῦντες ἡμᾶς· οὐ γὰρ ἄλλο τι μεῖζον ἐμαυτῷ καταράσομαι. Φίλων δὲ, οἱ μὲν οὐδὲ πάσχοντες κακῶς, εὖ οἶδα, φεύξονται ἡμᾶς (τὸ γὰρ συναδικεῖσθαι, καὶ συναλγεῖν πεποίηκ)ε· τῶν δὲ ἤδη γεγυμνάσμεθα καὶ ὑπερορώμενοι φέρειν τὴν ὑπεροψίαν. Τῶν γὰρ φίλων καὶ τῶν πλησίον, οἱ μὲν καὶ φανερῶς ἐξ ἐναντίας ἤγγισαν καὶ ἔστησαν· οἱ δὲ, τὸ φιλανθρωπότατον, ἀπὸ μακρόθεν ἔστησαν, καὶ ἐν τῇ νυκτὶ ταύτῃ πάντες ἐσκανδαλίσθησαν. Μικροῦ καὶ Πέτρος ἠρνήσατό με· καὶ τυχὸν οὐδὲ κλαίει πικρῶς, ἵνα θεραπεύσῃ τὴν ἁμαρτίαν.
18. Μόνος τολμηρὸς ἐγὼ, καὶ θράσους γέμων, ὡς ἔοικε· μόνος εὔελπις ἐν τοῖς φοβεροῖς, μόνος καρτερικὸς, καὶ δημοσίᾳ προτιθέμενος, καὶ ἰδίᾳ καταφρονούμενος, καὶ Ἀνατολῇ καὶ Δύσει τῷ πολεμεῖσθαι γνωριζόμενος. Τῆς ἀπονοία!ς Ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. Τοσοῦτον ἀπέχω τοῦ φοβερὸν ἡγεῖσθαί τι τῶν παρόντων, ὥστε τὸ κατ᾿ ἐμαυτὸν ἀφεὶς, θρηνῶ τοὺς λυπήσαντας. Μέλη Χριστοῦ ποτε, μέλη τίμια ἐμοὶ, εἰ καὶ νῦν διεφθαρμένα, μέλη τῆς ποίμνης ταύτης, ἣν προδεδώκατε μικροῦ, καὶ πρὶν συναχθῆναι. Πῶς διεσπάσθητε καὶ διεσπάσατε, ὡς βοΐδια ἐκ δεσμῶν ἀνειμένα; πῶς θυσιαστηρίῳ θυσιαστήριον ἀντηγείρατε; πῶς ἐγένεσθε εἰς ἐρήμωσιν ἐξάπινα; πῶς καὶ αὐτοὶ νενέκρωσθε τῇ τομῇ, καὶ ἡμᾶς ἀλγεῖν πεποιήκατε; πῶς ἁπλότητι ποιμένων εἰς ποίμνης διάλυσιν κατεχρήσασθε; Οὐδὲ γὰρ ἐκείνους μέμψομαι τῆς ἀπειρίας, ἀλλ᾿ ὑμᾶς αἰτιάσομαι τῆς κακίας. Τῇ διαφθορᾷ σου, Ἰσραὴλ, τίς βοηθήσει; Τί φάρμακον εὕρωμαι συνουλωτικόν; ποῖον ἐπίδεσμον; πῶς συνάψω τὰ διεστῶτα; τίσι δάκρυσι, τίσι λόγοις, τίσιν εὐχαῖς θεραπεύσω τὸ σύντριμμα; ἢ τάχα τὸν τοῦτον τρόπον;
19. Τριὰς ἁγία, καὶ προσκυνητὴ, καὶ τελεία, καὶ καλῶς ὑφ᾿ ἡμῶν συναγομένη τε καὶ σεβομένη, σὸν τὸ ἔργον, σὸν τὸ κατόρθωμα. Σὺ τούτους τε πάλιν ἀποκαταστήσαις ἡμῖν, τοσοῦτον διαστάντας, ὅσον παιδευθῆναι τῷ χωρισμῷ πρὸς ὁμόνοιαν· καὶ ἡμῖν τῶν ἐντεῦθεν μόχθων ἀντιδοίης τὰ ἐπουράνιά τε καὶ ἀστασίαστα. Τῶν δέ ἐστι τὸ πρῶτον καὶ μέγιστον, ἐλλαμφθῆναί σοι τελεώτερόν τε καὶ καθαρώτερον, πῶς ἡ αὐτὴ, καὶ μονὰς νοῇ, καὶ Τριὰς εὑρίσκῃ· πῶς τὸ ἀγέννητον, καὶ τὸ γεννητὸν, καὶ τὸ προιὸν, μία φύσις, τρεῖς ἰδιότητες, Εἷς Θεὸς, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν· οὔτε ὑπερτιθέμενος, οὔτε μετατιθέμενος, οὔτε μειούμενος, οὔτε τεμνόμενος· τὸ μὲν ἄρτι καταλαμβανόμενος, τὸ δὲ ζητούμενος, ποτὲ δὲ, ὅσον εἶ, τυχὸν καταληφθησόμενος τοῖς ἐνταῦθα καλῶς ζητήσασι διὰ βίου καὶ θεωρίας· ᾧ πᾶσα δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΛΟΓΟΣ 27.
ΘΕΟΛΟΓΙΚΟΣ ΠΡΩΤΟΣ
ΠΡΟΣ ΕΥΝΟΜΙΑΝΟΥΣ ΠΡΟΔΙΑΛΕΞΙΣ
1. Πρὸς τοὺς ἐν λόγῳ κομψοὺς ὁ λόγος. καὶ ἵνα ἀπὸ τῆς γραφῆς ἄρξωμαι· Ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν. εἰσὶ γάρ, εἰσί τινες, οἱ τὴν ἀκοὴν προσκνώμενοι καὶ τὴν γλῶσσαν, ἤδη δέ, ὡς ὁρῶ, καὶ τὴν χεῖρα, τοῖς ἡμετέροις λόγοις, καὶ χαίροντες ταῖς βεβήλοις κενοφωνίαις, καὶ ἀντιθέσεσι τῆς ψευδωνύμου γνώσεως, καὶ ταῖς εἰς οὐδὲν χρήσιμον φερούσαις λογομαχίαις. οὕτω γὰρ ὁ Παῦλος καλεῖ πᾶν τὸ ἐν λόγῳ περιττὸν καὶ περίεργον, ὁ τοῦ συντετμημένου λόγου κῆρυξ καὶ βεβαιωτής, ὁ τῶν ἁλιέων μαθητὴς καὶ διδάσκαλος. οὗτοι δέ, περὶ ὧν ὁ λόγος, εἴθε μέν, ὥσπερ τὴν γλῶσσαν εὔστροφον ἔχουσι καὶ δεινὴν ἐπιθέσθαι λόγοις εὐγενεστέροις τε καὶ δοκιμωτέροις, οὕτω τι καὶ περὶ τὰς πράξεις ἠσχολοῦντο μικρὸν γοῦν, καὶ ἴσως ἧττον ἂν ἦσαν σοφισταὶ καὶ κυβισταὶ λόγων ἄτοποι καὶ παράδοξοι, ἵν᾿ εἴπω τι καὶ γελοίως περὶ γελοίου πράγματος.
2. Ἐπεὶ δὲ πᾶσαν εὐσεβείας ὁδὸν καταλύσαντες πρὸς ἑν τοῦτο βλέπουσι μόνον, ὅ τι δήσουσιν ἢ λύσουσι τῶν προβαλλομένων, καθάπερ ἐν τοῖς θεάτροις οἱ τὰ παλαίσματα δημοσιεύοντες, καὶ τῶν παλαισμάτων οὐχ ὅσα πρὸς νίκην φέρει κατὰ νόμους ἀθλήσεως, ἀλλ᾿ ὅσα τὴν ὄψιν κλέπτει τῶν ἀμαθῶν τὰ τοιαῦτα καὶ συναρπάζει τὸν ἐπαινέτην. καὶ δεῖ πᾶσαν μὲν ἀγορὰν περιβομβεῖσθαι τοῖς τούτων λόγοις, πᾶν δὲ συμπόσιον ἀποκναίεσθαι φλυαρίᾳ καὶ ἀηδίᾳ, πᾶσαν δὲ ἑορτὴν καὶ πένθος ἅπαν, τὴν μὲν ἀνέορτον εἶναι καὶ μεστὴν κατηφείας, τὸ δὲ παραμυθεῖσθαι συμφορᾷ μείζονι τοῖς ζητήμασι, πᾶσαν δὲ διοχλεῖσθαι γυναικωνῖτιν, ἁπλότητι σύντροφον, καὶ τὸ τῆς αἰδοῦς ἄνθος ἀποσυλᾶσθαι τῇ περὶ λόγον ταχύτητι. ἐπειδὴ ταῦτα οὕτω, καὶ τὸ κακὸν ἄσχετον καὶ ἀφόρητον, καὶ κινδυνεύει τεχνύδριον εἶναι τὸ μέγα ἡμῶν μυστήριον· φέρε, τοσοῦτον γοῦν ἡμῶν ἀνασχέσθωσαν οἱ κατάσκοποι σπλάγχνοις πατρικοῖς κινουμένων καί, ὅ φησιν ὁ θεῖος Ἰερεμίας, σπαρασσομένων τὰ αἰσθητήρια, ὅσον μὴ τραχέως τὸν περὶ τούτων δέξασθαι λόγον, καὶ τὴν γλῶσσαν μικρὸν ἐπισχόντες, ἂν ἄρα καὶ δύνωνται, τὴν ἀκοὴν ἡμῖν ὑποθέτωσαν. πάντως δὲ οὐδὲν ζημιωθήσεσθε. ἢ γὰρ εἰς ὦτα ἐλαλήσαμεν ἀκουόντων, καί τινα καρπὸν ἔσχεν ὁ λόγος, τὴν ὠφέλειαν τὴν ὑμετέραν, ἐπειδὴ σπείρει μὲν ὁ σπείρων τὸν λόγον ἐπὶ πᾶσαν διάνοιαν, καρποφορεῖ δὲ ἡ καλή τε καὶ γόνιμος, ἢ ἀπήλθετε καὶ τοῦτο ἡμῶν διαπτύσαντες, καὶ πλείονα λαβόντες ὕλην ἀντιλογίας τε καὶ τῆς καθ᾿ ἡμῶν λοιδορίας, ἵνα καὶ μᾶλλον ὑμᾶς αὐτοὺς ἑστιάσητε. μὴ θαυμάσητε δέ, εἰ παράδοξον ἐρῶ λόγον, καὶ παρὰ τὸν ὑμέτερον νόμον, οἳ πάντα εἰδέναι τε καὶ διδάσκειν ὑπισχνεῖσθε λίαν νεανικῶς καὶ γενναίως, ἵνα μὴ λυπῶ λέγων ἀμαθῶς καὶ θρασέως.
3. Οὐ παντός, ὦ οὗτοι, τὸ περὶ θεοῦ φιλοσοφεῖν, οὐ παντός· οὐχ οὕτω τὸ πρᾶγμα εὔωνον καὶ τῶν χαμαὶ ἐρχομένων. προσθήσω δέ, οὐδὲ πάντοτε, οὐδὲ πᾶσιν, οὐδὲ πάντα, ἀλλ᾿ ἔστιν ὅτε, καὶ οἷς, καὶ ἐφ᾿ ὅσον. οὐ πάντων μέν, ὅτι τῶν ἐξητασμένων καὶ διαβεβηκότων ἐν θεωρίᾳ, καὶ πρὸ τούτων καὶ ψυχὴν καὶ σῶμα κεκαθαρμένων, ἢ καθαιρομένων, τὸ μεριώτατον. μὴ καθαρῷ γὰρ ἅπτεσθαι καθαροῦ τυχὸν οὐδὲ ἀσφαλές, ὥσπερ οὐδὲ ὄψει σαθρᾷ ἡλιακῆς ἀκτῖνος. ὅτε δέ; ἡνίκα ἂν σχολὴν ἄγωμεν ἀπὸ τῆς ἔξωθεν ἰλύος καὶ ταραχῆς, καὶ μὴ τὸ ἡγεμονικὸν ἡμῶν συγχέηται τοῖς μοχθηροῖς τύποις καὶ πλανωμένοις, οἷον γράμμασι πονηροῖς ἀναμιγνύντων κάλλη γραμμάτων, ἢ βορβόρῳ μύρων εὐωδίαν. δεῖ γὰρ τῷ ὄντι σχολάσαι, καὶ γνῶναι θεόν· καὶ ὅταν λάβωμεν καιρόν, κρίνειν θεολογίας εὐθύτητα. τίσι δέ; οἷς τὸ πρᾶγμα διὰ σπουδῆς, καὶ οὐχ ὡς ἕν τι τῶν ἄλλων καὶ τοῦτο φλυαρεῖται ἡδέως, μετὰ τοὺς ἱππικούς, καὶ τὰ θέατρα, καὶ τὰ ᾄσματα, καὶ τὴν γαστέρα, καὶ τὰ ὑπὸ γαστέρα· οἷς καὶ τοῦτο μέρος τρυφῆς, ἡ περὶ ταῦτα ἐρεσχελία καὶ κομψεία τῶν ἀντιθέσεων. τίνα δὲ φιλοσοφητέον, καὶ ἐπὶ πόσον; ὅσα ἡμῖν ἐφικτά, καὶ ἐφ᾿ ὅσον ἡ τοῦ ἀκούοντος ἕξις ἐφικνεῖται καὶ δύναμις· ἵνα μὴ καθάπερ αἱ ὑπερβάλλουσαι τῶν φωνῶν, ἢ τῶν τροφῶν, τὴν ἀκοὴν βλάπτουσιν ἢ τὰ σώματα, εἰ βούλει δέ, τῶν φορτίων τὰ ὑπὲρ δύναμιν τοὺς ὑποβαίνοντας, ἢ τὴν γῆν τῶν ὑετῶν οἱ σφοδρότεροι, οὕτω δὴ καὶ οὗτοι τοῖς στερροῖς, ἵν᾿ οὕτως εἴπω, τῶν λόγων καταπιεσθέντες καὶ βαρυνθέντες ζημιωθεῖεν καὶ εἰς τὴν ἀρχαίαν δύναμιν.
4. Καὶ οὐ λέγω τοῦτο μὴ δεῖν πάντοτε μεμνῆσθαι θεοῦ. μὴ πάλιν ἐπιφυέσθωσαν ἡμῖν οἱ πάντα εὔκολοι καὶ ταχεῖς. μνημονευτέον γὰρ θεοῦ μᾶλλον ἢ ἀναπνευστέον· καί, εἰ οἷόν τε τοῦτο εἰπεῖν, μηδὲ ἄλλο τι ἢ τοῦτο πρακτέον. κἀγὼ τῶν ἐπαινούντων εἰμὶ τὸν λόγον, ὃς μελετᾶν ἡμέρας καὶ νυκτὸς διακελεύεται, καὶ ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγεῖσθαι, καὶ εὐλογεῖν τὸν κύριον ἐν παντὶ καιρῷ· εἰ δεῖ καὶ τὸ Μωυσέως εἰπεῖν, κοιταζόμενον, διανιστάμενον ὁδοιποροῦντα, ὅ τι οὖν ἄλλο πράττοντα, καὶ τῇ μνήμῃ τυποῦσθαι πρὸς καθαρότητα. ὥστε οὐ τὸ μεμνῆσθαι διηνεκῶς κωλύω, τὸ θεολογεῖν δέ· οὐδὲ τὴν θεολογίαν, ὥσπερ ἀσεβές, ἀλλὰ τὴν ἀκαιρίαν· οὐδὲ τὴν διδασκαλίαν, ἀλλὰ τὴν ἀμετρίαν. ἢ μέλιτος μὲν πλησμονὴ καὶ κόρος ἔμετον ἐργάζεται, καίπερ ὄντος μέλιτος, καὶ καιρὸς τῷ παντὶ πράγματι, ὡς Σολομῶντι κἀμοὶ δοκεῖ, καὶ τὸ καλὸν οὐ καλόν, ὅταν μὴ καλῶς γίνηται, ὥσπερ ἄνθος ἐν χειμῶνι παντελῶς ἄωρον, καὶ γυναιξὶ κόσμος ἀνδρεῖος, ἢ γυναικεῖος ἀνδράσι, καὶ πένθει γεωμετρία, καὶ πότῳ δάκρυον, ἐνταῦθα δὲ μόνον τὸν καιρὸν ἀτιμάσομεν, οὗ μάλιστα τιμητέον τὸ εὔκαιρον;
5. Μηδαμῶς, ὦ φίλοι καὶ ἀδελφοί· ἀδελφοὺς γὰρ ὑμᾶς ἔτι καλῶ, καίπερ οὐκ ἀδελφικῶς ἔχοντας· μὴ οὕτω διανοώμεθα, μηδὲ καθάπερ ἵπποι θερμοὶ καὶ δυσκάθεκτοι, τὸν ἐπιβάτην λογισμὸν ἀπορρίψαντες, καὶ τὴν καλῶς ἄγχουσαν εὐλάβειαν ἀποπτύσαντες, πόρρω τῆς νύσσης θέωμεν· ἀλλ᾿ εἴσω τῶν ἡμετέρων ὅρων φιλοσοφῶμεν, καὶ μὴ εἰς Αἴγυπτον ἐκφερώμεθα, μηδὲ εἰς Ἀσσυρίους κατασυρώμεθα, μηδὲ ᾄδωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας, πάσης ἀκοῆς λέγω, ξένης τε καὶ ἡμετέρας, ἐχθρᾶς καὶ φιλίας, εὐγνώμονος καὶ ἀγνώμονος, ἣ λίαν ἐπιμελῶς τηρεῖ τὰ ἡμέτερα, καὶ βούλοιτο ἂν τὸν σπινθῆρα τῶν ἐν ἡμῖν κακῶν γενέσθαι φλόγα, ἐξάπτει τε καὶ ἀναρριπίζει καὶ εἰς οὐρανὸν αἴρει ταῖς παρ᾿ ἑαυτῆς αὔραις λανθάνουσα, καὶ ποιεῖ τῆς Βαβυλωνίας φλογὸς τὰ κύκλῳ καταφλεγούσης ὑψηλοτέραν. ἐπειδὴ γὰρ οὐκ ἐν τοῖς ἑαυτῶν δόγμασιν ἔχουσι τὴν ἰσχύν, ἐν τοῖς ἡμετέροις σαθροῖς ταύτην θηρεύουσι, καὶ διὰ τοῦτο, ὥσπερ αἱ μυῖαι τοῖς τραύμασιν, οὕτω τοῖς ἡμετέροις ἐπιτίθενταιεἴτε ἀτυχήμασι χρὴ λέγειν, εἴτε ἁμαρτήμασιν. ἀλλ᾿ ἡμεῖς γε μὴ ἐπὶ πλεῖον ἡμᾶς αὐτοὺς ἀγνοήσωμεν, μηδὲ τὸ περὶ ταῦτα κόσμιον ἀτιμάσωμεν· ἀλλ᾿ εἰ μὴ τὴν ἔχθραν καταλύσασθαι δυνατόν, ἐκεῖνό γε συμβῶμεν ἀλλήλοις, μυστικῶς τὰ μυστικὰ φθέγγεσθαι, καὶ ἁγίως τὰ ἅγια, καὶ μὴ ῥίπτειν εἰς βεβήλους ἀκοὰς τὰ μὴ ἔκφορα, μηδὲ σεμνοτέρους ἡμῶν ἀποφαίνωμεν τοὺς προσκυνοῦντας τοῖς δαιμονίοις καὶ τῶν αἰσχρῶν μύθων καὶ πραγμάτων θεραπευτάς, οἳ θᾶττον ἂν τοῦ αἵματος ἢ λόγων ἔστιν ὧν μεταδοῖεν τοῖς ἀμυήτοις. ἀλλ᾿ εἰδῶμεν, ὥσπερ ἐσθῆτος καὶ διαίτης καὶ γέλωτος καὶ βαδίσματος οὖσάν τινα κοσμιότητα, οὕτω καὶ λόγου καὶ σιωπῆς, ὅτι καὶ λόγον πρεσβεύομεν μετὰ τῶν ἄλλων τοῦ θεοῦ προσηγοριῶν καὶ δυνάμεων. ἔστω καὶ τὸ φιλόνεικον ἡμῶν ἔννομον.
6. Τί γέννησιν ἀκούει θεοῦ καὶ κτίσιν, καὶ θεὸν ἐξ οὐκ ὄντων, καὶ τομὴν καὶ διαίρεσιν καὶ ἀνάλυσιν, ὁ πικρὸς τῶν λεγομένων ἀκροατής; τί δικαστὰς τοὺς κατηγόρους καθίζομεν; τί τὰ ξίφη τοῖς ἐχθροῖς ἐγχειρίζομεν; πῶς, οἴει, δέξεται τὸν περὶ τούτων λόγον, ἢ μεθ᾿ οἵας τῆς διανοίας, ὁ τὰς μοιχείας ἐπαινῶν καὶ τὰς παιδοφθορίας, καὶ προσκυνῶν τὰ πάθη, καὶ μηδὲν ὑπὲρ τὸ σῶμα διανοηθῆναι δυνάμενος, ὁ χθὲς καὶ πρώην ἑαυτῷ στήσας θεούς, καὶ τούτους ἐπὶ τοῖς αἰσχίστοις γνωριζομένους; οὐχ ὑλικῶς; οὐκ αἰσχρῶς; οὐκ ἀμαθῶς; οὐκ ἀμαθῶς; οὐχ ὡς εἴωθεν; οὐ συνήγορον τῶν οἰκείων θεῶν καὶ παθῶν τὴν σὴν θεολογίαν ποιήσεται; εἰ γὰρ αὐτοὶ ταῖς φωναῖς ταύταις ἐπηρεάζομεν, σχολῇ γ᾿ ἂν ἐκείνους πείσαιμεν φιλοσοφεῖν ἐν τοῖς ἡμετέροις· καὶ εἰ παρ᾿ ἑαυτῶν εἰσὶν ἐφευρεταὶ κακῶν, πότε ἂν τῶν διδομένων ἀπόσχοιντο; ταῦτα ἡμῖν ὁ πρὸς ἀλλήλους πόλεμος. ταῦτα οἱ πλεῖον ὑπὲρ τοῦ Λόγου μαχόμενοι, ἢ ὅσον ἀρέσκει τῷ Λόγῳ, καὶ ταὐτὸν πάσχοντες τοῖς μαινομένοις, οἳ τοὺς ἰδίους οἴκους ἀνάπτουσιν, ἢ τοὺς παῖδας σπαράττουσιν, ἢ τοὺς γονέας περιωθοῦσιν, ὡς ἀλλοτρίους νομίζοντες.
7. Ἐπεὶ δὲ ἀπεσκευασάμεθα τοῦ λόγου τὸ ἀλλότριον, καὶ εἰς τὴν ἀγέλην τῶν χοίρων ἀπεπεμψάμεθα τὸν πολὺν λεγεῶνα κατὰ βυθῶν χωρήσαντα, ὃ δεύτερόν ἐστι, πρὸς ἡμᾶς αὐτοὺς ἴδωμεν, καὶ ξέσωμεν εἰς κάλλος, ὥσπερ ἀνδριάντα, τὸν θεολόγον. ἐκεῖνο δὲ πρῶτον λογισώμεθα, τίς ἡ τοσαύτη περὶ τὸν λόγον φιλοτιμία καὶ γλωςσαλγία; τίς ἡ καινὴ νόσος αὕτη καὶ ἀπληστία; τί τὰς χεῖρας δήσαντες τὰς γλώσσας ὡπλίσαμεν; οὐ φιλοξενίαν ἐπαινοῦμεν; οὐ φιλαδελφίαν, οὐ φιλανδρίαν, οὐ παρθενίαν, οὐ πτωχοτροφίαν θαυμάζομεν; οὐ ψαλμῳδίαν, οὐ πάννυχον στάσιν, οὐ δάκρυον; οὐ τὸ σῶμα νηστείαις ὑποπιέζομεν; οὐ δι᾿ εὐχῆς πρὸς θεὸν ἐκδημοῦμεν; οὐ τῷ κρείττονι τὸ χεῖρον ὑποζεύγνυμεν, τὸν χοῦν λέγω τῷ πνεύματι, ὡς ἂν οἱ τῷ κράματι δικαίως δικάζοντες; οὐ μελέτην θανάτου τὸν βίον ποιούμεθα; οὐ τῶν παθῶν δεσπόται καθιστάμεθα, μεμνημένοι τῆς ἄνωθεν εὐγενείας; οὐ θυμὸν τιθασσεύομεν ἐξοιδοῦντα καὶ ἀγριαίνοντα; οὐκ ἔπαρσιν καταβάλλουσαν, οὐ λύπην ἀλόγιστον, οὐχ ἡδονὴν ἀπαίδευτον, οὐ γέλωτα πορνικόν, οὐκ ὄψιν ἄτακτον, οὐκ ἀκοὴν ἄπληστον, οὐ λόγον ἄμετρον, οὐ διάνοιαν ἔκτοπον, οὐχ ὅσα παρ᾿ ἡμῶν ὁ πονηρὸς καθ᾿ ἡμῶν λαμβάνει, τὸν διὰ τῶν θυρίδων, ὡς ἡ γραφή φησιν, εἴτουν αἰσθητηρίων, εἰσάγων θάνατον; πᾶν μὲν οὖν τοὐναντίον, καὶ τοῖς ἄλλων πάθεσιν ἐλευθερίαν δεδώκαμεν, ὥσπερ οἱ βασιλεῖς τὰς ἐπινικίους ἀφέσεις, μόνον ἂν πρὸς ἡμᾶς νεύωσι, καὶ κατὰ θεοῦ φέρωνται θρασύτερον καὶ κακὸν οὐ καλοῦ πράγματος μισθὸν ἀντιδίδομεν, τῆς ἀσεβείας τὴν παρρησίαν.
8. Καίτοιγε, ὦ διαλεκτικὲ καὶ λάλε, ἐρωτήσω σέ τι μικρόν· Σὺ δὲ ἀπόκριναί, φησι τῷ Ἰὼβ ὁ διὰ λαίλαπος καὶ νεφῶν χρηματίζων. πότερον πολλαὶ μοναὶ παρὰ τῷ Θεῷ, ὅπερ ἀκούεις, ἢ μία; πολλαί, δώσεις δηλαδή, καὶ οὐ μία. πότερον δὲ πληρωθῆναι δεῖ πάσας, ἢ τὰς μέν, τὰς δὲ οὐ, ὡς εἶναι κενὰς καὶ μάτην ἡτοιμασμένας; ναὶ πάσας· οὐδὲν γὰρ εἰκῇ τῶν παρὰ Θεοῦ γενομένων. ταύτην δὲ ὅ τί ποτε θήσεις τὴν μονήν, ἔχοις ἂν εἰπεῖν; ἄρα τὴν ἐκεῖθεν ἀνάπαυσίν τε καὶ δόξαν τὴν ἀποκειμένην τοῖς μακαρίοις, ἢ ἄλλο τι; οὐκ ἄλλο ἢ τοῦτο. ἐπειδὴ τοῦτο ὡμολογήσαμεν, κἀκεῖνο προσεξετάσωμεν. ἔστι τι τὸ ταύτας προξενοῦν τὰς μονάς, ὡς ὁ ἐμὸς λόγος, ἢ οὐδέν; ἔστι πάντως. τί τοῦτο; τὸ διαφόρους εἶναι πολιτείας καὶ προαιρέσεις, καὶ ἄλλην ἀλλαχοῦ φέρειν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, ὅπερ καὶ ὁδοὺς ὀνομάζομεν. πάσας οὖν ὁδευτέον, ἢ τινὰς τῶν ὁδῶν τούτων; εἰ μὲν οἷόν τε τὸν αὐτόν, πάσας· εἰ δὲ μή, ὅτι πλείστας· εἰ δὲ μή, τινάς· εἰ δὲ μηδὲ τοῦτο, μέγα κἂν εἰ μίαν διαφερόντως, ὥς γέ μοι φαίνεται. ὀρθῶς τοῦτο ὑπολαμβάνεις. τί οὖν; ὅταν ἀκούσῃς μίαν ὁδὸν εἶναι, καὶ ταύτην στενήν, τί σοι φαίνεται δηλοῦν ὁ λόγος; μίαν μὲν διὰ τὴν ἀρετήν· μία γάρ, κἂν εἰς πολλὰ σχίζηται· στενὴν δὲ διὰ τοὺς ἱδρῶτας καὶ τὸ μὴ πολλοῖς εἶναι βατήν, ὡς πρὸς τὸ πλῆθος τῶν ἐναντίων καὶ ὅσοι διὰ τῆς κακίας ὁδεύουσιν. οὕτω κἀμοὶ δοκεῖ. τί οὖν, ὦ βέλτιστε, εἴπερ τοῦτο οὕτως ἔχει, ὥσπερ τινὰ πενίαν καταγνόντες τοῦ ἡμετέρου λόγου, πάσας τὰς ἄλλας ὁδοὺς ἀφέντες, πρὸς μίαν ταύτην φέρεσθε καὶ ὠθεῖσθε τὴν διὰ λόγου καὶ θεωρίας, ὡς αὐτοὶ οἴεσθε, ὡς δὲ ἐγώ φημι, ἀδολεσχίας καὶ τερατείας; ἐπιτιμάτω Παῦλος ὑμῖν, τοῦτο πικρῶς ὀνειδίζων μετὰ τὴν ἀπαρίθμησιν τῶν χαρισμάτων, ἐν οἷς φησί· Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; καὶ τὰ ἑξῆς.
9. Ἔστω δέ· ὑψηλὸς σύ, καὶ ὑψηλῶν πέρα, καὶ ὑπὲρ τὰς νεφέλας, εἰ βούλει, ὁ τῶν ἀθεάτων θεατής, ὁ τῶν ἀρρήτων ἀκροατής, ὁ μετὰ Ἠλίαν μετάρσιος, καὶ ὁ μετὰ Μωυσέα θεοφανείας ἠξιωμένος, καὶ μετὰ Παῦλον οὐράνιος. τί καὶ τοὺς ἄλλους αὐθήμερον πλάττεις ἁγίους, καὶ χειροτονεῖς θεολόγους, καὶ οἷον ἐμπνεῖς τὴν παίδευσιν, καὶ πεποίηκας λογίων ἀμαθῶν πολλὰ συνέδρια; τί τοῖς ἀραχνίοις ὑφάσμασιν ἐνδεσμεῖς τοὺς ἀσθενεστέρους, ὡς δή τι σοφὸν καὶ μέγα; τί σφηκιὰς ἐγείρεις κατὰ τῆς πίστεως; τί σχεδιάζεις ἡμῖν διαλεκτικῶν ἀνάδοσιν, ὥσπερ οἱ μῦθοι πάλαι τοὺς γίγαντας; τί τῶν ἀνδρῶν ὅσον κοῦφον καὶ ἄνανδρον, ὥσπερ τινὰ συρφετόν, εἰς μίαν χαράδραν συναγαγών, καὶ κολακείᾳ πλέον θηλύνας, καινὸν ἀσεβείας ἐργαστήριον ἐδημιούργησας, οὐκ ἀσόφως τὴν ἄνοιαν αὐτῶν ἐκκαρπούμενος; Ἀντιλέγεις καὶ τούτοις; καὶ οὐδαμοῦ σοι τἄλλα; καὶ τὴν γλῶσσαν δεῖ δυναστεύειν πάντως, καὶ οὐ κατέχεις τὴν ὠδῖνα τοῦ λόγου; ἔχεις καὶ ἄλλας ὑποθέσεις πολλάς τε καὶ φιλοτίμους. ἐκεῖ τρέψον μετὰ τοῦ χρησίμου τὴν νόσον.
10. Βάλλε μοι Πυθαγόρου τὴν σιωπήν, καὶ τοὺς κυάμους τοὺς Ὀρφικούς, καὶ τὴν περὶ τὸ Αὐτὸς ἔφα καινοτέραν ἀλαζονείαν. βάλλε μοι Πλάτωνος τὰς ἰδέας, καὶ τὰς μετενσωματώσεις καὶ περιόδους τῶν ἡμετέρων ψυχῶν, καὶ τὰς ἀναμνήσεις, καὶ τοὺς οὐ καλοὺς διὰ τῶν καλῶν σωμάτων ἐπὶ ψυχὴν ἔρωτας· Ἐπικούρου τὴν ἀθείαν, καὶ τὰς ἀτόμους, καὶ τὴν ἀφιλόσοφον ἡδονήν· Ἀριστοτέλους τὴν μικρολόγον πρόνοιαν, καὶ τὸ ἔντεχνον, καὶ τοὺς θνητοὺς περὶ ψυχῆς λόγους, καὶ τὸ ἀνθρωπικὸν τῶν δογμάτων· τῆς Στοᾶς τὴν ὀφρύν, τῶν Κυνῶν τὸ λίχνον τε καὶ ἀγοραῖον. βάλλε μοι τὸ κενόν, τὸ πλῆρες τῶν ληρημάτων, ὅσα περὶ θεῶν ἢ θυσιῶν, περὶ εἰδώλων, περὶ δαιμόνων ἀγαθῶν τε καὶ κακοποιῶν, ὅσα περὶ μαντείας, θεαγωγίας, ψυχαγωγίας, ἄστρων δυνάμεως, τερατεύονται. εἰ δὲ σὺ ταῦτα μὲν ἀπαξιοῖς λόγου, ὡς μικρά τε καὶ πολλάκις ἐληλεγμένα, περὶ δὲ τὰ σὰ στρέφῃ, καὶ ζητεῖς τὸ ἐν τούτοις φιλότιμον· ἐγώ σοι κἀνταῦθα παρέξομαι πλατείας ὁδούς. φιλοσόφει μοι περὶ κόσμου ἢ κόσμων, περὶ ὕλης, περὶ ψυχῆς, περὶ λογικῶν φύσεων βελτιόνων τε καὶ χειρόνων, περὶ ἀναστάσεως, κρίσεως, ἀνταποδόσεως, Χριστοῦ παθημάτων. ἐν τούτοις γὰρ καὶ τὸ ἐπιτυγχάνειν οὐκ ἄχρηστον, καὶ τὸ διαμαρτάνειν ἀκίνδυνον. θεῷ δὲ ἐντευξόμεθα, νῦν μὲν ὀλίγα, μικρὸν δὲ ὕστερον ἴσως τελεώτερον, ἐν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
ΛΟΓΟΣ 28.
