ΛΟΓΟΣ 31.
ΘΕΟΛΟΓΙΚΟΣ ΠΕΜΠΤΟΣ
ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ
1. Ὁ μὲν δὴ περὶ τοῦ υἱοῦ λόγος τοιοῦτος· καὶ οὕτω διαπέφευγε τοὺς λιθάζοντας, διελθὼν διὰ μέσου αὐτῶν. ὁ λόγος γὰρ οὐ λιθάζεται, λιθοβολεῖ δέ, ὅταν ἐθέλῃ, καὶ σφενδονᾷ θηρία, λόγους κακῶς τῷ ὄρει προσβαίνοντας. τί δ᾿ ἂν εἴποις, φασί, περὶ τοῦ ἁγίου πνεύματος; πόθεν ἡμῖν ἐπεισάγεις ξένον θεὸν καὶ ἄγραφον; τοῦτο ἤδη καὶ οἱ περὶ τὸν υἱὸν μετριάζοντες. ὅπερ γὰρ ἐπὶ τῶν ὁδῶν εὑρεῖν ἐστὶ καὶ τῶν ποταμῶν, σχίζονταί τε ἀπ᾿ ἀλλήλων, καὶ εἰς ἄλληλα συνάγονται· τοῦτο κἀνταῦθα συμβαίνει διὰ τὸν πλοῦτον τῆς ἀσεβείας, καὶ τοὺς τὰ ἄλλα διεστῶτας ἐν ἄλλοις συμφέρεσθαι, ὥστε μηδὲ γινώσκειν καθαρῶς δύνασθαι τὸ συμφέρον ἢ τὸ μαχόμενον.
2. Ἔχει μὲν οὖν τι καὶ δυσχερὲς ὁ περὶ τοῦ πνεύματος λόγος, οὐ μόνον ὅτι ἐν τοῖς περὶ τοῦ υἱοῦ λόγοις ἀποκαμόντες οἱ ἄνθρωποι θερμότερον τῷ πνεύματι προσπαλαίουσι· χρὴ γάρ τι πάντως αὐτοὺς ἀσεβεῖν, ἢ οὐδὲ βιωτός ἐστιν αὐτοῖς ὁ βίος· ἀλλ᾿ ὅτι καὶ ἡμεῖς τῷ πλήθει τῶν ζητημάτων ἀποκναισθέντες ταὐτὸν πάσχομεν τοῖς κακοσίτοις, οἳ ἐπειδὰν πρός τι τῶν βρωμάτων ἀηδισθῶσι, πρὸς πάντα λόγον ὁμοίως, ὥσπερ ἐκεῖνοι πρὸς τροφήν, δυσχεραίνομεν. ὅμως διδότω τὸ πνεῦμα, καὶ ὁ λόγος δραμεῖται, καὶ ὁ θεὸς δοξαςθήσεται. τὸ μὲν οὖν ἐπιμελῶς ἐξετάζειν καὶ διαιρεῖσθαι, ποσαχῶς ἢ τὸ πνεῦμα ἢ τὸ ἅγιον παρὰ τῇ θείᾳ γραφῇ νοεῖται καὶ λέγεται, μετὰ τῶν προσφόρων τῇ θεωρίᾳ μαρτυριῶν, καὶ ὅ τι παρὰ ταῦτα ἰδιοτρόπως τὸ ἐξ ἀμφοῖν συνημμένον, λέγω δὲ τὸ πνεῦμα τὸ ἅγιον, ἑτέροις παρήσομεν, οἳ καὶ ἑαυτοῖς καὶ ἡμῖν ταῦτα πεφιλοσοφήκασιν, ἐπεὶ καὶ ἡμεῖς ταῦτα ἐκείνοις. αὐτοὶ δὲ πρὸς τὰ ἑξῆς τοῦ λόγου τρεψόμεθα.
3. Οἱ μὲν οὖν, ὡς ξένον τινὰ θεὸν καὶ παρέγγραπτον εἰσαγόντων ἡμῶν τὸ πνεῦμα τὸ ἅγιον, δυσχεραίνοντες, καὶ σφόδρα προπολεμοῦντες τοῦ γράμματος, ἴστωσαν ἐκεῖ φοβούμενοι φόβον, οὗ μὴ ἔστι φόβος, καὶ σαφῶς γινωσκέτωσαν ὅτι ἔνδυμα τῆς ἀσεβείας ἐστὶν αὐτοῖς ἡ φιλία τοῦ γράμματος, ὡς δειχθήσεται μικρὸν ὕστερον, ἐπειδὰν τὰς ἐνστάσεις αὐτῶν εἰς δύναμιν διελέγξωμεν. ἡμεῖς δὲ τοσοῦτον θαρροῦμεν τῇ θεότητι τοῦ πνεύματος, ὃ πρεσβεύομεν, ὥστε καὶ τῆς θεολογίας ἐντεῦθεν ἀρξόμεθα, τὰς αὐτὰς τῇ τριάδι φωνὰς ἐφαρμόζοντες, κἄν τισι δοκῇ τολμηρότερον. ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ὁ πατήρ. ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ὁ υἱός. ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ὁ ἄλλος παράκλητος. ἦν, καὶ ἦν, καὶ ἦν· ἀλλ᾿ ἑν ἦν. φῶς, καὶ φῶς, καὶ φῶς ἀλλ᾿ ἑν φῶς, εἷς θεός. τοῦτό ἐστιν ὃ καὶ Δαβὶδ ἐφαντάσθη πρότερον, λέγων· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. καὶ νῦν ἡμεῖς καὶ τεθεάμεθα καὶ κηρύσσομεν, ἐκ φωτὸς τοῦ πατρὸς φῶς καταλαμβάνοντες τὸν υἱὸν ἐν φωτὶ τῷ πνεύματι, σύντομον καὶ ἀπέριττον τῆς τριάδος θεολογίαν. ὁ ἀθετῶν ἀθετείτω, ὁ ἀνομῶν ἀνομείτω· ἡμεῖς ὃ νενοήκαμεν, κηρύσσομεν. ἐπ᾿ ὄρος ὑψηλὸν ἀναβησόμεθα καὶ βοήσομεν, εἰ μὴ κάτωθεν ἀκουοίμεθα. ὑψώσομεν τὸ πνεῦμα, οὐ φοβηθησόμεθα. εἰ δὲ καὶ φοβηθησόμεθα, ἡσυχάζοντες, οὐ κηρύσσοντες.
4. Εἰ ἦν ὅτε οὐκ ἦν ὁ πατήρ, ἦν ὅτε οὐκ ἦν ὁ υἱός. εἰ ἦν ὅτε οὐκ ἦν ὁ υἱός, ἦν ὅτε οὐδὲ τὸ πνεῦμα τὸ ἅγιον. εἰ τὸ ἑν ἦν ἀπ᾿ ἀρχῆς, καὶ τὰ τρία. εἰ τὸ ἑν κάτω βάλλεις, τολμῶ, καὶ λέγω, μηδὲ τὰ δύο θῇς ἄνω. τίς γὰρ ἀτελοῦς θεότητος ὄνησις; μᾶλλον δὲ τίς θεότης, εἰ μὴ τελεία; τελεία δὲ πῶς, ᾗ λείπει τι πρὸς τελείωσιν; λείπει δέ πως, μὴ ἐχούσῃ τὸ ἅγιον· ἔχοι δ᾿ ἂν πῶς, μὴ τοῦτο ἔχουσα; εὖ γὰρ ἄλλη τις παρὰ τοῦτο ἡ ἁγιότης· καὶ ἥ τις αὕτη νοεῖται, λεγέτω τις· ἢ εἴπερ ἡ αὐτή, πῶς οὐκ ἀπ᾿ ἀρχῆς; ὥσπερ ἄμεινον ὂν τῷ θεῷ εἶναί ποτε ἀτελεῖ, καὶ δίχα τοῦ πνεύματος. εἰ μὴ ἀπ᾿ ἀρχῆς ἦν, μετ᾿ ἐμοῦ τέτακται, καὶ εἰ μικρὸν πρὸ ἐμοῦ. χρόνῳ γὰρ ἀπὸ θεοῦ τεμνόμεθα. εἰ τέτακται μετ᾿ ἐμοῦ, πῶς ἐμὲ ποιεῖ θεόν, ἢ πῶς συνάπτει θεότητι;
5. Μᾶλλον δὲ φιλοσοφήσω σοι περὶ αὐτοῦ μικρὸν ἄνωθεν. περὶ τριάδος γὰρ καὶ πρότερον διειλήφαμεν. τὸ πνεῦμα τὸ ἅγιον Σαδδουκαῖοι μὲν οὐδὲ εἶναι τὸ παράπαν ἐνόμισαν· οὐδὲ γὰρ ἀγγέλους, οὐδὲ ἀνάστασιν· οὐκ οἶδ᾿ ὅθεν τὰς τοσαύτας περὶ αὐτοῦ μαρτυρίας ἐν τῇ παλαιᾷ διαπτύσαντες. Ἑλλήνων δὲ οἱ θεολογικώτεροι, καὶ μᾶλλον ἡμῖν προσεγγίσαντες, ἐφαντάσθησαν μέν, ὡς ἐμοὶ δοκεῖ· περὶ δὲ τὴν κλῆσιν διηνέχθησαν, νοῦν τοῦ παντός, καὶ τὸν θύραθεν νοῦν, καὶ τὰ τοιαῦτα προσαγορεύσαντες. τῶν δὲ καθ᾿ ἡμᾶς σοφῶν οἱ μὲν ἐνέργειαν τοῦτο ὑπέλαβον, οἱ δὲ κτίσμα, οἱ δὲ θεόν, οἱ δὲ οὐκ ἔγνωσαν ὁπότερον τούτων, αἰδοῖ τῆς γραφῆς, ὥς φασιν, ὡς οὐδέτερον σαφῶς δηλωσάσης. καὶ διὰ τοῦτο οὔτε σέβουσιν, οὔτε ἀτιμάζουσι, μέσως πως περὶ αὐτοῦ διακείμενοι, μᾶλλον δὲ καὶ λίαν ἀθλίως. καὶ τῶν θεὸν ὑπειληφότων οἱ μὲν ἄχρι διανοίας εἰσὶν εὐσεβεῖς, οἱ δὲ τολμῶσιν εὐσεβεῖν καὶ τοῖς χείλεσιν. ἄλλων δὲ ἤκουσα μετρούντων θεότητα σοφωτέρων, οἳ τρία μὲν εἶναι καθ᾿ ἡμᾶς ὁμολογοῦσι τὰ νοούμενα, τοσοῦτον δὲ ἀλλήλων διέστησαν, ὡς τὸ μὲν καὶ οὐσίᾳ καὶ δυνάμει ποιεῖν ἀόριστον· τὸ δὲ δυνάμει μέν, οὐκ οὐσίᾳ δέ· τὸ δὲ ἀμφοτέροις περιγραπτόν· ἄλλον τρόπον μιμούμενοι τοὺς δημιουργόν, καὶ συνεργόν, καὶ λειτουργὸν ὀνομάζοντας, καὶ τὴν ἐν τοῖς ὀνόμασι τάξιν καὶ χάριν τῶν πραγμάτων ἀκολουθίαν εἶναι νομίζοντας.
6. Ἡμῖν δὲ πρὸς μὲν τοὺς οὐδὲ εἶναι ὑπειληφότας οὐδεὶς λόγος, ἢ τοὺς ληροῦντας ἐν Ἕλλησιν. μηδὲ γὰρ ἁμαρτωλῶν ἐλαίῳ πιανθείημεν εἰς τὸν λόγον. πρὸς δὲ τοὺς ἄλλους οὕτω διαλεξόμεθα. τὸ πνεῦμα τὸ ἅγιον ἢ τῶν καθ᾿ ἑαυτὸ ὑφεστηκότων πάντως ὑποθετέον, ἢ τῶν ἐν ἑτέρῳ θεωρουμένων· ὧν τὸ μὲν οὐσίαν καλοῦσιν οἱ περὶ ταῦτα δεινοί, τὸ δὲ συμβεβηκός. εἰ μὲν οὖν συμβέβηκεν, ἐνέργεια τοῦτο ἂν εἴη θεοῦ. τί γὰρ ἕτερον, ἢ τίνος; τοῦτο γάρ πως μᾶλλον καὶ φεύγει σύνθεσιν. καὶ εἰ ἐνέργεια, ἐνεργηθήσεται δῆλον ὅτι, οὐκ ἐνεργήσει, καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται. τοιοῦτον γὰρ ἡ ἐνέργεια. πῶς οὖν ἐνεργεῖ, καὶ τάδε λέγει, καὶ ἀφορίζει, καὶ λυπεῖται, καὶ παροξύνεται, καὶ ὅσα κινουμένου σαφῶς ἐστίν, οὐ κινήσεως; εἰ δὲ οὐσία τις, οὐ τῶν περὶ τὴν οὐσίαν, ἤτοι κτίσμα ὑποληφθήσεται, ἢ θεός. μέσον γάρ τι τούτων, ἤτοι μηδετέρου μετέχον, ἢ ἐξ ἀμφοῖν σύνθετον, οὐδ᾿ ἂν οἱ τοὺς τραγελάφους πλάττοντες ἐννοήσαιεν. ἀλλ᾿ εἰ μὲν κτίσμα, πῶς εἰς αὐτὸ πιστεύομεν, ἢ ἐν αὐτῷ τελειούμεθα; οὐ γὰρ ταὐτόν ἐστι πιστεύειν εἴς τι, καὶ περὶ αὐτοῦ πιστεύειν. τὸ μὲν γάρ ἐστι θεότητος, τὸ δὲ παντὸς πράγματος. εἰ δὲ θεός, ἀλλ᾿ οὐ κτίσμα, οὐδὲ ποίημα, οὐδὲ σύνδουλον, οὐδ᾿ ὅλως τι τῶν ταπεινῶν ὀνομάτων.
7. Ἐνταῦθα σὸς ὁ λόγος· αἱ σφενδόναι πεμπέσθωσαν, οἱ συλλογισμοὶ πλεκέσθωσαν. ἢ ἀγέννητον πάντως, ἢ γεννητόν. καὶ εἰ μὲν ἀγέννητον, δύο τὰ ἄναρχα. εἰ δὲ γεννητόν, ὑποδιαίρει πάλιν· ἢ ἐκ τοῦ πατρὸς τοῦτο, ἢ ἐκ τοῦ υἱοῦ. καὶ εἰ μὲν ἐκ τοῦ πατρός, υἱοὶ δύο καὶ ἀδελφοί. σὺ δέ μοι πλάττε καὶ διδύμους, εἰ βούλει, ἢ τὸν μὲν πρεσβύτερον, τὸν δὲ νεώτερον· ἐπειδὴ λίαν εἶ φιλοσώματος. εἰ δὲ ἐκ τοῦ υἱοῦ, πέφηνέ, φησι, καὶ υἱωνὸς ἡμῖν θεός· οὗ τί ἂν γένοιτο παραδοξότερον; ταῦτα μὲν οὖν οἱ σοφοὶ τοῦ κακοποιῆσαι, τὰ δὲ ἀγαθὰ γράφειν οὐ θέλοντες. ἐγὼ δὲ εἰ μὲν ἑώρων ἀναγκαίαν τὴν διαίρεσιν, ἐδεξάμην ἂν τὰ πράγματα, οὐ φοβηθεὶς τὰ ὀνόματα. οὐ γάρ, ἐπειδὴ κατά τινα σχέσιν ὑψηλοτέραν υἱὸς ὁ υἱός, οὐ δυνηθέντων ἡμῶν ἄλλως ἢ οὕτως ἐνδείξασθαι τὸ ἐκ τοῦ θεοῦ καὶ ὁμοούσιον, ἤδη καὶ πάσας οἰητέον ἀναγκαῖον εἶναι τὰς κάτω κλήσεις, καὶ τῆς ἡμετέρας συγγενείας, μεταφέρειν ἐπὶ τὸ θεῖον. ἢ τάχα ἂν σύ γε καὶ ἄρρενα τὸν θεὸν ἡμῖν ὑπολάβοις, κατὰ τὸν λόγον τοῦτον, ὅτι θεὸς ὀνομάζεται, καὶ πατήρ; καὶ θῆλύ τι τὴν θεότητα, ὅσον ἐπὶ ταῖς κλήσεσι; καὶ τὸ πνεῦμα οὐδέτερον, ὅτι μὴ γεννητικόν; εἰ δέ σοι καὶ τοῦτο παιχθείη, τῇ ἑαυτοῦ θελήσει τὸν θεὸν συγγενόμενον, κατὰ τοὺς παλαιοὺς λήρους καὶ μύθους, γεννήσασθαι τὸν υἱόν, εἰσήχθη τις ἡμῖν καὶ Μαρκίωνος καὶ Οὐαλεντίνου θεὸς ἀρρενόθηλυς, τοῦ τοὺς καινοὺς αἰῶνας ἀνατυπώσαντος.
8. Ἐπεὶ δέ σου τὴν πρώτην διαίρεσιν οὐ δεχόμεθα, τὴν μηδὲν ἀγεννήτου καὶ γεννητοῦ μέσον ὑπολαμβάνουσαν, αὐτίκα οἰχήσονταί σοι μετὰ τῆς σεμνῆς διαιρέσεως οἱ ἀδελφοὶ καὶ οἱ υἱωνοί, ὥσπερ τινὸς δεσμοῦ πολυπλόκου τῆς πρώτης ἀρχῆς διαλυθείσης συνδιαλυθέντες, καὶ τῆς θεολογίας ὑποχωρήσαντες. ποῦ γὰρ θήσεις τὸ ἐκπορευτόν, εἰπέ μοι, μέσον ἀναφανὲν τῆς σῆς διαιρέσεως, καὶ παρὰ κρείσσονος ἢ κατὰ σὲ θεολόγου, τοῦ σωτῆρος ἡμῶν, εἰσαγόμενον; εἰ μὴ τὴν φωνὴν ἐκείνην τῶν σῶν ἐξεῖλες εὐαγγελίων, διὰ τὴν τρίτην σου διαθήκην, Τὸ πνεῦμα τὸ ἅγιον, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται· ὃ καθ᾿ ὅσον μὲν ἐκεῖθεν ἐκπορεύεται, οὐ κτίσμα· καθ᾿ ὅσον δὲ οὐ γεννητόν, οὐχ υἱός· καθ᾿ ὅσον δὲ ἀγεννήτου καὶ γεννητοῦ μέσον θεός. καὶ οὕτω σου τὰς τῶν συλλογισμῶν ἄρκυς διαφυγὼν, θεὸς ἀναπέφηνε, τῶν σῶν διαιρέσεων ἰσχυρότερος. τίς οὖν ἡ ἐκπόρευσις; εἰπὲ σὺ τὴν ἀγεννησίαν τοῦ πατρός, κἀγὼ τὴν γέννησιν τοῦ υἱοῦ φυσιολογήσω, καὶ τὴν ἐκπόρευσιν τοῦ πνεύματος, καὶ παραπληκτίσομεν ἄμφω εἰς θεοῦ μυστήρια παρακύπτοντες· καὶ ταῦτα τίνες; οἱ μηδὲ τὰ ἐν ποσὶν εἰδέναι δυνάμενοι, μηδὲ ψάμμον θαλασσῶν, καὶ σταγόνας ὑετοῦ, καὶ ἡμέρας αἰῶνος ἐξαριθμεῖσθαι, μὴ ὅτι γε θεοῦ βάθεσιν ἐμβατεύειν, καὶ λόγον ὑπέχειν τῆς οὕτως ἀρρήτου καὶ ὑπὲρ λόγον φύσεως.
9. Τί οὖν ἐστί, φησιν, ὃ λείπει τῷ πνεύματι, πρὸς τὸ εἶναι υἱόν; εἰ γὰρ μὴ λεῖπόν τι ἦν, υἱὸς ἂν ἦν. οὐ λείπειν φαμέν· οὐδὲ γὰρ ἐλλειπὴς θεός· τὸ δὲ τῆς ἐκφάνσεως, ἵν᾿ οὕτως εἴπω, ἢ τῆς πρὸς ἄλληλα σχέσεως διάφορον, διάφορον αὐτῶν καὶ τὴν κλῆσιν πεποίηκεν. οὐδὲ γὰρ τῷ υἱῷ λείπει τι πρὸς τὸ εἶναι πατέρα, οὐδὲ γὰρ ἔλλειψις ἡ υἱότης, ἀλλ᾿ οὐ παρὰ τοῦτο πατήρ. ἢ οὕτω γε καὶ τῷ πατρὶ λείψει τι πρὸς τὸ εἶναι υἱόν· οὐ γὰρ υἱὸς ὁ πατήρ. ἀλλ᾿ οὐκ ἐλλείψεως ταῦτά ποθεν, οὐδὲ τῆς κατὰ τὴν οὐσίαν ὑφέσεως· αὐτὸ δὲ τὸ μὴ γεγενῆσθαι, καὶ τὸ γεγενῆσθαι, καὶ τὸ ἐκπορεύεσθαι, τὸν μὲν πατέρα, τὸν δὲ υἱόν, τὸ δὲ τοῦθ᾿ ὅπερ λέγεται πνεῦμα ἅγιον προσηγόρευσεν, ἵνα τὸ ἀσύγχυτον σώζηται τῶν τριῶν ὑποστάσεων ἐν τῇ μιᾷ φύσει τε καὶ ἀξίᾳ τῆς θεότητος. οὔτε γὰρ ὁ υἱὸς πατήρ, εἷς γὰρ πατήρ, ἀλλ᾿ ὅπερ ὁ πατήρ· οὔτε τὸ πνεῦμα υἱὸς ὅτι ἐκ τοῦ θεοῦ, εἷς γὰρ ὁ μονογενής, ἀλλ᾿ ὅπερ ὁ υἱός· ἑν τὰ τρία τῇ θεότητι, καὶ τὸ ἑν τρία ταῖς ἰδιότησιν· ἵνα μήτε τὸ ἑν Σαβέλλιον ᾖ, μήτε τὰ τρία τῆς πονηρᾶς νῦν διαιρέσεως.