ΘΕΟΛΟΓΙΚΟΣ ΔΕΥΤΕΡΟΣ
ΠΕΡΙ ΘΕΟΛΟΓΙΑΣ
1. Ἐπειδὴ ἀνεκαθήραμεν τῷ λόγῳ τὸν θεολόγον, οἷόν τε εἶναι χρὴ διελθόντες, καὶ οἷστισι φιλοσοφητέον, καὶ ἡνίκα, καὶ ὅσον· ὅτι ὡς οἷόν τε καθαρόν, ἵνα φωτὶ καταλαμβάνηται φῶς. καὶ τοῖς ἐπιμελεστέροις, ἵνα μὴ ἄγονος ᾖ εἰς ἄγονον χώραν ἐμπίπτων ὁ λόγος· καὶ ὅταν γαλήνην ἔχωμεν ἔνδον ἀπὸ τῆς ἔξω περιφορᾶς, ὥστε μή, καθάπερ οἱ λυττῶντες, τῷ πνεύματι διακόπτεσθαι· καὶ ὅσον ἐχωρήσαμεν, ἢ χωρούμεθα· ἐπειδὴ ταῦτα οὕτω, καὶ ἐνεώσαμεν ἑαυτοῖς θεῖα νεώματα, ὥστε μὴ σπείρειν ἐπ᾿ ἀκάνθαις, καὶ τὸ πρόσωπον τῆς γῆς ὡμαλίσαμεν, τῇ γραφῇ τυπωθέντες τε καὶ τυπώσαντες· φέρε, τοῖς τῆς θεολογίας ἤδη προσβῶμεν λόγοις, προστησάμενοι τοῦ λόγου τὸν πατέρα, καὶ τὸν υἱόν, καὶ τὸ πνεῦμα τὸ ἅγιον, περὶ ὧν ὁ λόγος, ὥστε τὸν μὲν εὐδοκεῖν, τὸν δὲ συνεργεῖν, τὸ δὲ ἐμπνεῖν· μᾶλλον δὲ μίαν ἐκ τῆς μιᾶς θεότητος γενέσθαι τὴν ἔλλαμψιν ἑνικῶς διαιρουμένην, καὶ συναπτομένην διαιρέτως, ὃ καὶ παράδοξον.
2. Ἀνιόντι δέ μοι προθύμως ἐπὶ τὸ ὄρος, ἢ τό γε ἀληθέστερον εἰπεῖν, προθυμουμένῳ τε ἅμα καὶ ἀγωνιῶντι, τὸ μὲν διὰ τὴν ἐλπίδα, τὸ δὲ διὰ τὴν ἀσθένειαν, ἵνα τῆς νεφέλης εἴσω γένωμαι, καὶ θεῷ συγγένωμαι (τοῦτο γὰρ κελεύει θεό)ς, εἰ μέν τις Ἀαρών, συνανίτω καὶ στηκέτω πλησίον, κἂν ἔξω μένειν τῆς νεφέλης δέῃ, τοῦτο δεχόμενος. εἰ δέ τις Ναδάβ, ἢ Ἀβιοὺδ, ἢ τῆς γερουσίας, ἀνίτω μέν, ἀλλὰ στηκέτω πόρρωθεν, κατὰ τὴν ἀξίαν τῆς καθάρσεως. εἰ δέ τις τῶν πολλῶν καὶ ἀναξίων ὕψους τοιούτου καὶ θεωρίας, εἰ μὲν ἄναγνος πάντῃ, μηδὲ προσίτω, οὐ γὰρ ἀσφαλές· εἰ δὲ πρόσκαιρα γοῦν ἡγνισμένος, κάτω μενέτω, καὶ μόνης ἀκουέτω τῆς φωνῆς καὶ τῆς σάλπιγγος, τῶν ψιλῶν τῆς εὐσεβείας ῥημάτων· καπνιζόμενόν τε τὸ ὄρος βλεπέτω καὶ καταστραπτόμενον, ἀπειλήν τε ὁμοῦ καὶ θαῦμα τοῖς ἀνιέναι μὴ δυναμένοις. εἰ δέ τις θηρίον ἐστὶ πονηρὸν καὶ ἀνήμερον καὶ ἀνεπίδεκτον πάντῃ λόγων θεωρίας καὶ θεολογίας, μὴ ἐμφωλευέτω ταῖς ὕλαις κακούργως καὶ κακοηθῶς, ἵνα τινὸς λάβηται δόγματος ἢ ῥήματος, ἀθρόως προσπηδῆσαν, καὶ σπαράξῃ τοὺς ὑγιαίνοντας λόγους ταῖς ἐπηρείαις, ἀλλ᾿ ἔτι πόρρωθεν στηκέτω, καὶ ἀποχωρείτω τοῦ ὄρους, ἢ λιθοβοληθήσεται, καὶ συντριβήσεται, καὶ ἀπολεῖται κακῶς κακός· λίθοι γὰρ τοῖς θηριώδεσιν οἱ ἀληθεῖς λόγοι καὶ στερροί. εἴτε πάρδαλις εἴη, συναποθνησκέτω τοῖς ποικίλμασιν. εἴτε λέων ἁρπάζων καὶ ὠρυόμενος καὶ ζητῶν ἥντινα βρῶσιν ποιήσεται τῶν ἡμετέρων ψυχῶν ἢ λέξεων· εἴτε σῦς καταπατῶν τοὺς καλούς τε καὶ διαυγεῖς μαργαρίτας τῆς ἀληθείας· εἴτε λύκος Ἀραβικὸς καὶ ἀλλόφυλος, ἢ καὶ τούτων ὀξύτερος τοῖς σοφίσμασιν· εἴτε ἀλώπηξ, δολερά τις ψυχὴ καὶ ἄπιστος, καὶ ἄλλοτε ἄλλη, τοῖς καιροῖς καὶ ταῖς χρείαις συμμορφουμένη, ἣν νεκρὰ τρέφει καὶ ὀδωδότα σώματα, ἢ ἀμπελῶνες μικροί, τῶν μεγάλων διαπεφευγότων· εἴτε τι ἄλλο τῶν ὠμοβόρων, καὶ ἀποβλήτων τῷ νόμῳ, καὶ οὐ καθαρῶν εἰς βρῶσίν τε καὶ ἀπόλαυσιν. βούλεται γὰρ τούτων ἀποχωρήσας ὁ λόγος οὕτω πλαξὶ στερραῖς καὶ λιθίναις ἐγγράφεσθαι, καὶ ταύταις ἀμφοτέρωθεν, διά τε τὸ φαινόμενον τοῦ νόμου καὶ τὸ κρυπτόμενον· τὸ μὲν τοῖς πολλοῖς καὶ κάτω μένουσι, τὸ δὲ τοῖς ὀλίγοις καὶ ἄνω φθάνουσιν.
3. Τί τοῦτο ἔπαθον, ὦ φίλοι καὶ μύσται καὶ τῆς ἀληθείας συνερασταί; ἔτρεχον μὲν ὡς θεὸν καταληψόμενος, καὶ οὕτως ἀνῆλθον ἐπὶ τὸ ὄρος, καὶ τὴν νεφέλην διέσχον, εἴσω γενόμενος ἀπὸ τῆς ὕλης καὶ τῶν ὑλικῶν, καὶ εἰς ἐμαυτὸν ὡς οἷόν τε συστραφείς. ἐπεὶ δὲ προσέβλεψα, μόλις εἶδον θεοῦ τὰ ὀπίσθια· καὶ τοῦτο τῇ πέτρᾳ σκεπασθείς, τῷ σαρκωθέντι δι᾿ ἡμᾶς θεῷ Λόγῳ· καὶ μικρὸν διακύψας, οὐ τὴν πρώτην τε καὶ ἀκήρατον φύσιν, καὶ ἑαυτῇ, λέγω δὴ τῇ τριάδι, γινωσκομένην, καὶ ὅση τοῦ πρώτου καταπετάσματος εἴσω μένει καὶ ὑπὸ τῶν χερουβὶμ συγκαλύπτεται, ἀλλ᾿ ὅση τελευταία καὶ εἰς ἡμᾶς φθάνουσα. ἡ δέ ἐστιν, ὅσα ἐμὲ γινώσκειν, ἡ ἐν τοῖς κτίσμασι καὶ τοῖς ὑπ᾿ αὐτοῦ προβεβλημένοις καὶ διοικουμένοις μεγαλειότης, ἤ, ὡς ὁ θεῖος Δαβὶδ ὀνομάζει, μεγαλοπρέπεια. ταῦτα γὰρ θεοῦ τὰ ὀπίσθια, ὅσα μετ᾿ ἐκεῖνον ἐκείνου γνωρίσματα, ὥσπερ αἱ καθ᾿ ὑδάτων ἡλίου σκιαὶ καὶ εἰκόνες ταῖς σαθραῖς ὄψεσι παραδεικνῦσαι τὸν ἥλιον, ἐπεὶ μὴ αὐτὸν προσβλέπειν οἶόν τε, τῷ ἀκραιφνεῖ τοῦ φωτὸς νικῶντα τὴν αἴσθησιν. οὕτως οὖν θεολογήσεις, κἂν ᾖς Μωυσῆς καὶ Φαραὼ θεός, κἂν μέχρι τρίτου κατὰ τὸν Παῦλον οὐρανοῦ φθάσῃς, καὶ ἀκούσῃς ἄρρητα ῥήματα· κἂν ὑπὲρ ἐκεῖνον γένῃ, ἀγγελικῆς τινὸς ἢ ἀρχαγγελικῆς στάσεώς τε καὶ τάξεως ἠξιωμένος. κἂν γὰρ οὐράνιον ἅπαν, κἂν ὑπερουράνιόν τι, καὶ πολὺ τὴν φύσιν ὑψηλότερον ἡμῶν ᾖ, καὶ ἐγγυτέρω θεοῦ, πλέον ἀπέχει θεοῦ καὶ τῆς τελείας καταλήψεως, ἢ ὅσον ἡμῶν ὑπεραίρει τοῦ συνθέτου καὶ ταπεινοῦ καὶ κάτω βρίθοντος κράματος.
4. Ἀρκτέον οὖν οὕτω πάλιν. θεὸν νοῆσαι μὲν χαλεπόν· φράσαι δὲ ἀδύνατον, ὥς τις τῶν παρ᾿ Ἕλλησι θεολόγων ἐφιλοσόφησεν, οὐκ ἀτέχνως ἐμοὶ δοκεῖν, ἵνα καὶ κατειληφέναι δόξῃ τῷ χαλεπὸν εἰπεῖν, καὶ διαφύγῃ τῷ ἀνεκφράστῳ τὸν ἔλεγχον. ἀλλὰ φράσαι μὲν ἀδύνατον, ὡς ὁ ἐμὸς λόγος, νοῆσαι δὲ ἀδυνατώτερον. τὸ μὲν γὰρ νοηθὲν τάχα ἂν λόγος δηλώσειεν, εἰ καὶ μὴ μετρίως, ἀλλ᾿ ἀμυδρῶς γε, τῷ μὴ πάντῃ τὰ ὦτα διεφθαρμένῳ καὶ νωθρῷ τὴν διάνοιαν. τὸ δὲ τοσοῦτον πρᾶγμα τῇ διανοίᾳ περιλαβεῖν πάντως ἀδύνατον καὶ ἀμήχανον, μὴ ὅτι τοῖς καταβεβλακευμένοις καὶ κάτω νεύουσιν, ἀλλὰ καὶ τοῖς λίαν ὑψηλοῖς τε καὶ φιλοθέοις, καὶ ὁμοίως πάσῃ γεννητῇ φύσει, καὶ οἷς ὁ ζόφος οὗτος ἐπιπροσθεῖ καὶ τὸ παχὺ τοῦτο σαρκίον πρὸς τὴν τοῦ ἀληθοῦς κατανόησιν. οὐκ οἶδα δέ, εἰ μὴ καὶ ταῖς ἀνωτέρω καὶ νοεραῖς φύσεσιν, αἳ διὰ τὸ πλησίον εἶναι θεοῦ, καὶ ὅλῳ τῷ φωτὶ καταλάμπεσθαι, τυχὸν ἂν καὶ τρανοῖντο, εἰ καὶ μὴ πάντῃ, ἀλλ᾿ ἡμῶν γε τελεώτερόν τε καὶ ἐκτυπώτερον, καὶ ἄλλων ἄλλαι πλεῖον ἢ ἔλαττον, κατὰ τὴν ἀναλογίαν τῆς τάξεως.
5. Τοῦτο μὲν οὖν ἐνταῦθα κείσθω· τὸ δὲ ἡμέτερον, οὐχ ἡ εἰρήνη τοῦ θεοῦ μόνον ὑπερέχει πάντα νοῦν καὶ κατάληψιν, οὐδὲ ὅσα τοῖς δικαίοις ἐστὶν ἐν ἐπαγγελίαις ἀποκείμενα, τὰ μήτε ὀφθαλμοῖς ὁρατά, μήτε ὠσὶν ἀκουστά, μήτε διανοίᾳ θεωρητά, κατὰ μικρὸν γοῦν, οὐδὲ ἡ τῆς κτίσεως ἀκριβὴς κατανόησις· καὶ γὰρ καὶ ταύτης πείσθητι τὰς σκιὰς ἔχειν μόνον, ὅταν ἀκούσῃς· Ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, καὶ τὸν ἐν αὐτοῖς πάγιον λόγον· ὡς οὐχὶ νῦν ὁρῶν, ὀψόμενος δὲ ἔστιν ὅτε· ἀλλὰ πολὺ πρὸ τούτων ἡ ὑπὲρ ταῦτα, καὶ ἐξ ἧς ταῦτα, φύσις ἄληπτός τε καὶ ἀπερίληπτος· λέγω δέ, οὐχ ὅτι ἔστιν, ἀλλ᾿ ἥτις ἐστίν. οὐ γὰρ κενὸν τὸ κήρυγμα ἡμῶν, οὐδὲ ματαία ἡ πίστις ἡμῶν, οὐδὲ τοῦτό ἐστιν ὃ δογματίζομεν· μὴ πάλιν τὴν εὐγνωμοσύνην ἡμῶν ἀθείας λάβῃς ἀρχὴν καὶ συκοφαντίας, καὶ κατεπαρθῇς ὡς ὁμολογούντων τὴν ἄγνοιαν. πλεῖστον γὰρ διαφέρει τοῦ εἶναί τι πεπεῖσθαι τὸ τί ποτέ ἐστι τοῦτο εἰδέναι.
6. Τοῦ μὲν γὰρ εἶναι θεόν, καὶ τὴν πάντων ποιητικήν τε καὶ συνεκτικὴν αἰτίαν, καὶ ὄψις διδάσκαλος, καὶ ὁ φυσικὸς νόμος· ἡ μὲν τοῖς ὁρωμένοις προσβάλλουσα, καὶ πεπηγόσι καλῶς καὶ ὁδεύουσι, καὶ ἀκινήτως, ἵνα οὕτως εἴπω, κινουμένοις καὶ φερομένοις· ὁ δὲ διὰ τῶν ὁρωμένων καὶ τεταγμένων τὸν ἀρχηγὸν τούτων συλλογιζόμενος. πῶς γὰρ ἂν καὶ ὑπέστη τόδε τὸ πᾶν, ἢ συνέστη, μὴ θεοῦ τὰ πάντα καὶ οὐσιώσαντος καὶ συνέχοντος; οὐδὲ γὰρ κιθάραν τις ὁρῶν κάλλιστα ἠσκημένην καὶ τὴν ταύτης εὐαρμοστίαν καὶ εὐταξίαν, ἢ τῆς κιθαρῳδίας αὐτῆς ἀκούων, ἄλλο τι ἢ τὸν τῆς κιθάρας δημιουργὸν καὶ τὸν κιθαρῳδὸν ἐννοήσει, καὶ πρὸς αὐτὸν ἀναδραμεῖται τῇ διανοίᾳ, κἂν ἀγνοῶν τύχῃ ταῖς ὄψεσιν. οὕτω καὶ ἡμῖν τὸ ποιητικὸν δῆλον, καὶ τὸ κινοῦν καὶ τηροῦν τὰ πεποιημένα, κἂν μὴ διανοίᾳ περιλαμβάνηται· καὶ λίαν ἀγνώμων ὁ μὴ μέχρι τούτων προιὼν ἑκουσίως καὶ ταῖς φυσικαῖς ἑπόμενος ἀποδείξεσιν. ἀλλ᾿ οὐδὲ τοῦτο εἶναι θεόν, ὅπερ ἐφαντάσθημεν, ἢ ἀνετυπωσάμεθα, ἢ λόγος ὑπέγραψεν. εἰ δέ τις ἐν περινοίᾳ τούτου ποτὲ κἂν ἐπὶ ποσὸν ἐγένετο, τίς ἡ ἀπόδειξις; τίς οὕτως εἰς ἔσχατον σοφίας ἀφίκετο; τίς τοσούτου χαρίσματος ἠξιώθη ποτέ; τίς οὕτω τὸ στόμα τῆς διανοίας ἤνοιξε καὶ εἵλκυσε πνεῦμα, ἵνα τῷ τὰ πάντα ἐρευνῶντι καὶ γινώσκοντι καὶ τὰ βάθη τοῦ θεοῦ πνεύματι θεὸν καταλάβῃ, καὶ μηκέτι τοῦ πρόσω δέηται, τὸ ἔσχατον ὀρεκτὸν ἔχων ἤδη, καὶ εἰς ὃ πᾶσα σπεύδει καὶ πολιτεία τοῦ ὑψηλοῦ καὶ διάνοια;
7. Τί γάρ ποτε ὑπολήψῃ τὸ θεῖον, εἴπερ ὅλαις ταῖς λογικαῖς πιστεύεις ἐφόδοις; ἢ πρὸς τί σε ὁ λόγος ἀνάξει βασανιζόμενος, ὦ φιλοσοφώτατε σὺ καὶ θεολογικώτατε καὶ καυχώμενε εἰς τὰ ἄμετρα; πότερον σῶμα; καὶ πῶς τὸ ἄπειρον, καὶ ἀόριστον, καὶ ἀσχημάτιστον, καὶ ἀναφές, καὶ ἀόρατον; ἢ καὶ ταῦτα σώματα; τῆς ἐξουσίας· οὐ γὰρ αὕτη φύσις σωμάτων. ἢ σῶμα μέν, οὐχὶ ταῦτα δέ; τῆς παχύτητος· ἵνα μηδὲν πλέον ἡμῶν ἔχῃ τὸ θεῖον. πῶς γὰρ σεπτόν, εἰ περιγραπτόν; ἢ πῶς φεύξεται τὸ ἐκ στοιχείων συγκεῖσθαι καὶ εἰς αὐτὰ πάλιν ἀναλύεσθαι, ἢ καὶ ὅλως λύεσθαι; σύνθεσις γὰρ ἀρχὴ μάχης· μάχη δὲ διαστάσεως· ἡ δὲ λύσεως· λύσις δὲ ἀλλότριον πάντῃ θεοῦ καὶ τῆς πρώτης φύσεως. οὐκ οὖν διάστασις, ἵνα μὴ λύσις· οὐδὲ μάχη, ἵνα μὴ διάστασις· οὐδὲ σύνθεσις, ἵνα μὴ μάχη· διὰ τοῦτο οὐδὲ σῶμα, ἵνα μὴ σύνθεσις. ἐκ τῶν τελευταίων ἐπὶ τὰ πρῶτα ὁ λόγος ἀνιὼν οὕτως ἵσταται.
8. Πῶς δὲ καὶ σωθήσεται τὸ διὰ πάντων διήκειν καὶ πληροῦν τὰ πάντα θεόν, κατὰ τό· Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος, καί· Πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην, εἰ τὸ μὲν περιγράφοι, τὸ δὲ περιγράφοιτο; ἢ γὰρ διὰ κενοῦ χωρήσει τοῦ παντός, καὶ τὰ πάντα οἰχήσεται ἡμῖν, ἵν᾿ ὑβρισθῇ θεός, καὶ σῶμα γενόμενος, καὶ οὐκ ἔχων ὅσα πεποίηκεν· ἢ σῶμα ἐν σώμασιν ἔσται, ὅπερ ἀδύνατον· ἢ πλακήσεται καὶ ἀντιπαρατεθήσεται, ὥσπερ ὅσα τῶν ὑγρῶν μίγνυται, καὶ τὸ μὲν τέμνει, ὑπὸ δὲ τοῦ τμηθήσεται, ὃ καὶ τῶν Ἐπικουρείων ἀτόμων ἀτοπώτερόν τε καὶ γραωδέστερον· καὶ οὕτω διαπεσεῖται ἡμῖν, καὶ σῶμα οὐχ ἕξει, οὐδὲ πῆξίν τινα, ὁ περὶ τοῦ σώματος λόγος. εἰ δὲ ἄυλον φήσομεν, εἰ μὲν τὸ πέμπτον, ὥς τισιν ἔδοξε, καὶ τὴν κύκλῳ φορὰν φερόμενον, ἔστω μὲν ἄυλόν τι καὶ πέμπτον σῶμα, εἰ βούλονται δέ, καὶ ἀσώματον, κατὰ τὴν αὐτόνομον αὐτῶν τοῦ λόγου φορὰν καὶ ἀνάπλασιν· οὐδὲν γὰρ νῦν περὶ τούτου διοίσομαι. κατὰ τί δὲ τῶν κινουμένων ἔσται καὶ φερομένων, ἵνα μὴ λέγω τὴν ὕβριν, εἰ τὰ αὐτὰ τοῖς πεποιημένοις ὁ πεποιηκὼς κινηθήσεται, καὶ τοῖς φερομένοις ὁ φέρων, εἴ γε καὶ τοῦτο δώσουσι; τί δὲ τὸ τοῦτο πάλιν κινοῦν; τί δὲ τὸ τὸ πᾶν κινοῦν; κἀκεῖνο τί; καὶ τί πάλιν ἐκεῖνο; καὶ τοῦτο εἰς ἄπειρον. πῶς δὲ οὐκ ἐν τόπῳ πάντως, εἴ γε φερόμενον; εἰ δὲ ἄλλο τι παρὰ τὸ πέμπτον φήσουσιν, εἰ μὲν ἀγγελικόν, πόθεν ὅτι ἄγγελοι σώματα, καὶ τίνα ταῦτα; καὶ πόσον ὑπὲρ ἄγγελον εἴη θεός, οὗ λειτουργὸς ἄγγελος; εἰ δὲ ὑπὲρ ταῦτα, πάλιν εἰσήχθη σωμάτων ἐσμὸς ἀλόγιστος, καὶ φλυαρίας βυθός, οὐδαμοῦ στῆναι δυνάμενος.
9. Οὕτω μὲν οὖν οὐ σῶμα ἡμῖν ὁ θεός. οὐδὲ γὰρ ἤδη τις τοῦτο τῶν θεοπνεύστων ἢ εἶπεν ἢ παρεδέξατο, οὐδὲ τῆς ἡμετέρας αὐλῆς ὁ λόγος. λείπεται δὴ ἀσώματον ὑπολαμβάνειν. ἀλλ᾿ εἰ ἀσώματον, οὔπω μὲν οὐδὲ τοῦτο τῆς οὐσίας παραστατικόν τε καὶ περιεκτικόν, ὥσπερ οὐδὲ τὸ ἀγέννητον, καὶ τὸ ἄναρχον, καὶ τὸ ἀναλλοίωτον, καὶ τὸ ἄφθαρτον, καὶ ὅσα περὶ θεοῦ ἢ περὶ θεὸν εἶναι λέγεται. τί γὰρ ὄντι αὐτῷ κατὰ τὴν φύσιν καὶ τὴν ὑπόστασιν ὑπάρχει τὸ μὴ ἀρχὴν ἔχειν, μηδὲ ἐξίστασθαι, μηδὲ περατοῦσθαι; ἀλλ᾿ ὅλον τὸ εἶναι περιλαμβάνειν λείπεται προσφιλοσοφεῖν τε καὶ προσεξετάζειν τῷ γε νοῦν θεοῦ ἀληθῶς ἔχοντι καὶ τελεωτέρῳ τὴν θεωρίαν. ὡς γὰρ οὐκ ἀρκεῖ τὸ σῶμα εἰπεῖν, ἢ τὸ γεγεννῆσθαι, πρὸς τὸ καὶ τό, περὶ ὃ ταῦτα, παραστῆσαί τε καὶ δηλῶσαι, ἀλλὰ δεῖ καὶ τὸ ὑποκείμενον τούτοις εἰπεῖν, εἰ μέλλοι τελείως καὶ ἀποχρώντως τὸ νοούμενον παραστήσεσθαι· ἢ γὰρ ἄνθρωπος ἢ βοῦς ἢ ἵππος τοῦτο τὸ ἐνσώματον καὶ γεννώμενον καὶ φθειρόμενον· οὕτως οὐδὲ ἐκεῖ στήσεται μέχρι τοῦ εἰπεῖν ἃ μή ἐστιν ὁ τὴν τοῦ ὄντος πολυπραγμονῶν φύσιν, ἀλλὰ δεῖ, πρὸς τῷ εἰπεῖν ἃ μή ἐστι, καὶ ὅ ἐστιν εἰπεῖν, ὅσῳ καὶ ῥᾷον ἕν τι περιλαβεῖν, ἢ τὰ πάντα καθ᾿ ἕκαστον ἀπειπεῖν, ἵνα ἔκ τε τῆς ἀναιρέσεως ὧν οὔκ ἐστι, καὶ τῆς οὗ ἐστὶ θέσεως, περιληφθῇ τὸ νοούμενον. Ὁ δὲ ἃ μὲν οὔκ ἐστι λέγων, σιωπῶν δὲ ὅ ἐστι, ποιεῖ παραπλήσιον, ὥσπερ ἂν εἰ τὰ πέντε δὶς ὅσα ἐστὶν ἐρωτώμενος ὅτι μὲν οὐ δύο λέγοι, οὐδὲ τρεῖς, οὐδὲ τέςσαρες, οὐδὲ πέντε, οὐδὲ εἴκοσιν, οὐδὲ τριάκοντα, οὐδέ τινα, ἵνα συνελὼν εἴπω, τῶν ἐντὸς δεκάδος ἢ δεκαδικῶν ἀριθμῶν· ὅτι δὲ εἴη δέκα μὴ λέγοι, μηδὲ ἐρείδοι τὸν νοῦν τοῦ ἐρωτῶντος εἰς τὸ ζητούμενον. πολλῷ γὰρ ῥᾷον καὶ συντομώτερον ἐκ τοῦ ὅ ἐστιν ὅσα οὔκ ἐστι δηλῶσαι, ἢ ἐκ τοῦ ἀνελεῖν ἃ μή ἐστιν ὅ ἐστιν ἐνδείξασθαι. ἢ τοῦτο μὲν παντὶ δῆλον.
10. Ἐπεὶ δέ ἐστιν ἀσώματον ἡμῖν τὸ θεῖον, μικρόν τι προσεξετάσωμεν· πότερον οὐδαμοῦ τοῦτο, ἢ ἔστιν ὅπου; εἰ μὲν γὰρ οὐδαμοῦ, ζητήσαι τις ἂν τῶν ἄγαν ἐξεταστικῶν, πῶς ἂν καὶ εἴη. εἰ γὰρ τὸ μὴ ὂν οὐδαμοῦ, τὸ μηδαμοῦ τυχὸν οὐδὲ ὄν. εἰ δέ ἐστί που, πάντως ἐπείπερ ἐστὶν ἢ ἐν τῷ παντὶ ἢ ὑπὲρ τὸ πᾶν. ἀλλ᾿ εἰ μὲν ἐν τῷ παντί, ἤ τινι, ἢ πανταχοῦ. καὶ εἰ μὲν ἔν τινι, ὑπ᾿ ἐλάττονος περιγραφήσεται τοῦ τινός, εἰ δὲ πανταχοῦ, ὑπὸ πλείονος καὶ ἄλλου πολλοῦ, λέγω δὲ τὸ περιεχόμενον τοῦ περιέχοντος, εἰ τὸ πᾶν ὑπὸ τοῦ παντὸς μέλλοι περισχεθήσεσθαι, καὶ μηδένα τόπον εἶναι περιγραφῆς ἐλεύθερον. ταῦτα μέν, εἰ ἐν τῷ παντί. καὶ ποῦ πρὶν γενέσθαι τὸ πᾶν; οὐδὲ γὰρ τοῦτο μικρὸν εἰς ἀπορίαν. εἰ δὲ ὑπὲρ τὸ πᾶν, ἆρ᾿ οὐδὲν ἦν τὸ διορίζον αὐτὸ τοῦ παντός; ποῦ δὲ τὸ ὑπὲρ τοῦτο; καὶ πῶς ἐνοήθη τὸ ὑπεραῖρον καὶ ὑπεραιρόμενον, οὐκ ὄντος ὅρου τινὸς τοῦ τέμνοντος ταῦτα καὶ διορίζοντος; ἢ χρὴ πάντως εἶναι τὸ μέσον, καὶ ᾧ περατοῦται τὸ πᾶν καὶ τὸ ὑπὲρ τὸ πᾶν; καὶ τί ἄλλο τοῦτο ἢ τόπος ἐστίν, ὅνπερ ἐφύγομεν; καὶ οὔπω λέγω τὸ περιγραπτὸν πάντως εἶναι τὸ θεῖον, καὶ εἰ διανοίᾳ καταληπτόν· ἑν γὰρ περιγραφῆς εἶδος καὶ ἡ κατάληψις.
11. Τίνος οὖν ἕνεκεν ταῦτα διῆλθον. καὶ περιεργότερον ἴσως ἢ κατὰ τὰς τῶν πολλῶν ἀκοάς, καὶ κατὰ τὸν νῦν κεκρατηκότα τύπον τῶν λόγων, ὃς τὸ γενναῖον καὶ ἁπλοῦν ἀτιμάσας τὸ σκολιὸν καὶ γριφοειδὲς ἐπεισήγαγεν· ὡς ἐκ τῶν καρπῶν τὸ δένδρον γινώσκεσθαι, λέγω δὲ τὸ ἐνεργοῦν τὰ τοιαῦτα δόγματα σκότος ἐκ τοῦ ζόφου τῶν λεγομένων; οὐ γὰρ ἵνα καὶ αὐτὸς παράδοξα λέγειν δόξω, καὶ περιττὸς φαίνωμαι τὴν σοφίαν, πλέκων συνδέσμους καὶ διαλύων κρατούμενα· τοῦτο δὴ τὸ μέγα θαῦμα τοῦ Δανιήλ· ἀλλ᾿ ἵν᾿ ἐκεῖνο δηλώσαιμι, ὅ μοι λέγειν ὁ λόγος ἀπ᾿ ἀρχῆς ὥρμησεν. τοῦτο δὲ ἦν τί; τὸ μὴ ληπτὸν εἶναι ἀνθρωπίνῃ διανοίᾳ τὸ θεῖον, μηδὲ ὅλον ὅσον ἐστὶ φαντάζεσθαι· καὶ τοῦτο οὔτε διὰ φθόνον, μακρὰν γὰρ τῆς θείας φύσεως φθόνος, τῆς γε ἀπαθοῦς καὶ μόνης ἀγαθῆς καὶ κυρίας, καὶ μάλιστα τῶν ἑαυτοῦ κτισμάτων περὶ τὸ τιμιώτατον· τί γὰρ Λόγῳ πρὸ τῶν λογικῶν; ἐπεὶ καὶ αὐτὸ τὸ ὑποστῆναι τῆς ἄκρας ἀγαθότητος· οὔτε εἰς τιμὴν ἑαυτοῦ καὶ δόξαν τοῦ πλήρους, ἵνα τῷ ἀνεφίκτῳ τὸ τίμιον ἔχῃ καὶ τὸ σεβάσμιον. τοῦτο γὰρ πάντως σοφιστικὸν καὶ ἀλλότριον, μὴ ὅτι θεοῦ, ἀλλ᾿ οὐδὲ ἀνθρώπου μετρίως ἐπιεικοῦς, καί τι δεξιὸν ἑαυτῷ συνειδότος, ἐκ τοῦ κωλύειν ἑτέρους τὸ πρωτεῖον πορίζεσθαι.
12. Ἀλλ᾿ εἰ μὲν καὶ δι᾿ ἄλλας αἰτίας, εἰδεῖεν ἂν οἱ ἐγγυτέρω θεοῦ, καὶ τῶν ἀνεξιχνιάστων αὐτοῦ κριμάτων ἐπόπται καὶ θεωροί, εἴπερ εἰσί τινες τοσοῦτοι τὴν ἀρετήν, καὶ ἐν ἴχνεσιν ἀβύσσου περιπατοῦντες, τὸ δὴ λεγόμενον. ὅσον δ᾿ οὖν ἡμεῖς κατειλήφαμεν, μικροῖς μέτροις μετροῦντες τὰ δυσθεώρητα, τάχα μέν, ἵνα μὴ τῷ ῥᾳδίῳ τῆς κτήσεως ῥᾴστη γένηται καὶ ἡ τοῦ κτηθέντος ἀποβολή· φιλεῖ γὰρ τὸ μὲν πόνῳ κτηθὲν μᾶλλον κρατεῖσθαι, τὸ δὲ ῥᾳδίως κτηθὲν καὶ ἀποπτύεσθαι τάχιστα, ὡς πάλιν ληφθῆναι δυνάμενον· καὶ οὕτως εὐεργεσία καθίσταται τὸ μὴ πρόχειρον τῆς εὐεργεσίας, τοῖς γε νοῦν ἔχουσι. τάχα δέ, ὡς μὴ ταὐτὸν ἡμᾶς τῷ πεσόντι ἑωσφόρῳ πάσχειν, ἐκ τοῦ τὸ φῶς ὅλον χωρῆσαι κατέναντι κυρίου παντοκράτορος τραχηλιᾷν, καὶ πίπτειν ἐκ τῆς ἐπάρσεως πτῶμα πάντων ἐλεεινότατον. τυχὸν δέ, ἴν᾿ ᾖ τι πλέον ἐκεῖθεν ἆθλον φιλοπονίας καὶ λαμπροῦ βίου τοῖς ἐνταῦθα κεκαθαρμένοις καὶ μακροθυμοῦσι πρὸς τὸ ποθούμενον. διὰ τοῦτο μέσος ἡμῶν τε καὶ θεοῦ ὁ σωματικὸς οὗτος ἵσταται γνόφος, ὥσπερ ἡ νεφέλη τὸ πάλαι τῶν Αἰγυπτίων καὶ τῶν Ἑβραίων. καὶ τοῦτό ἐστιν ἴσως, ὃ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, τὴν ἡμετέραν παχύτητα, δι᾿ ἣν ὀλίγοι καὶ μικρὸν διακύπτουσιν. τοῦτο μὲν οὖν φιλοσοφείτωσαν οἷς ἐπιμελὲς, καὶ ἀνίτωσαν ἐπὶ πλεῖστον τῆς διασκέψεως. ἡμῖν δ᾿ οὖν ἐκεῖνο γνώριμον τοῖς δεσμίοις τῆς γῆς, ὅ φησιν ὁ θεῖος Ἰερεμίας, καὶ τὸ παχὺ τοῦτο σαρκίον περιβεβλημένοις, ὅτι ὥσπερ ἀδύνατον ὑπερβῆναι τὴν ἑαυτοῦ σκιάν, καὶ τῷ λίαν ἐπειγομένῳ, φθάνει γὰρ ἀεὶ τοσοῦτον, ὅσον καταλαμβάνεται, ἢ τοῖς ὁρατοῖς πλησιάσαι τὴν ὄψιν δίχα τοῦ ἐν μέσῳ φωτὸς καὶ ἀέρος, ἢ τῶν ὑδάτων ἔξω τὴν νηκτὴν φύσιν διολισθαίνειν, οὕτως ἀμήχανον τοῖς ἐν σώμασι δίχα τῶν σωματικῶν πάντῃ γενέσθαι μετὰ τῶν νοουμένων. ἀεὶ γάρ τι παρεμπεσεῖται τῶν ἡμετέρων, κἂν ὅτι μάλιστα χωρίσας ἑαυτὸν τῶν ὁρωμένων ὁ νοῦς, καὶ καθ᾿ ἑαυτὸν γενόμενος, προσβάλλειν ἐπιχειρῇ τοῖς συγγενέσι καὶ ἀοράτοις. γνώσῃ δὲ οὕτως.
13. Οὐ πνεῦμα καὶ πῦρ καὶ φῶς, ἀγάπη τε καὶ σοφία καὶ δικαιοσύνη, καὶ νοῦς καὶ λόγος, καὶ τὰ τοιαῦτα, αἱ προσηγορίαι τῆς πρώτης φύσεως; τί οὖν; ἢ πνεῦμα νοήσεις δίχα φορᾶς καὶ χύσεως; ἢ πῦρ ἔξω τῆς ὕλης, καὶ τῆς ἄνω φορᾶς, καὶ τοῦ ἰδίου χρώματός τε καὶ σχήματος; ἢ φῶς οὐκ ἀέρι σύγκρατόν τε καὶ ἀφετὸν τοῦ οἷον γεννῶντός τε καὶ φωτίζοντος; νοῦν δὲ τίνα; μὴ τὸν ἐν ἄλλῳ, καὶ οὗ κινήματα τὰ διανοήματα, ἠρεμοῦντα ἢ προβαλλόμενα; λόγον δὲ τίνα παρὰ τὸν ἡσυχάζοντα ἐν ἡμῖν, ἢ χεόμενον; ὀκνῶ γὰρ εἰπεῖν, λυόμενον. εἰ δὲ καὶ σοφίαν, τίνα παρὰ τὴν ἕξιν, καὶ τὴν ἐν τοῖς θεωρήμασιν, εἴτε θείοις, εἴτε καὶ ἀνθρωπίνοις; δικαιοσύνην τε καὶ ἀγάπην, οὐ διαθέσεις ἐπαινουμένας, καὶ τὴν μὲν τῆς ἀδικίας, τὴν δὲ τοῦ μίσους ἀντίπαλον, ἐπιτεινομένας τε καὶ ἀνιεμένας, προςγινομένας τε καὶ ἀπογινομένας, καὶ ὅλως ποιούσας ἡμᾶς καὶ ἀλλοιούσας, ὥσπερ αἱ χρόαι τὰ σώματα; ἢ δεῖ τούτων ἀποστάντας ἡμᾶς αὐτὸ καθ᾿ ἑαυτὸ τὸ θεῖον ἐκ τούτων ἰδεῖν, ὡς οἷόν τε, μερικήν τινα φαντασίαν ἐκ τῶν εἰκασμάτων συλλεγομένους; τίς οὖν ἡ μηχανὴ ἐκ τούτων τε καὶ μὴ ταῦτα; ἢ πῶς ταῦτα πάντα, καὶ τελείως ἕκαστον, τὸ ἑν τῇ φύσει ἀσύνθετον καὶ ἀνείκαστον; οὕτω κάμνει ἐκβῆναι τὰ σωματικὰ ὁ ἡμέτερος νοῦς, καὶ γυμνοῖς ὁμιλῆσαι τοῖς ἀσωμάτοις, ἕως σκοπεῖ μετὰ τῆς ἰδίας ἀσθενείας τὰ ὑπὲρ δύναμιν. ἐπεὶ ἐφίεται μὲν πᾶσα λογικὴ φύσις θεοῦ καὶ τῆς πρώτης αἰτίας· καταλαβεῖν δὲ ἀδυνατεῖ, δι᾿ ἃς εἶπον αἰτίας. κάμνουσα δὲ τῷ πόθῳ, καὶ οἷον σφαδάζουσα, καὶ τὴν ζημίαν οὐ φέρουσα, δεύτερον ποιεῖται πλοῦν, ἢ πρὸς τὰ ὁρώμενα βλέψαι, καὶ τούτων τι ποιῆσαι θεόν, κακῶς εἰδυῖα, τί γὰρ τῶν ὁρατῶν τοῦ ὁρῶντος καὶ πόσον ἐστὶν ὑψηλότερόν τε καὶ θεοειδέστερον, ἵν᾿ ᾖ τὸ μὲν προςκυνοῦν, τὸ δὲ προσκυνούμενον; ἢ διὰ τοῦ κάλλους τῶν ὁρωμένων καὶ τῆς εὐταξίας θεὸν γνωρίσαι, καὶ ὁδηγῷ τῇ ὄψει τῶν ὑπὲρ τὴν ὄψιν χρήσασθαι, ἀλλὰ μὴ ζημιωθῆναι θεὸν διὰ τῆς μεγαλοπρεπείας τῶν ὁρωμένων.
14. Ἐντεῦθεν οἱ μὲν ἥλιον, οἱ δὲ σελήνην, οἱ δὲ ἀστέρων πλῆθος, οἱ δὲ οὐρανὸν αὐτὸν ἅμα τούτοις, οἷς καὶ τὸ πᾶν ἄγειν δεδώκασι κατὰ τὸ ποιὸν ἢ ποσὸν τῆς κινήσεως· οἱ δὲ τὰ στοιχεῖα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, διὰ τὸ χρειῶδες, ὧν ἄνευ οὐδὲ συστῆναι δυνατὸν τὸν ἀνθρώπινον βίον· οἱ δὲ ὅ τι τύχοιεν ἕκαστος τῶν ὁρατῶν ἐσεβάσθησαν, ὧν ἑώρων τὰ κάλλιστα θεοὺς προστησάμενοι. εἰσὶ δὲ οἳ καὶ εἰκόνας καὶ πλάσματα, πρῶτα μὲν τῶν οἰκείων, οἵ γε περιπαθέστεροι καὶ σωματικώτεροι, καὶ τιμῶντες τοὺς ἀπελθόντας τοῖς ὑπομνήμασιν· ἔπειτα καὶ τῶν ξένων, οἱ μετ᾿ ἐκείνους καὶ μακρὰν ἀπ᾿ ἐκείνων, ἀγνοίᾳ τῆς πρώτης φύσεως, καὶ ἀκολουθίᾳ τῆς παραδοθείσης τιμῆς, ὡς ἐννόμου καὶ ἀναγκαίας, ἐπειδὴ χρόνῳ τὸ ἔθος βεβαιωθὲν ἐνομίσθη νόμος. οἶμαι δὲ καὶ δυναστείαν τινὲς θεραπεύοντες, καὶ ῥώμην ἐπαινέσαντες, καὶ κάλλος θαυμάσαντες, θεὸν ἐποίησαν τῷ χρόνῳ τὸν τιμώμενον, προσλαβόμενοί τινα καὶ μῦθον τῆς ἐξεπάτης ἐπίκουρον.
15. Οἱ ἐμπαθέστεροι δὲ αὐτῶν καὶ τὰ πάθη θεοὺς ἐνόμισαν, ἢ θεοῖς ἐτίμησαν, θυμόν, καὶ μιαιφονίαν, καὶ ἀσέλγειαν, καὶ μέθην, καὶ οὐκ οἶδ᾿ ὅ τι ἄλλο τῶν τούτοις παραπλησίων, οὐ καλὴν οὐδὲ δικαίαν ταύτην ἀπολογίαν εὑράμενοι τῶν οἰκείων ἁμαρτημάτων. καὶ τοὺς μὲν ἀφῆκαν κάτω, τοὺς δὲ ὑπὸ γῆν ἔκρυψαν, τοῦτο συνετῶς μόνον, τοὺς δὲ ἀνήγαγον εἰς τὸν οὐρανόν. ὢ τῆς γελοίας κληροδοσίας. εἶτα ἑκάστῳ τῶν πλασμάτων ὄνομά τι θεῶν ἢ δαιμόνων ἐπιφημίσαντες, κατὰ τὴν ἐξουσίαν καὶ αὐτονομίαν τῆς πλάνης, καὶ ἀγάλματα ἱδρυσάμενοι, ὧν καὶ τὸ πολυτελὲς δέλεαρ, αἵμασί τε καὶ κνίσσαις, ἔστι δὲ οἵ γε καὶ πράξεσι λίαν αἰσχραῖς, μανίαις τε καὶ ἀνθρωποκτονίαις, τιμᾷν τοῦτο ἐνόμισαν. τοιαύτας γὰρ ἔπρεπεν εἶναι θεῶν τοιούτων καὶ τὰς τιμάς. ἤδη δὲ καὶ κνωδάλοις, καὶ τετραπόδοις, καὶ ἑρπετοῖς, καὶ τούτων τοῖς αἰσχίστοις τε καὶ γελοιοτάτοις, ἑαυτοὺς καθύβρισαν, καὶ τούτοις φέροντες τὴν τοῦ θεοῦ δόξαν προσέθηκαν· ὡς μὴ ῥᾴδιον εἶναι κρῖναι, ποτέρον δεῖ καταφρονεῖν μᾶλλον τῶν προσκυνούντων ἢ τῶν προσκυνουμένων. τάχα δὲ καὶ πολὺ πλέον τῶν λατρευόντων, ὅτι λογικῆς ὄντες φύσεως, καὶ χάριν θεοῦ δεξάμενοι, τὸ χεῖρον ὡς ἄμεινον προεστήσαντο. καὶ τοῦτο τοῦ πονηροῦ τὸ σόφισμα, τῷ καλῷ καταχρησαμένου πρὸς τὸ κακόν, οἷα τὰ πολλὰ τῶν ἐκείνου κακουργημάτων. παραλαβὼν γὰρ αὐτῶν τὸν πόθον πλανώμενον κατὰ θεοῦ ζήτησιν, ἵν᾿ εἰς ἑαυτὸν περισπάσῃ τὸ κράτος, καὶ κλέψῃ τὴν ἔφεσιν, ὥσπερ τυφλὸν χειραγωγῶν ὁδοῦ τινὸς ἐφιέμενον, ἄλλους ἀλλαχοῦ κατεκρήμνισε, καὶ διέσπειρεν εἰς ἕν τι θανάτου καὶ ἀπωλείας βάραθρον.
16. Οὗτοι μὲν δὴ ταῦτα· ἡμᾶς δὲ ὁ λόγος δεξάμενος ἐφιεμένους θεοῦ, καὶ μὴ ἀνεχομένους τὸ ἀνηγεμόνευτόν τε καὶ ἀκυβέρνητον, εἶτα τοῖς ὁρωμένοις προσβάλλων καὶ τοῖς ἀπαρχῆς ἐντυγχάνων, οὔτε μέχρι τούτων ἔστησεν, οὐ γὰρ ἦν λόγου δοῦναι τὴν ἡγεμονίαν τοῖς ὁμοτίμοις κατὰ τὴν αἴσθησιν, καὶ διὰ τούτων ἄγει πρὸς τὸ ὑπὲρ ταῦτα, καὶ δι᾿ οὗ τούτοις τὸ εἶναι περίεστιν. τί γὰρ τὸ τάξαν τὰ οὐράνια καὶ τὰ ἐπίγεια, ὅσα τε δι᾿ ἀέρος καὶ ὅσα καθ᾿ ὕδατος, μᾶλλον δὲ τὰ πρὸ τούτων, οὐρανόν, καὶ γῆν, καὶ ἀέρα, καὶ φύσιν ὕδατος; τίς ταῦτα ἔμιξε καὶ ἐμέρισεν; τίς ἡ κοινωνία τούτων πρὸς ἄλληλα, καὶ συμφυία, καὶ σύμπνοια; ἐπαινῶ γὰρ τὸν εἰρηκότα, κἂν ἀλλότριος ᾖ. τί τὸ ταῦτα κεκινηκὸς καὶ ἄγον τὴν ἄληκτον φορὰν καὶ ἀκώλυτον; ἆρ᾿ οὐχ ὁ τεχνίτης τούτων, καὶ πᾶσι λόγον ἐνθείς, καθ᾿ ὃν τὸ πᾶν φέρεταί τε καὶ διεξάγεται; τίς δὲ ὁ τεχνίτης τούτων; ἆρ᾿ οὐχ ὁ πεποιηκὼς ταῦτα καὶ εἰς τὸ εἶναι παραγαγών; οὐ γὰρ δὴ τῷ αὐτομάτῳ δοτέον τοσαύτην δύναμιν. ἔστω γὰρ τὸ γενέσθαι τοῦ αὐτομάτου. τίνος τὸ τάξαι; καὶ τοῦτο, εἰ δοκεῖ, δῶμεν. τίνος τὸ τηρῆσαι καὶ φυλάξαι καθ᾿ οὓς πρῶτον ὑπέστη λόγους; ἑτέρου τινός, ἢ τοῦ αὐτομάτου; ἑτέρου δηλαδὴ παρὰ τὸ αὐτόματον. τοῦτο δὲ τί ποτε ἄλλο πλὴν θεός; οὕτως ὁ ἐκ θεοῦ λόγος, καὶ πᾶσι σύμφυτος, καὶ πρῶτος ἐν ἡμῖν νόμος, καὶ πᾶσι συνημμένος, ἐπὶ θεὸν ἡμᾶς ἀνήγαγεν ἐκ τῶν ὁρωμένων. καὶ δὴ λέγωμεν ἀρξάμενοι πάλιν.
17. Θεόν, ὅ τί ποτε μέν ἐστι τὴν φύσιν καὶ τὴν οὐσίαν, οὔτε τις εὗρεν ἀνθρώπων πώποτε, οὔτε μὴ εὕρῃ. ἀλλ᾿ εἰ μὲν εὑρήσει ποτέ, ζητείσθω τοῦτο καὶ φιλοσοφείσθω παρὰ τῶν βουλομένων. εὑρήσει δέ, ὡς ἐμὸς λόγος, ἐπειδὰν τὸ θεοειδὲς τοῦτο καὶ θεῖον, λέγω δὲ τὸν ἡμέτερον νοῦν τε καὶ λόγον, τῷ οἰκείῳ προσμίξῃ, καὶ ἡ εἰκὼν ἀνέλθῃ πρὸς τὸ ἀρχέτυπον, οὗ νῦν ἔχει τὴν ἔφεσιν. καὶ τοῦτο εἶναί μοι δοκεῖ τὸ πάνυ φιλοσοφούμενον, ἐπιγνώσεσθαι ποτε ἡμᾶς, ὅσον ἐγνώσμεθα. τὸ δὲ νῦν εἶναι βραχεῖά τις ἀπορροὴ πᾶν τὸ εἰς ἡμᾶς φθάνον, καὶ οἷον μεγάλου φωτὸς μικρὸν ἀπαύγασμα. ὥστε καὶ εἴ τις ἔγνω θεόν, ἢ ἐγνωκέναι μεμαρτύρηται, τοσοῦτον ἔγνω, ὅσον ἄλλου μὴ τὸ ἴσον ἐλλαμφθέντος φανῆναι φωτοειδέστερος. καὶ τὸ ὑπερβάλλον τέλειον ἐνομίσθη, οὐ τῇ ἀληθείᾳ, τῇ δὲ τοῦ πλησίον δυνάμει παραμετρούμενον.
18. Διὰ τοῦτο Ἐνὼς μὲν ἤλπισεν ἐπικαλεῖσθαι τὸν κύριον. ἐλπὶς τὸ κατορθούμενον ἦν, καὶ τοῦτο οὐ γνώσεως, ἀλλ᾿ ἐπικλήσεως. Ἐνὼχ δὲ μετετέθη μέν, οὔπω δὲ δῆλον, εἰ θεοῦ φύσιν περιλαβὼν ἢ περιληψόμενος. τοῦ δὲ Νῶε καλὸν ἡ εὐαρέστησις, τοῦ καὶ κόσμον ὅλον ἐξ ὑδάτων διασώσασθαι πιστευθέντος, ἢ κόσμου σπέρματα, ξύλῳ μικρῷ φεύγοντι τὴν ἐπίκλυσιν. Ἀβραὰμ δὲ ἐδικαιώθη μὲν ἐκ πίστεως, ὁ μέγας πατριάρχης, καὶ θύει θυσίαν ξένην καὶ τῆς μεγάλης ἀντίτυπον. θεὸν δὲ οὐχ ὡς θεὸν εἶδεν, ἀλλ᾿ ὡς ἄνθρωπον ἔθρεψε, καὶ ἐπῃνέθη, σεβασθεὶς ὅσον κατέλαβεν. Ἰακὼβ δὲ κλίμακα μὲν ὑψηλὴν ἐφαντάσθη τινά, καὶ ἀγγέλων ἄνοδον, καὶ στήλην ἀλείφει μυστικῶς, ἴσως ἵνα τὸν ὑπὲρ ἡμῶν ἀλειφέντα λίθον παραδηλώσῃ, καὶ Εἶδος Θεοῦ τόπῳ τινὶ προσηγορίαν δίδωσιν εἰς τιμὴν τοῦ ὀφθέντος, καὶ ὡς ἀνθρώπῳ τῷ θεῷ προσπαλαίει, ἥτις ποτέ ἐστιν ἡ πάλη θεοῦ πρὸς ἄνθρωπον, ἢ τάχα τῆς ἀνδρωπίνης ἀρετῆς πρὸς θεὸν ἀντεξέτασις, καὶ σύμβολα τῆς πάλης ἐπὶ τοῦ σώματος φέρει, τὴν ἧτταν παραδεικνύντα τῆς γενητῆς φύσεως, καὶ ἆθλον εὐσεβείας τὴν μεταβολὴν τῆς προσηγορίας λαμβάνει, μετονομασθεὶς ἀντὶ Ἰακὼβ Ἰσραήλ, τοῦτο δὴ τὸ μέγα καὶ τίμιον ὄνομα· ἐκεῖνο δὲ οὔτε αὐτὸς οὔτε τις ὑπὲρ αὐτὸν μέχρι σήμερον ἐκαυχήσατο τῶν δώδεκα φυλῶν, ὧν πατὴρ ἦν, ὅτι θεοῦ φύσιν ἢ ὄψιν ὅλην ἐχώρησεν.
19. Ἠλίᾳ δὲ οὔτε πνεῦμα βίαιον, οὔτε πῦρ, οὔτε συσσεισμός, ὡς τῆς ἱστορίας ἀκούεις, ἀλλ᾿ ἡ αὔρα τις ὀλίγη τὴν τοῦ θεοῦ παρουσίαν, καὶ ταῦτα οὐ φύσιν, ἐσκιαγράφησεν· Ἠλίᾳ τίνι; ὃν καὶ ἅρμα πυρὸς ἀνάγει πρὸς οὐρανόν, δηλοῦν τοῦ δικαίου τὸ ὑπὲρ ἄνθρωπον. Μανωὲ δὲ τὸν κριτὴν πρότερον, καὶ Πέτρον τὸν μαθητὴν ὕστερον, πῶς οὐ τεθαύμακας; τὸν μὲν οὐδὲ ὄψιν φέροντα τοῦ φαντασθέντος θεοῦ, καὶ διὰ τοῦτο, Ἀπολώλαμεν, ὦ γύναι, λέγοντα, θεὸν ἑωράκαμεν· ὡς οὐ χωρητῆς οὔσης ἀνθρώποις οὐδὲ φαντασίας θείας, μὴ ὅτι γε φύσεως· τὸν δὲ καὶ τὸν φαινόμενον Χριστὸν τῷ πλοίῳ μὴ προσιέμενον, καὶ διὰ τοῦτο ἀποπεμπόμενον. καίτοιγε θερμότερος τῶν ἄλλων εἰς ἐπίγνωσιν Χριστοῦ Πέτρος, καὶ διὰ τοῦτο μακαριζόμενος, καὶ τὰ μέγιστα πιστευόμενος. τί δ᾿ ἂν εἴποις περὶ Ἡσαΐου, καὶ Ἰεζεχιὴλ τοῦ τῶν μεγίστων ἐπόπτου, καὶ τῶν λοιπῶν προφητῶν; ὧν ὁ μὲν τὸν Κύριον Σαβαὼθ εἶδε καθήμενον ἐπὶ θρόνου δόξης, καὶ τοῦτον ὑπὸ τῶν ἑξαπτερύγων σεραφὶμ κυκλούμενον καὶ αἰνούμενον καὶ ἀποκρυπτόμενον, ἑαυτόν τε τῷ ἄνθρακι καθαιρόμενον, καὶ πρὸς τὴν προφητείαν καταρτιζόμενον· ὁ δὲ καὶ τὸ ὄχημα τοῦ θεοῦ τὰ χερουβὶμ διαγράφει, καὶ τὸν ὑπὲρ αὐτῶν θρόνον, καὶ τὸ ὑπὲρ αὐτοῦ στερέωμα, καὶ τὸν ἐν τῷ στερεώματι φανταζόμενον, καὶ φωνὰς δή τινας, καὶ ὁρμάς, καὶ πράξεις, καὶ ταῦτα εἴτε φαντασία τις ἦν ἡμερινή, μόνοις θεωρητὴ τοῖς ἁγίοις, εἴτε νυκτὸς ἀψευδὴς ὄψις, εἴτε τοῦ ἡγεμονικοῦ τύπωσις συγγινομένη τοῖς μέλλουσιν ὡς παροῦσιν, εἴτε τι ἄλλο προφητείας εἶδος ἀπόρρητον, οὐκ ἔχω λέγειν· ἀλλ᾿ οἶδεν ὁ τῶν προφητῶν θεός, καὶ οἱ τὰ τοιαῦτα ἐνεργούμενοι. πλὴν οὔτε οὗτοι περὶ ὧν ὁ λόγος, οὔτε τις ἄλλος τῶν κατ᾿ αὐτούς, ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ κυρίου, κατὰ τὸ γεγραμμένον, οὐδὲ θεοῦ φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσεν.
20. Παύλῳ δὲ εἰ μὲν ἔκφορα ἦν ἃ παρέσχεν ὁ τρίτος οὐρανός, καὶ ἡ μέχρις ἐκείνου πρόοδος ἢ ἀνάβασις ἢ ἀνάληψις, τάχα ἄν τι περὶ θεοῦ πλέον ἔγνωμεν, εἴπερ τοῦτο ἦν τὸ τῆς ἁρπαγῆς μυστήριον. ἐπεὶ δὲ ἄρρητα ἦν, καὶ ἡμῖν σιωπῇ τιμάσθω. τοσοῦτον δὲ ἀκούσωμεν αὐτοῦ Παύλου λέγοντος, ὅτι ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. ταῦτα καὶ τὰ τοιαῦτα ὁμολογεῖ ὁ μὴ ἰδιώτης τὴν γνῶσιν, ὁ δοκιμὴν ἀπειλῶν τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ, ὁ μέγας τῆς ἀληθείας προαγωνιστὴς καὶ διδάσκαλος. διὸ καὶ πᾶσαν τὴν κάτω γνῶσιν οὐδὲν ὑπὲρ τὰ ἔσοπτρα καὶ τὰ αἰνίγματα τίθεται, ὡς ἐν μικροῖς τῆς ἀληθείας ἱσταμένην ἰνδάλμασιν. εἰ δὲ μὴ λίαν δοκῶ τισὶ περιττὸς καὶ περίεργος τὰ τοιαῦτα ἐξετάζων, οὐδὲ ἄλλα τινὰ τυχὸν ἢ ταῦτα ἦν, ἃ μὴ δύναται νῦν βασταχθῆναι, ἅπερ ὁ Λόγος αὐτὸς ὑπῃνίσσετο, ὥς ποτε βασταχθησόμενα καὶ τρανωθησόμενα· καὶ ἃ μηδ᾿ ἂν αὐτὸν δυνηθῆναι χωρῆσαι τὸν κάτω κόσμον Ἰωάννης ὁ τοῦ Λόγου πρόδρομος, ἡ μεγάλη τῆς ἀληθείας φωνή, διωρίζετο.
21. Πᾶσα μὲν οὖν ἀλήθεια καὶ πᾶς λόγος δυστέκμαρτός τε καὶ δυσθεώρητος· καὶ οἷον ὀργάνῳ μικρῷ μεγάλα δημιουργοῦμεν, τῇ ἀνθρωπίνῃ σοφίᾳ τὴν τῶν ὄντων γνῶσιν θηρεύοντες, καὶ τοῖς νοητοῖς προσβάλλοντες μετὰ τῶν αἰσθήσεων, ἢ οὐκ ἄνευ αἰσθήσεων, ὑφ᾿ ὧν περιφερόμεθα καὶ πλανώμεθα, καὶ οὐκ ἔχομεν γυμνῷ τῷ νοὶ γυμνοῖς τοῖς πράγμασιν ἐντυγχάνοντες μᾶλλόν τι προσιέναι τῇ ἀληθείᾳ, καὶ τὸν νοῦν τυποῦσθαι ταῖς καταλήψεσιν. Ὁ δὲ περὶ θεοῦ λόγος, ὅσῳ τελεώτερος, τοσούτῳ δυσεφικτότερος, καὶ πλείους τὰς ἀντιλήψεις ἔχων καὶ τὰς λύσεις ἐργωδεστέρας. πᾶν γὰρ τὸ ἐνιστάμενον, κἂν βραχύτατον ᾖ, τὸν τοῦ λόγου δρόμον ἐπέσχε καὶ διεκώλυσε, καὶ τὴν εἰς τὸ πρόσω φορὰν διέκοψεν· ὥσπερ οἱ τοὺς ἵππους τοῖς ῥυτῆρσιν ἀθρόως μεθέλκοντες φερομένους, καὶ τῷ ἀδοκήτῳ τοῦ τιναγμοῦ περιτρέποντες. οὕτω Σολομὼν μέν, ὁ σοφισάμενος περισσὰ ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν καὶ καθ᾿ ἑαυτόν, ᾧ τὸ τῆς καρδίας πλάτος δῶρον θεοῦ, καὶ ἡ ψάμμου δαψιλεστέρα χύσις τῆς θεωρίας, ὅσῳ πλέον ἐμβατεύει τοῖς βάθεσι, τοσούτῳ πλέον ἰλιγγιᾷ, καὶ τέλος τι ποιεῖται σοφίας εὑρεῖν ὅσον διέφυγεν. Παῦλος δὲ πειρᾶται μὲν ἐφικέσθαι, οὔπω λέγω τῆς τοῦ θεοῦ φύσεως, τοῦτο γὰρ ᾔδει παντελῶς ἀδύνατον ὄν, ἀλλὰ μόνον τῶν τοῦ θεοῦ κριμάτων· ἐπεὶ δὲ οὐχ εὑρίσκει διέξοδον οὐδὲ στράσιν τῆς ἀναβάσεως, οὐδὲ εἴς τι φανερὸν τελευτᾷ πέρας ἡ πολυπραγμοσύνη τῆς διανοίας, ἀεί τινος ὑποφαινομένου τοῦ λείποντος· ὢ τοῦ θαύματος (ἵνα καὶ αὐτὸς πάθω τὸ ἴσον). ἐκπλήξει περιγράφει τὸν λόγον, καὶ πλοῦτον Θεοῦ καὶ βάθος τὸ τοιοῦτο καλεῖ, καὶ ὁμολογεῖ τῶν τοῦ θεοῦ κριμάτων τὸ ἀκατάληπτον, μονονουχὶ τὰ αὐτὰ τῷ Δαβὶδ φθεγγόμενος, ποτὲ μὲν ἄβυσσον πολλὴν ὀνομάζοντι τὰ τοῦ θεοῦ κρίματα, ἧς οὐκ ἔστι τὴν ἕδραν ἢ μέτρῳ ἢ αἰσθήσει λαβεῖν, ποτὲ δὲ τεθαυμαστῶσθαι τὴν γνῶσιν ἐξ ἑαυτοῦ καὶ τῆς ἑαυτοῦ συστάσεως λέγοντι, κεκραταιῶσθαί τε πλέον ἢ κατὰ τὴν ἑαυτοῦ δύναμιν καὶ περίδραξιν.
22. Ἵνα γὰρ τἄλλα ἐάσας, φησί, πρὸς ἐμαυτὸν βλέψω, καὶ πᾶσαν τὴν ἀνθρωπίνην φύσιν καὶ σύμπηξιν, τίς ἡ μίξις ἡμῶν; τίς ἡ κίνησις; πῶς τὸ ἀθάνατον τῷ θνητῷ συνεκράθη; πῶς κάτω ῥέω, καὶ ἄνω φέρομαι; πῶς ψυχὴ περιγράφεται; πῶς ζωὴν δίδωσι, καὶ πάθους μεταλαμβάνει; πῶς ὁ νοῦς καὶ περιγραπτὸς καὶ ἀόριστος, ἐν ἡμῖν μένων, καὶ πάντα ἐφοδεύων τάχει φορᾶς καὶ ῥεύσεως; πῶς μεταλαμβάνεται λόγῳ καὶ μεταδίδοται, καὶ δι᾿ ἀέρος χωρεῖ, καὶ μετὰ τῶν πραγμάτων εἰσέρχεται; πῶς αἰσθήσει κοινωνεῖ, καὶ συστέλλεται ἀπὸ τῶν αἰσθήσεων; καὶ ἔτι πρὸ τούτων, τίς ἡ πρώτη πλάσις ἡμῶν καὶ σύστασις ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ; καὶ τίς ἡ τελευταία μόρφωσις καὶ τελείωσις; τίς ἡ τῆς τροφῆς ἔφεσις καὶ διάδοσις; καὶ τίς ἤγαγεν ἐπὶ τὰς πρώτας πηγὰς καὶ τοῦ ζῆν ἀφορμὰς αὐτομάτως; πῶς σιτίοις μὲν σῶμα, λόγῳ δὲ ψυχὴ τρέφεται; τίς ἡ τῆς φύσεως ὁλκὴ καὶ πρὸς ἄλληλα σχέσις τοῖς γεννῶσι καὶ τοῖς γεννωμένοις, ἵνα τῷ φίλτρῳ συνέχηται; πῶς ἑστηκότα τε τὰ εἴδη καὶ τοῖς χαρακτῆρσι διεστηκότα, ὧν τοσούτων ὄντων αἱ ἰδιότητες ἀνέφικτοι; πῶς τὸ αὐτὸ ζῶον θνητὸν καὶ ἀθάνατον, τὸ μὲν τῇ μεταστάσει, τὸ δὲ τῇ γεννήσει; τὸ μὲν γὰρ ὑπεξῆλθε, τὸ δὲ ἀντεισῆλθεν, ὥσπερ ἐν ὁλκῷ ποταμοῦ μὴ ἑστῶτος καὶ μένοντος. πολλὰ δ᾿ ἂν ἔτι φιλοσοφήσαις περὶ μελῶν καὶ μερῶν, καὶ τῆς πρὸς ἄλληλα τούτων εὐαρμοστίας, πρὸς χρείαν τε ὁμοῦ καὶ κάλλος συνεστώτων τε καὶ διεστώτων, προεχόντων τε καὶ προεχομένων, ἑνουμένων τε καὶ σχιζομένων, περιεχόντων τε καὶ περιεχομένων, νόμῳ καὶ λόγῳ φύσεως. πολλὰ περὶ φωνῶν καὶ ἀκοῶν· πῶς αἱ μὲν φέρονται διὰ τῶν φωνητικῶν ὀργάνων, αἱ δὲ ὑποδέχονται, διὰ τῆς ἐν μέσῳ τοῦ ἀέρος πληγῆς καὶ τυπώσεως ἀλλήλαις ἐπιμιγνύμεναι. πολλὰ περὶ ὄψεως ἀρρήτως κοινωνούσης τοῖς ὁρατοῖς, καὶ μόνῳ τῷ βούλεσθαι καὶ ὁμοῦ κινουμένης, καὶ ταὐτὸν τῷ νοὶ πασχούσης· μετὰ γὰρ τοῦ ἴσου τάχους ἐκεῖνός τε μίγνυται τοῖς νοουμένοις καὶ αὕτη τοῖς ὁρωμένοις. πολλὰ περὶ τῶν ἄλλων αἰσθήσεων, αἳ παραδοχαί τινές εἰσι τῶν ἔξωθεν, λόγῳ μὴ θεωρούμεναι. πολλὰ περὶ τῆς ἐν ὕπνοις ἀναπαύσεως, καὶ τῆς δι᾿ ὀνειράτων ἀναπλάσεως, μνήμης τε καὶ ἀναμνήσεως, λογισμοῦ τε καὶ θυμοῦ καὶ ἐφέσεως, καὶ συντόμως εἰπεῖν, ὅσοις ὁ μικρὸς οὗτος κόσμος διοικεῖται, ὁ ἄνθρωπος.