10. Τί οὖν; θεὸς τὸ πνεῦμα; πάνυ γε. τί οὖν, ὁμοούσιον; εἴπερ θεός. δὸς οὖν μοί, φησιν, ἐκ τοῦ αὐτοῦ τὸ μὲν υἱόν, τὸ δὲ οὐχ υἱόν, εἶτα ὁμοούσια, καὶ δέχομαι θεὸν καὶ θεόν. δός μοι καὶ σὺ θεὸν ἄλλον, καὶ φύσιν θεοῦ, καὶ δώσω σοι τὴν αὐτὴν τριάδα μετὰ τῶν αὐτῶν ὀνομάτων τε καὶ πραγμάτων. εἰ δὲ εἷς ὁ θεός, τε καὶ μία φύσις ἡ ἀνωτάτω, πόθεν παραστήσω σοι τὴν ὁμοίωσιν; ἢ ζητεῖς πάλιν ἐκ τῶν κάτω καὶ τῶν περὶ σέ; λίαν μὲν αἰσχρόν, καὶ οὐκ αἰσχρὸν μόνον, ἀλλὰ καὶ μάταιον ἐπιεικῶς, ἐκ τῶν κάτω τῶν ἄνω τὴν εἰκασίαν λαμβάνειν, καὶ τῶν ἀκινήτων ἐκ τῆς ῥευστῆς φύσεως, καί, ὅ φησιν Ἡσαΐας, ἐκζητεῖσθαι τὰ ζῶντα ἐν τοῖς νεκροῖς· ὅμως δὲ πειράσομαι, σὴν χάριν, κἀντεῦθεν δοῦναί τινα τῷ λόγῳ βοήθειαν. τὰ μὲν οὖν ἄλλα παρήσειν μοι δοκῶ, πολλὰ ἂν ἔχων ἐκ τῆς περὶ ζώων ἱστορίας εἰπεῖν, τὰ μὲν ἡμῖν γνώριμα, τὰ δὲ τοῖς ὀλίγοις, ὅσα περὶ τὰς τῶν ζώων γενέσεις ἡ φύσις ἐφιλοτεχνήσατο. γεννᾶσθαι γὰρ λέγεται, οὐκ ἐκ τῶν αὐτῶν τὰ αὐτὰ μόνον, οὐδὲ ἐξ ἑτέρων ἕτερα, ἀλλὰ καὶ ἐξ ἑτέρων τὰ αὐτά, καὶ ἐκ τῶν αὐτῶν ἕτερα. εἰ δέ τῳ πιστὸς ὁ λόγος, καὶ ἄλλος ἐστὶ τρόπος γεννήσεως, αὐτό τι ὑφ᾿ ἑαυτοῦ δαπανώμενον καὶ τικτόμενον. ἔστι δὲ ἃ καὶ ἐξίσταταί πως ἑαυτῶν, ἐξ ἄλλων ζώων εἰς ἄλλα μεθιστάμενά τε καὶ μεταποιούμενα, φιλοτιμίᾳ φύσεως. ἤδη δὲ καὶ τοῦ αὐτοῦ, τὸ μὲν οὐ γέννημα, τὸ δὲ γέννημα, πλὴν ὁμοούσια· ὃ καὶ τῷ παρόντι πως μᾶλλον προσέοικεν. ἑν δέ τι τῶν ἡμετέρων εἰπών, ὃ καὶ πᾶσι γνώριμον, ἐφ᾿ ἕτερον μεταβήσομαι λόγον.
11. Ὁ Ἀδὰμ τί ποτε ἦν; πλάσμα θεοῦ. τί δὲ ἡ Εὖα; τμῆμα τοῦ πλάσματος. τί δὲ ὁ Σήθ; ἀμφοτέρων γέννημα. ἆρ᾿ οὖν ταὐτόν σοι φαίνεται πλάσμα, καὶ τμῆμα, καὶ γέννημα; πῶς οὔ; ὁμοούσια δὲ ταῦτα, ἢ τί; πῶς δ᾿ οὔ; ὡμολόγηται οὖν καὶ τὰ διαφόρως ὑποστάντα τῆς αὐτῆς εἶναι οὐσίας ἐνδέχεσθαι. λέγω δὲ ταῦτα, οὐκ ἐπὶ τὴν θεότητα φέρων τὴν πλάσιν, ἢ τὴν τομήν, ἤ τι τῶν ὅσα σώματος, μή μοί τις ἐπιφυέσθω πάλιν τῶν λογομάχων, ἐπὶ δὲ τούτων θεωρῶν, ὡς ἐπὶ σκηνῆς, τὰ νοούμενα. οὐδὲ γὰρ οἷόν τε τῶν εἰκαζομένων οὐδὲν πρὸς πᾶσαν ἐξικνεῖσθαι καθαρῶς τὴν ἀλήθειαν. καὶ τί ταῦτά, φασιν; οὐ γὰρ τοῦ ἑνὸς τὸ μὲν γέννημα, τὸ δὲ ἄλλο τι. τί οὖν; ἡ Εὖα καὶ ὁ Σήθ, οὐχὶ τοῦ αὐτοῦ τοῦ Ἀδάμ; τίνος γὰρ ἄλλου; ἢ καὶ ἀμφότεροι γεννήματα; οὐδαμῶς. ἀλλὰ τί; τὸ μὲν τμῆμα, τὸ δὲ γέννημα. καὶ μὴν ἀμφότεροι ταὐτὸν ἀλλήλοις· ἄνθρωποι γάρ· οὐδεὶς ἀντερεῖ. παύσῃ οὖν ἀπομαχόμενος πρὸς τὸ πνεῦμα, ὡς ἢ γέννημα πάντως, ἢ μὴ ὁμοούσιον, μηδὲ θεόν, καὶ ἐκ τῶν ἀνθρωπίνων τὸ δυνατὸν λαβὼν τῆς ἡμετέρας ὑπολήψεως; ἐγὼ μὲν οἶμαί σοι καλῶς ἔχειν, εἰ μὴ λίαν ἔγνωκας φιλονεικεῖν, καὶ πρὸς τὰ δῆλα μάχεσθαι.
12. Ἀλλὰ τίς προσεκύνησε τῷ πνεύματί, φησιν; τίς ἢ τῶν παλαιῶν, ἢ τῶν νέων; τίς δὲ προσηύξατο; ποῦ δαὶ τὸ χρῆναι προσκυνεῖν ἢ προσεύχεσθαι γέγραπται; καὶ πόθεν τοῦτο λαβὼν ἔχεις; τὴν μὲν τελεωτέραν αἰτίαν ἀποδώσομεν ὕστερον, ἡνίκα ἂν περὶ τοῦ ἀγράφου διαλεγώμεθα. νῦν δὲ τοσοῦτον εἰπεῖν ἐξαρκέσει· τὸ πνεῦμά ἐστιν, ἐν ᾧ προσκυνοῦμεν, καὶ δι᾿ οὗ προσευχόμεθα. Πνεῦμα γάρ, φησιν, ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. καὶ πάλιν· Τὸ γὰρ τί προσευξόμεθα, καθ᾿ ὃ δεῖ, οὐκ οἴδαμεν, ἀλλ᾿ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. καί, Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοί, τοῦτ᾿ ἐστίν, ἐν νοὶ καὶ πνεύματι. τὸ οὖν προσκυνεῖν τῷ πνεύματι, ἢ προσεύχεσθαι, οὐδὲν ἄλλο εἶναί μοι φαίνεται, ἢ αὐτὸ ἑαυτῷ τὴν εὐχὴν προσάγειν καὶ τὴν προσκύνησιν. ὃ τίς οὐκ ἂν ἐπαινέσειε τῶν ἐνθέων, καὶ τῶν εὖ εἰδότων ὅτι καὶ ἡ τοῦ ἑνὸς προσκύνησις τῶν τριῶν ἐστὶ προσκύνησις, διὰ τὸ ἐν τοῖς τρισὶν ὁμότιμον τῆς ἀξίας καὶ τῆς θεότητος; καὶ μὴν οὐδὲ ἐκεῖνο φοβηθήσομαι τὸ πάντα διὰ τοῦ υἱοῦ γεγονέναι λέγεσθαι, ὡς ἑνὸς τῶν πάντων ὄντος καὶ τοῦ ἁγίου πνεύματος. πάντα γὰρ ὅσα γέγονεν, εἴρηται, οὐχ ἁπλῶς ἅπαντα· οὐδὲ γὰρ ὁ πατήρ, οὐδ᾿ ὅσα μὴ γέγονεν. δεῖξον οὖν, ὅτι γέγονε, καὶ τότε τῷ υἱῷ δός, καὶ τοῖς κτίςμασι συναρίθμησον. ἕως δ᾿ ἂν μὴ τοῦτο δεικνύῃς, οὐδὲν τῷ περιληπτικῷ βοηθῇ πρὸς ἀσέβειαν. εἰ μὲν γὰρ γέγονε, διὰ Χριστοῦ πάντως· οὐδὲ αὐτὸς ἀρνήσομαι. εἰ δὲ οὐ γέγονε, πῶς ἢ τῶν πάντων ἕν, ἢ διὰ Χριστοῦ; παῦσαι οὖν καὶ τὸν πατέρα κακῶς τιμῶν κατὰ τοῦ μονογενοῦς, κακὴ δὲ τιμὴ κτίσμα διδόντα τὸ τιμιώτερον ἀποστερεῖν υἱόν, καὶ τὸν υἱὸν κατὰ τοῦ πνεύματος. οὐ γὰρ ὁμοδούλου δημιουργός, ἀλλ᾿ ὁμοτίμῳ συνδοξαζόμενος. μηδὲν μετὰ σεαυτοῦ θῇς τῆς τριάδος, μὴ τῆς τριάδος ἐκπέσῃς. μηδενὶ περικόψῃς τὴν μίαν φύσιν καὶ ὁμοίως σεβάσμιον, ὡς ὅ τι ἂν τῶν τριῶν καθέλῃς, τὸ πᾶν ἔσῃ καθῃρηκώς, μᾶλλον δὲ τοῦ παντὸς ἐκπεπτωκώς. βέλτιον μικρὰν τῆς ἑνώσεως φαντασίαν λαβεῖν, ἢ παντελῆ τολμῆσαι δυςσέβειαν.
13. Ἥκει δὲ ἡμῖν ὁ λόγος ἐπ᾿ αὐτὸ τὸ κεφάλαιον· καὶ στένω μέν, ὅτι πάλαι τεθνηκὸς ζήτημα, καὶ τῇ πίστει παραχωρῆσαν, νῦν ἀνακαινίζεται· στῆναι δὲ ὅμως ἀναγκαῖον πρὸς τοὺς λογολέσχας, καὶ μὴ ἐρήμην ἁλῶναι, λόγον ἔχοντας, καὶ συνηγοροῦντας πνεύματι. εἰ θεός, φασι, καὶ θεός, καὶ θεός, πῶς οὐχὶ τρεῖς θεοί; ἢ πῶς οὐ πολυαρχία τὸ δοξαζόμενον; ταῦτα τίνες; οἱ τελεώτεροι τὴν ἀσέβειαν, ἢ καὶ οἱ τῆς δευτέρας μερίδος, λέγω δὲ τοὺς περὶ τὸν υἱόν πως εὐγνώμονας; ὁ μὲν γὰρ κοινός μοι πρὸς ἀμφοτέρους λόγος, ὁ δὲ πρὸς τούτους ἴδιος. ὁ μὲν οὖν πρὸς τούτους τοιοῦτος. τί φατε τοῖς τριθείταις ἡμῖν οἱ τὸν υἱὸν σέβοντες, εἰ καὶ τοῦ πνεύματος ἀφεστήκατε; ὑμεῖς δὲ οὐ διθεῖται; εἰ μὲν γὰρ ἀρνεῖσθε καὶ τοῦ μονογενοῦς τὴν προσκύνησιν, σαφῶς τέταχθε μετὰ τῶν ἐναντίων· καὶ τί φιλανθρωπευόμεθα πρὸς ὑμᾶς ὡς οὐ πάντῃ νενεκρωμένους; εἰ δὲ σέβεσθε, καὶ μέχρι τούτου διάκεισθε σωτηρίως, ὑμᾶς ἐρωτήσομεν· τίς ὁ λόγος τῆς διθείας ὑμῖν, ἂν τοῦτο ἐγκαλῆσθε; εἰ ἔστι λόγος συνέσεως, ἀποκρίθητε, δότε καὶ ἡμῖν ὁδὸν ἀποκρίσεως. οἷς γὰρ ἂν ὑμεῖς τὴν διθείαν ἀποκρούσησθε λόγοις, οὗτοι καὶ ἡμῖν κατὰ τῆς τριθείας ἀρκέσουσι. καὶ οὕτω νικῶμεν, ὑμῖν τοῖς κατηγόροις συνηγόροις χρώμενοι· οὗ τί γενναιότερον;
14. Ὁ δὲ κοινὸς ἡμῖν πρὸς ἀμφοτέρους τίς ἀγών τε καὶ λόγος; ἡμῖν εἷς θεός, ὅτι μία θεότης· καὶ πρὸς ἑν τὰ ἐξ αὐτοῦ τὴν ἀναφορὰν ἔχει, κἂν τρία πιστεύηται. οὐ γὰρ τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον θεός· οὐδὲ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον· οὐδὲ βουλήσει τέμνεται, οὐδὲ δανάμει μερίζεται, οὐδέ τι τῶν ὅσα τοῖς μεριστοῖς ὑπάρχει, κἀνταῦθα λαβεῖν ἐστίν· ἀλλὰ ἀμέριστος ἐν μεμερισμένοις, εἰ δεῖ συντόμως εἰπεῖν, ἡ θεότης· καὶ οἷον ἐν ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων, μία τοῦ φωτὸς σύγκρασις. ὅταν μὲν οὖν πρὸς τὴν θεότητα βλέψωμεν, καὶ τὴν πρώτην αἰτίαν, καὶ τὴν μοναρχίαν, ἑν ἡμῖν τὸ φανταζόμενον· ὅταν δὲ πρὸς τὰ ἐν οἷς ἡ θεότης, καὶ τὰ ἐκ τῆς πρώτης αἰτίας ἀχρόνως ἐκεῖθεν ὄντα καὶ ὁμοδόξως, τρία τὰ προσκυνούμενα.
15. Τί δαί, οὐχὶ καὶ παρ᾿ Ἕλλησι, φαῖεν ἄν, μία θεότης, ὡς οἱ τὰ τελεώτερα παρ᾿ ἐκείνοις φιλοσοφοῦντες, καὶ παρ᾿ ἡμῖν ἀνθρωπότης μία, τὸ γένος ἅπαν; ἀλλ᾿ ὅμως θεοὶ πολλοί, καὶ οὐχ εἷς, ὡς δὴ καὶ ἄνθρωποι; ἀλλ᾿ ἐκεῖ μὲν ἡ κοινότης τὸ ἑν ἔχει μόνον ἐπινοίᾳ θεωρητόν· τὰ δὲ καθ᾿ ἕκαστον πλεῖστον ἀλλήλων καὶ τῷ χρόνῳ καὶ τοῖς πάθεσι καὶ τῇ δυνάμει μεμερισμένα. ἡμεῖς τε γὰρ οὐ σύνθετοι μόνον, ἀλλὰ καὶ ἀντίθετοι καὶ ἀλλήλοις καὶ ἡμῖν αὐτοῖς, οὐδὲ ἐπὶ μιᾶς ἡμέρας οἱ αὐτοὶ καθαρῶς μένοντες, μὴ ὅτι τὸν ἅπαντα βίον, ἀλλὰ καὶ σώμασι καὶ ψυχαῖς ἀεὶ ῥέοντες τε καὶ μεταπίπτοντες. οὐκ οἶδα δέ, εἰ μὴ καὶ ἄγγελοι καὶ πᾶσα φύσις ἡ ἄνω μετὰ τὴν τριάδα, κἂν ἁπλοῖ τινὲς ὦσι, καὶ πρὸς τὸ καλὸν παγιώτεροι τῇ πρὸς τὸ ἄκρον καλὸν ἐγγύτητι.
16. Οἵ τε παρ᾿ Ἑλλήνων σεβόμενοι θεοί τε καὶ δαίμονες, ὡς αὐτοὶ λέγουσιν, οὐδὲν ἡμῶν δέονται κατηγόρων, ἀλλὰ τοῖς σφῶν αὐτῶν ἁλίσκονται θεολόγοις, ὡς μὲν ἐμπαθεῖς, ὡς δὲ στασιώδεις, ὅσων δὲ κακῶν γέμοντες καὶ μεταβολῶν, καὶ οὐ πρὸς ἀλλήλους μόνον ἀλλὰ καὶ πρὸς τὰς πρώτας αἰτίας ἀντιθέτως ἔχοντες, οὓς δὴ καὶ Ὠκεανούς, καὶ Τηθύας, καὶ Φάνητας, καὶ οὐκ οἶδα οὕς τινας ὀνομάζουσι· καὶ τελευταῖόν τινα θεὸν μισότεκνον διὰ φιλαρχίαν, πάντας καταπίνοντα τοὺς ἄλλους ἐξ ἀπληστίας, ἵνα γένηται πάντων ἀνδρῶν τε θεῶν τε πατήρ, δυστυχῶς ἐσθιομένων καὶ ἐμουμένων. εἰ δὲ ταῦτα μῦθοι καὶ ὑπόνοιαί τινες, ὡς αὐτοί φασι, τὸ αἰσχρὸν τοῦ λόγου διαδιδράσκοντες, τί φήσουσι πρὸς τό, Τριχθὰ δὲ πάντα δέδασται, καὶ τὸ ἄλλον ἄλλῳ τινὶ τῶν ὄντων ἐπιστατεῖν, διηρημένους καὶ ταῖς ὕλαις καὶ τοῖς ἀξιώμασι; τὸ δὲ ἡμέτερον οὐ τοιοῦτον· οὐδὲ αὕτη μερὶς τῷ Ἰακώβ, φησιν ὁ ἐμὸς θεολόγος· ἀλλὰ τὸ ἑν ἕκαστον αὐτῶν ἔχει πρὸς τὸ συγκείμενον οὐχ ἧττον ἢ πρὸς ἑαυτό, τῷ ταὐτῷ τῆς οὐσίας καὶ τῆς δυνάμεως. καὶ οὗτος ὁ τῆς ἑνώσεως λόγος, ὅσον ἐφ᾿ οἷς ἡμεῖς κατειλήφαμεν. εἰ μὲν οὖν οὗτος ἰσχυρὸς ὁ λόγος, τῷ θεῷ χάρις τῆς θεωρίας· εἰ δὲ μή, ζητῶμεν τὸν ἰσχυρότερον.
17. Τοὺς δὲ σοὺς λόγους οὐκ οἶδα πότερον παίζοντος εἶναι φήσομεν, ἢ σπουδάζοντος, οἷς ἀναιρεῖς ἡμῶν τὴν ἕνωσιν. τίς γὰρ δὴ καὶ ὁ λόγος; τὰ ὁμοούσια συναριθμεῖται, φῄς· συναρίθμησιν λέγων τὴν εἰς ἀριθμὸν ἕνα συναίρεσιν· οὐ συναριθμεῖται δὲ τὰ μὴ ὁμοούσια· ὥστε ὑμεῖς μὲν οὐ φεύξεσθε τὸ λέγειν τρεῖς θεοὺς κατὰ τὸν λόγον τοῦτον· ἡμῖν δὲ οὐδὲ εἷς κίνδυνος· οὐ γὰρ ὁμοούσια λέγομεν. σὺ μὲν οὖν ἀπήλλαξας σεαυτὸν πραγμάτων μιᾷ φωνῇ, καὶ τὴν κακὴν νίκην νενίκηκας· ὅμοιόν τι ποιήσας τοῖς διὰ θανάτου φόβον ἀπαγχομένοις. ἵνα γὰρ μὴ κάμῃς τῇ μοναρχίᾳ συνιστάμενος, ἠρνήσω θεότητα, καὶ προδέδωκας τοῖς ἐχθροῖς τὸ ζητούμενον. ἐγὼ δὲ κἄν τι δέῃ καμεῖν, οὐ προήσομαι τὸ προσκυνούμενον. ἐνταῦθα δὲ οὐδὲ ὁρῶ τίς ὁ πόνος.