23. Βούλει σοι καὶ τὰς τῶν ἄλλων ζώων διαφορὰς πρός τε ἡμᾶς καὶ πρὸς ἄλληλα, φύσεις τε καὶ γενέσεις καὶ ἀνατροφάς, καὶ χώρας, καὶ ἤθη, καὶ οἷον πολιτείας καταριθμήσωμαι; πῶς τὰ μὲν ἀγελαῖα, τὰ δὲ μοναδικά; τὰ μὲν ποηφάγα, τὰ δὲ σαρκοβόρα; τὰ μὲν θυμοειδῆ, τὰ δὲ ἥμερα; τὰ μὲν φιλάνθρωπα καὶ σύντροφα, τὰ δὲ ἀτίθασσα καὶ ἐλεύθερα; καὶ τὰ μὲν οἷον ἐγγύτερα λόγου τε καὶ μαθήσεως, τὰ δὲ παντελῶς ἄλογα καὶ ἀμαθέστατα; τὰ μὲν πλειόνων αἰσθήσεων, τὰ δὲ ἐλαττόνων; τὰ μὲν ἀκίνητα, τὰ δὲ μεταβατικά; τὰ μὲν ταχύτατα, τὰ δὲ παχύτατα; τὰ μὲν ὑπερβάλλοντα μεγέθει καὶ κάλλει ἢ τῷ ἑτέρῳ τούτων, τὰ δὲ βραχύτατα ἢ δυσειδέστατα ἣ καὶ ἀμφότερα; τὰ μὲν ἄλκιμα, τὰ δὲ ἀσθενῆ; τὰ μὲν ἀμυντικά, τὰ δὲ ὕποπτα καὶ ἐπίβουλα; τὰ μὲν φυλακτά, τὰ δὲ ἀφύλακτα; τὰ μὲν φίλεργα καὶ οἰκονομικά, τὰ δὲ παντάπασιν ἀργὰ καὶ ἀπρονόητα; καὶ ἔτι πρὸ τούτων, πῶς τὰ μὲν ἑρπυστικά, τὰ δὲ ὄρθια; τὰ μὲν φιλόχωρα, τὰ δὲ ἀμφίβια; τὰ μὲν φιλόκαλα, τὰ δὲ ἀκαλλώπιστα; συζυγῆ τε καὶ ἀζυγῆ; σώφρονά τε καὶ ἀκόλαστα; πολύγονά τε καὶ οὐ πολύγονα; μακρόβιά τε καὶ ὀλιγόβια; κάμνοι ἂν ἡμῖν ὁ λόγος τοῖς κατὰ μέρος ἐπεξιών.
24. Σκέψαι μοι καὶ νηκτὴν φύσιν τῶν ὑδάτων διολισθαίνουσαν, καὶ οἷον ἱπταμένην κατὰ τῆς ὑγρᾶς φύσεως, καὶ τοῦ μὲν ἰδίου σπῶσαν ἀέρος, τῷ ἡμετέρῳ δὲ κινδυνεύουσαν, ὥσπερ καὶ ἡμεῖς ἐν τοῖς ὕδασιν· ἤθη τε καὶ πάθη, καὶ μίξεις καὶ γονάς, καὶ μεγέθη καὶ κάλλη, φιλοχωρίας τε καὶ πλάνας, συνόδους τε καὶ ἀποχωρήσεις, καὶ ἰδιότητας μικροῦ τοῖς ἐπιγείοις παραπλησίας, ἔστι δὲ ὧν καὶ κοινωνίας καὶ ἰδιότητας ἀντιθέτους, ἔν τε εἴδεσι καὶ ὀνόμασιν. σκέψαι μοι καὶ ὀρνέων ἀγέλας, καὶ ποικιλίας ἔν τε σχήμασι καὶ χρώμασι, τῶν τε ἄλλων καὶ τῶν ᾠδικῶν· καὶ τίς τῆς τούτων μελῳδίας ὁ λόγος, καὶ παρὰ τίνος; τίς ὁ δοὺς τέττιγι τὴν ἐπὶ στήθους μαγάδα, καὶ τὰ ἐπὶ τῶν κλάδων ᾄσματά τε καὶ τερετίσματα, ὅταν ἡλίῳ κινῶνται τὰ μεσημβρινὰ μουσουργοῦντες, καὶ καταφωνῶσι τὰ ἄλση, καὶ ὁδοιπόρον ταῖς φωναῖς παραπέμπωσι; τίς ὁ κύκνῳ συνυφαίνων τὴν ᾠδήν, ὅταν ἐκπετάσῃ τὸ πτερὸν ταῖς αὔραις, καὶ ποιῇ μέλος τὸ σύριγμα; ἐῶ γὰρ λέγειν τὰς βιαίους φωνάς, καὶ ὅσα τέχναι σοφίζονται κατὰ τῆς ἀληθείας. πόθεν ταῶς, ὁ ἀλαζὼν ὄρνις καὶ Μηδικός, οὕτω φιλόκαλος καὶ φιλότιμος, ὥστε (καὶ γὰρ αἰσθάνεται τοῦ οἰκείου κάλλου)ς, ὅταν ἴδῃ τινὰ πλησιάζοντα, ἢ ταῖς θηλείαις, ὥς φασι, καλλωπίζηται, τὸν αὐχένα διάρας, καὶ τὸ πτερὸν κυκλοτερῶς περιστήσας τὸ χρυσαυγὲς καὶ κατάστερον, θεατρίζει τὸ κάλλος τοῖς ἐρασταῖς μετὰ σοβαροῦ τοῦ βαδίσματος; ἡ μὲν οὖν θεία γραφὴ καὶ γυναικῶν θαυμάζει σοφίαν τὴν ἐν ὑφάςμασι, Τίς ἔδωκε, λέγουσα, γυναιξὶν ὑφάσματος σοφίαν καὶ ποικιλτικὴν ἐπιστήμην; ζώου λογικοῦ τοῦτο, καὶ περιττοῦ τὴν σοφίαν, καὶ μέχρι τῶν οὐρανίων ὁδεύοντος.
25. Σὺ δέ μοι θαύμασον καὶ ἀλόγων φυσικὴν σύνεσιν, καὶ τοὺς λόγους παράστησον. πῶς μὲν ὄρνισι καλιαὶ πέτραι τε καὶ δένδρα καὶ ὄροφοι, εἰς ἀσφάλειάν τε ὁμοῦ καὶ κάλλος ἐξησκημέναι, καὶ τοῖς τρεφομένοις ἐπιτηδείως; πόθεν δὲ μελίσσαις τε καὶ ἀράχναις τὸ φιλεργὸν καὶ φιλότεχνον, ἵνα ταῖς μὲν τὰ κηρία πλέκηται καὶ συνέχηται δι᾿ ἑξαγώνων συρίγγων καὶ ἀντιστρόφων, καὶ τὸ ἑδραῖον αὐταῖς διὰ τοῦ μέσου διατειχίσματος καὶ ἀλλαγῆς ἐπιπλεκομένων ταῖς εὐθείαις τῶν γωνιῶν πραγματεύηται, καὶ ταῦτα ἐν ζοφεροῖς οὕτω τοῖς σίμβλοις καὶ ἀοράτοις τοῖς πλάσμασιν· αἱ δὲ διὰ λεπτῶν οὕτω καὶ ἀερίων σχεδὸν τῶν νημάτων πολυειδῶς διατεταμένων πολυπλόκους τοὺς ἱστοὺς ἐξυφαίνωσι, καὶ ταῦτα ἐξ ἀφανῶν τῶν ἀρχῶν, οἴκησίν τε ὁμοῦ τιμίαν, καὶ θήραν τῶν ἀσθενεστέρων εἰς τροφῆς ἀπόλαυσιν; ποῖος Εὐκλείδης ἐμιμήσατο ταῦτα, γραμμαῖς ἐμφιλοσοφῶν ταῖς οὐκ οὔσαις, καὶ κάμνων ἐν ταῖς ἀποδείξεσι; τίνος Παλαμήδους τακτικὰ κινήματά τε καὶ σχήματα γεράνων, ὥς φασι, καὶ ταὐτὰ παιδεύματα κινουμένων ἐν τάξει, καὶ μετὰ ποικίλης τῆς πτήσεως; ποῖοι Φειδίαι καὶ Ζεύξιδες καὶ Πολύγνωτοι, Παρράσιοί τέ τινες καὶ Ἀγλαοφῶντες, κάλλη μεθ᾿ ὑπερβολῆς γράφειν καὶ πλάττειν εἰδότες; τίς Κνώσσιος Δαιδάλου χορὸς ἐναρμόνιος, νύμφῃ πονηθεὶς εἰς κάλλους περιουσίαν, ἢ λαβύρινθος Κρητικὸς δυσδιέξοδος καὶ δυσέλικτος, ποιητικῶς εἰπεῖν, καὶ πολλάκις ἀπαντῶν ἑαυτῷ τοῖς τῆς τέχνης σοφίσμασι; καὶ σιωπῶ μυρμήκων ταμιεῖά τε καὶ ταμίας, καὶ θησαυρισμὸν τροφῆς τῷ καιρῷ σύμμετρον, τἄλλα τε ὅσα περὶ ὁδῶν καὶ περὶ ἡγουμένων καὶ τῆς ἐν τοῖς ἔργοις εὐταξίας ἔγνωμεν ἱστορούμενα.
26. Εἰ τούτων ἐφικτὸς ὁ λόγος σοι, καὶ τὴν περὶ ταῦτα σύνεσιν ἔγνως, σκέψαι καὶ φυτῶν διαφοράς, μέχρι καὶ τῆς ἐν φύλλοις φιλοτεχνίας πρὸς τὸ ἥδιστόν τε ἅμα ταῖς ὄψεσι καὶ τοῖς καρποῖς χρησιμώτατον. σκέψαι μοι καὶ καρπῶν ποικιλίαν καὶ ἀφθονίαν, καὶ μάλιστα τῶν ἀναγκαιοτάτων τὸ κάλλιστον. καὶ σκέψαι μοι καὶ δυνάμεις ῥιζῶν καὶ χυμῶν καὶ ἀνθέων καὶ ὀδμῶν, οὐχ ἡδίστων μόνον, ἀλλὰ καὶ πρὸς ὑγίειαν ἐπιτηδείων, καὶ χρωμάτων χάριτας καὶ ποιότητας. ἔτι δὲ λίθων πολυτελείας καὶ διαυγείας· ἐπειδή σοι πάντα προὔθηκεν, ὥσπερ ἐν πανδαισίᾳ κοινῇ, ὅσα τε ἀναγκαῖα, καὶ ὅσα πρὸς ἀπόλαυσιν, ἡ φύσις· ἵν᾿, εἰ μή τι ἄλλο, ἐξ ὧν εὐεργετῇ, γνωρίσῃς θεόν, καὶ τῷ δεῖσθαι γένῃ σεαυτοῦ συνετώτερος. ἐντεῦθεν ἔπελθέ μοι γῆς πλάτη καὶ μήκη, τῆς κοινῆς πάντων μητρός, καὶ κόλπους θαλαττίους ἀλλήλοις τε καὶ τῇ γῇ συνδεομένους, καὶ ἀλσῶν κάλλη, καὶ ποταμούς, καὶ πηγὰς δαψιλεῖς τε καὶ ἀενάους, οὐ μόνον ψυχρῶν καὶ ποτίμων ὑδάτων, καὶ τῶν ὑπὲρ γῆς, ἀλλὰ καὶ ὅσαι ὑπὸ γῆν ῥέουσαι, καὶ σήραγγάς τινας ὑποτρέχουσαι, εἶτ᾿ ἐξωθούμεναι βιαίῳ τῷ πνεύματι καὶ ἀντιτυπούμεναι, εἶτ᾿ ἐκπυρούμεναι τῷ σφοδρῷ τῆς πάλης καὶ τῆς ἀντιθέσεως, ὅπη παρείκοι κατὰ μικρὸν ἀναρρήγνυνται, καὶ τὴν τῶν θερμῶν λουτρῶν χρείαν ἐντεῦθεν ἡμῖν χαρίζονται πολλαχοῦ τῆς γῆς, καὶ μετὰ τῆς ἐναντίας δυνάμεως ἰατρείαν ἄμισθον καὶ αὐτόματον. εἰπὲ πῶς καὶ πόθεν ταῦτα. τί τὸ μέγα τοῦτο καὶ ἄτεχνον ὕφασμα. οὐχ ἧττον ἐπαινετὰ τῆς πρὸς ἄλληλα σχέσεως, ἢ καθ᾿ ἕκαστον θεωρούμενα; πῶς γῆ μὲν ἕστηκε παγία καὶ ἀκλινής; ἐπὶ τίνος ὀχουμένη, καὶ τίνος ὄντος τοῦ ὑπερείδοντος; καὶ τίνος ἐκεῖνο πάλιν; οὐδὲ γὰρ ὁ λόγος ἔχει, ἐφ᾿ ὃ ἐρεισθῇ, πλὴν τοῦ θείου θελήματος. καὶ πῶς ἡ μὲν εἰς ὀρῶν κορυφὰς ἀνηγμένη, ἡ δὲ εἰς πεδία καθεζομένη, καὶ τοῦτο πολυειδῶς καὶ ποικίλως, καὶ ταῖς κατ᾿ ὀλίγον ἐναλλαγαῖς μεθισταμένη, πρός τε τὴν χρείαν ἐστὶν ἀφθονωτέρα, καὶ τῷ ποικίλῳ χαριεστέρα; καὶ ἡ μὲν εἰς οἰκήσεις νενεμημένη, ἡ δὲ ἀοίκητος, ὅσην αἱ ὑπερβολαὶ τῶν ὀρῶν ἀποτέμνονται, καὶ ἄλλη πρὸς ἄλλο τι πέρας σχιζομένη καὶ ἀποβαίνουσα, τῆς τοῦ θεοῦ μεγαλουργίας ἐναργέστατόν ἐστι γνώρισμα;
27. Θαλάττης δέ, εἰ μὲν μὴ τὸ μέγεθος εἶχον θαυμάζειν, ἐθαύμασα ἂν τὸ ἥμερον, καὶ πῶς ἵσταται λελυμένη τῶν ἰδίων ὅρων ἐντός· εἰ δὲ μὴ τὸ ἥμερον, πάντως τὸ μέγεθος. ἐπεὶ δὲ ἀμφότερα, τὴν ἐν ἀμφοτέροις δύναμιν ἐπαινέσομαι. τί τὸ συναγαγόν; τί τὸ δῆσαν; πῶς ἐπαίρεταί τε καὶ ἵσταται, ὥσπερ αἰδουμένη τὴν γείτονα γῆν; πῶς καὶ δέχεται ποταμοὺς πάντας, καὶ ἡ αὐτὴ διαμένει διὰ πλήθους περιουσίαν, ἢ οὐκ οἶδ᾿ ὅτι χρὴ λέγειν; πῶς ψάμμος ὅριον αὐτῇ, τηλικούτῳ στοιχείῳ; ἔχουσί τι λέγειν οἱ φυσικοὶ καὶ σοφοὶ τὰ μάταια, καὶ κυάθῳ μετροῦντες ὄντως τὴν θάλασσαν, τὰ τηλικαῦτα ταῖς ἑαυτῶν ἐπινοίαις; ἢ συντόμως ἐγὼ παρὰ τῆς γραφῆς τοῦτο φιλοσοφήσω καὶ τῶν μακρῶν λόγων πιθανώτερόν τε καὶ ἀληθέστερον; Πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος. τοῦτο τῆς ὑγρᾶς φύσεως ὁ δεσμός. πῶς δὲ τὸν χερσαῖον ναυτίλον ἄγει ξύλῳ μικρῷ καὶ πνεύματι, τοῦτο οὐ θαυμάζεις ὁρῶν; οὐδ᾿ ἐξίσταταί σου ἡ διάνοια; ἵνα γῆ καὶ θάλασσα δεθῶσι ταῖς χρείαις καὶ ταῖς ἐπιμιξίαις, καὶ εἰς ἑν ἔλθῃ τῷ ἀνθρώπῳ τὰ τοσοῦτον ἀλλήλων διεστηκότα κατὰ τὴν φύσιν; τίνες δὲ πηγῶν αἱ πρῶται πηγαί, ζήτησον, ἄνθρωπε, εἴ τί σοι τούτων ἐξιχνεῦσαι ἢ εὑρεῖν δυνατόν. καὶ τίς ὁ ποταμοῖς σχίσας καὶ πεδία καὶ ὄρη, καὶ δοὺς τὸν δρόμον ἀκώλυτον; καὶ πῶς ἐκ τῶν ἐναντίων τὸ θαῦμα, μήτε θαλάσσης ἐπεξιούσης, μήτε ποταμῶν ἱσταμένων; τίς δὲ ἡ τῶν ὑδάτων τροφή, καὶ τί τὸ ταύτης διάφορον, τῶν μὲν ἄνωθεν ἀρδομένων, τῶν δὲ ταῖς ῥίζαις ποτιζομένων, ἵνα τι καὶ αὐτὸς κατατρυφήσω τοῦ λόγου, θεοῦ τὴν τρυφὴν ἐξηγούμενος;
28. Ἄγε δὴ γῆν ἀφεὶς καὶ τὰ περὶ γῆν, πρὸς τὸν ἀέρα κουφίσθητι τοῖς τῆς διανοίας πτεροῖς, ἵνα σοι καθ᾿ ὁδὸν ὁ λόγος προίῃ· κἀκεῖθεν ἀνάξω σε πρὸς τὰ οὐράνια, καὶ τὸν οὐρανὸν αὐτόν, καὶ τὰ ὑπὲρ οὐρανόν. καὶ τοῖς ἑξῆς ὀκνεῖ μὲν προσβῆναι ὁ λόγος, προσβήσεται δὲ ὅμως ὁπόσον ἔξεστι. τίς ὁ χέας ἀέρα, τὸν πολὺν τοῦτον πλοῦτον καὶ ἄφθονον, οὐκ ἀξίαις, οὐ τύχαις μετρούμενον, οὐχ ὅροις κρατούμενον, οὐχ ἡλικίαις μεριζόμενον, ἀλλὰ κατὰ τὴν τοῦ μάννα διανομὴν αὐταρκείᾳ περιλαμβανόμενον καὶ ἰσομοιρίᾳ τιμώμενον· τὸ τῆς πτηνῆς φύσεως ὄχημα, τὴν ἀνέμων ἕδραν, τὴν ὡρῶν εὐκαιρίαν, τὴν ζώων ψύχωσιν, μᾶλλον δὲ τῆς ψυχῆς πρὸς τὸ σῶμα συντήρησιν, ἐν ᾧ σώματα, καὶ μεθ᾿ οὗ λόγος, ἐν ᾧ φῶς καὶ τὸ φωτιζόμενον, καὶ ἡ ὄψις ἡ δι᾿ αὐτοῦ ῥέουσα; σκόπει δέ μοι καὶ τὰ ἑξῆς· οὐ γὰρ συγχωροῦμαι τῷ ἀέρι δοῦναι τὴν ἅπασαν· δυναστείαν τῶν τοῦ ἀέρος εἶναι νομιζομένων. τίνα μὲν ἀνέμων ταμιεῖα; τίνες δὲ θησαυροὶ χιόνος; τίς δὲ ὁ τετοκὼς βώλους δρόσου, κατὰ τὸ γεγραμμένον; ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται κρύσταλλος; τίς ὁ δεσμεύων ὕδωρ ἐν νεφέλαις, καὶ τὸ μὲν ἱστὰς ἐπὶ τῶν νεφελῶνὢ τοῦ θαύματοςλόγῳ κρατουμένην φύσιν τὴν ῥέουσαν, τὸ δὲ ἐκχέων ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ σπείρων καιρίως καὶ ὁμοτίμως, καὶ οὔτε ἀφιεὶς ἅπασαν τὴν ὑγρὰν οὐσίαν ἐλευθέραν καὶ ἄσχετον, ἀρκεῖ γὰρ ἡ ἐπὶ Νῶε κάθαρσις, καὶ τῆς ἑαυτοῦ διαθήκης οὐκ ἐπιλήσμων ὁ ἀψευδέστατος, οὔτε ἀνέχων παντάπασιν, ἵνα μὴ πάλιν Ἠλίου τινὸς δεηθῶμεν, τὴν ξηρότητα λύοντος; Ἐὰν κλείσῃ, φησί, τὸν οὐρανόν, τίς ἀνοίξει; ἐὰν δὲ ἀνοίξῃ τοὺς καταράκτας, τίς συνέξει; τίς οἴσει τὴν ἐπ᾿ ἀμφότερα τοῦ ὑετίζοντος ἀμετρίαν, ἐὰν μὴ τοῖς ἑαυτοῦ μέτροις καὶ σταθμοῖς διεξαγάγῃ τὰ σύμπαντα; τί μοι φιλοσοφήσεις περὶ ἀστραπῶν καὶ βροντῶν, ὦ βροντῶν ἀπὸ γῆς σὺ καὶ οὐδὲ μικροῖς σπινθῆρσι τῆς ἀληθείας λαμπόμενε; τίνας ἀτμοὺς ἀπὸ γῆς αἰτιάσῃ νέφους δημιουργούς, ἢ ἀέρος πύκνωσίν τινα, ἢ νεφῶν τῶν μανωτάτων θλίψιν ἢ σύρρηξιν, ἵνα ἡ μὲν θλίψις σοι τὴν ἀστραπήν, ἡ δὲ ῥῆξις τὴν βροντὴν ἀπεργάσηται; ποῖον δὲ πνεῦμα στενοχωρούμενον, εἶτα οὐκ ἔχον διέξοδον, ἵνα ἀστράψῃ θλιβόμενον, καὶ βροντήσῃ ῥηγνύμενον; εἰ τὸν ἀέρα διῆλθες τῷ λογισμῷ, καὶ ὅσα περὶ ἀέρα, ψαῦσον ἤδη σὺν ἐμοὶ καὶ οὐρανοῦ καὶ τῶν οὐρανίων. πίστις δὲ ἀγέτω πλέον ἡμᾶς ἢ λόγος, εἴπερ ἔμαθες τὸ ἀσθενὲς ἐν τοῖς ἐγγυτέρω, καὶ λόγον ἔγνως τὸ γνῶναι τὰ ὑπὲρ λόγον, ἵνα μὴ παντελῶς ἐπίγειος ᾖς ἢ περίγειος, ἀγνοῶν καὶ αὐτὸ τοῦτο, τὴν ἄγνοιαν.
29. Τίς περιήγαγεν οὐρανόν, ἔταξεν ἀστέρας; μᾶλλον δέ, τί πρὸ τούτων οὐρανὸς καὶ ἀστέρες ἔχοις ἂν εἰπεῖν, ὁ μετέωρος, ὁ τὰ ἐν ποσὶν ἀγνοῶν, καὶ οὐδὲ σεαυτὸν μετρῆσαι δυνάμενος, τὰ δὲ ὑπὲρ τὴν σὴν φύσιν πολυπραγμονῶν, καὶ κεχηνὼς εἰς τὰ ἄμετρα; ἔστω γάρ σε κύκλους καὶ περιόδους καὶ πλησιασμοὺς καὶ ἀποχωρήσεις καταλαμβάνειν, ἐπιτολὰς καὶ ἀνατολάς, καὶ μοίρας τινὰς καὶ λεπτότητας, καὶ ὅσοις σὺ τὴν θαυμασίαν σου ταύτην ἐπιστήμην ἀποσεμνύνεις· οὔπω τοῦτο κατάληψις τῶν ὄντων ἐστίν, ἀλλὰ κινήσεώς τινος ἐπιτήρησις, ἣ πλείονι γυμνασίᾳ βεβαιωθεῖσα, καὶ εἰς ἑν ἀγαγοῦσα τὰ τηρηθέντα πλείοσιν, εἶτα λόγον ἐπινοήσασα, ἐπιστήμη προσηγορεύθη· ὥσπερ τὰ περὶ σελήνην παθήματα γνώριμα γέγονε τοῖς πολλοῖς, τὴν ὄψιν ἀρχὴν λαβόντα τῆς γνώσεως. σὺ δέ, εἰ λίαν ἐπιστήμων εἶ τούτων, καὶ δικαίως ζητεῖς θαυμάζεσθαι, εἰπὲ τίς ἡ τῆς τάξεως αἰτία καὶ τῆς κινήσεως; πόθεν ἥλιος φρυκτωρεῖ πάσῃ τῇ οἰκουμένῃ καὶ πάσαις ὄψεσιν, ὥσπερ χοροῦ τινὸς κορυφαῖος, πλέον τοὺς ἄλλους ἀστέρας ἀποκρύπτων φαιδρότητι ἤ τινες ἐκείνων ἑτέρους; ἀπόδειξις δέ, οἱ μὲν ἀντιλάμπουσιν, ὁ δὲ ὑπερλάμπει, καὶ οὐδὲ ὅτι συνανίσχουσιν ἐᾷ γνωρίζεσθαι, καλὸς ὡς νυμφίος, ταχὺς ὡς γίγας καὶ μέγας· οὐδὲ γὰρ ἀνέχομαι ἄλλοθεν ἢ τοῖς ἐμοῖς τοῦτον ἀποσεμνύνειν· τοσοῦτος τὴν δύναμιν, ὥστε ἀπ᾿ ἄλλων ἄκρων ἄλλα τῇ θερμότητι καταλαμβάνειν, καὶ μηδὲν διαφεύγειν αὐτοῦ τὴν αἴσθησιν, ἀλλὰ πᾶσαν πληροῦσθαι καὶ ὄψιν φωτὸς καὶ σωματικὴν φύσιν θερμότητος· θέροντος, ἀλλ᾿ οὐ φλέγοντος, εὐκρασίας ἡμερότητι καὶ τάξει κινήσεως, ὡς πᾶσι παρόντος, καὶ πάντα ἐπίσης περιλαμβάνοντος.
30. Ἐκεῖνο δέ σοι πηλίκον, εἰ κατενόησας· Τοῦτο ἐν αἰσθητοῖς ἥλιος, ὅπερ ἐν νοητοῖς θεός, ἔφη τις τῶν ἀλλοτρίων. αὐτὸς γὰρ ὄψιν φωτίζων, ὥσπερ ἐκεῖνος νοῦν· αὐτὸς καὶ τῶν ὁρωμένων ἐστὶ τὸ κάλλιστον, ὥσπερ ἐκεῖνος τῶν νοουμένων. ἀλλὰ τί τὸ κινῆσαν αὐτὸν ἀπ᾿ ἀρχῆς; τί δαὶ τὸ ἀεὶ κινοῦν καὶ περιάγον ἑστῶτα λόγῳ καὶ μὴ κινούμενον, ὄντως ἀκάμαντα, καὶ φερέσβιον, καὶ φυσίζωον, καὶ ὅσα ποιηταῖς ὕμνηται κατὰ λόγον, καὶ μήτε τῆς ἑαυτοῦ φορᾶς ποτὲ μήτε τῶν εὐεργεσιῶν ἱστάμενον; πῶς ἡμέρας δημιουργὸς ὑπὲρ γῆς καὶ νυκτὸς ὑπὸ γῆν; ἢ οὐκ οἶδ᾿ ὅ τι χρὴ λέγειν ἡλίῳ προσβλέψαντα. τίς ἡ τούτων πρόσληψίς τε καὶ ἀνθυφαίρεσις, καὶ ἡ τῆς ἀνισότητος ἰσότης, ἵν᾿ εἴπω τι καὶ παράδοξον; πῶς δὲ ὡρῶν ποιητής τε καὶ μεριστής, εὐτάκτως ἐπιγινομένων τε καὶ ἀπογινομένων, καὶ ὥσπερ ἐν χορῷ συμπλεκομένων ἀλλήλαις καὶ διισταμένων, τὸ μὲν φιλίας νόμῳ, τὸ δὲ εὐταξίας, καὶ κατὰ μικρὸν κιρναμένων, καὶ ταῖς ἐγγύτησι κλεπτομένων ταὐτὸν ἡμέραις τε καὶ νυξίν, ἵνα μὴ τῇ ἀηθείᾳ λυπήσωσιν; ἀλλ᾿ ἴτω μὲν ἡμῖν ἥλιος· σὺ δὲ ἔγνως σελήνης φύσιν, καὶ πάθη, καὶ μέτρα φωτός, καὶ δρόμους, καὶ πῶς ὁ μὲν ἡμέρας ἔχει τὴν δυναστείαν, ἡ δὲ νυκτὸς προκαθέζεται, καὶ ἡ μὲν θηρίοις δίδωσι παρρησίαν, ὁ δὲ ἄνθρωπον ἐπὶ τὸ ἔργον ἀνίστησιν, ἢ ὑψούμενος ἢ ταπεινούμενος πρὸς τὸ χρησιμώτατον; συνῆκας δὲ δεσμὸν Πλειάδος ἢ φραγμὸν Ὠρίωνος, ὡς ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν, καὶ δόξης ἑκάστου διαφοράν, καὶ τάξιν κινήσεως, ἵνα σοι πιστεύσω διὰ τούτων πλέκοντι τὰ ἡμέτερα καὶ κατὰ τοῦ κτίστου τὴν κτίσιν ὁπλίζοντι;
31. Τί λέγεις; ἐνταῦθα στησόμεθα τοῦ λόγου μέχρι τῆς ὕλης καὶ τῶν ὁρωμένων; ἢ ἐπειδὴ τοῦ κόσμου παντὸς ἀντίτυπον τὴν Μωυσέως σκηνὴν οἶδεν ὁ λόγος, τοῦ ἐξ ὁρατῶν τε καὶ ἀοράτων λέγω συστήματος, τὸ πρῶτον καταπέτασμα διασχόντες, καὶ ὑπερβάντες τὴν αἴσθησιν, εἰς τὰ ἅγια παρακύψωμεν, τὴν νοητὴν φύσιν καὶ ἐπουράνιον; οὐκ ἔχομεν οὐδὲ ταύτην ἀσωμάτως ἰδεῖν, εἰ καὶ ἀσώματος, πῦρ καὶ πνεῦμα προσαγορευομένην ἢ γινομένην. ποιεῖν γὰρ λέγεται τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· εἰ μὴ ποιεῖν μέν ἐστι τὸ συντηρεῖν τῷ λόγῳ, καθ᾿ ὃν ἐγένοντο. πνεῦμα δὲ ἀκούει καὶ πῦρ· τὸ μὲν ὡς νοητὴ φύσις, τὸ δὲ ὡς καθάρσιος· ἐπεὶ καὶ τῆς πρώτης οὐσίας τὰς αὐτὰς οἶδα κλήσεις. πλὴν ἡμῖν γε ἀσώματος ἔστω, ἢ ὅτι ἐγγύτατα. ὁρᾷς ὅπως ἰλιγγιῶμεν περὶ τὸν λόγον, καὶ οὐκ ἔχομεν οἷ προέλθωμεν, ἢ τοσοῦτον ὅσον εἰδέναι ἀγγέλους τινὰς καὶ ἀρχαγγέλους, θρόνους, κυριότητας, ἀρχάς, ἐξουσίας, λαμπρότητας, ἀναβάσεις, νοερὰς δυνάμεις, ἢ νόας, καθαρὰς φύσεις καὶ ἀκιβδήλους, ἀκινήτους πρὸς τὸ χεῖρον ἢ δυσκινήτους, περὶ τὸ πρῶτον αἴτιον ἀεὶ χορευούσας· ἢ πῶς ἄν τις αὐτὰς ἀνυμνήσειεν, ἐκεῖθεν ἐλλαμπομένας τὴν καθαρωτάτην ἔλλαμψιν, ἢ ἄλλως ἄλλην κατὰ τὴν ἀναλογίαν τῆς φύσεως καὶ τῆς τάξεως· τοσοῦτον τῷ καλῷ μορφουμένας καὶ τυπουμένας, ὥστε ἄλλα γίνεσθαι φῶτα καὶ ἄλλους φωτίζειν δύνασθαι ταῖς τοῦ πρώτου φωτὸς ἐπιρροαῖς τε καὶ διαδόσεσι· λειτουργοὺς θείου θελήματος, δυνατὰς ἰσχύι φυσικῇ τε καὶ ἐπικτήτῳ, πάντα ἐπιπορευομένας, πᾶσι πανταχοῦ παρούσας ἑτοίμως, προθυμίᾳ τε λειτουργίας καὶ κουφότητι φύσεως· ἄλλας ἄλλο τι τῆς οἰκουμένης μέρος διειληφυίας, ἢ ἄλλῳ τινὶ τοῦ παντὸς ἐπιτεταγμένας, ὡς οἶδεν ὁ ταῦτα τάξας καὶ διορίσας· πάντα εἰς ἑν ἀγούσας, πρὸς μίαν σύννευσιν τοῦ τὰ πάντα δημιουργήσαντος· ὑμνῳδοὺς θείας μεγαλειότητος, θεωροὺς δόξης ἀϊδίου καὶ ἀϊδίως, οὐχ ἵνα δοξασθῇ θεός, οὐ γὰρ ἔστιν ὃ προστεθήσεται τῷ πλήρει, τῷ καὶ τοῖς ἄλλοις χορηγῷ τῶν καλῶν, ἀλλ᾿ ἵνα μὴ λείπῃ τὸ εὐεργετεῖσθαι καὶ ταῖς πρώταις μετὰ θεὸν φύσεσι; ταῦτα εἰ μὲν πρὸς ἀξίαν ὕμνηται, τῆς τριάδος ἡ χάρις, καὶ τῆς μιᾶς ἐν τοῖς τρισὶ θεότητος· εἰ δὲ τῆς ἐπιθυμίας ἐνδεέστερον, ἔχει τὸ νικᾷν καὶ οὕτως ὁ λόγος. τοῦτο γὰρ ἠγωνίζετο παραστῆσαι, ὅτι νοῦ κρείττων καὶ ἡ τῶν δευτέρων φύσις, μὴ ὅτι τῆς πρώτης καὶ μόνης, ὀκνῶ γὰρ εἰπεῖν, ὑπὲρ ἅπαντα.