18. Συναριθμεῖται, φής, τὰ ὁμοούσια· τὰ δὲ οὐχ οὕτως ἔχοντα μοναδικὴν ἔχει τὴν δήλωσιν. πόθεν σοι τοῦτο, καὶ παρὰ τίνων δογματιστῶν καὶ μυθολόγων; ἢ ἀγνοεῖς, ὅτι πᾶς ἀριθμὸς τῆς ποσότητος τῶν ὑποκειμένων ἐστὶ δηλωτικός, οὐ τῆς φύσεως τῶν πραγμάτων; ἐγὼ δὲ οὕτως ἀρχαίως ἔχω, μᾶλλον δὲ ἀμαθῶς, ὥστε τρία μὲν ὀνομάζω τὰ τοσαῦτα τῷ ἀριθμῷ, κἂν διέστηκε τὴν φύσιν· ἑν δέ, καὶ ἕν, καὶ ἕν, ἄλλως τὰς τοσαύτας μονάδας, κἂν τῇ οὐσίᾳ συνάπτωνται, οὐ πρὸς τὰ πράγματα μᾶλλον ἀφορῶν, ἢ τὸ πόσον τῶν πραγμάτων, καθ᾿ ὧν ἡ ἀρίθμησις. ἐπεὶ δὲ λίαν περιέχῃ τοῦ γράμματος, καίτοι γε πολεμῶν τῷ γράμματι, ἐκεῖθέν μοι λάβε τὰς ἀποδείξεις. τρία ἐν ταῖς παροιμίαις ἐστίν, ἃ εὐόδως πορεύεται, λέων, καὶ τράγος, καὶ ἀλεκτρυών· καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει τὸ τέταρτον· ἵνα μὴ λέγω τὰς ἄλλας ἐκεῖ τετράδας ἀριθμουμένας, τῇ δὲ φύσει διηρημένας. καὶ δύο τῷ Μωυσεῖ χερουβὶμ εὑρίσκω μοναδικῶς ἀριθμούμενα. πῶς οὖν ἢ ἐκεῖνα τρία, κατὰ τὴν σὴν τεχνολογίαν, τοσοῦτον ἀλλήλων ἀπερρηγμένα ταῖς φύσεσιν· ἢ ταῦτα μοναδικά, τοσοῦτον ἀλλήλοις ὁμοφυῆ καὶ συγκείμενα; εἰ γὰρ λέγοιμι θεὸν καὶ μαμωνᾶν δύο κυρίους εἰς ἑν ἀριθμουμένους, τοσούτῳ μακρὰν ὄντας ἀλλήλων, τάχα ἂν καὶ μᾶλλον γελασθείην τῆς συναριθμήσεως.
19. Ἀλλ᾿ ἐμοί, φησιν, ἐκεῖνα συναριθμούμενα λέγεται, καὶ τῆς αὐτῆς οὐσίας, οἷς συνεκφωνεῖται καταλλήλως καὶ τὰ ὀνόματα· οἷον, ἄνθρωποι τρεῖς, καὶ θεοὶ τρεῖς, οὐχὶ τρία τάδε καὶ τάδε. τίς γὰρ ἡ ἀντίδοσις; τοῦτο νομοθετοῦντός ἐστι τοῖς ὀνόμασιν, οὐκ ἀληθεύοντος. ἐπεὶ κἀμοὶ Πέτρος, καὶ Παῦλος, καὶ Ἰωάννης, οὐ τρεῖς, οὐδὲ ὁμοούσιοι, ἕως ἂν μὴ τρεῖς Πέτροι, καὶ τρεῖς Παῦλοι, καὶ Ἰωάνναι τοσοῦτοι λέγονται. ὃ γὰρ σὺ τετήρηκας ἐπὶ τῶν γενικωτέρων ὀνομάτων, τοῦτο καὶ ἡμεῖς ἀπαιτήσομεν ἐπὶ τῶν εἰδικωτέρων κατὰ τὴν σὴν ἀνάπλασιν. ἢ ἀδικήσεις, μὴ διδοὺς ὅπερ εἴληφας; τί δὲ ὁ Ἰωάννης, τρεῖς εἶναι τοὺς μαρτυροῦντας λέγων ἐν ταῖς καθολικαῖς, τὸ πνεῦμα, τὸ ὕδωρ, τὸ αἷμα; ἆρά σοι ληρεῖν φαίνεται, πρῶτον μὲν ὅτι τὰ μὴ ὁμοούσια συναριθμῆσαι τετόλμηκεν, ὃ τοῖς ὁμοουσίοις σὺ δίδως, τίς γὰρ ἂν εἴποι ταῦτα μιᾶς οὐσίας; δεύτερον δὲ ὅτι μὴ καταλλήλως ἔχων ἀπήντησεν, ἀλλὰ τὸ τρεῖς ἀρρενικῶς προθείς, τὰ τρία οὐδετέρως ἐπήνεγκε, παρὰ τοὺς σοὺς καὶ τῆς σῆς γραμματικῆς ὅρους καὶ νόμους; καίτοι τί διαφέρει, ἢ τρεῖς προθέντα ἑν καὶ ἑν καὶ ἑν ἐπενεγκεῖν, ἢ ἕνα καὶ ἕνα καὶ ἕνα λέγοντα μὴ τρεῖς ἀλλὰ τρία προσαγορεύειν; ὅπερ αὐτὸς ἀπαξιοῖς ἐπὶ τῆς θεότητος. τί δέ σοι ὁ καρκίνος, τό τε ζῶον, τό τε ὄργανον, ὅ τε ἀστήρ; τί δὲ ὁ κύων, ὅ τε χερσαῖος, καὶ ὁ ἔνυδρος, καὶ ὁ οὐράνιος; οὐ τρεῖς λέγεσθαί σοι δοκοῦσι καρκίνοι καὶ κύνες; πάντως γε. ἆρα οὖν παρὰ τοῦτο καὶ ὁμοούσιοι; τίς φήσει τῶν νοῦν ἐχόντων; ὁρᾷς ὅπως σοι διαπέπτωκεν ὁ περὶ τῆς συναριθμήσεως λόγος, τοσούτοις ἐληλεγμένος; εἰ γὰρ μήτε τὰ ὁμοούσια πάντως συναριθμεῖται, καὶ συναριθμεῖται τὰ μὴ ὁμοούσια, ἥ τε τῶν ὀνομάτων συνεκφώνησις ἐπ᾿ ἀμφοῖν, τί σοι πλέον ὧν ἐδογμάτισας;
20. Σκοπῶ δὲ κἀκεῖνο, καὶ ἴσως οὐκ ἔξω λόγου. τὸ ἑν καὶ τὸ ἑν οὐκ εἰς δύο συντίθεται; τὰ δύο δὲ οὐκ εἰς ἑν καὶ ἑν ἀναλύεται; δῆλον ὅτι. εἰ οὖν ὁμοούσια μὲν τὰ συντιθέμενα κατὰ τὸν σὸν λόγον, ἑτεροούσια δὲ τὰ τεμνόμενα, τί συμβαίνει; τὰ αὐτὰ ὁμοούσιά τε εἶναι καὶ ἑτεροούσια. γελῶ σου καὶ τὰς προαριθμήσεις, καὶ τὰς ὑπαριθμήσεις, αἷς σὺ μέγα φρονεῖς, ὥσπερ ἐν τῇ τάξει τῶν ὀνομάτων κειμένων τῶν πραγμάτων. εἰ γὰρ τοῦτο, τί κωλύει κατὰ τὸν αὐτὸν λόγον, ἐπειδὴ τὰ αὐτὰ καὶ προαριθμεῖται καὶ ὑπαριθμεῖται παρὰ τῇ θείᾳ γραφῇ διὰ τὴν ἰσοτιμίαν τῆς φύσεως, αὐτὰ ἑαυτῶν εἶναι τιμιώτερά τε καὶ ἀτιμότερα; ὁ δὲ αὐτός μοι καὶ περὶ τῆς Θεὸς φωνῆς καὶ Κύριος λόγος· ἔτι δὲ τῶν προθέσεων, τῆς ἐξ οὗ, καὶ δι᾿ οὗ, καὶ ἐν ᾧ, αἷς σὺ κατατεχνολογεῖς ἡμῖν τὸ θεῖον, τὴν μὲν τῷ πατρὶ διδούς, τὴν δὲ τῷ υἱῷ, τὴν δὲ τῷ ἁγίῳ πνεύματι. τί γὰρ ἂν ἐποίησας, παγίως ἑκάστου τούτων ἑκάστῳ νενεμημένου ὁπότε πάντων πᾶσι συντεταγμένων, ὡς δῆλον τοῖς φιλοπόνοις, τοσαύτην σὺ διὰ τούτων εἰσάγεις καὶ τῆς ἀξίας καὶ τῆς φύσεως ἀνισότητα; ἀπόχρη καὶ ταῦτα τοῖς μὴ λίαν ἀγνώμοσιν. ἐπειδὴ δέ σε τῶν χαλεπῶν ἐστίν, ἅπαξ ἐπιπηδήσαντα τῷ πνεύματι, τῆς φορᾶς σχεθῆναι, ἀλλὰ μή, καθάπερ τῶν συῶν τοὺς θρασυτέρους, εἰς τέλος φιλονεικεῖν, καὶ πρὸς τὸ ξίφος ὠθίζεσθαι, μέχρις ἂν πᾶσαν εἴσω τὴν πληγὴν ὑπολάβῃς, φέρε, σκεψώμεθα τίς ἔτι σοι λείπεται λόγος.
21. Πάλιν καὶ πολλάκις ἀνακυκλεῖς ἡμῖν τὸ ἄγραφον. ὅτι μὲν οὖν οὐ ξένον τοῦτο, οὐδὲ παρείσακτον, ἀλλὰ καὶ τοῖς πάλαι καὶ τοῖς νῦν γνωριζόμενον καὶ παραγυμνούμενον, δέδεικται μὲν ἤδη πολλοῖς τῶν περὶ τούτου διειληφότων, ὅσοι μὴ ῥᾳθύμως μηδὲ παρέργως ταῖς θείαις γραφαῖς ἐντυχόντες, ἀλλὰ διασχόντες τὸ γράμμα καὶ εἴσω παρακύψαντες, τὸ ἀπόθετον κάλλος ἰδεῖν ἠξιώθησαν, καὶ τῷ φωτισμῷ τῆς γνώσεως κατηυγάσθησαν. δηλώσωμεν δὲ καὶ ἡμεῖς ἐξ ἐπιδρομῆς, ὅσον ἐνδέχεται, τοῦ μὴ δοκεῖν εἶναι περιττοί τινες, μηδὲ φιλοτιμότεροι τοῦ δέοντος, ἐποικοδομοῦντες ἐπὶ θεμέλιον ἀλλότριον. εἰ δὲ τὸ μὴ λίαν σαφῶς γεγράφθαι θεὸν μηδὲ πολλάκις ὀνομαστί, ὥσπερ τὸν πατέρα πρότερον καὶ τὸν υἱὸν ὕστερον, αἴτιόν σοι γίνεται βλασφημίας, καὶ τῆς περιττῆς ταύτης γλωσσαλγίας καὶ ἀσεβείας, ἡμεῖς σοι λύσομεν ταύτην τὴν βλάβην, μικρὰ περὶ πραγμάτων καὶ ὀνομάτων καὶ μάλιστα παρὰ τῇ τῆς γραφῆς συνηθείᾳ φιλοσοφήσαντες.
22. Τῶν πραγμάτων τὰ μὲν οὐκ ἔστι, λέγεται δέ· τὰ δὲ ὄντα οὐ λέγεται· τὰ δὲ οὔτε ἔστιν, οὔτε λέγεται· τὰ δὲ ἄμφω, καὶ ἔστι, καὶ λέγεται. τούτων ἀπαιτεῖς με τὰς ἀποδείξεις; παρασχεῖν ἕτοιμος. ὑπνοῖ τῇ γραφῇ θεός, καὶ γρηγορεῖ, καὶ ὀργίζεται, καὶ βαδίζει, καὶ θρόνον ἔχει τὰ χερουβίμ· καίτοι πότε γέγονεν ἐμπαθής; πότε δὲ σῶμα θεὸν ἀκήκοας; τοῦτο οὐκ ὂν ἀνεπλάσθη. ὠνομάσαμεν γάρ, ὡς ἡμῖν ἐφικτόν, ἐκ τῶν ἡμετέρων τὰ τοῦ θεοῦ. τὸ μὲν ἠρεμεῖν αὐτὸν ἀφ᾿ ἡμῶν, καὶ οἷον ἀμελεῖν, δι᾿ ἃς αὐτὸς οἶδεν αἰτίας, ὑπνοῦν. τὸ γὰρ ἡμέτερον ὑπνοῦν τοιοῦτον, ἀνενέργητόν τε καὶ ἄπρακτον. τὸ δὲ ἀθρόως εὖ ποιεῖν ἐκ μεταβολῆς, γρηγορεῖν. ὕπνου γὰρ λύσις ἐγρήγορσις, ὥσπερ ἀποστροφῆς ἐπίσκεψις. τὸ δὲ κολάζειν ὀργίζεσθαι πεποιήκαμεν· οὕτω γὰρ ἡμῖν ἐξ ὀργῆς ἡ κόλασις. τὸ δὲ νῦν μὲν τῇδε, νῦν δὲ τῇδε ἐνεργεῖν, βαδίζειν. ἡ γὰρ ἀπ᾿ ἄλλου πρὸς ἄλλο μετάβασις, βαδισμός. τὸ δὲ ἀναπαύεσθαι ταῖς ἁγίαις δυνάμεσι, καὶ οἷον ἐμφιλοχωρεῖν, καθέζεσθαι καὶ θρονίζεσθαι. καὶ τοῦτο ἡμέτερον. οὐδενὶ γὰρ οὕτως ὡς τοῖς ἁγίοις τὸ θεῖον ἐναναπαύεται. τὸ δὲ ὀξυκίνητον, πτῆσιν· τὴν δὲ ἐπισκοπήν, πρόςωπον· τὸ διδόναι δὲ καὶ προσίεσθαι, χεῖρα· καὶ ἄλλη τις ὅλως τῶν τοῦ θεοῦ δυνάμεων ἢ ἐνεργειῶν ἄλλο τι τῶν σωματικῶν ἡμῖν ἀνεζωγράφησεν.
23. Πάλιν σὺ πόθεν τὸ ἀγέννητον λαβὼν ἔχεις, ἢ τὸ ἄναρχον, τὰς σὰς ἀκροπόλεις, ἢ καὶ ἡμεῖς τὸ ἀθάνατον; δεῖξον ταῦτα ὀνομαστί, ἢ ἀθετήσομεν, ἐπειδὴ οὐ γέγραπται, ἢ διαγράψομεν. καὶ τέθνηκας ἐκ τῶν σῶν ὑποθέσεων, καθαιρεθέντων σοι τῶν ὀνομάτων, καὶ τοῦ τείχους τῆς καταφυγῆς ἐφ᾿ ᾧ ἐπεποίθεις. ἢ δῆλον ὅτι ἐκ τῶν ταῦτα συναγόντων, κἂν μὴ ταῦτα λέγηται; τίνων τούτων; Ἐγώ εἰμι πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα. καί, Πρὸ ἐμοῦ οὐκ ἔστιν ἄλλος θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. ὅλον γὰρ τὸ ἔστιν ἐμόν· οὔτε ἠργμένον, οὔτε παυσόμενον. ταῦτα λαβών, τὸ μὲν μὴ εἶναί τι πρὸ αὐτοῦ, μηδὲ πρεσβυτέραν αἰτίαν ἔχειν, ἄναρχον προσηγόρευσας, καὶ ἀγέννητον· τὸ δὲ μὴ στήσεσθαι τοῦ εἶναι, ἀθάνατον καὶ ἀνώλεθρον. αἱ μὲν δὴ πρῶται συζυγίαι τοιαῦται, καὶ οὕτως ἔχουσαι. τίνα δὲ οὔτε ἔστιν, οὔτε λέγεται; πονηρὸν τὸ θεῖον, ἡ σφαῖρα τετράγωνος, τὸ παρελθὸν ἐνέστηκεν, οὐ σύνθετον ὁ ἄνθρωπος. τίνα γὰρ εἰς τοσοῦτον ἐμπληξίας ποτὲ ἀφικόμενον ἔγνως, ὥστε τι τοιοῦτον ἢ ἐννοῆσαι τολμῆσαι, ἢ ἀποφήνασθαι; λείπεται δεῖξαι τίνα καὶ ἔστι καὶ λέγεται· θεός, ἄνθρωπος, ἄγγελος, κρίσις· ματαιότης οἱ τοιοῦτοι συλλογισμοί, καὶ τῆς πίστεως ἀνατροπή, καὶ τοῦ μυστηρίου κένωσις.
24. Τοσαύτης οὖν οὔσης διαφορᾶς ἐν τοῖς ὀνόμασι καὶ τοῖς πράγμασι, πῶς οὕτω σὺ λίαν δουλεύεις τῷ γράμματι, καὶ γίνῃ μετὰ τῆς Ἰουδαικῆς σοφίας, καὶ συλλαβαῖς ἀκολουθεῖς, ἀφεὶς τὰ πράγματα; εἰ δὲ σοῦ τὰ δὶς πέντε λέγοντος, ἢ τὰ δὶς ἑπτά, τὰ δέκα συνῆγον, ἢ τέσσαρες καὶ δέκα ἐκ τῶν λεγομένων· ἢ ἐκ τοῦ ζῶον λογικόν, θνητόν, τὸν ἄνθρωπον, ἆρα ἄν σοι ληρεῖν ἐνομίσθην; καὶ πῶς, τὰ σὰ λέγων; οὐ γὰρ τοῦ λέγοντος μᾶλλον οἱ λόγοι, ἢ τοῦ λέγειν συναναγκάζοντος. ὥσπερ οὖν ἐνταῦθα, οὐκ ἂν τὰ λεγόμενα μᾶλλον ἐσκόπουν, ἢ τὰ νοούμενα· οὕτως οὐδὲ εἴ τι ἄλλο τῶν μὴ λεγομένων, ἢ μὴ σαφῶς, ἐκ τῆς γραφῆς νοούμενον ηὕρισκον, ἔφυγον ἂν τὴν ἐκφώνησιν, φοβούμενος σὲ τὸν συκοφάντην τῶν ὀνομάτων. οὕτω μὲν οὖν στησόμεθα πρὸς τοὺς ἐξ ἡμισείας εὐγνώμονας. σοὶ γὰρ οὐδὲ τοῦτο ἔξεστι λέγειν. ὁ γὰρ τὰς τοῦ υἱοῦ προσηγορίας οὕτως ἐναργεῖς οὔσας καὶ τοσαύτας ἀρνούμενος, οὐδ᾿ ἂν ταύτας ᾐδέσθης δῆλον ὅτι, καὶ εἰ πολλῷ σαφεστέρας καὶ πλείους ἐγίνωσκες. ἤδη δὲ καὶ τὴν αἰτίαν δηλώσω τῆς πάσης ἐπικρύψεως, καίπερ σοφοῖς οὖσιν ὑμῖν, βραχύ τι τὸν λόγον ἀναγαγών.
25. Δύο γεγόνασι μεταθέσεις βίων ἐπιφανεῖς ἐκ τοῦ παντὸς αἰῶνος, αἳ καὶ δύο διαθῆκαι καλοῦνται, καὶ σεισμοὶ γῆς, διὰ τὸ τοῦ πράγματος περιβόητον· ἡ μὲν ἀπὸ τῶν εἰδώλων ἐπὶ τὸν νόμον, ἡ δὲ ἀπὸ τοῦ νόμου πρὸς τὸ εὐαγγέλιον. καὶ τρίτον σεισμὸν εὐαγγελιζόμεθα, τὴν ἐντεῦθεν ἐπὶ τὰ ἐκεῖσε μετάστασιν, τὰ μηκέτι κινούμενα, μηδὲ σαλευόμενα. ταὐτὸν δὲ αἱ δύο διαθῆκαι πεπόνθασι. τί τοῦτο; οὐκ ἀθρόως μετεκινήθησαν, οὐδὲ ὁμοῦ τῇ πρώτῃ κινήσει τῆς ἐγχειρήσεως. τίνος ἕνεκα; εἰδέναι γὰρ ἀναγκαῖον. ἵνα μὴ βιασθῶμεν, ἀλλὰ πεισθῶμεν. τὸ μὲν γὰρ ἀκούσιον οὐδὲ μόνιμον· ὥσπερ ἃ βίᾳ κατέχεται τῶν ῥευμάτων ἢ τῶν φυτῶν· τὸ δὲ ἑκούσιον μονιμώτερόν τε καὶ ἀσφαλέστερον. καὶ τὸ μὲν τοῦ βιασαμένου, τὸ δὲ ἡμέτερον· καὶ τὸ μὲν ἐπιεικείας θεοῦ, τὸ δὲ τυραννικῆς ἐξουσίας. οὔκουν ᾤετο δεῖν ἄκοντας εὖ ποιεῖν, ἀλλ᾿ ἑκόντας εὐεργετεῖν. διὰ τοῦτο παιδαγωγικῶς τε καὶ ἰατρικῶς τὸ μὲν ὑφαιρεῖ τῶν πατρίων, τὸ δὲ συγχωρεῖ, μικρόν τι τῶν πρὸς ἡδονὴν ἐνδιδούς· ὥσπερ οἱ ἰατροὶ τοῖς ἀρρωστοῦσιν, ἵνα ἡ φαρμακεία παραδεχθῇ διὰ τῆς τέχνης φαρματτομένη τοῖς χρηστοτέροις. οὐ γὰρ ῥᾴστη τῶν ἐν ἔθει καὶ τῷ μακρῷ χρόνῳ τετιμημένων ἡ μετάθεσις. λέγω δὲ τί; ἡ πρώτη τὰ εἴδωλα περικόψασα τὰς θυσίας συνεχώρησεν· ἡ δευτέρα τὰς θυσίας περιελοῦσα τὴν περιτομὴν οὐκ ἐκώλυσεν· εἶτα ὡς ἅπαξ ἐδέξαντο τὴν ὑφαίρεσιν, καὶ τὸ συγχωρηθὲν συνεχώρησαν· οἱ μὲν τὰς θυσίας, οἱ δὲ τὴν περιτομήν· καὶ γεγόνασιν, ἀντὶ μὲν ἐθνῶν, Ἰουδαῖοι· ἀντὶ δὲ τούτων, Χριστιανοί, ταῖς κατὰ μέρος μεταθέσεσι κλαπέντες ἐπὶ τὸ εὐαγγέλιον. πειθέτω σὲ τοῦτο Παῦλος, ἐκ τοῦ περιτέμνειν καὶ ἁγνίζεσθαι προελθὼν ἐπὶ τὸ λέγειν· Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν κηρύσσω, τί ἔτι διώκομαι; ἐκεῖνο τῆς οἰκονομίας, τοῦτο τῆς τελειότητος.