ΛΟΓΟΣ 29.
ΘΕΟΛΟΓΙΚΟΣ ΤΡΙΤΟΣ
ΠΕΡΙ ΥΙΟΥ
1. Ἃ μὲν οὖν εἴποι τις ἂν ἐπικόπτων τὴν περὶ τὸν λόγον αὐτῶν ἑτοιμότητα καὶ ταχύτητα, καὶ τὸ τοῦ τάχους ἐπισφαλὲς ἐν πᾶσι μὲν πράγμασι, μάλιστα δὲ ἐν τοῖς περὶ θεοῦ λόγοις, ταῦτά ἐστιν. ἐπεὶ δὲ τὸ μὲν ἐπιτιμᾷν οὐ μέγα· ῥᾷστον γὰρ καὶ τοῦ βουλομένου παντός· τὸ δὲ ἀντεισάγειν τὴν ἑαυτοῦ γνώμην ἀνδρὸς εὐσεβοῦς καὶ νοῦν ἔχοντος· φέρε, τῷ ἁγίῳ θαρρήσαντες πνεύματι, τῷ παρ᾿ αὐτῶν μὲν ἀτιμαζομένῳ, παρ᾿ ἡμῶν δὲ προσκυνουμένῳ, τὰς ἡμετέρας περὶ τῆς θεότητος ὑπολήψεις, αἵ τινές ποτέ εἰσιν, ὥσπερ τινὰ τόκον εὐγενῆ τε καὶ ὥριμον εἰς φῶς προενέγκωμεν· οὐδὲ ἄλλοτε μὲν σιωπήσαντες, τοῦτο γὰρ μόνον ἡμεῖς νεανικοί τε καὶ μεγαλόφρονες, νῦν δὲ καὶ μᾶλλον παρρησιαζόμενοι τὴν ἀλήθειαν· ἵνα μὴ τῇ ὑποστολῇ, καθὼς γέγραπται, τὸ μὴ εὐδοκεῖσθαι κατακριθῶμεν. διττοῦ δὲ ὄντος λόγου παντός, τοῦ μὲν τὸ οἰκεῖον κατασκευάζοντος, τοῦ δὲ τὸ ἀντίπαλον ἀνατρέποντος, καὶ ἡμεῖς τὸν οἰκεῖον ἐκθέμενοι πρότερον, οὕτω τὰ τῶν ἐναντίων ἀνατρέψαι πειρασόμεθα· καὶ ἀμφότερα ὡς οἷόν τε διὰ βραχέων, ἵν᾿ εὐσύνοπτα γένηται τὰ λεγόμενα, ὥσπερ ὃν αὐτοὶ λόγον εἰσαγωγικὸν ἐπενόησαν πρὸς ἐξαπάτην τῶν ἁπλουστέρων ἢ εὐηθεστέρων, καὶ μὴ τῷ μήκει τοῦ λόγου διαχεθῇ τὰ νοούμενα, καθάπερ ὕδωρ οὐ σωλῆνι σφιγγόμενον, ἀλλὰ κατὰ πεδίου χεόμενον καὶ λυόμενον.
2. Τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ, ἀναρχία, καὶ πολυαρχία, καὶ μοναρχία. αἱ μὲν οὖν δύο παισὶν Ἑλλήνων ἐπαίχθησαν, καὶ παιζέσθωσαν. τό τε γὰρ ἄναρχον ἄτακτον· τό τε πολύαρχον στασιῶδες, καὶ οὕτως ἄναρχον, καὶ οὕτως ἄτακτον. εἰς ταὐτὸν γὰρ ἀμφότερα φέρει, τὴν ἀταξίαν, ἡ δὲ εἰς λύσιν· ἀταξία γὰρ μελέτη λύσεως. ἡμῖν δὲ μοναρχία τὸ τιμώμενον· μοναρχία δέ, οὐχ ἣν ἑν περιγράφει πρόσωπον· ἔστι γὰρ καὶ τὸ ἑν στασιάζον πρὸς ἑαυτὸ πολλὰ καθίστασθαι· ἀλλ᾿ ἣν φύσεως ὁμοτιμία συνίστησι, καὶ γνώμης σύμπνοια, καὶ ταὐτότης κινήσεως, καὶ πρὸς τὸ ἑν τῶν ἐξ αὐτοῦ σύννευσις, ὅπερ ἀμήχανον ἐπὶ τῆς γεννητῆς φύσεως, ὥστε κἂν ἀριθμῷ διαφέρῃ, τῇ γε οὐσίᾳ μὴ τέμνεσθαι. διὰ τοῦτο μονὰς ἀπ᾿ ἀρχῆς εἰς δυάδα κινηθεῖσα, μέχρι τριάδος ἔστη. καὶ τοῦτό ἐστιν ἡμῖν ὁ πατήρ, καὶ ὁ υἱός, καὶ τὸ ἅγιον πνεῦμα· ὁ μὲν γεννήτωρ καὶ προβολεύς, λέγω δὲ ἀπαθῶς, καὶ ἀχρόνως, καὶ ἀσωμάτως· τῶν δέ, τὸ μὲν γέννημα, τὸ δὲ πρόβλημα, ἢ οὐκ οἶδ᾿ ὅπως ἄν τις ταῦτα καλέσειεν, ἀφελὼν πάντῃ τῶν ὁρωμένων. οὐ γὰρ δὴ ὑπέρχυσιν ἀγαθότητος εἰπεῖν θαρρήσομεν, ὃ τῶν παρ᾿ Ἕλλησι φιλοσοφησάντων εἰπεῖν τις ἐτόλμησεν, οἷον κρατήρ τις ὑπερερρύῃ, σαφῶς οὑτωσὶ λέγων, ἐν οἷς περὶ πρώτου αἰτίου καὶ δευτέρου φιλοσοφεῖ· μή ποτε ἀκούσιον τὴν γέννησιν εἰσαγάγωμεν, καὶ οἷον περίττωμά τι φυσικὸν καὶ δυσκάθεκτον, ἥκιστα ταῖς περὶ θεότητος ὑπονοίαις πρέπον. διὰ τοῦτο ἐπὶ τῶν ἡμετέρων ὅρων ἱστάμενοι τὸ ἀγέννητον εἰσάγομεν, καὶ τὸ γεννητόν, καὶ τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, ὥς πού φησιν αὐτὸς ὁ θεὸς καὶ λόγος.
3. Πότε οὖν ταῦτα; ὑπὲρ τὸ πότε ταῦτα. εἰ δὲ δεῖ τι καὶ νεανικῶς εἰπεῖν, ὅτε ὁ πατήρ. πότε δὲ ὁ πατήρ; οὐκ ἦν ὅτε οὐκ ἦν. τοῦτο οὖν καὶ ὁ υἱός, καὶ τὸ πνεῦμα τὸ ἅγιον. πάλιν ἐρώτα με, καὶ πάλιν ἀποκρινοῦμαί σοι. πότε ὁ υἱὸς γεγέννηται; ὅτε ὁ πατὴρ οὐ γεγέννηται. πότε δὲ τὸ πνεῦμα ἐκπεπόρευται; ὅτε ὁ υἱὸς οὐκ ἐκπεπόρευται, ἀλλὰ γεγέννηται ἀχρόνως καὶ ὑπὲρ λόγον· εἰ καὶ μὴ δυνάμεθα τὸ ὑπὲρ χρόνον παραστῆσαι, θέλοντες χρονικὴν ἐκφυγεῖν ἔμφασιν· τὸ γὰρ ὅτε, καὶ πρὸ τοῦδε, καὶ μετὰ ταῦτα, καὶ ἀπ᾿ ἀρχῆς, οὐκ ἄχρονα, κἂν ὅτι μάλιστα βιαζώμεθα· πλὴν εἰ τὸ παρεκτεινόμενον τοῖς ἀιδίοις διάστημα τὸν αἰῶνα λαμβάνοιμεν, τὸ μὴ κινήσει τινὶ μηδὲ ἡλίου φορᾷ μεριζόμενον καὶ μετρούμενον, ὅπερ ὁ χρόνος. πῶς οὖν οὐ συνάναρχα, εἰ συναΐδια; ὅτι ἐκεῖθεν, εἰ καὶ μὴ μετ᾿ ἐκεῖνον. τὸ μὲν γὰρ ἄναρχον, καὶ ἀΐδιον· τὸ ἀΐδιον δέ, οὐ πάντως ἄναρχον, ἕως ἂν εἰς ἀρχὴν ἀναφέρηται τὸν πατέρα. οὐκ ἄναρχα οὖν τῷ αἰτίῳ· δῆλον δὲ τὸ αἴτιον ὡς οὐ πάντως πρεσβύτερον τῶν ὧν ἐστιν αἴτιον· οὐδὲ γὰρ τοῦ φωτὸς ἥλιος. καὶ ἄναρχά πως τῷ χρόνῳ, κἂν σὺ μορμολύττῃ τοὺς ἁπλουστέρους· οὐ γὰρ ὑπὸ χρόνον τὰ ἐξ ὧν ὁ χρόνος.
4. Πῶς οὖν οὐκ ἐμπαθὴς ἡ γέννησις; ὅτι ἀσώματος. εἰ γὰρ ἡ ἐνσώματος ἐμπαθής, ἀπαθὴς ἡ ἀσώματος. ἐγὼ δέ σε ἀντερήσομαι· πῶς θεός, εἰ κτίσμα; οὐ γὰρ θεὸς τὸ κτιζόμενον· ἵνα μὴ λέγω, ὅτι κἀνταῦθα πάθος, ἂν σωματικῶς λαμβάνηται, οἷον χρόνος, ἔφεσις, ἀνατύπωσις, φροντίς, ἐλπίς, λύπη, κίνδυνος, ἀποτυχία, διόρθωσις· ἃ πάντα καὶ πλείω τούτων περὶ τὴν κτίσιν, ὡς πᾶσιν εὔδηλον. θαυμάζω δέ, ὅτι μὴ καὶ τοῦτο τολμᾷς, συνδυασμούς τινας ἐννοεῖν, καὶ χρόνους κυήσεως, καὶ κινδύνους ἀμβλώσεως, ὡς οὐδὲ γεννᾷν ἐγχωροῦν, εἰ μὴ οὕτω γεγέννηκεν· ἢ πάλιν πτηνῶν τινὰς καὶ χερσαίων καὶ ἐνύδρων γεννήσεις ἀπαριθμούμενος, τούτων τινὶ τῶν γεννήσεων ὑπάγειν τὴν θείαν καὶ ἀνεκλάλητον, ἢ καὶ τὸν υἱὸν ἀναιρεῖν ἐκ τῆς καινῆς ὑποθέσεως. καὶ οὐδ᾿ ἐκεῖνο δύνασαι συνιδεῖν, ὅτι ᾧ διάφορος ἡ κατὰ σάρκα γέννησις, ποῦ γὰρ ἐν τοῖς σοῖς ἔγνως θεοτόκον παρθένον; τούτῳ καὶ ἡ πνευματικὴ γέννησις ἐξαλλάττουσα· μᾶλλον δέ, ᾧ τὸ εἶναι μὴ ταὐτόν, τούτῳ καὶ τὸ γεννᾷν διάφορον.
5. Τίς οὖν ἐστὶ πατὴρ οὐκ ἠργμένος; ὅστις οὐδὲ τοῦ εἶναι ἤρξατο· ᾧ δὲ τὸ εἶναι ἤρξατο, τούτῳ καὶ τὸ εἶναι πατρί. οὔκουν πατὴρ ὕστερον, οὐ γὰρ ἤρξατο· καὶ πατὴρ κυρίως, ὅτι μὴ καὶ υἱός· ὥσπερ καὶ υἱὸς κυρίως, ὅτι μὴ καὶ πατήρ. τὰ γὰρ ἡμέτερα οὐ κυρίως, ὅτι καὶ ἄμφω· οὐ γὰρ τόδε μᾶλλον ἢ τόδε· καὶ ἐξ ἀμφοῖν ἡμεῖς, οὐχ ἑνός, ὥστε μερίζεσθαι, καὶ κατ᾿ ὀλίγον ἄνθρωποι, καὶ ἴσως οὐδὲ ἄνθρωποι, καὶ οἷοι μὴ τεθελήμεθα, καὶ ἀφιέντες καὶ ἀφιέμενοι, ὡς μόνας τὰς σχέσεις λείπεσθαι ὀρφανὰς τῶν πραγμάτων. ἀλλὰ τὸ ἐγέννησε, φησίν, αὐτό, καὶ τὸ γεγέννηται, τί ἄλλο, ἢ ἀρχὴν εἰσάγει γεννήσεως; τί οὖν ἂν μηδὲ τοῦτο λέγωμεν, ἀλλ᾿ ἦν ἀπ᾿ ἀρχῆς γεγεννημένος, ἵνα σου ῥᾳδίως φύγωμεν τὰς περιέργους ἐνστάσεις καὶ φιλοχρόνους; ἆρα γραφὴν ἀποίσεις καθ᾿ ἡμῶν, ὡς παραχαραττόντων τι τῆς γραφῆς καὶ τῆς ἀληθείας; ἢ πᾶσιν εὔδηλον, ὅτι πολλὰ τῶν χρονικῶς λεγομένων ἐνηλλαγμένως τοῖς χρόνοις προφέρεται, καὶ μάλιστα παρὰ τῇ συνηθείᾳ τῆς γραφῆς, οὐχ ὅσα τοῦ παρεληλυθότος χρόνου μόνον ἐστίν, ἢ τοῦ παρόντος, ἀλλὰ καὶ ὅσα τοῦ μέλλοντος; ὡς τό· Ἵνα τί ἐφρύαξαν ἔθνη; οὔπω γὰρ ἐφρυάξαντο· καί, Ἐν ποταμῷ διελεύσονται ποδί· ὅπερ ἐστί, διαβεβήκασι. καὶ μακρὸν ἂν εἴη πάσας ἀπαριθμεῖν τὰς τοιαύτας φωνάς, αἳ τοῖς φιλοπόνοις τετήρηνται.
6. Τοῦτο μὲν δὴ τοιοῦτον. οἷον δὲ αὐτῶν κἀκεῖνο, ὡς λίαν δύσερι καὶ ἀναίσχυντον· βουληθείς, φασι, γεγέννηκε τὸν υἱόν, ἢ μὴ βουλόμενος. εἶτα δεσμοῦσιν, ὡς οἴονται, ἀμφοτέρωθεν ἅμμασιν, οὐκ ἰσχυροῖς, ἀλλὰ καὶ λίαν σαθροῖς. εἰ μὲν γὰρ οὐ θέλων, φασί, τετυράννηται. καὶ τίς ὁ τυραννήσας; καὶ πῶς ὁ τυραννηθεὶς θεός; εἰ δὲ θέλων, θελήσεως υἱὸς ὁ υἱός· πῶς οὖν ἐκ τοῦ πατρός; καὶ καινήν τινα μητέρα τὴν θέλησιν ἀντὶ τοῦ πατρὸς ἀναπλάττουσιν. ἑν μὲν οὖν τοῦτο χαρίεν αὐτῶν, ἂν τοῦτο λέγωσιν, ὅτι τοῦ πάθους ἀποστάντες ἐπὶ τὴν βούλησιν καταφεύγουσιν· οὐ γὰρ πάθος ἡ βούλησις. δεύτερον δὲ ἴδωμεν τὸ ἰσχυρὸν αὐτῶν, ὅ τι λέγουσιν. ἄριστον δὲ αὐτοῖς συμπλακῆναι πρότερον ἐγγυτέρω. σὺ δὲ αὐτὸς ὁ λέγων εὐχερῶς ὅ τι ἂν θέλῃς, ἐκ θέλοντος ὑπέστης τοῦ σοῦ πατρός, ἢ μὴ θέλοντος; εἰ μὲν γὰρ ἐξ οὗ θέλοντος, τετυράννηται. τῆς βίας· καὶ τίς ὁ τυραννήσας αὐτόν; οὐ γὰρ δὴ τὴν φύσιν ἐρεῖς· ἐκείνη γὰρ ἔχει καὶ τὸ σωφρονεῖν. εἰ δὲ θέλοντος, ἀπόλωλέ σοι δι᾿ ὀλίγας συλλαβὰς ὁ πατήρ. θελήματος γὰρ υἱός, ἀλλ᾿ οὐ πατρὸς ἀναπέφηνας. ἀλλ᾿ ἐπὶ τὸν θεὸν μέτειμι καὶ τὰ κτίσματα, καὶ τὸ σὸν ἐρώτημα προσάγω τῇ σῇ σοφίᾳ. θέλων ὑπέστησε ὁ θεὸς τὰ πάντα, ἢ βιασθείς; εἰ μὲν βιασθείς, κἀνταῦθα ἡ τυραννίς, καὶ ὁ τυραννήσας. εἰ δὲ βουλόμενος, ἐστέρηται τοῦ θεοῦ καὶ τὰ κτίσματα, καὶ σὺ πρὸ τῶν ἄλλων, ὁ τοιούτους ἀνευρίσκων λογισμοὺς καὶ τοιαῦτα σοφιζόμενος. θελήσει γὰρ μέσῃ τοῦ κτίστου διατειχίζεται. ἀλλ᾿ ἕτερον, οἶμαι, θέλων ἐστὶ καὶ θέλησις, γεννῶν καὶ γέννησις, λέγων καὶ λόγος, εἰ μὴ μεθύομεν. τὰ μὲν ὁ κινούμενος, τὰ δὲ οἷον ἡ κίνησις. οὔκουν θελήσεως τὸ θεληθέν· οὐδὲ γὰρ ἕπεται πάντως· οὐδὲ τὸ γεννηθὲν γεννήσεως, οὐδὲ τὸ ἀκουσθὲν ἐκφωνήσεως, ἀλλὰ τοῦ θέλοντος, καὶ τοῦ γεννῶντος, καὶ τοῦ λέγοντος. τὰ τοῦ θεοῦ δὲ καὶ ὑπὲρ πάντα ταῦτα, ᾧ γέννησίς ἐστιν ἴσως ἡ τοῦ γεννᾷν θέλησις, ἀλλ᾿ οὐδὲν μέσον, εἴ γε καὶ τοῦτο δεξόμεθα ὅλως, ἀλλὰ μὴ καὶ θελήσεως κρείττων ἡ γέννησις.
7. Βούλει τι προσπαίξω καὶ τὸν πατέρα; παρὰ σοῦ γὰρ ἔχω τὰ τοιαῦτα τολμᾷν. θέλων θεὸς ὁ πατήρ, ἢ μὴ θέλων. καὶ ὅπως ἀποφεύξῃ τὸ σὸν περιδέξιον, εἰ μὲν δὴ θέλων, πότε τοῦ θέλειν ἠργμένος; οὐ γὰρ πρὶν εἶναι· οὐδὲ γὰρ ἦν τι πρότερον. ἢ τὸ μὲν αὐτοῦ θελῆσαν, τὸ δὲ θεληθέν; μεριστὸς οὖν. πῶς δὲ οὐ θελήσεως καὶ οὗτος, κατὰ σέ, πρόβλημα; εἰ δὲ οὐ θέλων, τί τὸ βιασάμενον εἰς τὸ εἶναι; καὶ πῶς θεός, εἰ βεβίασται, καὶ ταῦτα οὐκ ἄλλο τι ἢ αὐτὸ τὸ εἶναι θεός; πῶς οὖν γεγέννηται; πῶς ἔκτισται, εἴπερ ἔκτισται κατὰ σέ; καὶ γὰρ καὶ τοῦτο τῆς αὐτῆς ἀπορίας. τάχα ἂν εἴποις, βουλήσει καὶ λόγῳ. ἀλλ᾿ οὔπω λέγεις τὸ πᾶν. πῶς γὰρ ἔργου δύναμιν ἔσχεν ἡ βούλησις καὶ ὁ λόγος; ἔτι λείπεται λέγειν. οὐ γὰρ οὕτως ἄνθρωπος.
8. Πῶς οὖν γεγέννηται; οὐκ ἂν ἦν μεγάλη ἡ γέννησις, εἰ σοὶ κατελαμβάνετο, ὃς οὐδὲ τὴν ἰδίαν ἐπίστῃ γέννησιν, ἢ μικρόν τι ταύτης κατείληφας, καὶ ὅσον αἰσχύνῃ λέγειν· ἔπειτα οἴει τὸ πᾶν γινώσκειν; πολλὰ ἂν κάμοις πρότερον, ἢ εὕροις λόγους συμπήξεως, μορφώσεως, φανερώσεως, ψυχῆς πρὸς σῶμα δεσμόν, νοῦ πρὸς ψυχήν, λόγου πρὸς νοῦν, κίνησιν, αὔξησιν, τροφῆς ἐξομοίωσιν, αἴσθησιν, μνήμην, ἀνάμνησιν, τἄλλα ἐξ ὧν συνέστηκας· καὶ τίνα μὲν τοῦ συναμφοτέρου ψυχῆς καὶ σώματος, τίνα δὲ τὰ μεμερισμένα, τίνα δὲ ἃ παρ᾿ ἀλλήλων λαμβάνουσιν· ὧν γὰρ ὕστερον ἡ τελείωσις, τούτων οἱ λόγοι μετὰ τῆς γεννήσεως. εἰπὲ τίνες· καὶ μηδὲ τότε φιλοσοφήσῃς θεοῦ γέννησιν· οὐ γὰρ ἀσφαλές. εἰ μὲν γὰρ τὴν σὴν γινώσκεις, οὐ πάντως καὶ τὴν τοῦ θεοῦ· εἰ δὲ μηδὲ τὴν σήν, πῶς τὴν τοῦ θεοῦ; ὅσῳ γὰρ θεὸς ἀνθρώπου δυστεκμαρτότερος, τοσούτῳ καὶ τῆς σῆς γεννήσεως ἀληπτοτέρα ἡ ἄνω γέννησις. εἰ δὲ ὅτι μή σοι κατείληπται, διὰ τοῦτο οὐδὲ γεγέννηται, ὥρα σοι πολλὰ διαγράφειν τῶν ὄντων, ἃ μὴ κατείληφας, καὶ πρό γε ἁπάντων τὸν θεὸν αὐτόν· οὐδὲ γὰρ ὅ τι ποτέ ἐστιν εἰπεῖν ἔχεις, καὶ εἰ λίαν τολμηρὸς εἶ, καὶ τὰ περιττὰ μεγαλόψυχος. κατάβαλέ σου τὰς ῥεύσεις, καὶ τὰς διαιρέσεις, καὶ τὰς τομάς, καὶ τὸ ὡς περὶ σώματος διανοεῖσθαι τῆς ἀσωμάτου φύσεως· καὶ τάχα ἂν ἄξιόν τι διανοηθείης θεοῦ γεννήσεως. πῶς γεγέννηται; πάλιν γὰρ τὸ αὐτὸ φθέγξομαι δυσχεραίνων. θεοῦ γέννησις σιωπῇ τιμάσθω. μέγα σοι τὸ μαθεῖν, ὅτι γεγέννηται. τὸ δὲ πῶς, οὐδὲ ἀγγέλοις ἐννοεῖν, μὴ ὅτι γέ σοι νοεῖν συγχωρήσομεν. βούλει παραστήσω τὸ πῶς; ὡς οἶδεν ὁ γεννήσας πατήρ, καὶ ὁ γεννηθεὶς υἱός. τὸ δὲ ὑπὲρ ταῦτα νέφει κρύπτεται, τὴν σὴν διαφεῦγον ἀμβλυωπίαν.
9. Ὄντα οὖν γεγέννηκεν, ἢ οὐκ ὄντα; τῶν ληρημάτων· περὶ ἐμὲ καὶ σὲ ταῦτα, οἳ τὸ μέν τι ἦμεν, ὥσπερ ἐν τῇ ὀσφύι τοῦ Ἀβραὰμ ὁ Λευί, τὸ δὲ γεγόναμεν· ὥστε ἐξ ὄντων τρόπον τινὰ τὸ ἡμέτερον, καὶ οὐκ ὄντων· ἐναντίως περὶ τὴν ἀρχέγονον ὕλην ὑποστᾶσαν σαφῶς ἐξ οὐκ ὄντων, κἄν τινες ἀγένητον ἀναπλάττωσιν. ἐνταῦθα δὲ σύνδρομον τῷ εἶναι τὸ γεγεννῆσθαι, καὶ ἀπ᾿ ἀρχῆς· ὥστε ποῦ θήσεις τὸ ἀμφίκρημνον τοῦτο ἐρώτημα; τί γὰρ τοῦ ἀπ᾿ ἀρχῆς πρεσβύτερον, ἵν᾿ ἐκεῖ θῶμεν τὸ εἶναί ποτε τοῦ υἱοῦ, ἢ τὸ μὴ εἶναι; ἀμφοτέρως γὰρ τὸ ἀπ᾿ ἀρχῆς λυθήσεται. εἰ μή σοι καὶ ὁ πατήρ, πάλιν ἐρωτώντων ἡμῶν, ἐξ ὄντων, ἢ ἐξ οὐκ ὄντων, κινδυνεύσειεν ἢ δὶς εἶναι, ὃ μὲν προών, ὃ δὲ ὤν, ἢ ταὐτὸν τῷ υἱῷ παθεῖν, ἐξ οὐκ ὄντων εἶναι, διὰ τὰ σὰ τῶν ἐρωτημάτων παίγνια, καὶ τὰς ἐκ ψάμμων οἰκοδομάς, αἳ μηδὲ αὔραις ἵστανται. ἐγὼ μὲν οὖν οὐδέτερον τούτων δέχομαι, καὶ τὴν ἐρώτησίν φημι τὸ ἄτοπον ἔχειν, οὐχὶ τὸ ἄπορον τὴν ἀπάντησιν. εἰ δέ σοι φαίνεται ἀναγκαῖον εἶναι τὸ ἕτερον ἀληθεύειν ἐπὶ παντός, κατὰ τὰς σὰς διαλεκτικὰς ὑπολήψεις, δέξαι μού τι μικρὸν ἐρώτημα. ὁ χρόνος ἐν χρόνῳ, ἢ οὐκ ἐν χρόνῳ; εἰ μὲν οὖν ἐν χρόνῳ, τίνι τούτῳ; καὶ τί παρὰ τοῦτον ὄντι; καὶ πῶς περιέχοντι; εἰ δὲ οὐκ ἐν χρόνῳ, τίς ἡ περιττὴ σοφία χρόνον εἰσάγειν ἄχρονον; τοῦ δέ, Νῦν ἐγὼ ψεύδομαι, δὸς τὸ ἕτερον, ἢ ἀληθεύεσθαι μόνον, ἢ ψεύδεσθαι· οὐ γὰρ ἀμφότερα δώσομεν. ἀλλ᾿ οὐκ ἐνδέχεται. ἢ γὰρ ψευδόμενος ἀληθεύσει, ἢ ἀληθεύων ψεύσεται· πᾶσα ἀνάγκη. τί οὖν θαυμαστόν, ὥσπερ ἐνταῦθα συμβαίνει τὰ ἐναντία, οὕτως ἐκεῖσε ἀμφότερα ψεύδεσθαι, καὶ οὕτω σοι τὸ σοφὸν ἠλίθιον ἀναφανήσεται; ἑν ἔτι μοι λῦσον τῶν αἰνιγμάτων· σεαυτῷ δὲ γεννωμένῳ παρῆς; πάρει δὲ νῦν; ἢ οὐδέτερον; εἰ μὲν γὰρ καὶ παρῆς, καὶ πάρει, ὡς τίς, καὶ τίνι; καὶ πῶς ὁ εἷς ἄμφω γεγόνατε; εἰ δὲ μηδέτερον τῶν εἰρημένων, πῶς σεαυτοῦ χωρίζῃ; καὶ τίς ἡ αἰτία τῆς διαζεύξεως; ἀλλ᾿ ἀπαίδευτον τὸ περὶ τοῦ ἑνός, εἰ ἑαυτῷ πάρεστιν, ἢ μή, πολυπραγμονεῖν. ταῦτα γὰρ ἐπ᾿ ἄλλων, οὐχ ἑαυτοῦ λέγεται. ἀπαιδευτότερον, εὖ ἴσθι, τὸ ἀπ᾿ ἀρχῆς γεγεννημένον, εἰ ἦν πρὸ τῆς γεννήσεως, ἢ οὐκ ἦν, διευθύνεσθαι. οὗτος γὰρ περὶ τῶν χρόνῳ διαιρετῶν ὁ λόγος.
10. Ἀλλ᾿ οὐ ταὐτόν, φησι, τὸ ἀγέννητον καὶ τὸ γεννητόν. εἰ δὲ τοῦτο, οὐδὲ ὁ υἱὸς τῷ πατρὶ ταὐτόν. ὅτι μὲν φανερῶς ὁ λόγος οὗτος ἐκβάλλει τὸν υἱὸν τῆς θεότητος, ἢ τὸν πατέρα, τί χρὴ λέγειν; εἰ γὰρ τὸ ἀγέννητον οὐσία θεοῦ, τὸ γεννητὸν οὐκ οὐσία· εἰ δὲ τοῦτο, οὐκ ἐκεῖνο. τίς ἀντερεῖ λόγος; ἑλοῦ τοίνυν τῶν ἀσεβειῶν ὁποτέραν βούλει, ὦ κεινὲ θεολόγε, εἴπερ ἀσεβεῖν πάντως ἐσπούδακας. ἔπειτα πῶς οὐ ταὐτὸν λέγεις τὸ ἀγέννητον καὶ τὸ γεννητόν; εἰ μὲν τὸ μὴ ἐκτισμένον καὶ ἐκτισμένον, κἀγὼ δέχομαι. οὐ γὰρ ταὐτὸν τῇ φύσει τὸ ἄναρχον καὶ τὸ κτιζόμενον. εἰ δὲ τὸ γεγεννηκὸς καὶ τὸ γεγεννημένον οὐ ταυτὸν λέγεις, οὐκ ὀρθῶς λέγεται. ταὐτὸν γὰρ εἶναι πᾶσα ἀνάγκη. αὕτη γὰρ φύσις γεννήματος, ταὐτὸν εἶναι τῷ γεγεννηκότι κατὰ τὴν φύσιν. ἢ οὕτω πάλιν· πῶς λέγεις τὸ ἀγέννητον καὶ τὸ γεννητόν; εἰ μὲν γὰρ τὴν ἀγεννησίαν αὐτὴν καὶ τὴν γέννησιν, οὐ ταὐτόν· εἰ δὲ οἷς ὑπάρχει ταῦτα, πῶς οὐ ταὐτόν; ἐπεὶ καὶ τὸ ἄσοφον καὶ τὸ σοφὸν ἀλλήλοις μὲν οὐ ταὐτά, περὶ ταὐτὸν δέ, τὸν ἄνθρωπον· καὶ οὐκ οὐσίας τέμνει, περὶ δὲ τὴν αὐτὴν οὐσίαν τέμνεται. ἢ καὶ τὸ ἀθάνατον, καὶ τὸ ἄκακον, καὶ τὸ ἀναλλοίωτον οὐσία θεοῦ. ἀλλ᾿ εἰ τοῦτο, πολλαὶ οὐσίαι θεοῦ, καὶ οὐ μία. ἢ σύνθετον ἐκ τούτων τὸ θεῖον. οὐ γὰρ ἀσυνθέτως ταῦτα, εἴπερ οὐσίαι.