26. Τούτῳ τὸ τῆς θεολογίας εἰκάζειν ἔχω, πλὴν ὅσον ἐκ τῶν ἐναντίων. ἐκεῖ μὲν γὰρ ἐκ τῶν ὑφαιρέσεων ἡ μετάθεσις· ἐνταῦθα δὲ διὰ τῶν προσθηκῶν ἡ τελείωσις. ἔχει γὰρ οὕτως. ἐκήρυσσε φανερῶς ἡ παλαιὰ τὸν πατέρα, τὸν υἱὸν ἀμυδρότερον. ἐφανέρωσεν ἡ καινὴ τὸν υἱόν, ὑπέδειξε τοῦ πνεύματος τὴν θεότητα. ἐμπολιτεύεται νῦν τὸ πνεῦμα, σαφεστέραν ἡμῖν παρέχον τὴν ἑαυτοῦ δήλωσιν. οὐ γὰρ ἦν ἀσφαλές, μήπω τῆς τοῦ πατρὸς θεότητος ὁμολογηθείσης, τὸν υἱὸν ἐκδήλως κηρύττεσθαι· μηδὲ τῆς τοῦ υἱοῦ παραδεχθείσης, τὸ πνεῦμα τὸ ἅγιον, ἵν᾿ εἴπω τι καὶ τολμηρότερον, ἐπιφορτίζεσθαι· μὴ καθάπερ τροφῇ τῇ ὑπὲρ δύναμιν βαρηθέντες, καὶ ἡλιακῷ φωτὶ σαθροτέραν ἔτι προσβαλόντες τὴν ὄψιν, καὶ εἰς τὸ κατὰ δύναμιν κινδυνεύσωσι· ταῖς δὲ κατὰ μέρος προσθήκαις, καί, ὡς εἶπε Δαβίδ, ἀναβάσεσι, καὶ ἐκ δόξης εἰς δόξαν προόδοις καὶ προκοπαῖς, τὸ τῆς τριάδος φῶς ἐκλάμψῃ τοῖς λαμπροτέροις. διὰ ταύτην, οἶμαι, τὴν αἰτίαν καὶ τοῖς μαθηταῖς κατὰ μέρος ἐπιδημεῖ, τῇ τῶν δεχομένων δυνάμει παραμετρούμενον, ἐν ἀρχῇ τοῦ εὐαγγελίου, μετὰ τὸ πάθος, μετὰ τὴν ἄνοδον, τὰς δυνάμεις ἐπιτελοῦν, ἐκφυσώμενον, ἐν γλώσσαις πυρίναις φαινόμενον. καὶ ὑπὸ Ἰησοῦ κατ᾿ ὀλίγον ἐκφαίνεται, ὡς ἐπιστήσεις καὶ αὐτὸς ἐντυγχάνων ἐπιμελέστερον· Ἐρωτήσω, φησί, τὸν πατέρα καὶ ἄλλον παράκλητον πέμψει ὑμῖν, τὸ πνεῦμα τῆς ἀληθείας· ἵνα μὴ ἀντίθεος εἶναι δόξῃ τις, καὶ ὡς ἀπ᾿ ἄλλης τινὸς ἐξουσίας ποεῖσθαι τοὺς λόγους. εἶτα, Πέμψει μέν, ἐν δὲ τῷ ὀνόματί μου. τὸ Ἐρωτήσω παρείς, τὸ Πέμψει τετήρηκεν. εἶτα, Πέμψω, τὸ οἰκεῖον ἀξίωμα· εἶτα, Ἥξει, ἡ τοῦ πνεύματος ἐξουσία.
27. Ὁρᾷς φωτισμοὺς κατὰ μέρος ἡμῖν ἐλλάμποντας, καὶ τάξιν θεολογίας, ἣν καὶ ἡμᾶς τηρεῖν ἄμεινον, μήτε ἀθρόως ἐκφαίνοντας, μήτε εἰς τέλος κρύπτοντας. τὸ μὲν γὰρ ἄτεχνον, τὸ δὲ ἄθεον· καὶ τὸ μὲν τοὺς ἀλλοτρίους πλῆξαι δυνάμενον, τὸ δὲ ἀλλοτριῶσαι τοὺς ἡμετέρους. ὃ δὲ ἴσως μὲν ἦλθεν ἤδη τισὶν ἐπὶ νοῦν καὶ τῶν ἄλλων, ἐγὼ δὲ τῆς ἐμαυτοῦ διανοίας ὑπολαμβάνω καρπόν, προσθήσω τοῖς εἰρημένοις. ἦν τινὰ τῷ, σωτῆρι, καὶ εἰ πολλῶν ἐνεπίμπλαντο μαθημάτων, ἃ μὴ δύνασθαι τότε βασταχθῆναι τοῖς μαθηταῖς ἐλέγετο, δι᾿ ἃς εἶπον ἴσως αἰτίας, καὶ διὰ τοῦτο παρεκαλύπτετο· καὶ πάλιν πάντα διδαχθήσεσθαι ἡμᾶς ὑπὸ τοῦ πνεύματος ἐνδημήσαντος. τούτων ἑν εἶναι νομίζω καὶ αὐτὴν τοῦ πνεύματος τὴν θεότητα, τρανουμένην εἰς ὕστερον, ὡς τηνικαῦτα ὡρίμου καὶ χωρητῆς ἤδη τυγχανούσης τῆς γνώσεως, μετὰ τὴν τοῦ σωτῆρος ἀποκατάστασιν, οὐκέτι ἀπιστουμένου τῷ θαύματι. τί γὰρ ἂν τούτου μεῖζον ἢ ἐκεῖνος ὑπέσχετο, ἢ τὸ πνεῦμα ἐδίδαξεν; εἴπερ τι μέγα οἴεσθαι χρή, καὶ θεοῦ μεγαλοπρεπείας ἄξιον, τὸ ὑπισχνούμενον, ἢ τὸ διδασκόμενον.
28. Ἔχω μὲν οὕτω περὶ τούτων, καὶ ἔχοιμι, καὶ ὅς τις ἐμοὶ φίλος, σέβειν θεὸν τὸν πατέρα, θεὸν τὸν υἱόν, θεὸν τὸ πνεῦμα τὸ ἅγιον, τρεῖς ἰδιότητας, θεότητα μίαν, δόξῃ, καὶ τιμῇ, καὶ οὐσίᾳ, καὶ βασιλείᾳ μὴ μεριζομένην, ὥς τις τῶν μικρῷ πρόσθεν θεοφόρων ἐφιλοσόφησεν· ἢ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα, ὥς φησιν ἡ γραφή, μηδὲ δόξαν τῆς ἐκεῖθεν λαμπρότητος, ὅς τις οὐχ οὕτως ἔχει, ἢ συμφέρεται τοῖς καιροῖς, ἄλλοτε ἄλλος γινόμενος, καὶ περὶ τῶν μεγίστων σαθρῶς βουλευόμενος. εἰ μὲν γὰρ οὐδὲ προσκυνητόν, πῶς ἐμὲ θεοῖ διὰ τοῦ βαπτίσματος; εἰ δὲ προσκυνητόν, πῶς οὐ σεπτόν; εἰ δὲ σεπτόν, πῶς οὐ θεός; ἑν ἤρτηται τοῦ ἑνός, ἡ χρυσῆ τις ὄντως σειρὰ καὶ σωτήριος. καὶ παρὰ μὲν τοῦ πνεύματος ἡμῖν ἡ ἀναγέννησις· παρὰ δὲ τῆς ἀναγεννήσεως ἡ ἀνάπλασις· παρὰ δὲ τῆς ἀναπλάσεως ἡ ἐπίγνωσις τῆς ἀξίας τοῦ ἀναπλάσαντος.
29. Ταῦτα μὲν οὖν εἴποι τις ἂν τὸ ἄγραφον ὑποθέμενος· ἤδη δὲ ἥξει σοι καὶ ὁ τῶν μαρτυριῶν ἐσμός, ἐξ ὧν, ὅτι καὶ λίαν ἔγγραφος, ἡ τοῦ πνεύματος θεότης ἐπιδειχθήσεται τοῖς μὴ λίαν σκαιοῖς, μηδὲ ἀλλοτρίοις τοῦ πνεύματος. σκόπει δὲ οὕτως· γεννᾶται Χριστός, προτρέχει· βαπτίζεται, μαρτυρεῖ· πειράζεται, ἀνάγει· δυνάμεις ἐπιτελεῖ, συμπαρομαρτεῖ· ἀνέρχεται, διαδέχεται. τί γὰρ οὐ δύναται τῶν μεγάλων, καὶ ὧν θεός; τί δὲ οὐ προσαγορεύεται ὧν θεός, πλὴν ἀγεννησίας καὶ γεννήσεως; ἔδει γὰρ τὰς ἰδιότητας μεῖναι πατρὶ καὶ υἱῷ, ἵνα μὴ σύγχυσις ᾖ παρὰ τῇ θεότητι, τῇ καὶ τἄλλα εἰς τάξιν ἀγούσῃ καὶ εὐκοσμίαν. ἐγὼ μὲν φρίττω τὸν πλοῦτον ἐννοῶν τῶν κλήσεων, καὶ καθ᾿ ὅσων ὀνομάτων ἀναισχυντοῦσιν οἱ τῷ πνεύματι ἀντιπίπτοντες. πνεῦμα θεοῦ λέγεται, πνεῦμα Χριστοῦ, νοῦς Χριςτοῦ, πνεῦμα κυρίου, αὐτὸ κύριος· πνεῦμα υἱοθεσίας, ἀληθείας, ἐλευθερίας· πνεῦμα σοφίας, συνέσεως, βουλῆς, ἰσχύος, γνώσεως, εὐσεβείας, φοβοῦ θεοῦ· καὶ γὰρ ποιητικὸν τούτων ἁπάντων· πάντα τῇ οὐσίᾳ πληροῦν, πάντα συνέχον· πληρωτικὸν κόσμου κατὰ τὴν οὐσίαν, ἀχώρητον κόσμῳ κατὰ τὴν δύναμιν· ἀγαθόν, εὐθές, ἡγεμονικόν, φύσει οὐ θέσει· ἁγιάζον, οὐχ ἁγιαζόμενον, μετροῦν, οὐ μετρούμενον. μετεχόμενον, οὐ μετέχον, πληροῦν, οὐ πληρούμενον, συνέχον, οὐ συνεχόμενον· κληρονομούμενον, δοξαζόμενον, συναριθμούμενον, ἐπαπειλούμενον· δάκτυλος θεοῦ, πῦρ ὡς θεός, εἰς ἔμφασιν, οἶμαι, τοῦ ὁμοουσίου· πνεῦμα τὸ ποιῆσαν, τὸ ἀνακτίζον διὰ βαπτίσματος, δι᾿ ἀναστάσεως· πνεῦμα τὸ γινῶσκον ἅπαντα, τὸ διδάσκον, τὸ πνέον ὅπου θέλει καὶ ὅσον, ὁδηγοῦν, λαλοῦν, ἀποστέλλον, ἀφορίζον, παροξυνόμενον, πειραζόμενον· ἀποκαλυπτικόν, φωτιστικόν, ζωτικόν, μᾶλλον δὲ αὐτοφῶς καὶ ζωή· ναοποιοῦν, θεοποιοῦν, τελειοῦν, ὥστε καὶ προλαμβάνειν τὸ βάπτισμα, καὶ ἐπιζητεῖσθαι μετὰ τὸ βάπτισμα· ἐνεργοῦν ὅσα θεός, μεριζόμενον ἐν γλώσσαις πυρίναις, διαιροῦν χαρίσματα, ποιοῦν ἀποστόλους, προφήτας, εὐαγγελιστάς, ποιμένας, καὶ διδασκάλους· νοερόν, πολυμερές, σαφές, τρανόν, ἀκώλυτον, ἀμόλυντον· ὅπερ ἴσον δύναται τὸ σοφώτατον καὶ πολύτροπον ταῖς ἐνεργείαις, καὶ σαφηνιστικὸν πάντων, καὶ τρανωτικόν, καὶ αὐτεξούσιον, καὶ ἀναλλοίωτον· παντοδύναμον, παντεπίσκοπον, διὰ πάντων χωροῦν πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων, ἀγγελικῶν, οἶμαι, δυνάμεων, ὥσπερ καὶ προφητικῶν καὶ ἀποστολικῶν, κατὰ ταὐτόν, καὶ οὐκ ἐν τοῖς αὐτοῖς τόποις. ἄλλων δὲ ἀλλαχοῦ νενεμημένων, ᾧ δηλοῦται τὸ ἀπερίγραπτον.
30. Οἱ ταῦτα λέγοντες καὶ διδάσκοντες, καὶ πρός γε ἄλλον παράκλητον, οἷον ἄλλον θεόν, ὀνομάζοντες, οἱ τὴν εἰς αὐτὸν βλασφημίαν μόνην εἰδότες ἀσυγχώρητον, οἱ τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν οὕτω φοβερῶς στηλιτεύσαντες, ἐπειδὴ ἐψεύσαντο τὸ πνεῦμα τὸ ἅγιον, ὡς θεὸν ψευσαμένους, οὐκ ἄνθρωπον· οὗτοι τί σοι δοκοῦσι, πότερον θεὸν τὸ πνεῦμα κηρύσσειν, ἢ ἄλλο τι; ὡς λίαν ὄντως παχύς τις εἶ, καὶ πόρρω τοῦ πνεύματος, εἰ τοῦτο ἀπορεῖς, καὶ δέῃ τοῦ διδάξοντος. αἱ μὲν οὖν κλήσεις τοσαῦται καὶ οὕτως ἔμψυχοι. τί γὰρ δεῖ σοι τὰς ἐπὶ τῶν ῥημάτων μαρτυρίας παρατίθεσθαι; ὅσα δὲ κἀνταῦθα λέγεται ταπεινότερον, τὸ δίδοσθαι, τὸ ἀποστέλλεσθαι, τὸ μερίζεσθαι, τὸ χάρισμα, τὸ δώρημα, τὸ ἐμφύσημα, ἡ ἐπαγγελία, ἡ ὑπερέντευξις, εἴτε τι ἄλλο τοιοῦτον, ἵνα μὴ καθ᾿ ἕκαστον λέγω, ἐπὶ τὴν πρώτην αἰτίαν ἀνενεκτέον, ἵνα τὸ ἐξ οὗ δειχθῇ, καὶ μὴ τρεῖς ἀρχαὶ μεμερισμέναι πολυθέως παραδεχθώσιν. ἴσον γὰρ εἰς ἀσέβειαν, καὶ Σαβελλίως συνάψαι, καὶ Ἀρειανῶς διαστῆσαι, τὸ μὲν τῷ προσώπῳ, τὸ δὲ ταῖς φύσεσιν.
31. Ὡς ἔγωγε πολλὰ διασκεψάμενος πρὸς ἐμαυτὸν τῇ φιλοπραγμοσύνῃ τοῦ νοῦ, καὶ πανταχόθεν τὸν λόγον εὐθύνας, καὶ ζητῶν εἰκόνα τινὰ τοῦ τοσούτου πράγματος, οὐκ ἔσχον ᾧ τινὶ χρὴ τῶν κάτω τὴν θείαν φύσιν παραβαλεῖν. κἂν γὰρ μικρά τις ὁμοίωσις εὑρεθῇ, φεύγει με τὸ πλέον, ἀφὲν κάτω μετὰ τοῦ ὑποδείγματος. ὀφθαλμόν τινα, καὶ πηγήν, καὶ ποταμὸν ἐνενόησα, καὶ γὰρ καὶ ἄλλοι, μὴ τῷ μὲν ὁ πατήρ, τῇ δὲ ὁ υἱός, τῷ δὲ τὸ πνεῦμα τὸ ἅγιον ἀναλόγως ἔχῃ. ταῦτα γὰρ οὔτε χρόνῳ διέστηκεν, οὔτε ἀλλήλων ἀπέρρηκται τῇ συνεχείᾳ· κἂν δοκεῖ πως τρισὶν ἰδιότησι τέμνεσθαι. ἀλλ᾿ ἔδεισα, πρῶτον μὲν ῥύσιν τινὰ θεότητος παραδέξασθαι στάσιν οὐκ ἔχουσαν· δεύτερον δὲ μὴ τὸ ἑν τῷ ἀριθμῷ διὰ τῆς εἰκασίας ταύτης εἰσάγηται. ὀφθαλμὸς γάρ, καὶ πηγή, καὶ ποταμὸς ἕν ἐστιν ἀριθμῷ, διαφόρως σχηματιζόνεμα.
32. Πάλιν ἥλιον ἐνεθυμήθην, καὶ ἀκτῖνα, καὶ φῶς. ἀλλὰ κἀνταῦθα δέος, πρῶτον μὲν μὴ σύνθεσίς τις ἐπινοῆται τῆς ἀσυνθέτου φύσεως, ὥσπερ ἡλίου καὶ τῶν ἐν ἡλίῳ· δεύτερον δὲ μὴ τὸν πατέρα μὲν οὐσιώσωμεν, τἄλλα δὲ μὴ ὑποστήσωμεν, ἀλλὰ δυνάμεις θεοῦ ποιήσωμεν ἐνυπαρχούσας, οὐχ ὑφεστώσας. οὔτε γὰρ ἀκτίς, οὔτε φῶς, ἄλλος ἥλιος, ἀλλ᾿ ἡλιακαί τινες ἀπόρροιαι, καὶ ποιότητες οὐσιώδεις. καὶ ἅμα τὸ εἶναι καὶ τὸ μὴ εἶναι τῷ θεῷ δῶμεν ἐν τούτοις, ὅσον ἐκ τοῦ ὑποδείγματος, ὃ καὶ τῶν εἰρημένων ἀτοπώτερον. ἤκουσα δέ τινος καὶ τοιοῦτον ὑπογράφοντος λόγον. μαρμαρυγήν τινα ἡλιακὴν τοίχῳ προσαστράπτουσαν, καὶ περιτρέμουσαν ἐξ ὑδάτων κινήσεως, ἣν ἡ ἀκτὶς ὑπολαβοῦσα διὰ τοῦ ἐν μέσῳ ἀέρος, εἶτα σχεθεῖσα τῷ ἀντιτύπῳ, παλμὸς ἐγένετο καὶ παράδοξος. ἄττει γὰρ πολλαῖς καὶ πυκναῖς ταῖς κινήσεσιν, οὐχ ἑν οὖσα μᾶλλον ἢ πολλά, οὐδὲ πολλὰ μᾶλλον ἢ ἕν, τῷ τάχει τῆς συνόδου καὶ τῆς διαστάσεως, πρὶν ὄψει κρατηθῆναι, διαδιδράσκουσα.
33. Ἀλλ᾿ οὐδὲ τοῦτο θέσθαι δυνατὸν ἐμοί, δι᾿ ἑν μέν, ὅτι τὴν μὲν τὸ κινῆσαν καὶ πάνυ δῆλον· θεοῦ δὲ οὐδὲν πρεσβύτερον, ἵν᾿ ᾖ τι τὸ τοῦτον κεκινηκός. αὐτὸς μὲν γὰρ πάντων αἰτία, αἰτίαν δὲ πρεςβυτέραν οὐκ ἔχει. δεύτερον δέ, ὅτι κἀνταῦθα τῶν αὐτῶν ὑπόνοια, συνθέσεως, χύσεως, ἀστάτου καὶ οὐ παγίας φύσεως, ὧν οὐδὲν ἐννοητέον περὶ θεότητος. καὶ ὅλως οὐδὲν ἔστιν ὅ μοι τὴν διάνοιαν ἵστησιν ἐπὶ τῶν ὑποδειγμάτων θεωροῦντι τὸ φανταζόμενον, πλὴν εἴ τις ἕν τι λαβὼν τῆς εἰκόνος, ὑπ᾿ εὐγνωμοσύνης τὰ λοιπὰ ῥίψειε. τέλος οὖν ἔδοξέ μοι κράτιστον εἶναι τὰς μὲν εἰκόνας χαίρειν ἐᾶσαι καὶ τὰς σκιάς, ὡς ἀπατηλὰς καὶ τῆς ἀληθείας πλεῖστον ἀποδεούσας, αὐτὸν δὲ τῆς εὐσεβεστέρας ἐννοίας ἐχόμενον, ἐπ᾿ ὀλίγων ῥημάτων ἱστάμενον, ὁδηγῷ τῷ πνεύματι χρώμενον, ἣν ἐντεῦθεν ἔλλαμψιν ἐδεξάμην, ταύτην εἰς τέλος διαφυλάσσοντα, ὡς γνησίαν κοινωνὸν καὶ συνόμιλον, τὸν αἰῶνα τοῦτον διαπορεύεσθαι διατέμνοντα, καὶ τοὺς ἄλλους πείθειν εἰς δύναμιν προσκυνεῖν πατέρα, καὶ υἱόν, καὶ πνεῦμα ἅγιον, τὴν μίαν θεότητά τε καὶ δύναμιν· ὅτι αὐτῷ πᾶσα δόξα, τιμή, κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.
ΛΟΓΟΣ 32.
Περὶ τῆς ἐν διαλέξεσιν εὐταξίας, καὶ ὅτι οὐ παντὸς ἀνθρώπου, οὔτε παντὸς καιροῦ τὸ περὶ Θεοῦ διαλέγεσθαι.
1. Ἐπειδὴ συνεληλύθατε προθύμως, καὶ πολυάνθρωπος ἡ πανήγυρις, καὶ διὰ τοῦτο μάλιστα καιρὸς ἐργασίας, φέρε τι δῶμεν ὑμῖν ἐμπόρευμα, εἰ καὶ μὴ τῆς προθυμίας ἄξιον τῆς κοινῆς, ἀλλά γε τῆς δυνάμεως τῆς ἡμετέρας μὴ ἐνδεέστερον. Ἡ μὲν γὰρ ἀπαιτεῖ τὰ μείζω, ἡ δὲ εἰσφέρει τὰ μέτρια· καὶ κρεῖσσον τὸ κατὰ δύναμιν εἰσενεγκεῖν, ἢ τὸ πᾶν ἐλλείπειν. Οὐ γὰρ ὁ μὴ δυνηθεὶς τὰ τοιαῦτα ὑπεύθυνος, ἀλλ᾿ ὁ μὴ βουληθεὶς ὑπαίτιος, κἂν τοῖς θείοις ὁμοίως, κἂν τοῖς ἀνθρωπίνοις πράγμασιν. Εἰμὶ μὲν ποιμὴν ὀλίγος καὶ πένης, καὶ οὔπω τοῖς ἄλλοις ἀρέσκων ποιμέσιν· οὕτω γὰρ εἰπεῖν μέτριον, εἴτε τὴν εὐδοκίαν καὶ τὸν ὀρθὸν λόγον, εἴτε διὰ μικροψυχίαν καὶ ἔριν, οὐκ οἶδα τοῦτο· Ὁ Θεὸς οἶδε, φησὶν ὁ θεῖος Ἀπόστολος, καὶ δηλώσει σαφῶς ἡ τῆς ἀποκαλύψεως ἡμέρα, καὶ τὸ τελευταῖον πῦρ, ᾧ πάντα κρίνεται ἢ καθαίρεται τὰ ἡμέτερα. Πειράσομαι δ᾿ ὅμως εἰς δύναμιν μὴ κατακρύπτειν τὸ χάρισμα, μηδ᾿ ὑπὸ τὸν μόδιον τιθέναι τὸν λύχνον, μηδὲ καταχωννύειν τὸ τάλαντον (ἃ πολλάκις ἤκουσα παρ᾿ ὑμῶν τὴν ἀργίαν ὀνειδιζόντων, καὶ δυσχεραινόντων τὴν σιωπὴν), ἀλλὰ λόγοις ἀληθείας ἐκπαιδεύειν καὶ συναρμόζειν τῷ Πνεύματι.
2. Πόθεν οὖν ἄρξομαι καταρτίζειν ὑμᾶς, ἀδελφοί; Καὶ τίσι λόγοις τιμήσω τοὺς ἀθλητὰς, ὧν ἡ παροῦσα πανήγυρις; Τί πρῶτον εἴπω, ἢ τί μέγιστον; Τί μάλιστα συμφέρον ταῖς ὑμετέραις ψυχαῖς; Ἢ τί τῷ παρόντι καιρῷ χρησιμώτατον; Γνοίημεν δ᾿ ἂν οὕτω· Τί τοῦ ἡμετέρου λόγου τὸ κάλλιστον; Ἡ εἰρήνη· προσθήσω δ᾿, ὅτι καὶ τὸ λυσιτελέστατον. Τί δαὶ τὸ αἴσχιστον καὶ τὸ βλαβερώτατον; Ἡ διχόνοια. Ἐπεὶ δὲ τοῦτο ἠρώτησα, καὶ ἀπεκρινάμην, προσερήσομαι καὶ τὸ δεύτερον· Τί τὸ μάλιστα λῦσαν ἐκείνην; Καὶ τί τὸ ταύτην εἰςαγαγόν; Ἵν᾿, ὥσπερ ἐν τοῖς νοσήμασι, τὰ αἴτια περικόψαντες, καὶ τὰς πηγὰς τῶν παθῶν ἐμφράξαντες, ἢ ἀποξηράναντες, οὕτω καὶ τὰ ἐκεῖθεν ῥεύματα καὶ ἀποτελέσματα συνεκκόψωμεν. Οὐδὲ γὰρ οἷόν τε γνῶναί τι περὶ τῆς τελευτῆς καλῶς, μὴ περὶ τῆς ἀρχῆς ὀρθῶς σκεψαμένους. Βούλεσθε οὖν ὑμεῖς τὴν αἰτίαν εἰπεῖν καὶ γνωρίσαι; Ἢ ἐμοὶ τῷ θεραπευτῇ παραχωρεῖτε, καὶ δηλῶσαι ταύτην, καὶ διορθώσασθαι; Καὶ γὰρ εἰπεῖν βουλομένων ἕτοιμος, καὶ ἀκούειν λεγόντων ἑτοιμότερος Παραχωρεῖτε μὲν, εὖ οἶδ᾿ ὅτι· καὶ γὰρ οὐ φαύλους ἰατροὺς ἡμᾶς τῶν τοιούτων ἴσως ὑπολαμβάνετε, οὐδ᾿ ἀμαθεῖς θεραπείας ψυχῶν· εἴτε οὖν φαύλως, εἴτε ὀρθῶς τοῦτο ὑπολαμβάνοντες. Μὴ θαυμάσητε δὲ, εἰ παράδοξον ἐρῶ λόγον· καὶ γάρ ἐστι παράδοξος μὲν, ἀληθὴς δὲ, ὡς ἔγωγέ φημι, καὶ ὑμεῖς συμφήσετε, ἂν διὰ τέλους μαθεῖν ἀναμείνητε, ἀλλὰ μὴ, ὃ ἐγκαλῶ, πάθητε, καὶ προεξαναστῆτε τοῦ λόγου διὰ θερμότητα.
3. Φύσεις θερμαὶ καὶ μεγάλαι, τῆς ταραχῆς ταύτης αἴτιον· οὔτιγε ἁπλῶς διάπυροι καὶ μεγάλαι (μήπω γὰρ καταγινώσκομεν τῆς θερμότητος, ἧς δίχα μέγα τι κατορθωθῆναι πρὸς εὐσέβειαν ἢ ἀρετὴν ἄλλην ἀμήχανον), ἀλλὰ γενναῖαι σὺν ἀλογίᾳ, καὶ ἀμαθίᾳ, καὶ, τῷ ταύτης ἐκγόνῳ κακῷ, θράσει· θράσος γὰρ ἀμαθίας ἔκγονον. Αἱ μὲν γὰρ ἀσθενεῖς, καὶ πρὸς ἀρετὴν καὶ πρὸς κακίαν ὁμοίως νωθεῖς καὶ δυσκίνητοι, καὶ οὐδ᾿ ἑτέρωσε μέγα νεύουσαι, οἷα τὰ τῶν ναρκώντων κινήματα. Αἱ γενναῖαι δὲ, λόγου μὲν αὐτὰς παιδαγωγοῦντος καὶ διευθύνοντος, μέγα τι χρῆμα πρὸς ἀρετήν· ἐπιλειπούσης δὲ ἐπιστήμης καὶ λόγου, τὸ ἴσον εἰς κακίαν εὑρίσκονται. Ἐπεὶ καὶ ἵππον θυμοειδῆ μὲν εἶναι χρὴ καὶ γενναῖον, τὸν ἐσόμενον νικηφόρον, εἴτε πολεμιστήριον, εἴτε ἁμιλλητήριον· εἴη δ᾿ ἂν ὁ αὐτὸς οὐδὲν ἀγαθοῦ, μὴ χαλινῷ παιδευθεὶς, καὶ γυμνασίᾳ φιλοπονωτέρᾳ μαθὼν ἡμερότητα.
4. Καὶ τοῦτό ἐστιν, ὡς ἐπὶ τὸ πλεῖστον, ὃ διέσπασε μέλη, διέστησεν ἀδελφοὺς, πόλεις ἐτάραξε, δήμους ἐξέμηνεν, ὥπλισεν ἔθνη, βασιλεῖς ἐπανέστησεν, ἱερεῖς λαῷ καὶ ἀλλήλοις, λαὸν ἑαυτῷ καὶ ἱερεῦσι, γονεῖς τέκνοις, τέκνα γονεῦσιν, ἄνδρας γυναιξὶ, γυναῖκας ἀνδράσι. Πάντα τὰ τῆς εὐνοίας ὀνόματα, δούλους καὶ δεσπότας ἀλλήλους, ἀλλήλους διδασκάλους καὶ μαθητὰς, πρεσβύτας καὶ νέους, καὶ τὸν τῆς αἰδοῦς ἀτιμάσαν νόμον, τοῦ μεγίστου πρὸς ἀρετὴν βοηθήματος, τὸν τῆς αὐθαδείας εἰσήνεγκεν· καὶ γεγόναμεν οὐ φυλὴ, καὶ φυλὴ καθ᾿ ἑαυτὴν, ὃ πάλαι ὁ Ἰσραὴλ ὠνειδίζετο· οὐδὲ Ἰσραὴλ καὶ Ἰούδας, τὰ δύο καὶ ἑνὸς ἔθνους καὶ μικροῦ τούτου τμήματα, κατ᾿ οἴκους δὲ καὶ συζυγίας τὰς ἀναγκαίας, καὶ οἷον πρὸς ἑαυτὸν ἕκαστος, ἐμερίσθημεν, ἡ οἰκουμένη πᾶσα, καὶ γένος ἅπαν ἀνθρώπων, ὅσον ὁ θεῖος λόγος ἐπέδραμεν· καὶ γέγονεν ἀναρχία, ἡ πολυαρχία, καὶ διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην· καὶ ἐχρῆν, ἐπειδὴ τῶν ἐκτὸς ἐχθρῶν ἐκρατήσαμεν, ὑπ᾿ ἀλλήλων ἡμᾶς καταλυθῆναι, καὶ, καθάπερ τοὺς μαινομένους, τῶν ἰδίων σαρκῶν ἁπτομένους, μηδὲ αἰσθάνεσθαι, ἀλλὰ καὶ χαίρειν τῷ κακῷ πλέον, ἢ εἰρηνεύοντες ἕτεροι, καὶ κέρδος ποιεῖσθαι τὴν συμφορὰν, καὶ ἡγεῖσθαι λατρείαν εἰσφέρειν τῷ Θεῷ τὴν κατάλυσιν, καὶ διαιρεθῆναι, καὶ ἐμπρησθῆναι, οὐ τὴν ἐπαινετὴν διαίρεσιν, ἀλλὰ τὴν ψεκτὴν, οὐδὲ τὸν καθάρσιον ἐμπρησμὸν, ἀλλὰ τὸν ὀλέθριον. Οὐ γὰρ ὁ τομὸς διαιρεῖ λόγος, ἡ Χριστοῦ μάχαιρα, τοὺς πιςτεύοντας ἀπὸ τῶν ἀπίστων, οὐδὲ πῦρ βάλλεται, καὶ ἀνάπτεται, ἡ δαπανῶσα τὴν ὕλην καὶ ἐσθίουσα πίστις, καὶ ἡ ζέσις τοῦ Πνεύματος· ἀλλ᾿ ἐναντίως ἢ πρότερον, δαπανώμεθα καὶ τεμνόμεθα.
5. Τοῦτό ἐστιν ὃ πολλὰ εἶναι μέρη τὴν μίαν Ἐκκλησίαν πεποίηκε, καὶ διέστησεν, οὐκ εἰς ἕνα Παῦλον, ἢ Κηφᾶν, ἢ Ἀπολλὼ, ἢ τὸν δεῖνα φυτευτὴν, ἢ τὸν δεῖνα ποτιστήν· πολλοὺς δὲ ἀνέδειξε Παύλους, καὶ Ἀπολλὼς, καὶ Κηφὰς, ἀφ᾿ ὧν ἀντὶ Χριστοῦ καλούμεθα, τὸ μέγα καὶ καινὸν ὄνομα, καὶ ὧν εἶναι λεγόμεθα· καὶ εἴθε τοσοῦτον εἶχον εἰπεῖν· ἀλλὰ καὶ πολλοὺς (ὃ φρίττω λέγων) Χριστοὺς ἀνθ᾿ ἑνὸς, τὸν γεννώμενον, τὸν κτιζόμενον, καὶ τὸν ἀπὸ Μαρίας ἀρχόμενον, καὶ τὸν ἀναλύοντα ὅθεν εἰς τὸ εἶναι προῆλθε, καὶ τὸν ἄνουν ἄνθρωπον, καὶ τὸν ὄντα, καὶ τὸν φαινόμενον. Ὡς δὲ καὶ πολλὰ Πνεύματα, τὸ ἄκτιστον, καὶ τὸ κτίσμα, καὶ τὸ ὁμότιμον, καὶ τὸ ἐνέργημα, καὶ τὸ ψιλὸν ὄνομα. Δέον ἕνα Θεὸν Πατέρα γινώσκειν, ἄναρχον, καὶ ἀγέννητον, καὶ Υἱὸν ἕνα γεγεννημένον ἐκ τοῦ Πατρὸς, καὶ Πνεῦμα ἑν ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον, παραχωροῦν Πατρὶ μὲν ἀγεννησίας, Υἱῷ δὲ γεννήσεως· τὰ δὲ ἄλλα συμφυὲς, καὶ σύνθρονον, καὶ ὁμόδοξον, καὶ ὁμότιμον· ταῦτα εἰδέναι, ταῦτα ὁμολογεῖν, μέχρι τούτων ἵστασθαι, τὴν δὲ πολλὴν φλυαρίαν, καὶ τὰς βεβήλους κενοφωνίας τῶν λόγων, τοῖς σχολὴν ἄγουσιν ἀποπέμπεσθαι. Τί τὸ ταῦτα πάντα κεκινηκός; Θερμότης χωρὶς λόγου καὶ ἐπιστήμης ἄσχετος, καὶ πίστεως πλοῦς ἀκυβέρνητος.
6. Τοῦτο οὖν εἰδότες, ἀδελφοὶ, μήτε νωθεῖς ὦμεν πρὸς τὸ καλὸν, ἀλλὰ τῷ Πνεύματι ζέωμεν, μήποτε ὑπνώσωμεν κατ᾿ ὀλίγον εἰς θάνατον, ἢ, καθεύδουσιν ἡμῖν, ἐπισπείρῃ τὰ πονηρὰ σπέρματα ὁ ἐχθρός· νωθεῖα γὰρ ὕπνῳ σύζυγος· μήτε διάπυροι σὺν ἀλογίᾳ καὶ φιλαυτίᾳ, ἵνα μὴ ἐκφερώμεθα, μηδὲ τῆς ὁδοῦ τῆς βασιλικῆς ἔξω πίπτωμεν· ἕν γέ τι πταίοντες πάντως, ἢ κέντρων δεόμενοι διὰ τὴν νωθείαν, ἢ κρημνιζόμενοι διὰ τὴν θερμότητα. Ἀμφοτέρων δὲ ὅσον χρήσιμόν ἐστι λαβόντες, τῆς μὲν τὸ πρᾶον, τῆς δὲ τὸν ζῆλον· ἀμφοτέρων ὅσον ἐστὶ βλαβερὸν διαφύγωμεν, τῆς μὲν τὸν ὄκνον, τῆς δὲ τὸ θράσος· ἵνα μήτε τῷ ἐλλείποντι ὦμεν ἅκαρποι, μήτε τῷ περιττεύοντι κινδυνεύωμεν. Ὁμοίως γὰρ ἄχρηστα, καὶ νωθρότης ἄπρακτος, καὶ θερμότης ἀπαίδευτος· ἡ μὲν οὐκ ἐγγίζουσα τῷ καλῷ, ἡ δὲ ὑπερπίπτουσα, καὶ τοῦ δεξιοῦ ποιουμένη τι δεξιώτερον. Ὅπερ καὶ ὁ θεῖος Σολομὼν καλῶς ἐπιστάμενος, Μὴ ἐκκλίνῃς, φησὶν, εἰς τὰ δεξιὰ, μηδ᾿ εἰς τὰ ἀριστερά· μηδὲ διὰ τῶν ἐναντίων εἰς κακὸν ἴσον ἐμπέσῃς, τὴν ἁμαρτίαν. Καίτοιγε τὸ φύσει δεξιὸν ἐπαινῶν, Ὁδοὺς γὰρ, φησὶ, τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεός· διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν. Πῶς οὖν ἐπαινεῖ τὸ δεξιὸν, καὶ ἀπάγει πάλιν τοῦ δεξιοῦ; Τούτου δηλαδὴ τοῦ φαινομένου δεξιοῦ, καὶ οὐκ ὄντος. Πρὸς ὃ βλέπων ἑτέρωθι, Μὴ γίνου δίκαιος πολὺ, φησὶ, μηδὲ σοφίζου περισσά. Τὸ γὰρ αὐτὸ καὶ περὶ δικαιοσύνην, καὶ περὶ σοφίαν πάθος, θερμότης περὶ πρᾶξιν καὶ λόγον, ἔξω τοῦ καλοῦ καὶ τῆς ἀρετῆς δι᾿ ὑπερβολὴν πίπτουσα. Ἧ, καὶ τὸ ἐνδέον καὶ τὸ ὑπερβάλλον ὁμοίως λυμαίνεται, ὥσπερ καὶ τῷ κανόνι πρόσθεσις ἢ ὑφαίρεσις.
7. Μηδεὶς οὖν ἔστω πλέον ἢ καλῶς ἔχει σοφὸς, μηδὲ τοῦ νόμου νομιμώτερος, μηδὲ λαμπρότερος τοῦ φωτὸς, μηδὲ τοῦ κανόνος εὐθύτερος, μηδὲ τῆς ἐντολῆς ὑψηλότερος. Ἔσται δὲ τοῦτο πῶς; Ἐὰν εἰδῶμεν κόσμον, καὶ ἐπαινῶμεν φύσεως νόμον, καὶ ἑπώμεθα λόγῳ, καὶ μὴ ἀτιμάζωμεν εὐταξίαν. Ἐμβλέψατε εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω, καὶ ἐννοήσατε, πῶς συνέστη τὸ πᾶν, καὶ ὅθεν, καὶ τί πρὸ τῆς διακοσμήσεως ἦν, καὶ τί νῦν ὄνομα τῷ παντί. Τάξει τὰ πάντα διεκοσμήθη, καὶ, ὁ διακοσμήσας Λόγος· καίτοιγε ὡς ἑν τὰ πάντα καὶ ἀθρόως ὑποστῆναι δυνατὸν ἦν (ὁ γὰρ τοῖς οὐκ οὖσι τὸ εἶναι δοὺς, καὶ τοῖς γενομένοις τὰς ἰδέας καὶ τὰ σχήματα, οὐδ᾿ ὁμοῦ τὸ πᾶν ἀναδεῖξαι καὶ διακοςμῆσαι ἀσθενὴς ἦν) ἀλλὰ διὰ τοῦτο πρῶτόν τι καὶ δεύτερον ἀριθμεῖται, καὶ τρίτον, καὶ τὰ ἑξῆς, ἵνα τάξις εὐθὺς συνεισέλθῃ τοῖς κτίσμασι.
8. Τάξις οὖν τὸ πᾶν συνεστήσατο. Τάξις συνέχει καὶ τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια· τάξις ἐν νοητοῖς· τάξις ἐν αἰσθητοῖς· τάξις ἐν ἀγγέλοις· τάξις ἐν ἄστροις, καὶ κινήσει, καὶ μεγέθει, καὶ σχέσει τῇ πρὸς ἄλληλα, καὶ λαμπρότητι. Ἄλλη δόξα ἠλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ· τάξις ἐν ὥραις καὶ καιροῖς, ἐν κόσμῳ προιοῦσί τε καὶ ὑπαπιοῦσι, καὶ διὰ τῆς μεσότητος τὸ αὐστηρὸν τιθασσεύουσι· τάξις ἐν ἡμέρας καὶ νυκτὸς μέτροις, καὶ διαστήμασι. Τάξις ἐν στοιχείοις, ἐξ ὧν τὰ σώματα· τάξις περιήγαγεν οὐρανὸν, ἥπλωσεν ἀέρα, γῆν ὑπέθηκεν, ἢ καὶ ὑπερέθηκε, φύσιν ὑγρὰν ἔχεε καὶ συνήγαγεν, ἀνέμους ἀφῆκε, καὶ οὐκ ἐπαφῆκεν, ὕδωρ ἔδησεν ἐν νεφέλαις, καὶ οὐ κατέσχεν, ἀλλ᾿ ἔσπειρεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, εὐτάκτως καὶ ὁμοτίμως· καὶ ταῦτα οὐκ ἐπ᾿ ὀλίγον, οὐδὲ εἰς ἕνα καιρὸν ἢ χρόνον, ἀλλ᾿ ἀπ᾿ ἀρχῆς εἰς τέλος, τὴν αὐτὴν ὁδὸν εὐθυνόμενα καὶ περιπορευόμενα, πεπηγότα τε καὶ κινούμενα, τὸ μὲν τῷ Λόγῳ, τὸ δὲ τῇ ῥεύσει· Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Τοῦτο τῆς πήξεως· καὶ εἴ τι γέγονεν, ἢ γεννήσεται, τοῦτο τοῦ ῥεύματος. Καὶ τάξεως μὲν ἐπικρατούσης, κόσμος, τὸ Πᾶν, καὶ τὸ κάλλος ἀκίνητον. Ἀταξία δὲ καὶ ἀκοσμία, ἐν μὲν ἀέρι τοὺς σκηπτοὺς, ἐν δὲ γῇ τοὺς σεισμοὺς, ἐν δὲ θαλάσσῃ τὰς ἐπικλύσεις, ἐν δὲ πόλεσι καὶ οἴκοις πολέμους, ἐν δὲ τοῖς σώμασι τὰς ἀῤῥωστίας, ἐν δὲ ταῖς ψυχαῖς τὰς ἁμαρτίας, ἐκαινοτόμησεν. Ταῦτα πάντα οὐ τάξεως, οὐδὲ εἰρήνης, ἀλλὰ ταραχῆς καὶ ἀταξίας ὀνόματα. Καὶ τὴν θρυλλουμένην δὲ φθορὰν καὶ προσδοκωμένην, μὴ ἄλλο τι, ἀδελφοὶ, ἢ πλεονασμὸν ἀταξίας εἶναι νομίζωμεν. Συνδεῖ μὲν γὰρ τάξις, λύει δὲ ἀταξία, ὅταν λύσαι τὸ πᾶν ἢ μεταποιῆσαι παραστῇ τῷ συνδήσαντι.