11. Ταῦτα μὲν οὔ φασι, κοινὰ γὰρ καὶ ἄλλων. ὃ δὲ μόνου θεοῦ καὶ ἴδιον, τοῦτο οὐσία. οὐκ ἂν μὲν συγχωρήσαιεν εἶναι μόνου θεοῦ τὸ ἀγέννητον οἱ καὶ τὴν ὕλην καὶ τὴν ἰδέαν συνεισάγοντες ὡς ἀγέννητα. τὸ γὰρ Μανιχαίων πορρωτέρω ῥίψωμεν σκότος. πλὴν ἔστω μόνου θεοῦ. τί δὲ ὁ Ἀδάμ; οὐ μόνος πλάσμα θεοῦ; καὶ πάνυ, φήσεις. ἆρ᾿ οὖν καὶ μόνος ἄνθρωπος; οὐδαμῶς. τί δή ποτε; ὅτι μὴ ἀνθρωπότης ἡ πλάσις· καὶ γὰρ τὸ γεννηθὲν ἄνθρωπος. οὕτως οὐδὲ τὸ ἀγέννητον μόνον θεός, εἰ καὶ μόνου πατρός, ἀλλὰ δέξαι καὶ τὸ γεννητὸν εἶναι θεόν. ἐκ θεοῦ γάρ, εἰ καὶ λίαν εἶ φιλαγέννητος. ἔπειτα πῶς οὐσίαν θεοῦ λέγεις, οὐ τὴν τοῦ ὄντος θέσιν, ἀλλὰ τὴν τοῦ μὴ ὄντος ἀναίρεσιν; τὸ γὰρ μὴ ὑπάρχειν αὐτῷ γέννησιν ὁ λόγος δηλοῖ, οὐχ ὃ τὴν φύσιν ἐστὶ παρίστησιν, οὐδ᾿ ὃ ὑπάρχει τὸ μὴ ἔχον γέννησιν. τίς οὖν οὐσία θεοῦ; τῆς σῆς ἀπονοίας τοῦτο λέγειν, ὃς πολυπραγμονεῖς καὶ τὴν γέννησιν. ἡμῖν δὲ μέγα, κἂν εἴποτε καὶ εἰς ὕστερον τοῦτο μάθοιμεν, λυθέντος ἡμῖν τοῦ ζόφου καὶ τῆς παχύτητος, ὡς ἡ τοῦ ἀψευδοῦς ὑπόσχεσις. τοῦτο μὲν οὖν καὶ νοείσθω καὶ ἐλπιζέσθω τοῖς ἐπὶ τούτῳ καθαιρομένοις. ἡμεῖς δὲ τοσοῦτον εἰπεῖν θαρρήσωμεν, ὅτι εἰ καὶ μέγα τῷ πατρὶ τὸ μηδαμόθεν ὡρμῆσθαι, οὐκ ἔλαττον τῷ υἱῷ τὸ ἐκ τοιούτου πατρός. τῆς τε γὰρ τοῦ ἀναιτίου δόξης μετέχοι ἄν, ὅτι ἐκ τοῦ ἀναιτίου, καὶ πρόσεστι τὸ τῆς γεννήσεως, πρᾶγμα τοσοῦτον καὶ οὕτω σεβάσμιον τοῖς μὴ πάντῃ χαμαιπετέσι καὶ ὑλικοῖς τὴν διάνοιαν.
12. Ἀλλ᾿ εἰ ταὐτὸν τῷ πατρί, φασιν, ὁ υἱὸς κατ᾿ οὐσίαν, ἀγέννητος δὲ ὁ πατήρ, ἔσται τοῦτο καὶ ὁ υἱός. καλῶς, εἴπερ οὐσία θεοῦ τὸ ἀγέννητον, ἵν᾿ ᾖ τις καινὴ μίξις, γεννητοαγέννητον. εἰ δὲ περὶ οὐσίαν ἡ διαφορά, τί τοῦτο ὡς ἰσχυρὸν λέγεις; ἢ καὶ σὺ πατὴρ τοῦ πατρός, ἵνα μηδενὶ λείπῃ τοῦ σοῦ πατρός, ἐπειδὴ ταὐτὸν εἶ κατ᾿ οὐσίαν; ἢ δῆλον ὅτι, τῆς ἰδιότητος ἀκινήτου μενούσης, ζητήσομεν οὐσίαν θεοῦ, ἥ τις ποτέ ἐστιν, εἴπερ ζητήσομεν; ὅτι δὲ οὐ ταὐτὸν ἀγέννητον καὶ θεός, ὧδε ἂν μάθοις. εἰ ταὐτὸν ἦν, ἔδει πάντως, ἐπειδὴ τινῶν θεὸς ὁ θεός, τινῶν εἶναι καὶ τὸ ἀγέννητον· ἢ ἐπεὶ μηδενὸς τὸ ἀγέννητον, μηδὲ τὸν θεὸν εἶναι τινῶν. τὰ γὰρ πάντῃ ταὐτὰ καὶ ὁμοίως ἐκφέρεται. ἀλλὰ μὴν οὐ τινῶν τὸ ἀγέννητον, τίνων γάρ; καὶ τινῶν θεὸς ὁ θεός, πάντων γάρ. πῶς οὖν ἂν εἴη ταὐτὸν θεὸς καὶ ἀγέννητον; καὶ πάλιν, ἐπειδὴ τὸ ἀγέννητον καὶ τὸ γεννητὸν ἀντίκειται ἀλλήλοις, ὡς ἕξις καὶ στέρησις, ἀνάγκη καὶ οὐσίας εἰσαχθῆναι ἀντικειμένας ἀλλήλαις. ὅπερ οὐ δέδοται· ἢ ἐπειδὴ πάλιν αἱ ἕξεις τῶν στερήσεων πρότεραι, καὶ ἀναιρετικαὶ τῶν ἕξεων αἱ στερήσεις, μὴ μόνον πρεσβυτέραν εἶναι τῆς τοῦ πατρὸς οὐσίας τὴν τοῦ υἱοῦ, ἀλλὰ καὶ ἀναιρουμένην ὑπὸ τοῦ πατρός, ὅσον ἐπὶ ταῖς σαῖς ὑποθέσεσι.
13. Τίς ἔτι λόγος αὐτοῖς τῶν ἀφύκτων; τάχα ἂν ἐπ᾿ ἐκεῖνο καταφύγοιεν τελευταῖον· ὡς εἰ μὲν οὐ πέπαυται τοῦ γεννᾷν ὁ θεός, ἀτελὴς ἡ γέννησις, καί ποτε παύσεται· εἰ πέπαυται δέ, πάντως καὶ ἤρξατο. πάλιν οἱ σωματικοὶ τὰ σωματικά. ἐγὼ δὲ εἰ μὲν ἀΐδιον αὐτῷ τὸ γεννᾶσθαι, ἢ μή, οὔπω λέγω, ἕως ἂν τὸ Πρὸ πάντων βουνῶν γεννᾷ με ἀκριβῶς ἐπισκέψωμαι. οὐχ ὁρῶ δὲ τίς ἡ ἀνάγκη τοῦ λόγου. εἰ γὰρ ἦρκται κατ᾿ αὐτοὺς τὸ παυσόμενον, οὐκ ἦρκται πάντως τὸ μὴ παυσόμενον. τί τοίνυν ἀποφανοῦνται περὶ ψυχῆς, ἢ τῆς ἀγγελικῆς φύσεως; εἰ μὲν ἦρκται, καὶ παύσεται· εἰ δὲ οὐ παύσεται, δῆλον ὅτι κατ᾿ αὐτοὺς οὐδὲ ἦρκται. ἀλλὰ μὴν καὶ ἦρκται, καὶ οὐ παύσεται. οὐκ ἄρα ἦρκται κατ᾿ αὐτοὺς τὸ παυσόμενον. ὁ μὲν οὖν ἡμέτερος λόγος· ὥσπερ ἵππου, καὶ βοός, καὶ ἀνθρώπου, καὶ ἑκάστου τῶν ὑπὸ τὸ αὐτὸ εἶδος, εἷς λόγος ἐστί, καὶ ὃ μὲν ἂν μετέχῃ τοῦ λόγου, τοῦτο καὶ κυρίως λέγεσθαι, ὃ δ᾿ ἂν μὴ μετέχῃ, τοῦτο ἢ μὴ λέγεσθαι, ἢ μὴ κυρίως λέγεσθαι. οὕτω δὲ καὶ θεοῦ μίαν οὐσίαν εἶναι, καὶ φύσιν. καὶ κλῆσιν, κἂν ἐπινοίαις τισὶ διαιρουμέναις συνδιαιρῆται καὶ τὰ ὀνόματα· καὶ ὃ μὲν ἂν κυρίως λέγηται, τοῦτο καὶ εἶναι θεόν· ὃ δ᾿ ἂν ᾖ κατὰ φύσιν, τοῦτο καὶ ἀληθῶς ὀνομάζεσθαι· εἴπερ μὴ ἐν ὀνόμασιν, ἀλλ᾿ ἐν πράγμασίν ἐστιν ἡμῖν ἡ ἀλήθεια. οἱ δέ, ὥσπερ δεδοικότες μὴ πάντα κινεῖν κατὰ τῆς ἀληθείας, θεὸν μὲν εἶναι τὸν υἱὸν ὁμολογοῦσιν, ὅταν βιασθῶσι τῷ λόγῳ καὶ ταῖς μαρτυρίαις, ὁμώνυμον δὲ καὶ μόνης κοινωνοῦντα τῆς κλήσεως.
14. Ὅταν δὲ ἀνθυποφέρωμεν αὐτοῖς· τί οὖν; οὐ κυρίως θεὸς ὁ υἱός, ὥσπερ οὐδὲ ζῷον τὸ γεγραμμένον; πῶς οὖν θεός, εἰ μὴ κυρίως θεός; τί γὰρ κωλύει, φασί, καὶ ὁμώνυμα ταῦτα εἶναι, καὶ κυρίως ἀμφότερα λέγεσθαι; καὶ προσοίσουσιν ἡμῖν τὸν κύνα, τὸν χερσαῖον, καὶ τὸν θαλάττιον, ὁμώνυμά τε ὄντα, καὶ κυρίως λεγόμενα, ἔστι γάρ τι καὶ τοιοῦτον εἶδος ἐν τοῖς ὁμωνύμοις, καὶ εἴτε τι ἄλλο τῇ αὐτῇ προσχρῆται προσηγορίᾳ, καὶ μετέχει ταύτης ἐπ᾿ ἴσης, τῇ φύσει διεστηκός. ἀλλ᾿ ἐκεῖ μέν, ὦ βέλτιστε, δύο φύσεις τιθεὶς ὑπὸ τὴν αὐτὴν προσηγορίαν, οὐδὲν ἀμείνω τὴν ἑτέραν τῆς ἑτέρας εἰσάγεις, οὐδὲ τὴν μὲν πρότερον, τὴν δὲ ὕστερον, οὐδὲ τὴν μὲν μᾶλλον, τὴν δὲ ἧττον οὖσαν τοῦθ᾿ ὅπερ λέγεται. οὐδὲ γάρ τι συνέζευκται τὸ ταύτην παρέχον αὐταῖς τὴν ἀνάγκην. οὐ γὰρ ὁ μὲν μᾶλλον κύων, ὁ δὲ ἧττον τοῦ ἑτέρου κυνός, οἷον ὁ θαλάττιος τοῦ χερσαίου, ἢ ὁ χερσαῖος ἔμπαλιν τοῦ θαλαττίου· διὰ τί γάρ, ἢ κατὰ τίνα λόγον; ἀλλ᾿ ἐν ὁμοτίμοις πράγμασι καὶ διαφόροις ἡ κοινωνία τῆς κλήσεως. ἐνταῦθα δὲ τῷ θεῷ παραζευγνὺς τὸ σεβάσμιον, καὶ τὸ ὑπὲρ πᾶσαν οὐσίαν εἶναι καὶ φύσιν. ὃ μόνου θεοῦ καὶ οἱονεὶ φύσις θεότητος, εἶτα τῷ πατρὶ μὲν τοῦτο διδούς, τὸν υἱὸν δὲ ἀποστερῶν καὶ ὑποτιθείς, καὶ τὰ δεύτερα νέμων αὐτῷ τῆς τιμῆς καὶ τῆς προσκυνήσεως, κἂν ταῖς συλλαβαῖς χαρίζῃ τὸ ὅμοιον, τῷ πράγματι τὴν θεότητα περικόπτεις, καὶ μεταβαίνεις κακούργως ἀπὸ τῆς τὸ ἴσον ἐχούσης ὁμωνυμίας ἐπὶ τὴν τὰ μὴ ἴσα συνδέουσαν· ὥστε ὁ γραπτός σοι καὶ ὁ ζῶν ἄνθρωπος μᾶλλον ἢ οἱ τοῦ ὑποδείγματος κύνες τῇ θεότητι πλησιάζουσιν. ἢ δὸς ἀμφοτέροις, ὥσπερ τὴν κοινωνίαν τῆς κλήσεως, οὕτω δὲ καὶ τὴν ὁμοτιμίαν τῶν φύσεων, εἰ καὶ διαφόρους ταύτας εἰσάγεις· καὶ καταλέλυκάς σου τοὺς κύνας, οὓς ἐξηῦρες κατὰ τῆς ἀνισότητος. τί γὰρ ὄφελος τῆς ὁμωνυμίας, εἰ τὸ ἰσότιμον μὴ ἔχοιεν οἱ παρά σου διαιρούμενοι; οὐ γὰρ ἵνα ἰσότιμα δείξῃς, ἀλλ᾿ ἵνα ἀνισότιμα, πρὸς τὴν ὁμωνυμίαν καὶ τοὺς κύνας κατέφυγες. πῶς ἄν τις ἐλεγχθείη μᾶλλον καὶ ἑαυτῷ μαχόμενος καὶ θεότητι;
15. Ἐὰν δὲ λεγόντων ἡμῶν, ὅτι τῷ αἰτίῳ μείζων ὁ πατὴρ τοῦ υἱοῦ, προσλαβόντες τὴν Τὸ δὲ αἴτιον φύσει πρότασιν, ἔπειτα τὸ Μεῖζον τῇ φύσει συνάγωσιν· οὐκ οἶδα πότερον ἑαυτοὺς παραλογίζονται, ἢ τοὺς πρὸς οὓς ὁ λόγος. οὐ γὰρ ἁπλῶς ὅσα κατά τινος λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται· ἀλλὰ δῆλον κατὰ τίνος, καὶ τίνα. ἐπεὶ τί κωλύει κἀμὲ ταύτην πρότασιν ποιησάμενον τήν, ὅτι ὁ πατὴρ μείζων τῇ φύσει, ἔπειτα προσλαβόντα τὸ Φύσει δὲ οὐ πάντως μείζων οὐδὲ πατήρ, ἐντεῦθεν συναγαγεῖν τὸ Μεῖζον οὐ πάντως μεῖζον· ἤ, Ὁ πατὴρ οὐ πάντως πατήρ. εἰ βούλει δὲ οὕτως· ὁ θεός, οὐσία· ἡ οὐσία δέ, οὐ πάντως θεός· τὸ ἑξῆς αὐτὸς συνάγαγε· ὁ θεός, οὐ πάντως θεός. ἀλλ᾿ οἶμαι, παρὰ τὸ πῇ καὶ ἁπλῶς ὁ παραλογισμὸς οὗτος, ὡς τοῖς περὶ ταῦτα τεχνολογεῖν σύνηθες. ἡμῶν γὰρ τὸ μεῖζον τῇ τοῦ αἰτίου φύσει διδόντων, αὐτοὶ τὸ τῇ φύσει μεῖζον ἐπάγουσιν· ὥσπερ ἂν εἰ καὶ λεγόντων ἡμῶν, ὅτι ὁ δεῖνα νεκρὸς ἄνθρωπος, ἁπλῶς ἐπῆγον αὐτοὶ τὸν ἄνθρωπον.
16. Ἐκεῖνο δὲ πῶς παραδράμωμεν, οὐδενὸς ἧττον τῶν εἰρημένων ὂν ἀξιάγαστον; Ὁ πατήρ, φησιν, οὐσίας, ἢ ἐνεργείας ὄνομα; ὡς ἀμφοτέρωθεν ἡμᾶς δήσοντες, εἰ μὲν οὐσίας φήσομεν, συνθησομένους ἑτεροούσιον εἶναι τὸν υἱόν, ἐπειδὴ μία μὲν οὐσία θεοῦ, ταύτην δέ, ὡς οὗτοι, προκατείληφεν ὁ πατήρ· εἰ δὲ ἐνεργείας, ποίημα σαφῶς ὁμολογήσοντας, ἀλλ᾿ οὐ γέννημα. οὗ γὰρ ὁ ἐνεργῶν, ἐκεῖ πάντως καὶ τὸ ἐνεργούμενον. καὶ πῶς τῷ πεποιηκότι ταὐτὸν τὸ πεποιημένον, θαυμάζειν φήσουσι. σφόδρα ἂν ᾐδέσθην ὑμῶν καὶ αὐτὸς τὴν διαίρεσιν, εἰ τῶν δύο τὸ ἕτερον δέξασθαι ἦν ἀναγκαῖον, ἀλλὰ μὴ τὰ δύο διαφυγόντα τρίτον εἰπεῖν ἀληθέστερον· ὅτι οὔτε οὐσίας ὄνομα ὁ πατήρ, ὦ σοφώτατοι, οὔτε ἐνεργείας, σχέσεως δὲ καὶ τοῦ πῶς ἔχει πρὸς τὸν υἱὸν ὁ πατήρ, ἢ ὁ υἱὸς πρὸς τὸν πατέρα. ὡς γὰρ παρ᾿ ἡμῖν αἱ κλήσεις αὗται τὸ γνήσιον καὶ οἰκεῖον γνωρίζουσιν, οὕτω κἀκεῖ τὴν τοῦ γεγεννημένου πρὸς τὸ γεγεννηκὸς ὁμοφυίαν σημαίνουσιν. ἔστω δέ, ὑμῶν χάριν, καὶ οὐσίας τις ὁ πατήρ· συνεισάξει τὸν υἱόν, οὐκ ἀλλοτριώσει, κατὰ τὰς κοινὰς ἐννοίας καὶ τὴν τῶν κλήσεων τούτων δύναμιν. ἔστω καὶ ἐνεργείας, εἰ τοῦτο δοκεῖ· οὐδὲ οὕτως ἡμᾶς αἱρήσετε. αὐτὸ δὲ τοῦτο ἐνηργηκὼς ἂν εἴη τὸ ὁμοούσιον, εἰ καὶ ἄτοπος ἄλλως ἢ τῆς περὶ τοῦτο ἐνεργείας ὑπόληψις. ὁρᾷς ὅπως ὑμῶν, καὶ κακομαχεῖν ἐθελόντων, τὰς στροφὰς διαφεύγομεν; ἐπεὶ δέ σου τὸ ἐν τοῖς λογισμοῖς καὶ ταῖς στροφαῖς ἄμαχον ἔγνωμεν, ἴδωμέν σου καὶ τὴν ἐκ τῶν θείων λογίων ἰσχύν, ἂν ἄρα δέξῃ κἀντεῦθεν πείθειν ἡμᾶς.
17. Ἡμεῖς μὲν γὰρ ἐκ μεγάλων καὶ ὑψηλῶν τῶν φωνῶν τοῦ υἱοῦ τὴν θεότητα καὶ κατειλήφαμεν, καὶ κηρύσσομεν. τίνων τούτων; τῆς θεός, τῆς λόγος, ὁ ἐν ἀρχῇ, ὁ μετὰ τῆς ἀρχῆς, ἡ ἀρχή· Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος· καί, Μετά σου ἡ ἀρχή· καί, Ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχήν. ἐπειδὴ υἱὸς μονογενής· Ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο. ὁδός, ἀλήθεια, ζωή, φῶς· Ἐγώ εἰμι ἡ ὁδός, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή· καί, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. σοφία, δύναμις· Χριστὸς θεοῦ δύναμις, καὶ θεοῦ σοφία. ἀπαύγασμα, χαρακτήρ, εἰκών, σφραγίς· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· καί, Εἰκὼν τῆς ἀγαθότητος· καί, Τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός. κύριος, βασιλεύς, ὁ ὤν, ὁ παντοκράτωρ· Ἔβρεξε κύριος πῦρ παρὰ κυρίου· καί, Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· καί, Ὁ ὤν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, καὶ ὁ παντοκράτωρ. σαφῶς περὶ τοῦ υἱοῦ λεγόμενα, καὶ ὅσα τῆς αὐτῆς τούτοις ἐστὶ δυνάμεως, ὧν οὐδὲν ἐπίκτητον, οὐδὲ ὕστερον τῷ υἱῷ προσγενόμενον, ἢ τῷ πνεύματι, ὥσπερ οὐδὲ αὐτῷ τῷ πατρί. οὐ γὰρ ἐκ προσθήκης τὸ τέλειον. οὐ γὰρ ἦν ὅτε ἄλογος ἦν, οὐδὲ ἦν ὅτε οὐ πατήρ, οὐδὲ ἦν ὅτε οὐκ ἀληθής, ἢ ἄσοφος, ἢ ἀδύνατος, ἢ ζωῆς ἐνδεής, ἢ λαμπρότητος, ἢ ἀγαθότητος.
18. Σὺ δέ μοι καταρίθμει πρὸς ταῦτα τὰ τῆς ἀγνωμοσύνης ῥήματα, τὸ θεός μου καὶ θεὸς ὑμῶν, τὸ μείζων, τὸ ἔκτισε, τὸ ἐποίησε, τὸ ἡγίασεν. εἰ βούλει δέ, καὶ τὸ δοῦλον, καὶ τὸ ὑπήκοον· τὸ δέδωκε, τὸ ἔμαθε, τὸ ἐντέταλται, τὸ ἀπέσταλται, τὸ μὴ δύνασθαι ἀφ᾿ ἑαυτοῦ τι ποιεῖν, ἢ λέγειν, ἢ κρίνειν, ἢ δωρεῖσθαι, ἢ βούλεσθαι. ἔτι δὲ καὶ ταῦτα, τὴν ἄγνοιαν, τὴν ὑποταγήν, τὴν εὐχήν, τὴν ἐρώτησιν, τὴν προκοπήν, τὴν τελείωσιν. πρόσθες, εἰ βούλει, καὶ ὅσα τούτων ταπεινότερα, τὸ ὑπνοῦν, τὸ πεινῆν, τὸ κοπιᾶν, τὸ δακρύειν, τὸ ἀγωνιᾶν, τὸ ὑποδύεσθαι. τάχα δ᾿ ἂν ὀνειδίσαις καὶ τὸν σταυρόν, καὶ τὸν θάνατον. τὴν γὰρ ἔγερσιν καὶ τὴν ἀνάληψιν παρήσειν μοι δοκεῖς, ἐπειδή τι καὶ πρὸς ἡμῶν ἐν τούτοις εὑρίσκεται. πολλὰ δ᾿ ἂν ἔτι πρὸς τούτοις σπερμολογήσαις, εἰ βούλοιο συντιθέναι τὸν ὁμώνυμόν σου θεὸν καὶ παρέγγραπτον, ἡμῖν δὲ ἀληθινὸν καὶ ὁμότιμον τῷ πατρί. τούτων γὰρ ἕκαστον οὐ χαλεπὸν μὲν καὶ κατὰ μέρος ἐπεξιόντα ἐξηγεῖσθαί σοι πρὸς τὸ εὐσεβέστατον, καὶ ἀνακαθαίρειν τὸ ἐν τοῖς γράμμασι πρόσκομμα, εἴ γε προσπταίεις ὄντως, ἀλλὰ μὴ ἑκὼν κακουργεῖς. ἑνὶ δὲ κεφαλαίῳ, τὰ μὲν ὑψηλότερα πρόσαγε τῇ θεότητι καὶ τῇ κρείττονι φύσει παθῶν καὶ σώματος· τὰ δὲ ταπεινότερα τῷ συνθέτῳ, καὶ τῷ διὰ σὲ κενωθέντι καὶ σαρκωθέντι, οὐδὲν δὲ χεῖρον εἰπεῖν, καὶ ἀνθρωπισθέντι, εἶτα καὶ ὑψωθέντι, ἵνα σὺ τὸ τῶν δογμάτων σου σαρκικὸν καὶ χαμαιπετὲς καταλύσας μάθῃς ὑψηλότερος εἶναι, καὶ συνανιέναι θεότητι, καὶ μὴ τοῖς ὁρωμένοις ἐναπομένοις, ἀλλὰ συνεπαίρῃ τοῖς νοουμένοις, καὶ γινώσκῃς, τίς μὲν φύσεως λόγος, τίς δὲ λόγος οἰκονομίας.
19. Οὗτος γὰρ ὁ νῦν σοι καταφρονούμενος, ἦν ὅτε καὶ ὑπὲρ σὲ ἦν· ὁ νῦν ἄνθρωπος καὶ ἀσύνθετος ἦν. ὃ μὲν ἦν, διέμεινεν· ὃ δὲ οὐκ ἦν, προσέλαβεν. ἐν ἀρχῇ ἦν ἀναιτίως· τίς γὰρ αἰτία θεοῦ; ἀλλὰ καὶ ὕστερον γέγονε δι᾿ αἰτίαν (ἡ δὲ ἦν τὸ σὲ σωθῆναι τὸν ὑβριστήν, ὃς διὰ τοῦτο περιφρονεῖς θεότητα, ὅτι τὴν σὴν παχύτητα κατεδέξατ)ο διὰ μέσου νοὸς ὁμιλήσας σαρκί, καὶ γενόμενος ἄνθρωπος, ὁ κάτω θεός· ἐπειδὴ συνανεκράθη θεῷ, καὶ γέγονεν εἷς, τοῦ κρείττονος ἐκνικήσαντος, ἵνα γένωμαι τοσοῦτον θεός, ὅσον ἐκεῖνος ἄνθρωπος. ἐγεννήθη μέν, ἀλλὰ καὶ ἐγεγέννητο· ἐκ γυναικὸς μέν, ἀλλὰ καὶ παρθένου. τοῦτο ἀνθρώπινον, ἐκεῖνο θεῖον. ἀπάτωρ ἐντεῦθεν, ἀλλὰ καὶ ἀμήτωρ ἐκεῖθεν. ὅλον τοῦτο θεότητος. ἐκυοφορήθη μέν, ἀλλ᾿ ἐγνώσθη προφήτῃ καὶ αὐτῷ κυοφορουμένῳ, καὶ προσκιρτῶντι τοῦ λόγου, δι᾿ ὃν ἐγένετο. ἐσπαργανώθη μέν, ἀλλ᾿ ἀποσπαργανοῦται τὰ τῆς ταφῆς ἀνιστάμενος. ἐν φάτνῃ μὲν ἀνελκίθη, ἀλλ᾿ ὑπ᾿ ἀγγέλων ἐδοξάσθη, καὶ ὑπ᾿ ἀστέρος ἐμηνύθη, καὶ ὑπὸ μάγων προσεκυνήθη. πῶς σὺ προσπταίεις τῷ βλεπομένῳ, μὴ σκοπῶν τὸ νοούμενον; ἐφυγαδεύθη μὲν εἰς Αἴγυπτον, ἀλλὰ φυγαδεύει τὰ Αἰγυπτίων. οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος παρὰ Ἰουδαίοις, ἀλλὰ τῷ Δαβὶδ ὡραῖος ἦν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἀλλ᾿ ἐπὶ τοῦ ὄρους ἀστράπτει, καὶ ἡλίου φωτοειδέστερος γίνεται, τὸ μέλλον μυσταγωγῶν.
20. Ἐβαπτίσθη μὲν ὡς ἄνθρωπος, ἀλλ᾿ ἁμαρτίας ἔλυσεν ὡς θεός· οὐ καθαρσίων αὐτὸς δεόμενος, ἀλλ᾿ ἵνα ἁγιάσῃ τὰ ὕδατα. ἐπειράσθη ὡς ἄνθρωπος, ἀλλ᾿ ἐνίκησεν ὡς θεός· ἀλλὰ Θαρρεῖν διακελεύεται, ὡς κόσμον νενικηκώς. ἐπείνησεν, ἀλλ᾿ ἔθρεψε χιλιάδας, ἀλλ᾿ ἄρτος ἐστὶ ζωτικὸς καὶ οὐράνιος. ἐδίψησεν, ἀλλ᾿ ἐβόησεν· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω· ἀλλὰ καὶ πηγάζειν ὑπέσχετο τοὺς πιστεύοντας. ἐκοπίασεν, ἀλλὰ τῶν κοπιώντων καὶ πεφορτισμένων ἐστὶν ἀνάπαυσις. ἐβαρήθη μὲν ὕπνῳ, ἀλλ᾿ ἐπὶ πελάγους κουφίζεται, ἀλλ᾿ ἐπιτιμᾷ πνεύμασιν, ἀλλὰ Πέτρον κουφίζει βαπτιζόμενον. δίδωσι τέλος, ἀλλ᾿ ἐξ ἰχθύος, ἀλλὰ βασιλεύει τῶν ἀπαιτούντων. Σαμαρείτης ἀκούει καὶ δαιμονῶν, πλὴν σώζει τὸν ἀπὸ Ἱερουσαλὴμ καταβαίνοντα καὶ λῃσταῖς περιπεσόντα, πλὴν ὑπὸ δαιμόνων ἑπιγινώσκεται, καὶ ἀπελαύνει δαίμονας, καὶ λεγεῶνα πνευμάτων βυθίζει, καὶ ὡς ἀστραπὴν ὁρᾷ πίπτοντα τὸν ἀρχηγὸν τῶν δαιμόνων. λιθάζεται, ἀλλ᾿ οὐχ ἁλίσκεται. προσεύχεται, ἀλλ᾿ ἐπακούει. δακρύει, ἀλλὰ παύει δάκρυον. ἐρωτᾷ ποῦ τέθειται Λάζαρος, ἄνθρωπος γὰρ ἦν· ἀλλ᾿ ἐγείρει Λάζαρον, θεὸς γὰρ ἦν. πωλεῖται, καὶ λίαν εὐώνως, τριάκοντα γὰρ ἀργυρίων, ἀλλ᾿ ἐξαγοράζει κόσμον, καὶ μεγάλης τιμῆς, τοῦ ἰδίου γὰρ αἵματος. ὡς πρόβατον ἐπὶ σφαγὴν ἄγεται, ἀλλὰ ποιμαίνει τὸν Ἰσραήλ, νῦν δὲ καὶ πᾶσαν τὴν οἰκουμένην. ὡς ἀμνὸς ἄφωνος, ἀλλὰ λόγος ἐστί, φωνῇ βοῶντος ἐν τῇ ἐρήμῳ καταγγελλόμενος. μεμαλάκισται, καὶ τετραυμάτισται, ἀλλὰ θεραπεύει πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν. ἐπὶ τὸ ξύλον ἀνάγεται, προσπήγνυται, ἀλλὰ τῷ ξύλῳ τῆς ζωῆς ἀποκαθίστησιν, ἀλλὰ σώζει καὶ λῃστὴν συσταυρούμενον, ἀλλὰ σκοτίζει πᾶν τὸ ὁρώμενον. ὄξος ποτίζεται, χολὴν βρωματίζεται· τίς; ὁ τὸ ὕδωρ εἰς οἶνον μεταβαλών, ὁ τῆς πικρᾶς γεύσεως καταλυτής, ὁ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία. παραδίδωσι τὴν ψυχήν, ἀλλ᾿ ἐξουσίαν ἔχει πάλιν λαβεῖν αὐτήν, ἀλλὰ καταπέτασμα ῥήγνυται, τὰ γὰρ ἄνω παραδείκνυται, ἀλλὰ πέτραι σχίζονται, ἀλλὰ νεκροὶ ἐγείρονται. ἀποθνήσκει, ζωοποιεῖ δέ, καὶ καταλύει τῷ θανάτῳ τὸν θάνατον. θάπτεται, ἀλλ᾿ ἀνίσταται. εἰς ᾅδου κάτεισιν, ἀλλ᾿ ἀνάγει ψυχάς, ἀλλ᾿ εἰς οὐρανοὺς ἄνεισιν, ἀλλ᾿ ἥξει κρῖναι ζῶντας καὶ νεκρούς, καὶ τοὺς τοιούτους βασανίσαι λόγους. εἰ ταῦτα ἐμποιεῖ σοι τῆς πλάνης τὴν ἀφορμήν, ἐκεῖνά σου λύει τὴν πλάνην.