9. Τάξις καὶ τοῖς ζώοις ἅπασι γένεσιν, καὶ τροφὴν, καὶ τὰς καταλλήλους ἑκάστῳ χώρας ἐνομοθέτησε. Καὶ οὔτε δελφῖνά τις εἶδεν αὔλακα τέμνοντα, οὔτε βοῦν δι᾿ ὕδατος ὀλισθαίνοντα· ὥσπερ οὐδ᾿ ἥλιον ἐν νυκτὶ μειούμενον, ἢ πληρούμενον οὔτε σελήνην ἐν ἡμέρᾳ πυρσεύουσαν· ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ἐποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· νὺξ, καὶ ἄνθρωπος ὕπνῳ συστέλλεται, καὶ τὰ θηρία παῤῥησιάζεται, καὶ ζητεῖ τροφὴν ἕκαστον τὴν διδομένην παρὰ τοῦ κτίσαντος· ἡμέρα, καὶ τὰ θηρία συνάγεται, καὶ ἄνθρωπος ἐπὶ τὴν ἐργασίαν ἐπείγεται· καὶ ἀλλήλοις ὑποχωροῦμεν ἐν τάξει, νόμῳ καὶ λόγῳ φύσεως. Προσθήσω τὸ μέγιστόν τε καὶ οἰκειότατον. Τάξις ἐκ λογικοῦ τε καὶ ἀλόγου κράματος, τὸν ἄνθρωπον, ζῶον λογικὸν, συνεστήσατο· καὶ συνέδησε μυστικῶς τε καὶ ἀῤῥήτως τὸν χοῦν τῷ νοΐ, καὶ τὸν νοῦν τῷ πνεύματι. Καὶ ἵνα θαυματουργήσῃ τι μεῖζον ἐν τῷ ἑαυτοῦ πλάσματι, τὸ αὐτὸ καὶ διεσώσατο, καὶ διέλυσε. Τὸ μὲν γὰρ ἐπεισήγαγε, τὸ δὲ ὑπεξήγαγεν, ὥσπερ ἐν ῥεύματι, καὶ τῷ θνητῷ τὴν ἀθανασίαν ἐπραγματεύσατο διὰ λύσεως. Αὕτη καὶ τῶν ἀλόγων ἡμᾶς διέστησε, καὶ πόλεις ᾤκισε, καὶ νόμους ἔθετο, καὶ ἀρετὴν ἐτίμησε, καὶ κακίαν ἐκόλασε, καὶ τέχνας εὕρετο, καὶ συζυγίαν ἡρμόσατο, καὶ τῷ περὶ τὰ γεννώμενα φίλτρῳ τὸν βίον ἡμέρωσε, καὶ μεῖζόν τι τοῦ κάτω πόθου καὶ τοῦ σαρκικοῦ, τὸν περὶ Θεὸν ἐνιδρύσατο.
10. Καὶ τί δεῖ καθ᾿ ἕκαστον λέγειν; Τάξις, τῶν ὄντων ἐστὶ μήτηρ, καὶ ἀσφάλεια· καὶ τὸ τοῦ Λόγου, μόνη καλῶς ἂν εἴποι, τοῦ πάντα δημιουργήσαντος, εἴ γε λάβοι φωνήν· Ὅτε τὸ πᾶν οὐσιοῦτο τῷ Θεῷ καὶ ὑφίστατο, ἐγὼ ἤμην παρ᾿ αὐτῷ ἁρμόζουσα· ἡνίκα ἡτοίμαζε τὸν ἑαυτοῦ θρόνον ἐπ᾿ ἀνέμων, καὶ ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη· ἡνίκα ἐθεμελίου τὴν γῆν, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τὰς ὑπ᾿ οὐρανὸν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαν δύναμιν ἐχαρίσατο. Ἀλλ᾿ (οὗ χάριν ταῦτα πάντα διῆλθον, καὶ πρὸς ὃ πάλαι ὁ λόγος ἠπείγετ)ο, τάξις κἂν ταῖς Ἐκκλησίαις, τὸ μὲν εἶναί τι ποίμνιον, τὸ δὲ ποιμένας διώρισε· καὶ τὸ μὲν ἄρχειν, τὸ δὲ ἄρχεσθαι· καὶ τὸ μὲν οἷον εἶναι κεφαλὴν, τὸ δὲ πόδας, τὸ δὲ χεῖρας, τὸ δὲ ὀφθαλμὸν, τὸ δὲ ἄλλο τι τῶν μελῶν τοῦ σώματος, πρὸς τὴν τοῦ παντὸς εὐαρμοστίαν καὶ τὸ συμφέρον, ἢ προεχομένων, ἢ προεχόντων· καὶ, ὥσπερ ἐν τοῖς σώμασιν, οὔτε ἀπέῤῥηκται ἀλλήλων τὰ μέλη, ἀλλ᾿ ἑν σῶμα τὸ πᾶν ἐστιν ἐκ διαφόρων συγκείμενον· οὔτε ταυτὸ πάντων ἐνέργημα, εἰ καὶ ταυτὸ τὸ χρῄζειν ἀλλήλων εἰς ἀνάγκην εὐνοίας τε καὶ συννεύσεως· καὶ οὔτε ὀφθαλμὸς βαδίζει, ἀλλ᾿ ὁδηγεῖ· οὔτε ποὺς προβλέπει, ἀλλὰ μεταβαίνει, καὶ μετατίθησιν· οὔτε γλῶσσα δέχεται φωνὰς, ἀκοῆς γάρ· οὔτε ἀκοὴ φθέγγεται, γλώσσης γάρ· καὶ ῥὶς μὲν, ὀδμῶν αἰσθητήριον· λάρυγξ δὲ σῖτα γεύεται, φησὶν ὁ Ἰώβ· χεὶρ δὲ τοῦ διδόναι καὶ τοῦ λαμβάνειν ὄργανον· νοῦς δὲ τοῖς πᾶσιν ἡγεμὼν, παρ᾿ οὗ τὸ αἰσθάνεσθαι, καὶ εἰς ὃν ἡ αἴσθησις. Οὕτω καὶ παρ᾿ ἡμῖν, τῷ κοινῷ Χριστοῦ σώματι.
11. Οἱ γὰρ πάντες ἑν σῶμά ἐσμεν ἐν Χριστῷ· οἱ δὲ καθ᾿ ἕνα Χριστοῦ, καὶ ἀλλήλων μέλη. Τὸ μὲν γὰρ ἄρχει καὶ προκαθέζεται, τὸ δὲ ἄγεται καὶ εὐθύνεται, καὶ οὔτε ταυτὸν ἀμφότερα ἐνεργεῖ, εἴπερ μὴ ταυτὸν ἄρχειν καὶ ἄρχεσθαι· καὶ γίνεται ἀμφότερα ἑν εἰς ἕνα Χριστὸν, ὑπὸ τοῦ αὐτοῦ συναρμολογούμενα, καὶ συντιθέμενα Πνεύματος. Κἂν τοῖς ἀρχομένοις πάλιν, ὅσον τὸ μέσον καὶ παιδεύσει, καὶ ἀσκήσει, καὶ ἡλικίᾳ διεστηκόσι· κἀν τοῖς ἄγουσι τὸ διάφορον ὅσον· καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, Παύλου λέγοντος, μὴ ἀμφίβαλλε. Καὶ οὓς μὲν ἔθετο, φησὶν, ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους· πρῶτον διὰ τὴν ἀλήθειαν, δεύτερον διὰ τὴν σκιὰν, τρίτον διὰ τὸ μέτρον τῆς ὠφελείας, καὶ τῆς ἐλλάμψεως. Καὶ τὸ μὲν πνεῦμα ἑν, τὰ χαρίσματα δὲ οὐκ ἶσα, ὅτι μηδὲ τὰ δοχεῖα τοῦ πνεύματος. Ὧ, μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας καὶ θεωρίας, ἄλλῳ δὲ λόγος γνώσεως ἢ ἀποκαλύψεως, ἄλλῳ πίστις βεβαία καὶ ἀνενδοίαστος ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων καὶ θαυμάτων ὑψηλοτέρων, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἀντιλήψεις, εἴτουν προστασίαι, κυβερνήσεις, εἴτουν παιδαγωγίαι σαρκὸς, γένη γλωσσῶν, ἑρμηνεῖαι γλωσσῶν, τὰ μείζω χαρίσματα, καὶ τὰ δεύτερα, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως.
12. Ταύτην αἰδώμεθα τὴν τάξιν, ἀδελφοὶ, ταύτην φυλάττωμεν. Ὁ μὲν ἔστω τις ἀκοὴ, ὁ δὲ γλῶττα, ὁ δὲ χεὶρ, ὁ δὲ ἄλλο τι τούτων. Ὁ μὲν διδασκέτω, ὁ δὲ μανθανέτω· ὁ δὲ ἐργαζέσθω τὸ ἀγαθὸν ταῖς ἰδίαις χερσὶν εἰς μετάδοσιν τοῦ δεομένου καὶ χρῄζοντος. Ὁ μὲν ἀρχέτω καὶ προβεβλήσθω· ὁ δὲ δικαιούσθω διὰ τῆς ὑπουργίας· καὶ ὁ διδάσκων ἐγκόσμως. Προφῆται γὰρ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω. Ἄλλου δὲ τρανωθέντος, ὁ πρῶτος ὑποχωρείτω. Καὶ ὁ μανθάνων, ἐν εὐπειθείᾳ· καὶ ὁ χορηγῶν, ἐν ἱλαρότητι· καὶ ὁ ὑπουργῶν, ἐν προθυμίᾳ. Μὴ πάντες ὦμεν γλῶσσα, τὸ ἑτοιμότατον· μὴ πάντες ἀπόστολοι, μὴ πάντες προφῆται, μὴ πάντες διερμηνεύωμεν. Μέγα τὸ περὶ Θεοῦ λαλεῖν; Ἀλλὰ μεῖζον τὸ ἑαυτὸν καθαίρειν Θεῷ· ἐπειδὴ εἰς κακότεχνον ψυχὴν σοφία οὐκ εἰσελεύσεται. Καὶ σπείρειν ἐκελεύσθημεν εἰς δικαιοσύνην, καὶ τρυγᾷν καρπὸν ζωῆς, ἵνα καὶ φωτισθῶμεν τῷ φωτὶ τῆς γνώσεως. Καὶ Παῦλος, διὰ τοῦ ἀγαπᾷν ἡμᾶς τὸν Κύριον, ὑπὸ Κυρίου γινώσκεσθαι βούλεται, διὰ δὲ τοῦ γιγνώσκεσθαι, τὸ διδάσκεσθαι, καὶ ταύτην ὁδὸν βελτίονα οἶδεν εἰς γνῶσιν, τῆς φυσιούσης οἰήσεως.
13. Μέγα τὸ διδάσκειν; Ἀλλὰ τὸ μανθάνειν ἀκίνδυνον. Τί σεαυτὸν ποιεῖς ποιμένα, πρόβατον ὤν; Τί γίνῃ κεφαλὴ, ποὺς τυγχάνων; Τί στρατηγεῖν ἐπιχειρεῖς, τεταγμένος ἐν στρατιώταις; Τί τὰ μεγάλα καὶ οὐκ ἀσφαλῆ κέρδη τῆς θαλάσσης ἐπιδιώκεις, ἐνὸν ἀκινδύνως γεωργεῖν γῆν, εἰ καὶ κερδαίνοις ἐλάσσονα; Καὶ εἰ μὲν ἀνὴρ εἶ κατὰ Χριστὸν, καὶ γεγύμνασταί σοι τὰ αἰσθητήρια, καὶ λαμπρόν σοι τὸ φῶς τῆς γνώσεως, λάλει Θεοῦ σοφίαν τὴν λαλουμένην ἐν τοῖς τελείοις, καὶ τὴν ἀποκεκρυμμένην ἐν μυστηρίῳ· καὶ ταύτην, ὅταν καιρὸν λάβῃς, καὶ πιστευθῇς. Τί γὰρ ἔχεις παρὰ σεαυτοῦ, ὃ μὴ δέδοται, μηδὲ εἴληφας; Εἰ δὲ ἔτι νήπιος εἶ, καὶ χαμερπὴς τὴν διάνοιαν, καὶ τοῖς ὑψηλοτέροις προσβαίνειν οὐχ ἱκανὸς, γενοῦ Κορίνθιος, γάλακτι τράφηθι. Τί χρῄζεις στερεωτέρας τροφῆς, ἣν οὐκ ἀναλίσκει τὰ μέλη, καὶ ποιεῖ τροφὴν δι᾿ ἀσθένειαν; Φθέγγου μὲν, εἴ τι κρεῖττον σιωπῆς ἔχεις (καὶ γὰρ τὸ τάξιν στείλασθαι χείλεσιν ἐπαινούμενον, ἔγνω)ς· ἀγάπα δὲ ἡσυχίαν, ἔνθα κρεῖττον λόγου τὸ σιωπᾷν· καὶ τὰ μὲν εἰπεῖν, τὰ δὲ ἀκοῦσαι· καὶ τὰ μὲν ἐπαινέσαι, τὰ δὲ μὴ πικρῶς ἀποπέμψασθαι.
14. Οὐκ ἴστε τὸν ἀγῶνα τὸν ἡμέτερον, ἀδελφοὶ, τῶν σοβαρῶς ἐνταῦθα προκαθεζομένων, καὶ ταῦτα νομοθετούντων ὑμῖν τοῖς πολλοῖς. Τάχα δὲ οὐδὲ ἡμῶν αὐτῶν οἱ πλείους γιγνώσκομεν (ὃ καὶ δακρύειν ἄξιον), ὅπως παρὰ Θεῷ ταλαντεύεται καὶ νόημα πᾶν, καὶ λόγος, καὶ πρᾶξις· καὶ οὐ παρὰ Θεῷ μόνον, ἀλλὰ καὶ τῶν ἀνθρώπων τοῖς πλείστοις· οἳ βραδεῖς μέν εἰσι τῶν ἰδίων κριταὶ, ταχεῖς δὲ τῶν ἀλλοτρίων ἐξετασταὶ, καὶ ῥᾷον ἂν ἄλλοις τὰ μέγιστα, ἢ τὰ ἐλάχιστα ἡμῖν συγχωρήσαιεν· κἂν ὦσιν ἀμαθέστεροι, θᾶττον ἂν ἡμῶν ἀσέβειαν καταγνοῖεν, ἢ μετρίαν ἑαυτῶν ἄγνοιαν. Οὐκ ἴστε, πηλίκον ἐκ Θεοῦ δῶρον ἡ σιωπὴ, καὶ τὸ μὴ ἀνάγκην ἔχειν λόγου παντὸς, ὥστε κατ᾿ ἐξουσίαν, τὸν μὲν αἱρεῖσθαι, τὸν δὲ ἀποδιδράσκειν, καὶ ταμιεύειν ἑαυτῷ καὶ λόγον καὶ σιωπήν. Φύσει μὲν γὰρ ἅπας λόγος σαθρὸς καὶ εὐκίνητος, καὶ διὰ τὸν ἀντιμαχόμενον λόγον ἐλευθερίαν οὐκ ἔχων· ὁ δὲ περὶ Θεοῦ, τοσούτῳ μᾶλλον, ὅσῳ μεῖζον τὸ ὑποκείμενον, καὶ ὁ ζῆλος πλείων, καὶ ὁ κίνδυνος χαλεπώτερος. Καὶ τί φοβηθέντες, τί θαῤῥήσομεν; νοῦν, ἢ λόγον, ἢ ἀκοὴν, ἐν τρισὶ τούτοις τοῦ κινδύνου σαλεύοντος; Καὶ γὰρ νοῆσαι χαλεπὸν, καὶ ἑρμηνεῦσαι ἀμήχανον, καὶ ἀκοῆς κεκαθαρμένης ἐπιτυχεῖν ἐργωδέστερον.
15. Φῶς μὲν ὁ Θεὸς, καὶ φῶς τὸ ἀκρότατον, οὗ βραχεῖά τις ἀποῤῥοὴ, καὶ ἀπαύγασμα κάτω φθάνον, φῶς ἅπαν, κἂν ὑπέρλαμπρον φαίνηται· ἀλλ᾿ ὁρᾷς, γνόφον πατεῖ τὸν ἡμέτερον, καὶ ἔθετο σκότος ἀποκουφὴν αὐτοῦ, μέσον αὐτοῦ τε καὶ ἡμῶν θεὶς, ὥσπερ καὶ Μωϋσῆς πάλαι τὸ κάλυμμα ἑαυτοῦ τε καὶ τῆς πωρώσεως Ἰσραὴλ, ἵνα μὴ ῥᾳδίως ἴδῃ σκοτεινὴ φύσις τὸ ἀπόθετον κάλλος, καὶ ὀλίγων ἄξιον, μηδὲ ῥᾳδίως ἐπιτυχὸν, ῥᾳδίως καὶ ἀποβάλῃ διὰ τὴν εὐκολίαν τῆς κτήσεως· φῶς δὲ ὁμιλήσῃ φωτὶ, ἀεὶ πρὸς τὸ ὕψος ἕλκοντι διὰ τῆς ἐφέσεως, καὶ νοῦς πλησιάσῃ τῷ καθαρωτάτῳ κεκαθαρμένος, καὶ τὸ μὲν ἄρτι φανῇ, τὸ δὲ ὕστερον, ἆθλον ἀρετῆς καὶ τῆς ἐντεῦθεν πρὸς αὐτὸ νεύσεως, εἴτουν ἐξομοιώσεως. Βλέπομεν γὰρ ἄρτι, φησὶ, δι᾿ ἐσόπτρου καὶ ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Καὶ τὸ ταπεινὸν ἡμῶν ὅσον! καὶ ἡ ἐπαγγελία πηλίκ!η γνῶναι Θεὸν τοσοῦτον, ὅσον ἐγνώσμεθα. Ταῦτα Παῦλος ὁ μέγας κῆρυξ τῆς ἀληθείας, ὁ τῶν ἐθνῶν ἐν πίστει διδάσκαλος, ὁ τὸν πολὺν κύκλον τοῦ Εὐαγγελίου πληρώσας, ὁ μὴ ἄλλῳ τινὶ ζῶν, ἢ Χριστῷ, ὁ μέχρι οὐρανοῦ τρίτου φθάσας, ὁ τοῦ παραδείσου θεατὴς, ὁ ποθῶν διὰ τὴν τελειότητα τὴν ἀνάλυσιν.
16. Καὶ Μωϋσῆς μὲν μόλις εἶδε Θεοῦ τὰ ὀπίσθια διὰ τῆς πέτρας (ἅτινα ταῦτά ἐστι, καὶ ἥτις ἡ πέτρ)α, καὶ ταῦτα πολλὰ δεηθεὶς, καὶ τυχὼν ὑποσχέσεως· πλὴν ὅτι μὴ, ὅσον ἐπόθησεν, εἶδεν, ἀλλὰ πλόεν τοῦ φαντασθέντος ἦν ὃ διέφυγεν· Μωϋσῆς, ὁ τοῦ Φαραὼ Θεὸς, ὁ τοσοῦτον ἄγων λαὸν, ὁ τηλικαύτην σημείων ἐπιδειξάμενος δύναμιν. Σὺ δὲ, τίνας ἔθρεψας ἐξ οὐρανοῦ; Ποῖον ὕδωρ ἐκ πέτρας δέδωκας; Ποίαν ἔῤῥηξας θάλασσαν ῥάβδῳ; Τίνα λαὸν διήγαγες ὡς διὰ ξηρᾶς τῆς ὑγρᾶς; Τίνας ἐχθροὺς κατεπόντισας; Τίνας στύλῳ πυρὸς καὶ νεφέλης ὡδήγησας; Τίνα κατεπολέμησας Ἀμαλὴκ εὐχῇ, καὶ χειρῶν ἐκτάσει, καὶ τῷ σταυρῷ προτυπουμένῳ πόῤῥωθεν μυστικῶς, ἵν᾿ ᾖ σοι συμφορὰ τὸ μὴ τελείως καταλαβεῖν Θεὸν, καὶ διὰ τοῦτο πάντα δονῆται, καὶ ἄνω καὶ κάτω φέρηται; Ἐπεὶ δὲ Μωϋσέως ἐμνήσθην, οὐκ ἔμαθες ἐντεῦθεν χαρίσματος ἀκολουθίαν καὶ νόμον τάξεως; Εἰ μὲν εἶ Μωϋσῆς, καὶ τῆς νεφέλης εἴσω χώρησον, καὶ λάλει Θεῷ, καὶ φωνῆς ἄκουε, καὶ δέξαι νόμον, καὶ νομοθέτησον. Εἰ δὲ Ἀαρὼν, συνανάβηθι μὲν, ἀλλὰ τῆς νεφέλης ἔξω στῆθι πλησίον. Εἰ δὲ Ἰθάμαρ τις, ἢ Ἐλεάζαρ, καὶ τρίτος ἀπὸ Μωϋσέως, ἢ τῆς γερουσίας τις καὶ τῶν Ἑβδομήκοντα, ἔτι πόῤῥωθεν στῆθι, κἂν τῇ στάσει τὸ τρίτον ἔχων. Εἰ δὲ τοῦ λαοῦ καὶ τῶν πολλῶν εἷς, οὐ προσίεταί σε τὸ ὄρος, οὗ κἂν θηρίον θίγῃ, λιθοβοληθήσεται. Κάτω μεῖνον, καὶ μόνης ἄκουε τῆς φωνῆς, καὶ ταύτης, ἁγνίσας σεαυτὸν καὶ καθάρας, ὡς διατέταξαι.
17. Καὶ ἵνα σε παιδεύσω διὰ πλειόνων, τίς τῶν ἱερέων ἐτελείου τὰς χεῖρας; Μωϋσῆς. Τίς τῶν τελειουμένων ὁ πρῶτος; Ἀαρών. Καὶ ἔτι πρὸ τούτων, τίς τὰ πρὸς Θεὸν ἦν; Καὶ τίς ἀντὶ φωνῆς τῷ λαῷ; Εἰς δὲ τὰ Ἅγια τῶν ἁγίων εἰσῄει τίς, πλὴν ἑνός; Ἀεὶ δὲ οὗτος; Οὐδαμῶς· ἀλλ᾿ ἅπαξ τοῦ ἐνιαυτοῦ, καὶ ἦν ὅτε. Ἔφερον δὲ τὴν σκηνὴν τίνες, πλὴν τῶν Λευιτῶν; Καὶ οὗτοι, καθὼς διετέτακτο, οἱ μὲν τὰ τιμιώτερα ταύτης, οἱ δὲ τὰ δεύτερα, καθὼς ἡ τῶν φερόντων ἀξία; Ἐπεὶ δὲ καὶ φυλάσσεσθαι ταύτην ἔδει, ἐφύλασσον τίνες, καὶ πῶς, Οἱ μὲν τόδε τὸ κλίτος, οἱ δὲ τόδε· καὶ οὐδὲ ἀόριστον, οὐδὲ ἄτακτον, οὐδὲ τῶν ἐλαχίστων. Ἡμεῖς δὲ ἂν μικροῦ δοξαρίου τύχωμεν, ἢ οὐδὲ τούτου πολλάκις, ἀλλ᾿ ὡς ἔτυχεν, ἢ δύο, ἢ τρία ῥήματα τῆς Γραφῆς ἐκμελετήσωμεν, καὶ ταῦτα περικεκομμένως καὶ ἀνοήτως (τοῦτο ἐκεῖνο, ἡ αὐθημερινὴ σοφία, καὶ ὁ ἐν Χαλάνῃ πύργος, ὃς καλῶς τὰς γλώσσας ἐμέρισεν)· καὶ ἀπονοηθῆναι δεῖ κατὰ Μωϋσέως, καὶ γενέσθαι Δαθὰν καὶ Ἀβειρὼν τοὺς ὑβριστὰς καὶ ἀθέους. Ὧν φύγωμεν τὴν αὐθάδειαν, καὶ μηδὲ τὴν ἀπόνοιαν μιμησώμεθα, μηδὲ τὸ τέλος δεξώμεθα.
18. Βούλει δὲ καὶ ἄλλην σοι παραστήσω τάξιν, καὶ ταύτην ἐπαινετὴν, καὶ ταύτην ἀξίαν τῆς εἰς τὸ παρὸν μνήμης, καὶ νουθεσίας; Ὁρᾷς τῶν Χριστοῦ μαθητῶν, πάντων ὄντων ὑψηλῶν, καὶ τῆς ἐκλογῆς ἀξίων, ὁ μὲν Πέτρα καλεῖται, καὶ τοὺς θεμελίους τῆς Ἐκκλησίας πιστεύεται, ὁ δὲ ἀγαπᾶται πλέον, καὶ ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ ἀναπαύεται, καὶ φέρουσιν οἱ λοιποὶ τὴν προτίμησιν. Ἀναβῆναι δὲ εἰς τὸ ὄρος δεῆσαν, ἵνα τῇ μορφῇ λάμψῃ, καὶ τὴν θεότητα παραδείξῃ, καὶ γυμνώσῃ τὸν ἐν τῇ σαρκὶ κρυπτόμενον, τίνες συναναβαίνουσιν (οὐ γὰρ πάντες ἐπόπται τοῦ θαύματο)ς; Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, οἱ πρὸ τῶν ἄλλων καὶ ὄντες καὶ ἀριθμούμενοι. Παρεῖναι δὲ ἀγωνιῶντι, καὶ ἀναχωροῦντι μικρὸν πρὸ τοῦ πάθους, καὶ εὐχομένῳ, τίνες; Οἱ αὐτοὶ πάλιν. Αὕτη μὲν ἡ τοῦ Χριστοῦ προτίμησις. Ἡ λοιπὴ δὲ εὐκοσμία καὶ τάξις, ὅση; Τὸ μὲν Πέτρος ἐρωτᾷ, τὸ δὲ Φίλιππος, τὸ δὲ Ἰούδας, τὸ δὲ Θωμᾶς, τὸ δὲ ἄλλος τις, καὶ οὐδὲ τὸ αὐτὸ πάντες, οὐδὲ τὰ πάντα εἷς, ἀλλ᾿ ἕκαστος ἐν μέρει, καὶ καθ᾿ ἕν. Οὗπερ ἕκαστος ἔχρῃζεν, εἴποις ἄν; Ἀλλ᾿ ἐκεῖνό γε, τί σοι φαίνεται; Βούλεταί τι Φίλιππος εἰπεῖν, καὶ οὐ θαῤῥεῖ μόνος, ἀλλὰ καὶ Ἀνδρέαν προσλαμβάνει. Χρῄζει πυθέσθαι τι Πέτρος, καὶ Ἰωάννην προβάλλεται διὰ νεύματος. Ποῦ τὸ αὐστηρὸν ἐνταῦθα; Ποῦ δὲ τὸ φίλαρχον; Πῶς ἂν μᾶλλον ἔδειξαν ὄντες μαθηταὶ Χριστοῦ, τοῦ πράου καὶ ταπεινοῦ τὴν καρδίαν, καὶ δούλου δι᾿ ἡμᾶς τοὺς αὐτοῦ δούλους, καὶ πᾶσαν τῷ Πατρὶ τὴν δόξαν ἐν πᾶσιν ἀναπέμποντος, ἵν᾿ ἡμῖν δῷ τύπον εὐταξίας καὶ μετριότητος; Ἣν τοσοῦτον τιμᾷν ἀπέχομεν, ὥστε ἀγαπῴην ἂν, εἰ μὴ καὶ θρασύτεροι πάντων εἴημεν, οἵ γε περὶ μεγίστων κἂν τοῖς μεγίστοις ταύτην ἐπιδεικνύμεθα.
19. Οὐκ οἶσθα, ὅτι τὸ ταπεινὸν, οὐκ ἐν τοῖς μικροῖς κρίνεται τοσοῦτον (γένοιτο γὰρ ἂν καὶ δι᾿ ἔνδειξιν καὶ ψευδῆ μόρφωσιν ἀρετῆ)ς, ὅσον ἐν τοῖς μείζοσι δοκιμάζεται; Καὶ ταπεινόφρων ἐμοὶ, οὐχ ὅστις περὶ ἑαυτοῦ μικρὰ διαλέγεται, καὶ τοῦτο πρὸς ὀλίγους, καὶ ὀλιγάκις, οὐδ᾿ ὅστις ταπεινῶς προσαγορεύει τὸν ἀτιμότερον, ἀλλ᾿ ὅστις μετρίως περὶ Θεοῦ φθέγγεται· καὶ τὰ μὲν εἰπεῖν οἶδε, τὰ δὲ κατέχειν, τῶν δὲ ὁμολογεῖν τὴν ἄγνοιαν, καὶ παραχωρεῖ τοῦ λόγου τῷ πιστευθέντι, καὶ εἶναί τινα πνευματικώτερον δέχεται, καὶ διαβεβηκότα μᾶλλον ἐν θεωρίᾳ. Αἰσχρὸν γὰρ ἐσθῆτος μὲν καὶ διαίτης, μὴ τὴν ὑψηλοτέραν αἱρεῖσθαι, ἀλλὰ τὴν εὐτελεστέραν, καὶ τύλοις γονάτων, καὶ δακρύων πηγαῖς, ἔτι δὲ νηστείαις, καὶ ἀγρυπνίαις, καὶ χαμευνίαις, κόπῳ καὶ πᾶσιν ὑπωπιασμοῖς τὸ ταπεινὸν ἐπιδείκνυσθαι, καὶ τὴν τῆς ἰδίας ἀσθενείας συναίσθησιν· αὐτοκράτορα δὲ εἶναι καὶ τύραννον ἐν τοῖς περὶ Θεοῦ λόγοις, καὶ μηδενὶ τὸ παράπαν ὑφίεσθαι, καὶ τὴν ὀφρὺν αἴρειν ὑπὲρ πάντα νομοδιδάσκαλον· ἔνθα τὸ ταπεινὸν μετὰ τῆς εὐδοξίας ἔχει καὶ τὴν ἀσφάλειαν.
20. Τί οὖν; σιωπησόμεθα περὶ Θεοῦ, καὶ τοῦτο κελεύεις (ὑπέκρουέ τις τῶν θερμοτέρων); Καὶ περὶ τίνος μᾶλλον, ἢ τούτου φθεγξόμεθα; Καὶ ποῦ θήσομεν τὸ, Διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου· καὶ, Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ· καὶ, Ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου· καὶ, Ἰδοὺ, τὰ χείλη μου οὐ μὴ κωλύσω· καὶ τοιαῦτα ἐρεῖ μεμελετημένα, καὶ ὡρισμένα ῥήματα; Πρὸς ὃν δεῖ πράως καὶ μὴ χαλεπῶς ἀπαντῆσαι τοῖς λόγοις, ἐντεῦθεν διδάσκοντας εὐταξίαν. Οὐ σιωπᾷν διακελεύομαι, ὦ σοφώτατε, ἀλλὰ μὴ φιλονείκως ἵστασθαι· οὐ κρύπτειν τὴν ἀλήθειαν, ἀλλὰ μὴ διδάσκειν παρὰ τὸν νόμον. Ἐγὼ πρῶτος τῶν ἐπαινούντων εἰμὶ σοφίαν, κἀν τοῖς θείοις λόγοις ἀσχολουμένων, ἢ ἀσχολεῖσθαί γε βουλομένων· καὶ μή ποτε πρὸ ταύτης τι θείην τῆς ἀσχολίας, μηδὲ ταλαίπωρος ὑπ᾿ αὐτῆς ἀκούσαιμι τῆς Σοφίας, ὡς σοφίαν καὶ παιδείαν ἐξουθενῶν. Φεύγω δ᾿ ὅμως τὸ ἄμετρον, καὶ κολάζω τὴν ἀπληστίαν· καὶ ἀργὸς εἶναι μᾶλλον τοῦ δέοντος, ἢ περίεργος δέχομαι, ἂν μὴ ἀμφότερα διαφεύγειν ἐξῇ, καὶ τοῦ μετρίου τυγχάνειν· καὶ δειλότερος μᾶλλον τοῦ δέοντος, ἢ θρασύτερος. Σὺ δὲ ποιεῖς παραπλήσιον, ὥσπερ ἂν εἰ κωλύοντά με τροφῆς ἀμετρίαν, καὶ καθόλου τροφὴν κωλύειν κατῃτιῶ· ἢ καὶ τυφλότητα ἐπαινεῖν, σωφρόνως ὁρᾷν εἰσηγούμενον.
21. Εἰ ἔστι σοι λόγος συνέσεως, ἀποκρίθητι, φησὶ, καὶ οὐδεὶς ὁ κωλύσων· εἰ δὲ μὴ, δεσμὸς κείσθω σοῖς χείλεσι. Πόσῳ μᾶλλον ἁρμόζει τοῦτο τοῖς εἰς τὸ διδάσκειν ἑτοίμοις; Εἰ μὲν ἔστι σοι καιρὸς, δίδαξον· εἰ δὲ μὴ, τὴν γλῶσσαν πεδήσας, λῦσον τὴν ἀκοήν. Μελέτα μὲν ἐν τοῖς θείοις, ἀλλ᾿ εἴσω τῶν ὅρων μένων. Φθέγγου μὲν τὰ τοῦ Πνεύματος, καὶ, εἰ δυνατὸν, μηδ᾿ ἄλλο τι· καὶ φθέγγου μᾶλλον ἢ ἀνάπνει (καλὸν γὰρ τοῦτο καὶ ἔνθεον, τῇ μνήμῃ τῶν θείων, ἀεὶ κεντρίζεσθαι πρὸς Θεόν), ἀλλ᾿ ἃ προσετάχθης διανοούμενος. Μὴ περιεργάζου Πατρὸς φύσιν, Υἱοῦ μονογενοῦς οὐσίωσιν, Πνεύματος δόξαν καὶ δύναμιν, τὴν μίαν ἐν τοῖς τρισὶ θεότητα καὶ λαμπρότητα, τὴν ἀμέριστον καὶ φύσιν, καὶ ὁμολογίαν, καὶ δόξαν, καὶ τῶν πεπιστευκότων ἐλπίδα. Ἔχου τῶν συντρόφων ῥημάτων· ὁ λόγος ἔστω τῶν σοφωτέρων. Ἀρκεῖ σοι τὸν θεμέλιον ἔχειν· ἐποικοδομείτω δὲ ὁ τεχνίτης. Ἀρκεῖ τῷ ἄρτῳ τὴν καρδίαν στηρίζεσθαι· τὰ ὄψα δὲ τοῖς πλουσίοις συγχώρησον. Οὐδεὶς κρίνει σε, μὴ τρέφοντα πολυτελῶς, τῶν νοῦν ἐχόντων· ἀλλ᾿ ἐὰν μὴ παραθῇς ἅρτον, μηδὲ ποτίσῃς ὕδωρ, εἴτουν μαθητὴν Χριστοῦ, εἴτε ἄλλον τινὰ μέχρι τούτων δυνάμενος. Μὴ ἴσθι ταχὺς ἐν λόγοις, ἡ σοφία διακελεύεταί σοι· μὴ συμπαρεκτείνου, πένης ὤν, πλουσίῳ, μηδὲ ζήτει τῶν σοφῶν εἶναι σοφώτερος. Σοφία, καὶ τὸ γινώσκειν ἑαυτὸν, ἀλλὰ μὴ ὑπεραίρεσθαι, μηδὲ ταυτὸν ταῖς φωναῖς πάσχειν, αἳ παντελῶς ἐκλείπουσιν, ἐὰν ὑπερφωνῶνται δι᾿ ἀμετρίαν. Κρεῖττον ὄντα σοφὸν, ὑφίεσθαι δι᾿ ἐπιείκειαν, ἢ ἀμαθῶς ἔχοντα διὰ θράσος ὑπερεκτείνεσθαι. Τὸ τάχος ἔστω σοι μέχρι τῆς ὁμολογίας, εἴ ποτε ταύτην ἀπαιτηθείης· τὸ δὲ ὑπὲρ ταύτην εἶναι δειλότερος. Ἐκεῖ μὲν γὰρ ἡ βραδυτὴς, ἐνταῦθα δὲ ἡ ταχυτὴς ἔχει τὸν κίνδυνον.
22. Τί σοι δεινὸν, ἐὰν μὴ πᾶσι λόγοις ἐνδυναστεύσῃς, καὶ τὴν προεδρίαν ἔχῃς ἐπὶ παντὸς προβλήματος, ἢ ζητήματος, ἀλλ᾿ ἕτεροί σου φανῶσιν, ἢ σοφώτεροι, ἢ θρασύτεροι; Τῷ Θεῷ χάρις. ὅτι καὶ τὰ ἐξαίρετα δίδωσι, καὶ διὰ τῶν κοινῶν, σώζειν ἐπίσταται. Καὶ τοῦτο οὐ περὶ λόγους μόνον τὸ θαῦμα, ἀλλὰ καὶ περὶ τὴν δημιουργίαν αὐτὴν, εἴ ποτε κατενόησας. Οὔτε ἐν τοῖς κτίσμασι τὰ πρωτεῖά τινών ἐστιν, ἀλλὰ πάντων, καὶ κοινὴ χάρις τοῦ ἑνὸς πλάσματος· οὔτε ἐν τῇ πίστει τὰ σώζοντα τῶν δυνατωτέρων, ἀλλὰ τῶν βουλομένων. Τί κάλλιον ἀέρος, πυρὸς, ὕδατος, γῆς, ὑετῶν, καρπῶν ἡμέρων τε καὶ ἀγρίων, στέγης, ἐνδύματος; Τούτων ἡ μετουσία κοινὴ, τῶν μὲν καὶ παντάπασι, τῶν δὲ μετρίως· καὶ οὐδεὶς οὕτω τύραννος, ὥστε μόνος ἀπολαῦσαι τῆς κοινῆς χάριτος. Ἀνατέλλει τὸν ἥλιον ὁμοτίμως, βρέχει πλουσίοις καὶ πένησι· κοινὴ νυκτὸς καὶ ἡμέρας ἐναλλαγὴ, κοινὸν δῶρον ὑγίεια, κοινὸς ὅρος ζωῆς, κοινὸν μέτρον καὶ χάρις σώματος, κοινὸν αἰσθήσεων δύναμις· τάχα δὲ καὶ πλεῖον ὁ πένης ἔχει, τὸ ἐπὶ τούτοις πλεῖον εὐχαριστεῖν, καὶ ἀπολαύειν ἥδιον τῶν κοινῶν, ἢ τῶν ἐκ περιουσίας οἱ δυνατώτεροι. Ταῦτα μὲν οὖν κοινὰ, καὶ ὁμότιμα, καὶ Θεοῦ δικαιοσύνης γνωρίσματα· ὁ χρυσὸς δὲ, καὶ οἱ διαφανεῖς λίθοι καὶ ἀγαπώμενοι, καὶ τῆς ἐσθῆτος ὅση μαλακὴ καὶ περίεργος, καὶ ἡ φλεγμαίνουσα καὶ ἐκμαίνουσα τράπεζα, καὶ τὰ περιττὰ τῆς κτήσεως, ὁ πόνος τῶν κεκτημένων, ὀλίγων ἐστὶν ἐγκαλλωπίσματα.
23. Τοῦτο καὶ περὶ τὴν πίστιν ἐγὼ θεωρῶ. Κοινὰ, νόμος, προφῆται, Διαθῆκαι, λόγια Διαθηκῶν, χάρις, παιδαγωγία, τελείωσις, πάθη Χριστοῦ, καινὴ κτίσις. ἀπόστολοι, Εὐαγγέλια, διαμονὴ Πνεύματος, πίστις, ἐλπὶς, ἀγάπη εἰς Θεόν τε καὶ ἐκ Θεοῦ, καὶ οὐ πρὸς μέτρον, ὡς ἡ τοῦ μάννα ποτὲ δωρεὰ τῷ ἀχαρίστῳ Ἰσραὴλ καὶ ἀγνώμονι· ἀλλὰ καθ᾿ ὅσον ἕκαστος βούλεται, ἀνάβασις, ἔλλαμψις, ὀλίγη μὲν ἡ ἐντεῦθεν, τρανοτέρα δὲ ἡ ἐλπιζομένη· τὸ μέγιστον, ἡ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἐπίγνωσις, καὶ ὁμολογία τῆς πρώτης ἡμῶν ἐλπίδος. Τούτων τί μεῖζον; τί δαὶ κοινότερον; Τὰ δὲ ὑπὲρ ταῦτα, κἂν τῷ σπανίῳ τὸ τιμιώτερον ἔχῃ, ἀλλὰ τῷ γε ἀναγκαίῳ τὸ δεύτερον· ὧν γὰρ ἄνευ τὸ εἶναι Χριστιανὸν οὐχ οἷόν τε, ταῦτα τῶν ὀλίγοις ἐφικτῶν χρησιμώτερα.
24. Ὁ μέν τις πλουτεῖ θεωρίᾳ, καὶ ὑπὲρ τοὺς πολλοὺς αἴρεται, καὶ πνευματικὰ συγκρίνει πνευματικοῖς, καὶ ἀπογράφεται τρισσῶς, ἐπὶ τὸ πλάτος τῆς καρδίας, τὸν πάντας οἰκοδομοῦντα λόγον, καὶ τὸν πολλοὺς, καὶ τὸν τινὰς ἀντὶ πλειόνων ἢ πάντων, καὶ οὐκ ἀνέχεται πένης ὤν, καὶ ἐμβατεύει τοῖς βάθεσιν. Ἀνίτω, καὶ ὁδηγείσθω, καὶ ὑπὸ τοῦ νοῦ φερέσθω, καὶ, εἰ βούλεται, μέχρις οὐρανοῦ τρίτου, κατὰ τὸν Παῦλον· μόνον σὺν λόγῳ καὶ ἐπιστήμῃ, καὶ μὴ καταπιπτέτω διὰ τὴν ἔπαρσιν, μηδὲ πτεροῤῥυείτω διὰ τὸ ὕψος τῆς πτήσεως. Τίς φθόνος ἐπαινετῆς ἀναβάσεως; Καὶ τί πτῶμα τοιοῦτο, οἷον ἐπάρσει περιπαρῆναι, καὶ μὴ γνῶναι τῆς ἀνθρωπίνης ἀνανεύσεως τὴν ταπείνωσιν, καὶ ὅσον ἔτι λείπεται τοῦ ἀληθινοῦ ὕψους ὁ πάντων ἀνώτατος;
25. Ὁ δὲ ὀλίγος ἐστὶ τὴν διάνοιαν, καὶ πένης τὴν γλῶτταν, καὶ οὐκ οἶδε λόγων στροφὰς, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα, καὶ τὰς Πύῤῥωνος ἐνστάσεις, ἢ ἐφέξεις, ἢ ἀντιθέσεις, καὶ τῶν Χρυσίππου συλλογισμῶν τὰς διαλύσεις, ἢ τῶν Ἀριστοτέλους τεχνῶν τὴν κακοτεχνίαν, ἢ τῆς Πλάτωνος εὐγλωττίας τὰ γοητεύματα, οἳ κακῶς εἰς τὴν Ἐκκλησίαν ἡμῶν εἰσέφησαν, ὥσπερ Αἰγυπτιακαί τινες μάστιγες. Ἔχει καὶ οὗτος ὅθεν σωθῇ. Καὶ διὰ τίνων ῥημάτων; Οὐδὲν τῆς χάριτος πλουσιώτερον. Οὐδὲν δεῖ σοι, φησὶν, εἰς τὸν οὐρανὸν ἀνελθεῖν, ἵν᾿ ἐκεῖθεν ἑλκύσῃς Χριστόν· οὐδὲ εἰς τὴν ἄβυσσον κατελθεῖν, ἵν᾿ ἐντεῦθεν αὐτὸν ἐκ νεκρῶν ἀνασπάσῃς, ἢ τὴν πρώτην πολυπραγμονῶν φύσιν, ἢ τὴν τελευταίαν οἰκονομίαν. Ἐγγύς σου, φησὶ, τὸ ῥῆμά ἐστιν· ἡ διάνοια τοῦτον ἔχει τὸν θησαυρὸν, καὶ ἡ γλῶσσα· ἡ μὲν πιστεύουσα, ἡ δὲ ὁμολογοῦσα. Τί τούτου συντομώτερον τοῦ πλούτου; τί ταύτης τῆς δωρεᾶς εὐκολώτερον; Ὁμολόγησον Ἰησοῦν Χριστὸν, καὶ πίστευσον, ὅτι ἐκ νεκρῶν ἐγήγερται, καὶ σωθήσῃ. Δικαιοσύνη μὲν γὰρ, καὶ τὸ πιστεῦσαι μόνον· σωτηρία δὲ παντελὴς, τὸ καὶ ὁμολογῆσαι, καὶ προσθεῖναι τῇ ἐπιγνώσει τὴν παῤῥησίαν. Σὺ μεῖζόν τι σωτηρίας ζητεῖς, τὴν ἐκεῖθεν δόξαν τε καὶ λαμπρότητα· ἐμοὶ καὶ τὸ σωθῆναι μέγιστον, καὶ τὰς ἐκεῖθεν φυγεῖν βασάνους. Σὺ βαδίζεις τὴν ἀτριβῆ καὶ ἀπρόσιτον· ἐγὼ τὴν τετριμμένην, καὶ ἣ πολλοὺς ἔσωσεν.
26. Οὐδὲν ἂν ἦν τῆς πίστεως ἡμῶν, ἀδελφοὶ, ἀδικώτερον, εἴ γε εἰς τοὺς σοφοὺς ἔπιπτε μόνον, καὶ τοὺς περιττοὺς ἐν λόγῳ, καὶ ταῖς λογικαῖς ἀποδείξεσι· τοὺς πολλοὺς δὲ ἔδει, καθάπερ χρυσοῦ, καὶ ἀργύρου, καὶ τῶν ἄλλων, ὁπόσα τίμια κάτω, καὶ περισπούδαστα τοῖς πολλοῖς, οὕτω δὴ καὶ ταύτης ἀποτυγχάνειν· καὶ τὸ μὲν ὑψηλόν τε καὶ εἰς ὀλίγους φθάνον, φίλον ἦν Θεῷ καὶ οἰκεῖον· τὸ δὲ ἐγγυτέρω, καὶ τοῖς πολλοῖς ἐφικτὸν, ἀπόπτυστον καὶ ἀπόβλητον. Οὐδὲ γὰρ τῶν ἀνθρώπων οἱ μετριώτεροι τοῦτο πάθοιεν ἂν, ὥστε μὴ τὰς κατὰ δύναμιν ἀπαιτεῖν τιμὰς, ἀλλὰ χαίρειν μόνον ταῖς προεχούσαις, μήτιγε δὴ Θεός· οὗ πολλῶν ὄντων ἐφ᾿ οἷς θαυμάζεται, οὐδὲν οὕτως, ὡς τὸ πάντας εὐεργετεῖν, ἰδιώτατον. Μὴ ἀτίμαζε τὸ εἰωθὸς, μὴ θήρευε τὸ καινὸν, ἵν᾿ εὐδοκιμήσῃς ἐν τοῖς πλείοσι. Κρείσσων μικρὰ μερὶς μετὰ ἀσφαλείας, ἢ μεγάλη μετὰ σαθρότητος, παιδευέτω σε τῇ συμβουλῇ Σολομών· καὶ, Κρείσσων ἄπορος πορευόμενος ἐν ἁπλότητι αὐτοῦ (μία καὶ αὕτη τῶν παροιμιῶν σοφῶς ἔχουσ)α, ὁ πένης ἐν λόγῳ καὶ γνώσει, καὶ τοῖς ἁπλοῖς ῥήμασιν ἐπερειδόμενος, καὶ ἐπὶ τούτων ὥσπερ ἐπὶ λεπτῆς σχεδίας διασωζόμενος, ὑπὲρ στρεβλόχειλον ἄφρονα, τὸν ἀποδείξει λόγου θαῤῥοῦντα σὺν ἀμαθίᾳ, καὶ κενοῦντα τὸν σταυρὸν τοῦ Χριστοῦ, πρᾶγμά τι λόγου κρεῖττον, διὰ τῆς ἐν λόγοις δυνάμεως, ἔνθα τὸ ἀσθενὲς τῆς ἀποδείξεως, τῆς ἀληθείας ἐστὶν ἐλάττωσις.
27. Τί πρὸς οὐρανὸν ἀνίπτασαι, πεζὸς ὤν; Τί πύργον οἰκοδομεῖς, τὰ πρὸς ἀπαρτισμὸν οὐκ ἔχων; Τί καὶ σὺ μετρεῖς τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακὶ, στοιχεῖα μεγάλα, καὶ μόνῳ μετρητὰ τῷ ποιήσαντι; Γνῶθι σαυτὸν πρῶτον· τὰ ἐν χερσὶ κατανόησον· τίς εἶ, καὶ πῶς ἐπλάσθης, καὶ πῶς συνέστης, ἵν᾿ εἰκὼν ᾖς Θεοῦ, καὶ τῷ χείρονι συνδεθῇς, καὶ τί τὸ κινῆσάν σε, τίς ἡ περὶ σὲ σοφία καὶ τί τῆς φύσεως τὸ μυστήριον· πῶς μετρῇ τόπῳ, καὶ νοῦς οὐχ ὁρίζεται, ἀλλ᾿ ἐν ταυτῷ μένων πάντα ἐπέρχεται· πῶς ὄψις ὀλίγη, καὶ ἐπιπλεῖστον φθάνουσα, καὶ πότερον παραδοχή τίς ἐστι τοῦ ὀφθέντος, ἢ πρὸς ἐκεῖνο διάβασις· πῶς τὸ αὐτὸ καὶ κινεῖ, καὶ κινεῖται, διὰ βουλήσεως κυβερνώμενον· τίς δαὶ παῦλα κινήσεως· τίς ὁ τῶν αἰσθήσεων μερισμὸς, καὶ πῶς διὰ τούτων ὁ νοῦς ὁμιλεῖ τοῖς ἔξω, καὶ τὰ ἔξωθεν παραδέχεται· πῶς ἀναλαμβάνει τὰ εἴδη· καὶ τίς ἡ τήρησις τοῦ ἀναληφθέντος, ἢ μνήμη· καὶ τίς ἡ τοῦ ἀπελθόντος ἀνάληψις, ἢ ἀνάμνησις· πῶς λόγος νοῦ γέννημα, καὶ γεννᾷ λόγον ἐν ἄλλῳ νοΐ, καὶ πῶς λόγῳ νόημα διαδίδοται· πῶς τρέφεται διὰ ψυχῆς σῶμα, καὶ πῶς ψυχὴ διὰ σώματος κοινωνεῖ πάθους· πῶς πήγνυσι φόβος, καὶ λύει θάρσος, καὶ συστέλλει λύπη, καὶ διαχεῖ ἡδονὴ, καὶ τήκει φθόνος, καὶ μετεωρίζει τῦφος, καὶ κουφίζει ἐλπίς· πῶς ἐκμαίνει θυμὸς, καὶ αἰδὼς ἐρυθραίνει δι᾿ αἵματος, ὁ μὲν ζέσαντος, ἡ δὲ ἀναχωρήσαντος· καὶ πῶς οἱ χαρακτῆρες τῶν παθῶν ἐν τοῖς σώμασι· τίς ἡ τοῦ λογισμοῦ προεδρία, καὶ πῶς πᾶσι τούτοις ἐπιστατεῖ καὶ ἡμεροῖ τὰ τῶν παθῶν κινήματα· πῶς αἵματι κρατεῖται καὶ πνοῇ τὸ ἀσώματον· καὶ πῶς ἡ τούτων ἔκλειψις, ψυχῆς ἐστιν ἀναχώρησις. Ταῦτα, ἢ τούτων τι κατανόησον, ὦ ἄνθρωπε· οὔπω γὰρ λέγω φύσιν, ἢ κίνησιν οὐρανοῦ, καὶ τάξιν ἀστέρων, καὶ μίξιν στοιχείων, καὶ ζώων διαφορὰς, καὶ δυνάμεων οὐρανίων ὑποβάσεις καὶ ὑπερθέσεις, καὶ πάντα εἰς ὅσα ὁ δημιουργικὸς λόγος καταμερίζεται, καὶ λόγους προνοίας καὶ διοικήσεως· καὶ τότε οὔπω λέγω, Θάῤῥησον· ἀλλ᾿, Ἔτι φοβήθητι προσβῆναι τοῖς ὑψηλοτέροις, καὶ τοῖς μᾶλλον ὑπὲρ τὴν σὴν δύναμιν.
28. Μάλιστα μὲν γὰρ, γυμνασία τῆς περὶ τὰ μείζω φιλονεικίας, ἅπας λόγος δύσερις καὶ φιλότιμος· καὶ δεῖ, καθάπερ τοὺς παῖδας πλάττομεν ἐν τοῖς πρώτοις ἤθεσιν, ἵνα τὴν ὕστερον μοχθηρίαν φύγωσιν· οὕτω δὴ καὶ τῷ λόγῳ, μηδὲ περὶ τὰ μικρὰ φαίνεσθαι θρασὺν καὶ ἀπαίδευτον, ἵνα μὴ περὶ τὰ μείζω τῇ μελέτῃ καταχρησώμεθα. Ῥᾷον γὰρ ἀπ᾿ ἀρχῆς μὴ ἐνδοῦναι κακίᾳ, καὶ προσιοῦσαν διαφυγεῖν, ἢ προβαίνουσαν ἀνακύψαι καὶ φανῆναι ταύτης ἀνώτερον· ὥσπερ καὶ πέτραν ἀπ᾿ ἀρχῆς ἐρεῖσαι καὶ κατασχεῖν, ἢ φερομένην ἀνώσασθαι. Εἰ δὲ ἀπληστότερος εἶ, καὶ κατέχειν τὴν νόσον ἀδυνατεῖς, ταῦτα μελέτα, ἐν τούτοις ἴσθι· κενούσθω σοι τὸ φιλότιμον ἐν τοῖς ἀκινδύνοις.
29. Οὐ δέχῃ τοῦτο, οὐδὲ ἡ γλῶσσά σου χαλινὸν ἔχει, οὐδὲ κρείττων εἶ τῆς φορᾶς, δεῖ δὲ ἀπονοεῖσθαι πάντως, καὶ ταῖς πρώταις δυνάμεσι μὴ ὑφίεσθαι, εἴπερ μὴ κἀκείναις μέτρον ἐστὶ τῆς γνώσεως, καὶ πλέον εἶναι μέγαν, ἢ ὅσον συμφέρον· σὺ δὲ μὴ κατακρίνῃς τὸν ἀδελφὸν, μηδὲ τὴν δειλίαν ἀσέβειαν ὀνομάσῃς, μηδὲ ἀπέλθῃς προπετῶς καταγνοὺς, ἢ ἀπογνοὺς, ὁ τὴν ἐπιείκειαν ὑπισχνούμενος. Ἀλλ᾿ ἐνταῦθά μοι φάνηθι ταπεινὸς, ἕως ἔξεστιν· ἐνταῦθα τὸν ἀδελφὸν προτίμησον, μὴ μετὰ τῆς σεαυτοῦ βλάβης, ἔνθα τὸ κατακρῖναι καὶ ἀτιμάσαι, ἐκβαλεῖν ἐστι Χριστοῦ καὶ τῆς μόνης ἐλπίδος, καὶ τὸν λανθάνοντα σῖτον, καὶ σῖτον ἴσως σου τιμιώτερον συνεκκόψαι τοῖς ζιζανίοις. Ἀλλὰ τὸ μὲν, ἐκεῖνον διόρθωσαι, καὶ τοῦτο πράως καὶ φιλανθρώπως, μὴ ὡς ἐχθρὸς, μηδὲ ὡς ἀπότομος ἱατρὸς, μηδὲ ὡς ἑν τοῦτο μόνον εἰδὼς τὴν καῦσιν καὶ τὴν τομήν· τὸ δὲ, σεαυτοῦ κατάγνωθι. καὶ τῆς ἀσθενείας τῆς σῆς. Τί γὰρ εἰ λημῶν. ἢ ἄλλο τι πάσχων τὰς ὄψεις, ἀμυδρὸν βλέπεις τὸν ἥλιον; Τί δαὶ εἰ στρέφεσθαί σοι τὸ πᾶν δοκεῖ, ναυτιῶντι τυχὸν, ἢ μεθύοντι, καὶ τὴν σὴν ἄγνοιαν ἑτέρων ὑπολαμβάνεις; Πολλὰ δεῖ στραφῆναι καὶ παθεῖν, πρὶν ἄλλου καταγνῶναι δυσσέβειαν.
30. Οὐκ ἔστιν ἴσον φυτὸν ἐκτεμεῖν, ἢ ἄνθος τι τῶν προσκαίρων, καὶ ἄνθρωπον. Εἰκὼν εἶ Θεοῦ, καὶ εἰκόνι Θεοῦ διαλέγῃ, καὶ κρίνῃ αὐτὸς ὁ κρίνων· καὶ κρίνεις ἀλλότριον οἰκέτην, καὶ ὃν ὁ ἄλλος οἰκονομεῖ. Οὕτω δοκίμαζε τὸν ἀδελφόν σου, ὡς καὶ αὐτὸς ἐν τοῖς αὐτοῖς μέτροις κρινόμενος. Διὰ τοῦτο μὴ ταχέως τέμῃς, μηδὲ ἀλλοτριώσῃς τὸ μέλος, ἄδηλον, εἰ μὴ διὰ τούτου προσλυμανῇ τι τῷ ὑγιαίνοντι· ἀλλὰ νουθέτησον, ἐπιτίμησον, παρακάλεσον. Ἔχεις ἰατρείας κανόνα. Χριστοῦ μαθητὴς εἶ, τοῦ πράου καὶ φιλανθρώπου, καὶ τὰς ἀσθενείας ἡμῶν βαστάσαντος. Κἂν τὸ πρῶτον ἀντιβῇ, μακροθύμησον· κἂν τὸ δεύτερον, μὴ ἀπελπίσῃς. ἔτι καιρὸς θεραπείας· κἂν τὸ τρίτον, γενοῦ φιλάνθρωπος γεωργός· ἔτι τοῦ Δεσπότου δεήθητι, μὴ ἐκκόψαι, μηδὲ μισῆσαι τὴν ἄκαρπον συκῆν καὶ ἀνόνητον, ἀλλ᾿ ἐπιστρέψαι, καὶ θεραπεῦσαι, καὶ περιβαλεῖν κόπρια, τὴν δι᾿ ἐξαγορεύσεως, καὶ τῆς εἰς τὸ φανερὸν αἰσχύνης, καὶ ἀτιμοτέρας ἀγωγῆς, ἐπανόρθωσιν. Τίς οἶδεν, εἰ μεταβαλεῖ, καὶ καρποφορήσει, καὶ θρέψει τὸν Ἰησοῦν ἀπὸ Βηθανίας ἐπανερχόμενον;
31. Ἔνεγκέ τι τῆς τοῦ ἀδελφοῦ δυσωδίας, ἢ οὔσης, ἢ δοκούσης, ὁ τῷ πνευματικῷ μύρῳ συγκεχρισμένος, τῷ συντεθειμένῳ τέχνῃ μυρεψικῇ, ἵνα μεταδῷς τούτῳ τῆς σῆς εὐωδίας. Οὐκ ἔστιν ἐχίδνης ἱὸς ἡ κακία, ἵν᾿ ὁμοῦ τῷ πληγῆναι περιβληθῇς ὁδύναις, ἢ καὶ διαφθαρῇς, καὶ διὰ τοῦτο ᾖ σοι συγγνώμη φεύγοντι τὸ θηρίον, ἢ ἀποκτείνοντι. Ἀλλ᾿ εἰ μὲν εἶ δυνατὸς, κἀκεῖνον θεράπευσον· εἰ δὲ μὴ, τό γε ἀσφαλὲς ἔχεις, ἐν τῷ μηδὲν αὐτὸς τῆς μοχθηρίας μεταλαβεῖν. Ὀσμή τίς ἐστιν ἀηδὴς τὸ ἐκείνου πάθος, ἣν ἀπελάσει τυχὸν τὸ σὸν εὐῶδες ὑπερνικῆσαν. Ταχὺ ἂν ἐδέξω τι τοιοῦτον ὑπὲρ τοῦ ὁμοδούλου καὶ συγγενοῦς, οἷον Παῦλος ὁ ζηλωτὴς, καὶ διανοηθῆναι, καὶ εἰπεῖν ἐτόλμησεν, ἑαυτοῦ, εἰ οἷόν τε, τὸν Ἰσραὴλ ἀντεισαχθῆναι Χριστῷ, διὰ τὸ συμπαθές· ὅς γε καὶ ἐξ ὑπονοίας πολλάκις μόνης, ἀποτέμνεις τὸν ἀδελφόν. Ὃν ἴσως ἐκέρδανας ἂν τῇ χρηστότητι, τοῦτον ἀπολλύεις τῇ θρασότητι, τὸ σὸν μέλος, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. Εἰ τοίνυν καὶ ἰσχυρὸς εἶ, φησὶν ὁ Παῦλος περὶ βρωμάτων διαλεγόμενος, καὶ θαῤῥεῖς τῷ λόγῳ καὶ τῷ γενναίῳ τῆς πίστεως, ἀλλὰ καὶ τὸν ἀδελφὸν οἰκοδόμησον. Μὴ τῷ βρώματί σου κατάλυε τὸν ὑπὸ Χριστοῦ τῷ κοινῷ πάθει τετιμημένον. Καὶ γὰρ εἰ τὸ πρᾶγμα ἕτερον, ἀλλ᾿ ὅ γε τῆς παραινέσεως λόγος ὁμοίως χρήσιμος.
32. Χρῆν δὲ καὶ νόμον κεῖσθαι παρ᾿ ἡμῖν, καθάπερ τοῖς πάλαι σοφοῖς Ἑβραίων, ἔστιν ἃς τῶν ἱερῶν βίβλων μὴ ἀνεῖσθαι τοῖς νέοις, ὡς οὐ λυσιτελούσας ταῖς ἀστηρίκτοις ἔτι καὶ ἁπαλωτέραις ψυχαῖς· οὕτω καὶ μηδὲ παντὶ, μηδὲ πάντοτε, ἀλλ᾿ ἔστιν ὅτε, καὶ οἷς, τὸν περὶ πίστεως συγχωρεῖσθαι λόγον, τοῖς μὴ παντελῶς ὀλιγώροις λέγω, καὶ νωθροῖς τὴν διάνοιαν, ἢ τοῖς μὴ λίαν ἀπλήστοις, καὶ φιλοτίμοις, καὶ θερμοτέροις τοῦ δέοντος εἰς εὐσέβειαν· καὶ τοὺς μὲν τάττειν ἐνταῦθα. οὗ μήτε ἑαυτοὺς βλάψωσι, μήτε ἄλλους ταττόμενοι· καὶ τὴν ἐν λόγοις ἐλευθερίαν ἔχειν τοὺς μετρίους ἐν λόγῳ, καὶ ὡς ἀληθῶς κοσμίους καὶ σώφρονας· τοὺς πολλοὺς δὲ ἀπάγειν τῆς ὁδοῦ ταύτης, καὶ τῆς νῦν κατεχούσης φιλολαλιᾶς καὶ ἀῤῥωστίας, καὶ ἐπ᾿ ἄλλο τι τρέπειν ἀρετῆς εἶδος ἀκινδυνότερον, ἔνθα καὶ τὸ ὀλίγωρον ἧττον βλαβερὸν, καὶ τὸ ἄπληστον εὐσεβέστερον.
33. Εἰ μὲν γὰρ, ὥσπερ εἷς Κύριος, μία πίστις, ἑν βάπτισμα, εἷς Θεὸς, ὁ Πατὴρ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν, οὕτω καὶ μία τις ἦν σωτηρίας ὁδὸς, ἡ διὰ λόγου καὶ θεωρίας, καὶ ταύτης ἐκπεσόντας, ἔδει τοῦ παντὸς ἁμαρτεῖν, καὶ ἀποῤῥιφθῆναι Θεοῦ, καὶ τῆς ἐκεῖθεν ἐλπίδος· οὐδὲν ἂν ἦν, οὔτε τοῦ συμβουλεύειν τὰ τοιαῦτα, οὔτε τοῦ πείθεσθαι σφαλερώτερον. Εἰ δὲ, ὥσπερ ἐν τοῖς ἀνθρωπίνοις, πολλαὶ διαφοραὶ βίων καὶ προαιρέσεων, μειζόνων τε καὶ ἡττόνων, λαμπροτέρων καὶ