21. Ταῦτα τοῖς αἰνιγματισταῖς παρ᾿ ἡμῶν, οὐχ ἑκόντων μέν· οὐ γὰρ ἡδὺ τοῖς πιστοῖς ἀδολεσχία καὶ λόγων ἀντίθεσις, ἀρκεῖ γὰρ καὶ εἷς ἀντικείμενος· πλὴν ἀναγκαίως διὰ τοὺς ἐμπίπτοντας, ἐπεὶ καὶ διὰ τὰς νόσους τὰ φάρμακα, ἵν᾿ εἰδῶσι μὴ πάντα ὄντες σοφοὶ μηδὲ ἀήττητοι τὰ περιττὰ καὶ κενοῦντα τὸ εὐαγγέλιον. ὅταν γὰρ τὸ τοῦ λόγου δυνατὸν προβαλλώμεθα, τὸ πιστεύειν ἀφέντες, καὶ τὸ τοῦ πνεύματος ἀξιόπιστον ταῖς ζητήσεσι λύσωμεν, εἶτα ἡττηθῇ τοῦ μεγέθους τῶν πραγμάτων ὁ λόγος, ἡττηθήσεται δὲ πάντως, ἀπὸ ἀσθενοῦς ὀργάνου τῆς ἡμετέρας διανοίας ὁρμώμενος, τί γίνεται; τὸ ἀσθενὲς τοῦ λόγου τοῦ μυστηρίου φαίνεται· καὶ οὕτω κένωσις τοῦ σταυροῦ τὸ τοῦ λόγου κομψὸν ἀναδείκνυται, ὡς καὶ Παύλῳ δοκεῖ. ἡ γὰρ πίστις τοῦ καθ᾿ ἡμᾶς λόγου πλήρωσις. Ὁ δὲ ἀναγγέλλων συνδέσμους, καὶ λύων κρατούμενα, ὁ καὶ ἡμῖν ἐπὶ νοῦν ἀγαγὼν διαλῦσαι στραγγαλιὰς βιαίων δογμάτων, μάλιστα μὲν καὶ τούτους μεταβαλὼν ποιήσειεν πιστοὺς ἀντὶ τεχνολόγων, καὶ Χριστιανοὺς ἀνθ᾿ ὧν νῦν ὀνομάζονται. τοῦτο δὴ καὶ παρακαλοῦμεν· δεόμεθα ὑπὲρ Χριστοῦ· καταλλάγητε τῷ θεῷ, καὶ τὸ πνεῦμα μὴ σβέννυτε· μᾶλλον δέ, καταλλαγείη Χριστὸς ὑμῖν, καὶ τὸ πνεῦμα ὀψὲ γοῦν ἀναλάμψειεν. εἰ δὲ λίαν ἔχοιτε φιλονείκως, ἀλλ᾿ ἡμεῖς γε σώζοιμεν ἡμῖν αὐτοῖς τὴν τριάδα, καὶ ὑπὸ τῆς τριάδος σωζοίμεθα, μένοντες εἰλικρινεῖς καὶ ἀπρόσκοποι, μέχρις ἀναδείξεως τελεωτέρας τῶν ποθουμένων, ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· Ἀμήν.
ΛΟΓΟΣ 30.
ΘΕΟΛΟΓΙΚΟΣ ΤΕΤΑΡΤΟΣ
ΠΕΡΙ ΥΙΟΥ
1. Ἐπειδή σοι τὰς μὲν ἐκ τῶν λογισμῶν στροφὰς καὶ πλοκὰς ἱκανῶς διεσείσαμεν τῇ δυνάμει τοῦ πνεύματος, τὰς δὲ παρὰ τῶν θείων γραφῶν ἐνστάσεις τε καὶ ἀντιθέσεις, αἷς οἱ τοῦ γράμματος ἱερόσυλοι καὶ τὸν νοῦν τῶν γεγραμμένων κλέπτοντες τοὺς πολλοὺς σφετερίζονται, καὶ τὴν ὁδὸν τῆς ἀληθείας ταράσσουσι, συλλήβδην μὲν ἤδη λελύκαμεν, καὶ οὐκ ἀμυδρῶς, ὡς ἐμαυτὸν πείθω, τοῖς εὐγνωμονεστέροις· τὰς μὲν ὑψηλοτέρας καὶ θεοπρεπεστέρας φωνὰς προσνείμαντες τῇ θεότητι, τὰς δὲ ταπεινοτέρας καὶ ἀνθρωπικωτέρας τῷ νέῳ δι᾿ ἡμᾶς Ἀδὰμ καὶ θεῷ παθητῷ κατὰ τῆς ἁμαρτίας· τοῖς δὲ καθ᾿ ἕκαστον οὐκ ἐπεξεληλύθαμεν, ἐπειγομένου τοῦ λόγου· σὺ δὲ καὶ τούτων ἐπιζητεῖς ἐν βραχεῖ τὰς λύσεις, τοῦ μὴ παρασύρεσθαι λόγοις πιθανότητος, ἡμεῖς καὶ ταύτας κεφαλαιώσομεν εἰς ἀριθμοὺς διελόντες διὰ τὸ εὐμνημόνευτον.
2. Ἔστι γὰρ ἑν μὲν αὐτοῖς ἐκεῖνο καὶ λίαν πρόχειρον τό· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. πρὸς ὃ πῶς ἀπαντησόμεθα; οὐ Σολομῶντος κατηγορήσομεν; οὐ τὰ πρὶν ἀθετήσομεν διὰ τὴν τελευταίαν παράπτωσιν; οὐχὶ τῆς σοφίας αὐτῆς ἐροῦμεν εἶναι τὸν λόγον, τῆς οἷον ἐπιστήμης καὶ τοῦ τεχνίτου λόγου, καθ᾿ ὃν τὰ πάντα συνέστη; πολλὰ γὰρ ἡ γραφὴ προσωποποιεῖν οἶδε καὶ τῶν ἀψύχων, ὡς τό· Ἡ θάλασσα εἶπε τάδε καὶ τάδε· καί, Ἡ ἄβυσσος εἶπεν, οὐκ ἔστιν ἐν ἐμοί· καί, Οἱ οὐρανοὶ διηγούμενοι δόξαν θεοῦ. καὶ πάλιν ῥομφαία τι διακελεύεται, καὶ ὄρη καὶ βουνοὶ λόγους ἐρωτῶνται σκιρτήσεως. τούτων οὐδέν φαμεν, εἰ καί τισι τῶν πρὸ ἡμῶν ὡς ἰσχυρὰ τέθειται. ἀλλ᾿ ἔστω τοῦ σωτῆρος αὐτοῦ, τῆς ἀληθινῆς σοφίας, ὁ λόγος. μικρὸν δὲ συνδιασκεψώμεθα. τί τῶν ὄντων ἀναίτιον; θεότης. οὐδεὶς γὰρ αἰτίαν εἰπεῖν ἔχει θεοῦ· ἢ τοῦτο ἂν εἴη θεοῦ πρεσβύτερον. τίς δὲ τῆς ἀνθρωπότητος, ἣν δι᾿ ἡμᾶς ὑπέστη θεός, αἰτία; τὸ σωθῆναι πάντως ἡμᾶς. τί γὰρ ἕτερον; ἐπειδὴ τοίνυν ἐνταῦθα καὶ τὸ Ἔκτισε καὶ τὸ Γεννᾷ με σαφῶς εὑρίσκομεν, ἁπλοῦς ὁ λόγος. ὃ μὲν ἂν μετὰ τῆς αἰτίας εὑρίσκωμεν, προσθῶμεν τῇ ἀνθρωπότητι· ὃ δὲ ἁπλοῦν καὶ ἀναίτιον, τῇ θεότητι λογισώμεθα. ἆρ᾿ οὖν οὐ τὸ μὲν Ἔκτισεν εἴρηται μετὰ τῆς αἰτίας; Ἔκτισε γάρ μέ, φησιν, ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. ἔργα δὲ χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις, ὧν ἕνεκεν ἐχρίσθη θεότητι. χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος. τὸ δὲ Γεννᾷ με χωρὶς αἰτίας· ἢ δεῖξόν τι τούτῳ προσκείμενον. τίς οὖν ἀντερεῖ λόγος, κτίσμα μὲν λέγεσθαι τὴν σοφίαν κατὰ τὴν κάτω γέννησιν, γέννημα δὲ κατὰ τὴν πρώτην καὶ πλέον ἄληπτον;
3. Τούτῳ δὲ ἕπεται καὶ τὸ δοῦλον ἀκούειν εὖ δουλεύοντα πολλοῖς, καὶ τὸ μέγα εἶναι αὐτῷ κληθῆναι παῖδα θεοῦ. τῷ ὄντι γὰρ ἐδούλευσε σαρκί, καὶ γενέσει, καὶ πάθεσι τοῖς ἡμετέροις, διὰ τὴν ἡμετέραν ἐλευθερίαν, καὶ πᾶσιν οἷς σέσωκεν ὑπὸ τῆς ἁμαρτίας κατεχομένοις. τί δὲ μεῖζον ἀνθρώπου ταπεινότητι ἢ θεῷ πλακῆναι, καὶ γενέσθαι θεὸν ἐκ τῆς μίξεως, καὶ τοσοῦτον ἐπισκεφθῆναι ἀνατολῇ ἐξ ὕψους, ὥστε καὶ τὸ γεννώμενον ἅγιον υἱὸν ὑψίστου κληθῆναι, καὶ χαρισθῆναι αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; τοῦτο δὲ τί ποτε ἄλλο ἐστὶν ἢ θεός; καὶ τὸ πᾶν γόνυ κάμψαι τῷ κενωθέντι δι᾿ ἡμᾶς, καὶ τὴν θείαν εἰκόνα δουλικῇ μορφῇ συγκεράσαντι, καὶ γνῶναι πάντα οἶκον Ἰσραήλ, ὅτι καὶ κύριον αὐτὸν καὶ Χριστὸν ὁ θεὸς ἐποίησεν; γέγονε γὰρ ταῦτα ἐνεργείᾳ μὲν τοῦ γεννήματος, εὐδοκίᾳ δὲ τοῦ γεννήτορος.
4. Δεύτερον δὲ τί τῶν μεγίστων αὐτοῖς καὶ ἀμάχων; δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι τοῦδε, καὶ ὑπ᾿ οὐρανοῦ δεχθῆναι ἄχρι χρόνων ἀποκαταστάσεως, καὶ τὴν ἐκ δεξιῶν καθέδραν ἔχειν, ἕως τῆς τῶν ἐχθρῶν ἐπικρατήσεως. τὸ μετὰ τοῦτο δὲ τί; λῆξαι τῆς βασιλείας, ἢ τῶν οὐρανῶν ἀποσθῆναι; τίνος παύσοντος; ἢ δι᾿ ἥν τινα τὴν αἰτίαν; ὡς τολμηρὸς ἐξηγητὴς σύ, καὶ λίαν ἀβασίλευτος. καὶ μὴν ἀκούεις τῆς βασιλείας αὐτοῦ μὴ εἶναι πέρας. ἀλλὰ τοῦτο πάσχεις παρὰ τὸ μὴ γινώσκειν, ὅτι τὸ ἕως οὐ πάντως ἀντιδιαιρεῖται τῷ μέλλοντι, ἀλλὰ τὸ μέχρι τοῦδε μὲν τίθησι, τὸ μετὰ τοῦτο δὲ οὐκ ἀναίνεται. ἢ πῶς νοήσεις, ἵνα μὴ τἄλλα λέγω, τό· Ἔσομαι μεθ᾿ ὑμῶν ἕως τῆς συντελείας τοῦ αἰῶνος; ἆρ᾿ ὡς μετὰ τοῦτο οὐκ ἔτι ἐσομένου; καὶ τίς ὁ λόγος; οὐ μόνον δέ, ἀλλὰ καὶ παρὰ τὸ μὴ διαιρεῖν τὰ σημαινόμενα. βασιλεύειν γὰρ λέγεται καθ᾿ ἑν μέν, ὡς παντοκράτωρ, καὶ θελόντων, καὶ μή, βασιλεύς· καθ᾿ ἕτερον δέ, ὡς ἐνεργῶν τὴν ὑποταγήν, καὶ ὑπὸ τὴν ἑαυτοῦ βασιλείαν τιθεὶς ἡμᾶς, ἑκόντας δεχομένους τὸ βασιλεύεσθαι. τῆς μὲν οὖν ἐκείνως νοουμένης βασιλείας οὐκ ἔσται πέρας. τῆς δευτέρας δὲ τί; τὸ λαβεῖν ἡμᾶς ὑπὸ χεῖρα καὶ σωζομένους. τί γὰρ δεῖ τὴν ὑποταγὴν ἐνεργεῖν ὑποτεταγμένων; μεθ᾿ ἣν ἀνίσταται κρίνων τὴν γῆν, καὶ διαιρῶν τὸ σωζόμενον καὶ τὸ ἀπολλύμενον· μεθ᾿ ἣν ἵσταται θεὸς ἐν μέσῳ θεῶν, τῶν σωζομένων, διακρίνων καὶ διαστέλλων, τίνος ἕκαστος τιμῆς καὶ μονῆς ἄξιος.
5. Τούτῳ σύναπτε καὶ τὴν ὑποταγήν, ἣν ὑποτάσσεις τῷ πατρὶ τὸν υἱόν. τί, λέγεις, ὡς νῦν οὐχ ὑποτεταγμένου; δεῖται δὲ ὅλως ὑποταγῆναι θεῷ θεὸς ὤν; ὡς περὶ λῃστοῦ τινός, ἢ ἀντιθέου, ποιῇ τὸν λόγον. ἀλλ᾿ οὕτω σκόπει· ὅτι ὥσπερ κατάρα ἤκουσε δι᾿ ἐμὲ ὁ τὴν ἐμὴν λύων κατάραν· καὶ ἁμαρτία ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ Ἀδὰμ ἀντὶ τοῦ παλαιοῦ γίνεται νέος· οὕτω καὶ τὸ ἐμὸν ἀνυπότακτον ἑαυτοῦ ποιεῖται, ὡς κεφαλὴ τοῦ παντὸς σώματος. ἕως μὲν οὖν ἀνυπότακτος ἐγὼ καὶ στασιώδης, τῇ τε ἀρνήσει τοῦ θεοῦ καὶ τοῖς πάθεσιν, ἀνυπότακτος τὸ κατ᾿ ἐμὲ καὶ ὁ Χριστὸς λέγεται. ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, ὑποταγήσεται δὲ καὶ τῇ ἐπιγνώσει καὶ τῇ μεταποιήσει, τότε καὶ αὐτὸς τὴν ὑποταγὴν πεπλήρωκε, προσάγων ἐμὲ τὸν σεσωσμένον. τοῦτο γὰρ ἡ ὑποταγὴ Χριστοῦ, κατά γε τὸν ἐμὸν λόγον, ἡ τοῦ πατρικοῦ θελήματος πλήρωσις. ὑποτάσσει δὲ καὶ υἱὸς πατρί, καὶ υἱῷ πατήρ· ὁ μὲν ἐνεργῶν, ὁ δὲ εὐδοκῶν, ὃ καὶ πρότερον εἴπομεν. καὶ οὕτω τὸ ὑποτεταγμένον ὁ ὑποτάξας θεῷ παρίστησιν, ἑαυτοῦ ποιούμενος τὸ ἡμέτερον. τοιοῦτον εἶναί μοι φαίνεται καὶ τό· Ὁ θεός, ὁ θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με; οὐ γὰρ αὐτὸς ἐγκαταλέλειπται, ἢ ὑπὸ τοῦ πατρός, ἢ ὑπὸ τῆς ἑαυτοῦ θεότητος, ὃ δοκεῖ τισίν, ὡς ἂν φοβουμένης τὸ πάθος, καὶ διὰ τοῦτο συστελλομένης ἀπὸ τοῦ πάσχοντος. τίς γὰρ ἢ γεννηθῆναι κάτω τὴν ἀρχήν, ἢ ἐπὶ τὸν σταυρὸν ἀνελθεῖν ἠνάγκασεν; ἐν ἑαυτῷ δέ, ὅπερ εἶπον, τυποῖ τὸ ἡμέτερον. ἡμεῖς γὰρ ἦμεν οἱ ἐγκαταλελειμμένοι καὶ παρεωραμένοι πρότερον, εἶτα νῦν προσειλημμένοι καὶ σεσωσμένοι τοῖς τοῦ ἀπαθοῦς πάθεσιν· ὥσπερ καὶ τὴν ἀφροσύνην ἡμῶν καὶ τὸ πλημμελὲς οἰκειούμενος τὰ ἑξῆς διὰ τοῦ ψαλμοῦ φησίν· ἐπειδὴ προδήλως εἰς Χριστὸν ὁ εἰκοστὸς πρῶτος ψαλμὸς ἀναφέρεται.
6. Τῆς δὲ αὐτῆς ἔχεται θεωρίας καὶ τὸ μαθεῖν αὐτὸν τὴν ὑπακοὴν ἐξ ὧν ἔπαθεν, ἥ τε κραυγή, καὶ τὰ δάκρυα, καὶ τὸ ἱκετεῦσαι, καὶ τὸ εἰσακουσθῆναι, καὶ τὸ εὐλαβές. ἃ δραματουργεῖται καὶ πλέκεται θαυμασίως ὑπὲρ ἡμῶν. ὡς μὲν γὰρ λόγος, οὔτε ὑπήκοος ἦν, οὔτε ἀνήκοος. τῶν γὰρ ὑπὸ χεῖρα ταῦτα, καὶ τῶν δευτέρων, τὸ μὲν τῶν εὐγνωμονεστέρων, τὸ δὲ τῶν ἀξίων κολάσεως. ὡς δὲ δούλου μορφή, συγκαταβαίνει τοῖς ὁμοδούλοις καὶ δούλοις, καὶ μορφοῦται τὸ ἀλλότριον, ὅλον ἐν ἑαυτῷ ἐμὲ φέρων μετὰ τῶν ἐμῶν, ἵνα ἐν ἑαυτῷ δαπανήσῃ τὸ χεῖρον, ὡς κηρὸν πῦρ, ἢ ὡς ἀτμίδα γῆς ἥλιος, κἀγὼ μεταλάβω τῶν ἐκείνου διὰ τὴν σύγκρασιν. διὰ τοῦτο ἔργῳ τιμᾷ τὴν ὑπακοήν, καὶ πειρᾶται ταύτης ἐκ τοῦ παθεῖν. οὐ γὰρ ἱκανὸν ἡ διάθεσις, ὥσπερ οὐδὲ ἡμῖν, εἰ μὴ καὶ διὰ τῶν πραγμάτων χωρήσαιμεν. ἔργον γὰρ ἀπόδειξις διαθέσεως. οὐ χεῖρον δὲ ἴσως κἀκεῖνο ὑπολαβεῖν, ὅτι δοκιμάζει τὴν ἡμετέραν ὑπακοήν, καὶ πάντα μετρεῖ τοῖς ἑαυτοῦ πάθεσι τέχνῃ φιλανθρωπίας, ὥστε ἔχειν εἰδέναι τοῖς ἑαυτοῦ τὰ ἡμέτερα, καὶ πόσον μὲν ἀπαιτούμεθα, πόσον δὲ συγχωρούμεθα, λογιζομένης μετὰ τοῦ πάσχειν καὶ τῆς ἀσθενείας. εἰ γὰρ τὸ φῶς ἐδιώχθη διὰ τὸ πρόβλημα, φαῖνον ἐν τῇ σκοτίᾳ, τῷ βίῳ τούτῳ, ὑπὸ τῆς ἄλλης σκοτίας, τοῦ πονηροῦ λέγω καὶ τοῦ πειραστοῦ, τὸ σκότος πόσον, ὡς ἀσθενέστερον; καὶ τί θαυμαστόν, εἰ ἐκείνου διαφυγόντος παντάπασιν ἡμεῖς ποσῶς καὶ καταληφθείημεν; μεῖζον γὰρ ἐκείνῳ τὸ διωχθῆναι, ἤπερ ἡμῖν τὸ καταληφθῆναι, παρὰ τοῖς ὀρθῶς ταῦτα λογιζομένοις. ἔτι δὲ προσθήσω τοῖς εἰρημένοις ἐκεῖνο, ἐνθυμηθεὶς τό· Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι, σαφῶς πρὸς τὴν αὐτὴν φέρον διάνοιαν. ἔσται δὲ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως· οὐχ ὁ πατήρ, πάντως εἰς αὐτὸν ἀναλυθέντος τοῦ υἱοῦ, ὥσπερ εἰς πυρὰν μεγάλην λαμπάδος πρὸς καιρὸν ἀποσπασθείσης, εἶτα συναφθείσης, μηδὲ γὰρ Σαβέλλιοι τῷ ῥητῷ τούτῳ παραφθειρέσθωσαν, ἀλλ᾿ ὅλος θεός, ὅταν μηκέτι πολλὰ ὦμεν, ὥσπερ νῦν τοῖς κινήμασι καὶ τοῖς πάθεσιν, οὐδὲν ὅλως θεοῦ, ἢ ὀλίγον, ἐν ἡμῖν αὐτοῖς φέροντες, ἀλλ᾿ ὅλοι θεοειδεῖς, ὅλου θεοῦ χωρητικοὶ καὶ μόνου. τοῦτο γὰρ ἡ τελείωσις, πρὸς ἣν σπεύδομεν· τεκμηριοῖ δὲ μάλιστα Παῦλος αὐτός. ὃ γὰρ ἐνταῦθα περὶ θεοῦ φησὶν ἀορίστως, ἀλλαχοῦ σαφῶς περιορίζει Χριστῷ. τί λέγων; Ὅπου οὐκ ἔνι Ἕλλην, οὐδὲ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
7. Τρίτον ἀρίθμει τό· μεῖζον· τέταρτον τό· θεόν μου καὶ θεὸν ὑμῶν. εἰ μὲν οὖν μείζων μὲν ἐλέγετο, μὴ ἴσος δέ, τάχα ἂν ἦν τι τοῦτο αὐτοῖς· εἰ δὲ ἀμφότερα σαφῶς εὑρίσκομεν, τί φήσουσιν οἱ γεννάδαι; τί τὸ ἰσχυρὸν αὐτοῖς; πῶς συμβήσεται τὰ ἀσύμβατα; τὸ γὰρ αὐτὸ τοῦ αὐτοῦ ὁμοίως μεῖζον καὶ ἴσον εἶναι τῶν ἀδυνάτων· ἢ δῆλον ὅτι τὸ μεῖζον μέν ἐστι τῆς αἰτίας, τὸ δὲ ἴσον τῆς φύσεως; καὶ τοῦτο ὑπὸ πολλῆς εὐγνωμοσύνης ὁμολογοῦμεν ἡμεῖς. τάχα δ᾿ ἂν εἴποι τις ἄλλος τῷ ἡμετέρῳ λόγῳ προσφιλονεικῶν, μὴ ἔλαττον εἶναι τὸ ἐκ τοιαύτης αἰτίας εἶναι τοῦ ἀναιτίου. τῆς τε γὰρ τοῦ ἀνάρχου δόξης μετέχοι ἄν, ὅτι ἐκ τοῦ ἀνάρχου· καὶ πρόσεστιν ἡ γέννησις, πρᾶγμα τοσοῦτον, τοῖς γε νοῦν ἔχουσι, καὶ οὕτω σεβάσμιον. τὸ γὰρ δὴ λέγειν, ὅτι τοῦ κατὰ τὸν ἄνθρωπον νοουμένου μείζων, ἀληθὲς μέν, οὐ μέγα δέ. τί γὰρ τὸ θαυμαστόν, εἰ μείζων ἀνθρώπου θεός; ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς τὸ μεῖζον κομπάζοντας.
8. Θεὸς δὲ λέγοιτο ἄν, οὐ τοῦ Λόγου, τοῦ ὁρωμένου δέ· πῶς γὰρ ἂν εἴη τοῦ κυρίως θεοῦ θεός; ὥσπερ καὶ πατήρ, οὐ τοῦ ὁρωμένου, τοῦ λόγου δέ. καὶ γὰρ ἦν διπλοῦς· ὥστε τὸ μὲν κυρίως ἐπ᾿ ἀμφοῖν, τὸ δὲ οὐ κυρίως, ἐναντίως ἢ ἐφ᾿ ἡμῶν ἔχει. ἡμῶν γὰρ κυρίως μὲν θεός, οὐ κυρίως δὲ πατήρ. καὶ τοῦτό ἐστιν ὃ ποιεῖ τοῖς αἱρετικοῖς τὴν πλάνην, ἡ τῶν ὀνομάτων ἐπίζευξις, ἐπαλλαττομένων τῶν ὀνομάτων διὰ τὴν σύγκρασιν. σημεῖον δέ· ἡνίκα αἱ φύσεις διίστανται, ταῖς ἐπινοίαις συνδιαιρεῖται καὶ τὰ ὀνόματα. Παύλου λέγοντος ἄκουσον· Ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης. Χριστοῦ μὲν θεός, τῆς δὲ δόξης πατήρ. εἰ γὰρ καὶ τὸ συναμφότερον ἕν, ἀλλ᾿ οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ τούτων. τί ἂν γένοιτο γνωριμώτερον;
9. Πέμπτον λεγέσθω τὸ λαμβάνειν αὐτὸν ζωήν, ἢ κρίσιν, ἢ κληρονομίαν ἐθνῶν, ἢ ἐξουσίαν πάσης σαρκός, ἢ δόξαν, ἢ μαθητάς, ἢ ὅσα λέγεται. καὶ τοῦτο τῆς ἀνθρωπότητος. εἰ δὲ καὶ τῷ θεῷ δοίης, οὐκ ἄτοπον. οὐ γὰρ ὡς ἐπίκτητα δώσεις, ἀλλ᾿ ὡς ἀπ᾿ ἀρχῆς συνυπάρχοντα, καὶ λόγῳ φύσεως, ἀλλ᾿ οὐ χάριτος.
10. Ἕκτον τιθέσθω τὸ μὴ δύνασθαι τὸν υἱὸν ἀφ᾿ ἑαυτοῦ ποιεῖν μηδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα. τοῦτο δὲ τοιοῦτόν ἐστιν· οὐ τῶν καθ᾿ ἕνα τρόπον λεγομένων τὸ δύνασθαι ἢ μὴ δύνασθαι· πολύσημον δέ. τὸ μὲν γάρ τι λέγεται κατὰ δυνάμεως ἔλλειψιν, καί ποτε, καὶ πρός τι, ὡς τὸ μὴ δύνασθαι τὸ παιδίον ἀθλεῖν, ἢ τὸ σκυλάκιον βλέπειν, ἢ πρὸς τόνδε διαγωνίζεσθαι. ἀθλήσει γὰρ ἴσως ποτέ, καὶ ὄψεται, καὶ διαγωνιεῖται πρὸς τόνδε, κἂν πρὸς ἕτερον ἀδυνάτως ἔχῃ. τὸ δέ, ὡς ἐπὶ πλεῖστον, ὡς τό· Οὐ δύναται πόλις κρυβῆναι ἐπ᾿ ἄνω ὄρους κειμένη. τάχα γὰρ ἂν καὶ κρυφθείη τις, ἐπιπροσθοῦντος μείζονος. τὸ δέ, ὡς οὐκ εὔλογον· Οὐ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ᾿ ὅσον ἔνδημος ὁ νυμφίος· εἴτε ὁ σωματικῶς ὁρώμενος· οὐ γὰρ κακοπαθείας, ἀλλ᾿ εὐφροσύνης καιρὸς ὁ τῆς ἐπιδημίας· εἴτε ὡς ὁ λόγος νοούμενος. τί γὰρ δεῖ νηστεύειν σωματικῶς τοὺς λόγῳ καθαιρομένους; τὸ δέ, ὡς ἀβούλητον, ὡς τὸ μὴ δύνασθαι ἐκεῖ σημεῖα ποιῆσαι, διὰ τὴν ἀπιστίαν τῶν δεχομένων. ἐπειδὴ γὰρ τοῦ συναμφοτέρου χρεία πρὸς τὰς ἰάσεις, καὶ τῆς τῶν θεραπευομένων πίστεως, καὶ τῆς τοῦ θεραπευτοῦ δυνάμεως, οὐκ ἐνεδέχετο τὸ ἕτερον τοῦ συζύγου ἐλλείποντος. οὐκ οἶδα δέ, εἰ μὴ καὶ τοῦτο τῷ εὐλόγῳ προσθετέον· οὐ γὰρ εὔλογος ἴασις τοῖς βλαβησομένοις ἐξ ἀπιστίας. τοῦ δὲ αὐτοῦ λόγου καὶ τό· Οὐ δύναται ὁ κόσμος μὴ μισεῖν ὑμᾶς· καί, Πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; πῶς γὰρ ἀδύνατόν τι τούτων, ἢ ὅτι ἀβούλητον; ἔστι δέ τι καὶ τοιοῦτον ἐν τοῖς λεγομένοις, ὃ τῇ φύσει μὲν ἀδύνατον, θεῷ δὲ δυνατὸν βουληθέντι, ὡς τὸ μὴ δύνασθαι τὸν αὐτὸν γεννηθῆναι δεύτερον· καὶ ῥαφὶς οὐκ εἰσδεχομένη κάμηλον. τί γὰρ ἂν καὶ κωλύσειε γενέσθαι ταῦτα θεοῦ θελήσαντος;
11. Τούτων δὲ πάντων ἐκτὸς τὸ παντελῶς ἀδύνατον καὶ ἀνεπίδεκτον, ὡς ὃ νῦν ἐξετάζομεν. ὡς γὰρ ἀδύνατον εἶναι λέγομεν πονηρὸν εἶναι θεόν, ἢ μὴ εἶναι· τοῦτο γὰρ ἀδυναμίας ἂν εἴη μᾶλλον θεοῦ, ἤπερ δυνάμεως· ἢ τὸ μὴ ὂν εἶναι, ἢ τὰ δὶς δύο καὶ τέσσαρα εἶναι καὶ δέκα· οὕτως ἀδύνατον καὶ ἀνεγχώρητον ποιεῖν τι τὸν υἱόν, ὧν οὐ ποιεῖ ὁ πατήρ. πάντα γὰρ ὅσα ἔχει ὁ πατήρ, τοῦ υἱοῦ ἐστίν· ὡς ἔμπαλιν τὰ τοῦ υἱοῦ τοῦ πατρός· οὐδὲν οὖν ἴδιον, ὅτι κοινά. ἐπεὶ καὶ αὐτὸ τὸ εἶναι κοινὸν καὶ ὁμότιμον, εἰ καὶ τῷ υἱῷ παρὰ τοῦ πατρός. καθ᾿ ὃ καὶ λέγεται καὶ τό· Ἐγὼ ζῶ διὰ τὸν πατέρα. οὐχ ὡς ἐκεῖθεν αὐτῷ τοῦ ζῆν καὶ τοῦ εἶναι συνεχομένου, ἀλλ᾿ ὡς ἐκεῖθεν ὑπάρχοντος ἀχρόνως καὶ ἀναιτίως. βλέπει δὲ τὸν πατέρα ποιοῦντα πῶς, καὶ οὕτω ποιεῖ; ἆρα ὡς οἱ τὰς μορφὰς γράφοντες καὶ τὰ γράμματα, διὰ τὸ μὴ εἶναι τῆς ἀληθείας ἄλλως ἐπιτυχεῖν, εἰ μὴ πρὸς τὸ ἀρχέτυπον βλέποντας, κἀκεῖθεν χειραγωγουμένους; καὶ πῶς ἡ σοφία δεῖται τοῦ διδάξοντος, ἢ οὐ ποιήσει τι μὴ διδασκομένη; ποιεῖ δὲ πῶς ὁ πατήρ, ἢ πεποίηκεν; ἆρα ἄλλον προϋπέστησε κόσμον ἀντὶ τοῦ παρόντος, καὶ ὑποστήσει τὸν μέλλοντα, καὶ πρὸς ἐκεῖνα βλέπων ὁ υἱός, τὸν μὲν ὑπέστησε, τὸν δὲ ὑποστήσει; τέσσαρες οὖν κόσμοι κατὰ τὸν λόγον τοῦτον, οἱ μὲν πατρός, οἱ δὲ υἱοῦ ποιήματα. ὢ τῆς ἀλογίας. καθαίρει δὲ λέπρας, καὶ δαιμόνων καὶ νόσων ἀπαλλάττει, καὶ ζωοποιεῖ νεκρούς, καὶ ὑπὲρ θαλάσσης ὁδεύει, καὶ τἄλλα ποιεῖ ὅσα πεποίηκεν, ἐπὶ τίνος ἢ πότε τοῦ πατρὸς ταῦτα προενεργήσαντος; ἢ δῆλον ὅτι τῶν αὐτῶν πραγμάτων τοὺς τύπους ἐνσημαίνεται μὲν ὁ πατήρ, ἐπιτελεῖ δὲ ὁ λόγος, οὐ δουλικῶς, οὐδὲ ἀμαθῶς, ἀλλ᾿ ἐπιστημονικῶς τε καὶ δεσποτικῶς, καὶ οἰκειότερον εἰπεῖν, πατρικῶς; οὕτω γὰρ ἐγὼ δέχομαι τὸ ἅπερ ὑπὸ τοῦ πατρὸς γίνεται, ταῦτα καὶ τὸν υἱὸν ὁμοίως ποιεῖν· οὐ κατὰ τὴν τῶν γινομένων ὁμοίωσιν, ἀλλὰ κατὰ τὴν τῆς ἐξουσίας ὁμοτιμίαν. καὶ τοῦτο ἂν εἴη τὸ ἕως ἄρτι καὶ τὸν πατέρα ἐργάζεσθαι, καὶ τὸν υἱόν· οὐ μόνον δέ, ἀλλὰ καὶ τὴν ὧν πεποιήκασιν οἰκονομίαν τε καὶ συντήρησιν, ὡς δηλοῖ τὸ ποιεῖσθαι τοὺς ἀγγέλους αὐτοῦ πνεύματα· καὶ θεμελιοῦσθαι τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς· ἅπαξ ἡδραςμένα τε καὶ γενόμενα· καὶ στερεοῦσθαι βροντήν, καὶ κτίζεσθαι πνεῦμα, ὧν ἅπαξ μὲν ὁ λόγος ὑπέστη, συνεχὴς δὲ καὶ νῦν ἡ ἐνέργεια.
12. Ἕβδομον λεγέσθω τὸ καταβεβηκέναι ἐκ τοῦ οὐρανοῦ τὸν υἱόν, οὐχ ἵνα ποιῇ τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ πέμψαντος. εἰ μὲν οὖν μὴ παρὰ τοῦ κατεληλυθότος αὐτοῦ ταῦτα ἐλέγετο, εἴπομεν ἂν ὡς παρὰ τοῦ ἀνθρώπου τυποῦσθαι τὸν λόγον, οὐ τοῦ κατὰ τὸν σωτῆρα νοουμένου, τὸ γὰρ ἐκείνου θέλειν οὐδὲ ὑπεναντίον θεῷ, θεοθὲν ὅλον, ἀλλὰ τοῦ καθ᾿ ἡμᾶς· ὡς τοῦ ἀνθρωπίνου θελήματος οὐ πάντως ἑπομένου τῷ θείῳ, ἀλλ᾿ ἀντιπίπτοντος, ὡς τὰ πολλά, καὶ ἀντιπαλαίοντος. καὶ γὰρ ἐκεῖνο οὕτως ἐνοήσαμεν τό· Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὃ ἐγὼ θέλω, ἀλλὰ τὸ σὸν ἰσχυέτω θέλημα. οὔτε γάρ, εἰ δυνατὸν ἢ μή, τοῦτο ἀγνοεῖν ἐκεῖνον εἰκός, οὔτε τῷ θελήματι ἀντεισφέρειν τὸ θέλημα. ἐπεὶ δὲ ὡς παρὰ τοῦ προσλαβόντος ὁ λόγος, τοῦτο γὰρ τὸ κατεληλυθός, οὐ τοῦ προσλήμματος, οὕτως ἀπαντησόμεθα. οὐχ ὡς ὄντος ἰδίου τοῦ υἱοῦ θελήματος παρὰ τὸ τοῦ πατρός, ἀλλ᾿ ὡς οὐκ ὄντος ὁ λόγος· ἵν᾿ ᾖ τοιοῦτον τὸ συναγόμενον· Οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, οὐδὲ γάρ ἐστι τὸ ἐμὸν τοῦ σοῦ κεχωριςμένον, ἀλλὰ τὸ κοινὸν ἐμοῦ τε καὶ σοῦ, ὧν ὡς μία θεότης, οὕτω καὶ βούλησις. πολλὰ γὰρ τῶν οὕτω λεγομένων ἀπὸ κοινοῦ λέγεται, καὶ οὐ θετικῶς, ἀρνητικῶς δέ, ὡς τό· Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ θεὸς τὸ πνεῦμα· οὔτε γὰρ δίδωσιν, οὔτε μεμετρημένον, οὐ γὰρ μετρεῖται παρὰ θεοῦ θεός· καὶ τό· Οὔτε ἡ ἁμαρτία μου, οὔτε ἡ ἀνομία μου· οὐ γὰρ ὡς οὔσης ὁ λόγος, ἀλλ᾿ ὡς οὐκ οὔσης· καὶ πάλιν τό· Οὐ διὰ τὰς δικαιοσύνας ἡμῶν, ἃς ἐποιήσαμεν· οὐ γὰρ ἐποιήσαμεν. δῆλον δὲ τοῦτο κἂν τοῖς ἑξῆς· τί γάρ, φησι, τὸ θέλημα τοῦ πατρός; ἵνα πᾶς ὁ πιστεύων εἰς τὸν υἱὸν σώζηται, καὶ τυγχάνῃ τῆς τελευταίας ἀναστάσεως. ἆρ᾿ οὖν τοῦ πατρὸς μὲν τοῦτο θέλημα, τοῦ υἱοῦ δὲ οὐδαμῶς; ἢ ἄκων εὐαγγελίζεται καὶ πιστεύεται; καὶ τίς ἂν τοῦτο πιστεύσειεν; ἐπεὶ καὶ τὸ τὸν λόγον τὸν ἀκουόμενον μὴ εἶναι τοῦ υἱοῦ, τοῦ πατρὸς δέ, τὴν αὐτὴν ἔχει δύναμιν. πῶς γὰρ ἴδιόν τινος τὸ κοινόν, ἢ μόνου, τοῦτο συνιδεῖν οὐκ ἔχω, πολλὰ σκοπῶν· οἶμαι δέ, οὐδὲ ἄλλος τις. ἂν οὕτω διανοῇς περὶ τοῦ θέλειν, ὀρθῶς νοήσεις καὶ λίαν εὐσεβῶς, ὡς ὁ ἐμὸς λόγος, καὶ παντὸς τοῦ εὐγνώμονος.
13. Ὄγδοόν ἐστιν αὐτοῖς τό· Ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν· καὶ τό· Οὐδεὶς ἀγαθός, εἰ μὴ εἶς ὁ θεός. τοῦτο δὲ καὶ πάντῃ ῥᾴστην ἔχειν τὴν λύσιν μοι φαίνεται. εἰ γὰρ τὸ μόνον ἀληθινὸν ἐπὶ τοῦ πατρὸς θήσεις, ποῦ θήσεις τὴν αὐτοαλήθειαν; καὶ γὰρ εἰ Τῷ μόνῳ σοφῷ θεῷ, ἢ Τῷ μόνῳ ἔχοντι ἀθανασίαν, φῶς οἰκοῦντι ἀπρόσιτον, ἢ Βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ, Καὶ μόνῳ σοφῷ θεῷ νοήσεις οὕτως, οἰχήσεταί σοι θάνατον κατακριθεὶς ὁ υἱός, ἢ σκότος, ἢ τὸ μὴ σοφὸς εἶναι, μηδὲ βασιλεύς, μηδὲ ἀόρατος, μηδὲ ὅλως θεός, ὃ τῶν εἰρημένων κεφάλαιον. πῶς δαὶ οὐκ ἀπολεῖ μετὰ τῶν ἄλλων καὶ τὴν ἀγαθότητα, ἢ μάλιστα μόνου θεοῦ; ἀλλ᾿ οἶμαι τὸ μέν· Ἵνα γινώςκωσι σὲ τὸν μόνον ἀληθινὸν θεόν, ἐπ᾿ ἀναιρέσει λέγεσθαι τῶν οὐκ ὄντων μὲν θεῶν, λεγομένων δέ. οὐ γὰρ ἂν προσέκειτο· Καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν, εἰ πρὸς ἐκεῖνον ἀντιδιῄρητο τὸ μόνον ἀληθινόν, ἀλλὰ μὴ κατὰ κοινοῦ τῆς θεότητος ἦν ὁ λόγος. τὸ δέ, Οὐδεὶς ἀγαθός, ἀπάντησιν ἔχει πρὸς τὸν πειράζοντα νομικόν, ὡς ἀνθρώπῳ τὴν ἀγαθότητα μαρτυρήσαντα. τὸ γὰρ ἄκρως ἀγαθόν, φησι, μόνου θεοῦ, κἂν τοῦτο καὶ ἄνθρωπος ὀνομάζηται, ὡς τό· Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ προβάλλει τὸ ἀγαθόν· καί, Δώσω τὴν βασιλείαν τῷ ἀγαθῷ ὑπὲρ σέ, τοῦ θεοῦ πρὸς τὸν Σαοὺλ περὶ τοῦ Δαβὶδ λέγοντος· καὶ τό· Ἀγάθυνον, κύριε, τοῖς ἀγαθοῖς· καὶ ὅσα ἄλλα τοιαῦτα λέγεται περὶ τῶν ἐν ἡμῖν ἐπαινουμένων, ἐφ᾿ οὓς ἡ ἀπόρροια τοῦ πρώτου καλοῦ καὶ κατὰ δεύτερον λόγον ἔφθασεν. εἰ μὲν οὖν πείθομεν τοῦτο, ἄριστον· εἰ δὲ μή, τί φήσεις πρὸς τοὺς λέγοντας ἑτέρωθι, τὸν υἱὸν μόνον εἰρῆσθαι θεὸν κατὰ τὰς σὰς ὑποθέσεις; ἐν τίσι τοῖς ῥήμασιν; ἐν ἐκείνοις· Οὗτός σου θεός, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· καὶ μετ᾿ ὀλίγα· Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. ὅτι μὲν γὰρ οὐ περὶ τοῦ πατρὸς ἀλλὰ τοῦ υἱοῦ τὸ λεγόμενον, ἡ προσθήκη σαφῶς παρίστησιν. οὗτος γάρ ἐστιν ὁ σωματικῶς ὁμιλήσας ἡμῖν, καὶ μετὰ τῶν κάτω γενόμενος. εἰ δὲ νικήσειε κατὰ τοῦ πατρὸς λέγεσθαι τοῦτο, μὴ τῶν νομιζομένων θεῶν, ἡττήμεθα τὸν πατέρα, δι᾿ ὧν τοῦ υἱοῦ κατεσπουδάσαμεν. καὶ τί ἂν τῆς νίκης ταύτης γένοιτο ἀθλιώτερον ἢ ζημιωδέστερον;
14. Ἔννατον ἐκεῖνο φήσουσι τό· Πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ ἡμῶν. εὖ γε καὶ λίαν μυστικῶς τε καὶ φιλανθρώπως. τὸ γὰρ ἐντυγχάνειν οὐχ, ὡς ἡ τῶν πολλῶν συνήθεια, τὸ ζητεῖν ἐκδίκησιν ἔχει· τοῦτο γάρ πως καὶ ταπεινότητος· ἀλλὰ τὸ πρεσβεύειν ὑπὲρ ἡμῶν τῷ λόγῳ τῆς μεσιτείας· ὡς καὶ τὸ πνεῦμα ὑπὲρ ἡμῶν ἐντυγχάνειν λέγεται. Εἶς γὰρ θεός, εἶς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός. πρεσβεύει γὰρ ἔτι καὶ νῦν, ὡς ἄνθρωπος, ὑπὲρ τῆς ἐμῆς σωτηρίας, ὅτι μετὰ τοῦ σώματός ἐστιν, οὗ προσέλαβεν, ἕως ἂν ἐμὲ ποιήσῃ θεὸν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως, κἂν μηκέτι κατὰ σάρκα γινώσκηται, τὰ σαρκικὰ λέγω πάθη καί, χωρὶς τῆς ἁμαρτίας, ἡμέτερα. οὕτω δὲ καὶ παράκλητον ἔχομεν Ἰησοῦν Χριστὸν οὐχ ὡς ὑπὲρ ἡμῶν προκαλινδούμενον τοῦ πατρός, καὶ προσπίπτοντα δουλικῶς. ἄπαγε τὴν δούλην ὄντως ὑπόνοιαν, καὶ ἀναξίαν τοῦ πνεύματος. οὔτε γὰρ τοῦ πατρὸς τοῦτο ἐπιζητεῖν, οὔτε τοῦ υἱοῦ πάσχειν, οὐδ᾿ ὡς περὶ θεοῦ διανοεῖσθαι δίκαιον· ἀλλ᾿ οἷς πέπονθεν, ὡς ἄνθρωπος, πείθει καρτερεῖν, ὡς λόγος καὶ παραινέτης. τοῦτο νοεῖταί μοι ἡ παράκλησις.
15. Δέκατον αὐτοῖς ἐστιν ἡ ἄγνοια, καὶ τὸ μηδένα γινώσκειν τὴν τελευταίαν ἡμέραν ἢ ὥραν, μηδὲ τὸν υἱὸν αὐτόν, εἰ μὴ τὸν πατέρα. καίτοι πῶς ἀγνοεῖ τι τῶν ὄντων ἡ σοφία, ὁ ποιητὴς τῶν αἰώνων, ὁ συντελεστὴς καὶ μεταποιητής, τὸ πέρας τῶν γενομένων; ὁ οὕτω τὰ τοῦ θεοῦ γινώσκων, ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου τὰ ἐν αὐτῷ; τί γὰρ ταύτης τῆς γνώσεως τελεώτερον; πῶς δαὶ τὰ μὲν πρὸ τῆς ὥρας ἀκριβῶς ἐπίσταται, καὶ τὰ οἷον ἐν χρῷ τοῦ τέλους, αὐτὴν δὲ ἀγνοεῖ τὴν ὥραν; αἰνίγματι γὰρ τὸ πρᾶγμα ὅμοιον, ὥσπερ ἂν εἴ τις τὰ μὲν πρὸ τοῦ τείχους ἀκριβῶς ἐπίστασθαι λέγοι, αὐτὸ δὲ ἀγνοεῖν τὸ τεῖχος· ἢ τὸ τῆς ἡμέρας τέλος εὖ ἐπιστάμενος, τὴν ἀρχὴν τῆς νυκτὸς μὴ γινώσκειν· ἔνθα ἡ τοῦ ἑτέρου γνῶσις ἀναγκαίως συνεισάγει τὸ ἕτερον. ἢ πᾶσιν εὔδηλον, ὅτι γινώσκει μέν, ὡς θεός, ἀγνοεῖν δέ φησιν, ὡς ἄνθρωπος, ἄν τις τὸ φαινόμενον χωρίσῃ τοῦ νοουμένου; τὸ γὰρ ἀπόλυτον εἶναι τοῦ υἱοῦ τὴν προσηγορίαν καὶ ἄσχετον, οὐ προσκειμένου τῷ υἱῷ τοῦ τίνος, ταύτην ἡμῖν δίδωσι τὴν ὑπόνοιαν, ὥστε τὴν ἄγνοιαν ὑπολαμβάνειν ἐπὶ τὸ εὐσεβέστερον, τῷ ἀνθρωπίνῳ, μὴ τῷ θείῳ, ταύτην λογιζομένους.
16. Εἰ μὲν οὖν οὗτος αὐτάρκης ὁ λόγος, ἐνταῦθα στησόμεθα, καὶ μηδὲν πλέον ἐπιζητείσθω· εἰ δὲ μή, τό γε δεύτερον, ὥσπερ τῶν ἄλλων ἕκαστον, οὕτω δὲ καὶ ἡ γνῶσις τῶν μεγίστων ἐπὶ τὴν αἰτίαν ἀναφερέσθω τιμῇ τοῦ γεννήτορος. δοκεῖ δέ μοί τις, μηδ᾿ ἂν ἐκείνως ἀναγνούς, ὡς τῶν καθ᾿ ἡμᾶς φιλολόγων τις, μικρὸν ἐννοῆσαι, ὅτι οὐδὲ ὁ υἱὸς ἄλλως οἶδε τὴν ἡμέραν ἢ τὴν ὥραν, ἢ ὡς ὅτι ὁ πατήρ. τὸ γὰρ συναγόμενον ὁποῖον; ἐπειδὴ ὁ πατὴρ γινώσκει, διὰ τοῦτο καὶ ὁ υἱός, ὡς δῆλον, ὅτι μηδενὶ γνωστὸν τοῦτο μηδὲ ληπτόν, πλὴν τῆς πρώτης φύσεως. ἐλείπετο περὶ τοῦ ἐντετάλθαι, καὶ τετηρηκέναι τὰς ἐντολάς, καὶ τὰ ἀρεστὰ αὐτῷ πάντοτε πεποιηκέναι, διαλαβεῖν ἡμᾶς· ἔτι δὲ τελειώσεως, καὶ ὑψώσεως, καὶ τοῦ μαθεῖν ἐξ ὧν ἔπαθε τὴν ὑπακοήν, ἀρχιερωσύνης τε καὶ προσφορᾶς, καὶ παραδόσεως, καὶ δεήσεως τῆς πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, καὶ ἀγωνίας, καὶ θρόμβων, καὶ προσευχῆς, καὶ εἴ τι ἄλλο τοιοῦτον· εἰ μὴ πᾶσι πρόδηλον ἦν, ὅτι περὶ τὸ πάσχον τὰ τοιαῦτα τῶν ὀνομάτων, οὐ τὴν ἄτρεπτον φύσιν καὶ τοῦ πάσχειν ὑψηλοτέραν. ὁ μὲν οὖν περὶ τῶν ἀντιθέτων λόγος τοσοῦτον, ὅσον ῥίζα τις εἶναι καὶ ὑπόμνημα τοῖς ἐξεταστικωτέροις τῆς τελεωτέρας ἐξεργασίας. ἄξιον δὲ ἴσως, καὶ τοῖς προειρημένοις ἀκόλουθον, μηδὲ τὰς προσηγορίας τοῦ υἱοῦ παρελθεῖν ἀθεωρήτους, πολλάς τε οὔσας, καὶ κατὰ πολλῶν κειμένας τῶν περὶ αὐτὸν νοουμένων, ἀλλ᾿ ἑκάστην αὐτῶν ὅ τί ποτε βούλεται παραστῆσαι, καὶ δεῖξαι τὸ τῶν ὀνομάτων μυστήριον.
17. Ἀρκτέον δὲ ἡμῖν ἐντεῦθεν. τὸ θεῖον ἀκατονόμαστον· καὶ τοῦτο δηλοῦσιν, οὐχ οἱ λογισμοὶ μόνον, ἀλλὰ καὶ Ἑβραίων οἱ σοφώτατοι καὶ παλαιότατοι, ὅσον εἰκάζειν ἔδοσαν. οἱ γὰρ χαρακτῆρσιν ἰδίοις τὸ θεῖον τιμήσαντες, καὶ οὐδὲ γράμμασιν ἀνασχόμενοι τοῖς αὐτοῖς ἄλλο τι γράφεσθαι τῶν μετὰ θεὸν καὶ θεόν, ὡς δέον ἀκοινώνητον εἶναι καὶ μέχρι τούτου τὸ θεῖον τοῖς ἡμετέροις, πότε ἂν δέξαιντο λυομένῃ φωνῇ δηλοῦσθαι τὴν ἄλυτον φύσιν καὶ ἰδιάζουσαν; οὔτε γὰρ ἀέρα τις ἔπνευσεν ὅλον πώποτε, οὔτε οὐσίαν θεοῦ παντελῶς ἢ νοῦς κεχώρηκεν, ἢ φωνὴ περιέλαβεν. ἀλλ᾿ ἐκ τῶν περὶ αὐτὸν σκιαγραφοῦντες τὰ κατ᾿ αὐτὸν, ἀμυδράν τινα καὶ ἀσθενῆ καὶ ἄλλην ἀπ᾿ ἄλλου φαντασίαν συλλέγομεν. καὶ οὗτος ἄριστος ἡμῖν θεολόγος, οὐχ ὃς εὗρε τὸ πᾶν, οὐδὲ γὰρ δέχεται τὸ πᾶν ὁ δεσμός, ἀλλ᾿ ὃς ἂν ἄλλου φαντασθῇ πλέον, καὶ πλεῖον ἐν ἑαυτῷ συναγάγῃ τὸ τῆς ἀληθείας ἴνδαλμα, ἢ ἀποσκίασμα, ἢ ὅ τι καὶ ὀνομάσομεν.
18. Ὅσον δ᾿ οὖν ἐκ τῶν ἡμῖν ἐφικτῶν, ὁ μὲν ὤν, καὶ ὁ θεός, μᾶλλόν πως τῆς οὐσίας ὀνόματα· καὶ τούτων μᾶλλον ὁ ὤν· οὐ μόνον ὅτι τῷ Μωυσεῖ χρηματίζων ἐπὶ τοῦ ὄρους, καὶ τὴν κλῆσιν ἀπαιτούμενος, ἥ τίς ποτε εἴη, τοῦτο προσεῖπεν ἑαυτὸν, Ὁ ὢν ἀπέσταλκέ με, τῷ λαῷ κελεύσας εἰπεῖν· ἀλλ᾿ ὅτι καὶ κυριωτέραν ταύτην εὑρίσκομεν. ἡ μὲν γὰρ τοῦ θεοῦ, κἂν ἀπὸ τοῦ θέειν, ἢ αἴθειν, ἠτυμολόγηται τοῖς περὶ ταῦτα κομψοῖς, διὰ τὸ ἀεικίνητον καὶ δαπανητικὸν τῶν μοχθηρῶν ἕξεων, καὶ γὰρ πῦρ καταναλίσκον ἐντεῦθεν λέγεται, ἀλλ᾿ οὖν τῶν πρός τι λεγομένων ἐστί, καὶ οὐκ ἄφετος· ὥσπερ καὶ ἡ Κύριος φωνή, ὄνομα εἶναι θεοῦ καὶ αὐτὴ λεγομένη· Ἐγὼ γάρ, φησι, κύριος ὁ θεός σου· τοῦτό μού ἐστιν ὄνομα. καί, Κύριος ὄνομα αὐτῷ. ἡμεῖς δὲ φύσιν ἐπιζητοῦμεν, ᾗ τὸ εἶναι καθ᾿ ἑαυτό, καὶ οὐκ ἄλλῳ συνδεδεμένον· τὸ δὲ ὂν ἴδιον ὄντως θεοῦ, καὶ ὅλον, μήτε τῷ πρὸ αὐτοῦ, μήτε τῷ μετ᾿ αὐτόν, οὐ γὰρ ἦν, ἢ ἔσται, περατούμενον ἢ περικοπτόμενον.
19. Τῶν δ᾿ ἄλλων προσηγοριῶν αἱ μὲν τῆς ἐξουσίας εἰσὶ προφανῶς, αἱ δὲ τῆς οἰκονομίας, καὶ ταύτης διττῆς· τῆς μὲν ὑπὲρ τὸ σῶμα, τῆς δὲ ἐν σώματι· οἷον ὁ μὲν παντοκράτωρ, καὶ ὁ βασιλεύς, ἢ τῆς δόξης, ἢ τῶν αἰώνων, ἢ τῶν δυνάμεων, ἢ τοῦ ἀγαπητοῦ, ἢ τῶν βασιλευόντων· καὶ ὁ κύριος, ἢ σαβαώθ, ὅπερ ἐστὶ στρατιῶν, ἢ τῶν δυνάμεων, ἢ τῶν κυριευόντων. ταῦτα μὲν σαφῶς τῆς ἐξουσίας· ὁ δὲ θεός, ἢ τοῦ σώζειν, ἢ ἐκδικήσεων, ἢ εἰρήνης, ἢ δικαιοσύνης, ἢ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ παντὸς Ἰσραὴλ τοῦ πνευματικοῦ καὶ ὁρῶντος θεόν· ταῦτα δὲ τῆς οἰκονομίας. ἐπειδὴ γὰρ τρισὶ τούτοις διοικούμεθα, δέει τε τιμωρίας, καὶ σωτηρίας ἐλπίδι, πρὸς δὲ καὶ δόξης, καὶ ἀσκήσει τῶν ἀρετῶν, ἐξ ὧν ταῦτα· τὸ μὲν τῶν ἐκδικήσεων ὄνομα οἰκονομεῖ τὸν φόβον· τὸ δὲ τῶν σωτηρίων τὴν ἐλπίδα· τὸ δὲ τῶν ἀρετῶν τὴν ἄσκησιν· ἵν᾿ ὡς τὸν θεὸν ἐν ἑαυτῷ φέρων ὁ τούτων τι κατορθῶν μᾶλλον ἐπείγηται πρὸς τὸ τέλειον, καὶ τὴν ἐξ ἀρετῶν οἰκείωσιν. ταῦτα μὲν οὖν ἐστι κοινὰ θεότητος τὰ ὀνόματα. ἴδιον δὲ τοῦ μὲν ἀνάρχου, πατήρ· τοῦ δὲ ἀνάρχως γεννηθέντος, υἱός· τοῦ δὲ ἀγεννήτως προελθόντος, ἢ προιόντος, τὸ πνεῦμα τὸ ἅγιον. ἀλλ᾿ ἐπὶ τὰς τοῦ υἱοῦ κλήσεις ἔλθωμεν, ὅπερ ὡρμήθη λέγειν ὁ λόγος.
20. Δοκεῖ γάρ μοι λέγεσθαι υἱὸς μέν, ὅτι ταὐτόν ἐστι τῷ πατρὶ κατ᾿ οὐσίαν; καὶ οὐκ ἐκεῖνο μόνον, ἀλλὰ κἀκεῖθεν. μονογενὴς δέ, οὐχ ὅτι μόνος ἐκ μόνου καὶ μόνον, ἀλλ᾿ ὅτι καὶ μονοτρόπως, οὐχ ὡς τὰ σώματα. λόγος δέ, ὅτι οὕτως ἔχει πρὸς τὸν πατέρα, ὡς πρὸς νοῦν λόγος· οὐ μόνον διὰ τὸ ἀπαθὲς τῆς γεννήσεως, ἀλλὰ καὶ τὸ συναφές, καὶ τὸ ἐξαγγελτικόν. τάχα δ᾿ ἂν εἴποι τις, ὅτι καὶ ὡς ὅρος πρὸς τὸ ὁριζόμενον, ἐπειδὴ καὶ τοῦτο λέγεται λόγος. ὁ γὰρ νενοηκώς, φησι, τὸν υἱόν, τοῦτο γάρ ἐστι τὸ ἑωρακώς, νενόηκε τὸν πατέρα· καὶ σύντομος ἀπόδειξις καὶ ῥᾳδία τῆς τοῦ πατρὸς φύσεως ὁ υἱός. γέννημα γὰρ ἅπαν τοῦ γεγεννηκότος σιωπῶν λόγος. εἰ δὲ καὶ διὰ τὸ ἐνυπάρχειν τοῖς οὖσι λέγοι τις, οὐχ ἁμαρτήσεται τοῦ λόγου. τί γάρ ἐστιν, ὃ μὴ λόγῳ συνέστηκεν; σοφία δέ, ὡς ἐπιστήμη θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. πῶς γὰρ οἷόν τε τὸν πεποιηκότα τοὺς λόγους ἀγνοεῖν ὧν πεποίηκεν; δύναμις δέ, ὡς συντηρητικὸς τῶν γενομένων, καὶ τὴν τοῦ συνέχεσθαι ταῦτα χορηγῶν δύναμιν. ἀλήθεια δέ, ὡς ἕν, οὐ πολλὰ τῇ φύσει· τὸ μὲν γὰρ ἀληθὲς ἕν, τὸ δὲ ψεῦδος πολυσχιδές· καὶ ὡς καθαρὰ τοῦ πατρὸς σφραγίς, καὶ χαρακτὴρ ἀψευδέστατος. εἰκὼν δέ, ὡς ὁμοούσιον, καὶ ὅτι τοῦτο ἐκεῖθεν, ἀλλ᾿ οὐκ ἐκ τούτου πατήρ. αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου, καὶ οὗ λέγεται· πλὴν ὅτι καὶ πλέον ἐνταῦθα. ἐκεῖ μὲν γὰρ ἀκίνητος κινουμένου· ἐνταῦθα δὲ ζῶντος καὶ ζῶσα, καὶ πλέον ἔχουσα τὸ ἀπαράλλακτον, ἢ τοῦ Ἀδὰμ ὁ Σήθ, καὶ τοῦ γεννῶντος παντὸς τὸ γεννώμενον. τοιαύτη γὰρ ἡ τῶν ἁπλῶν φύσις, μὴ τῷ μὲν ἐοικέναι, τῷ δὲ ἀπεοικέναι, ἀλλ᾿ ὅλον ὅλου τύπον εἶναι, καὶ ταὐτὸν μᾶλλον, ἢ ἀφομοίωμα. φῶς δέ, ὡς λαμπρότης ψυχῶν καὶ λόγῳ καὶ βίῳ καθαιρομένων. εἰ γὰρ σκότος ἡ ἄγνοια καὶ ἡ ἁμαρτία, φῶς ἂν εἴη ἡ γνῶσις, καὶ ὁ βίος ὁ ἔνθεος. ζωὴ δέ, ὅτι φῶς, καὶ πάσης λογικῆς φύσεως σύστασις καὶ οὐσίωσις. ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν, κατὰ τὴν διπλῆν τοῦ ἐμφυσήματος δύναμιν, καὶ πνοὴν ἐκεῖθεν ἐμφυσώμενοι πάντες, καὶ πνεῦμα ἅγιον ὅσοι χωρητικοί, καὶ τοσοῦτον, καθ᾿ ὅσον ἂν τὸ στόμα τῆς διανοίας ἀνοίξωμεν. δικαιοσύνη δέ, ὅτι τοῦ πρὸς ἀξίαν διαιρέτης, καὶ διαιτῶν δικαίως τοῖς ὑπὸ νόμον καὶ τοῖς ὑπὸ χάριν, ψυχῇ καὶ σώματι, ὥστε τὸ μὲν ἄρχειν, τὸ δὲ ἄρχεσθαι, καὶ τὴν ἡγεμονίαν ἔχειν τὸ κρεῖττον κατὰ τοῦ χείρονος, ὡς μὴ τὸ χεῖρον ἐπανίστασθαι τῷ βελτίονι. ἁγιασμὸς δέ, ὡς καθαρότης, ἵνα χωρῆται τὸ καθαρὸν καθαρότητι. ἀπολύτρωσις δέ, ὡς ἐλευθερῶν ἡμᾶς ὑπὸ τῆς ἁμαρτίας κατεχομένους, καὶ λύτρον ἑαυτὸν ἀντιδιδοὺς ἡμῶν τῆς οἰκουμένης καθάρσιον. ἀνάστασις δέ, ὡς ἐντεῦθεν ἡμᾶς ἀπανιστάς, καὶ πρὸς τὴν ζωὴν ἐπανάγων νενεκρωμένους ὑπὸ τῆς ἁμαρτίας.
21. Ταῦτα μὲν οὖν ἔτι κοινὰ τοῦ τε ὑπὲρ ἡμᾶς καὶ τοῦ δι᾿ ἡμᾶς. ἃ δὲ ἰδίως ἡμέτερα καὶ τῆς ἐντεῦθεν προσλήψεως· ἄνθρωπος μέν, οὐχ ἵνα χωρηθῇ μόνον διὰ σώματος σώμασιν, ἄλλως οὐκ ἂν χωρηθεὶς διὰ τὸ τῆς φύσεως ἄληπτον· ἀλλ᾿ ἵνα καὶ ἁγιάσῃ δι᾿ ἑαυτοῦ τὸν ἄνθρωπον, ὥσπερ ζύμη γενόμενος τῷ παντὶ φυράματι, καὶ πρὸς ἑαυτὸν ἑνώσας τὸ κατακριθὲν ὅλον λύσῃ τοῦ κατακρίματος, πάντα ὑπὲρ πάντων γενόμενος, ὅσα ἡμεῖς, πλὴν τῆς ἁμαρτίας, σῶμα, ψυχή, νοῦς, δι᾿ ὅσων ὁ θάνατος· τὸ κοινὸν ἐκ τούτων, ἄνθρωπος, θεὸς ὁρώμενος, διὰ τὸ νοούμενον. υἱὸς δὲ ἀνθρώπου, καὶ διὰ τὸν Ἀδάμ, καὶ διὰ τὴν παρθένον, ἐξ ὧν ἐγένετο· τοῦ μέν, ὡς προπάτορος, τῆς δέ, ὡς μητρός, νόμῳ καὶ οὐ νόμῳ γεννήσεως. Χριστὸς δέ, διὰ τὴν θεότητα· χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος, οὐκ ἐνεργείᾳ κατὰ τοὺς ἄλλους χριστοὺς ἁγιάζουσα, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος· ἧς ἔργον ἄνθρωπον ἀκοῦσαι τὸ χρίον, καὶ ποιῆσαι θεὸν τὸ χριόμενον. ὁδὸς δέ, ὡς δι᾿ ἑαυτοῦ φέρων ἡμᾶς. θύρα δέ, ὡς εἰσαγωγεύς. ποιμὴν δέ, ὡς εἰς τόπον χλόης κατασκηνῶν, καὶ ἐκτρέφων ἐπὶ ὕδατος ἀναπαύσεως, καὶ ἐντεῦθεν ὁδηγῶν, καὶ προπολεμῶν κατὰ τῶν θηρίων· τὸ πλανώμενον ἐπιστρέφων, τὸ ἀπολωλὸς ἐπανάγων, τὸ συντετριμμένον καταδεσμῶν, τὸ ἰσχυρὸν φυλάσσων, καὶ πρὸς τὴν ἐκεῖθεν μάνδραν συνάγων λόγοις ποιμαντικῆς ἐπιστήμης. πρόβατον δέ, ὡς σφάγιον· ἀμνὸς δέ, ὡς τέλειον. ἀρχιερεὺς δέ, ὡς προσαγωγεύς. Μελχισεδὲκ δέ, ὡς ἀμήτωρ τὸ ὑπὲρ ἡμᾶς, καὶ ἀπάτωρ τὸ καθ᾿ ἡμᾶς· καὶ ὡς ἀγενεαλόγητος τὸ ἄνω· Τὴν γὰρ γενεὰν αὐτοῦ, φησί, τίς διηγήσεται; καὶ ὡς βασιλεὺς Σαλήμ, εἰρήνη δὲ τοῦτο, καὶ ὡς βασιλεὺς δικαιοσύνης, καὶ ὡς ἀποδεκατῶν πατριάρχας κατὰ τῶν πονηρῶν δυνάμεων ἀριστεύοντας. ἔχεις τὰς τοῦ υἱοῦ προσηγορίας. βάδιζε δι᾿ αὐτῶν, ὅσαι τε ὑψηλαί, θεικῶς, καὶ ὅσαι σωματικαί, συμπαθῶς· μᾶλλον δὲ ὅλον θεικῶς, ἵνα γένῃ θεὸς κάτωθεν ἀνελθών, διὰ τὸν κατελθόντα δι᾿ ἡμᾶς ἄνωθεν. ἐπὶ πᾶσι, καὶ πρὸ πάντων, ἐκεῖνο τήρει, καὶ οὐκ ἂν σφαλείης ἐν τοῖς ὑψηλοτέροις ἢ ταπεινοτέροις ὀνόμασιν· Ἰησοῦς Χριστός, χθὲς καὶ σήμερον σωματικῶς, ὁ αὐτὸς πνευματικῶς, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου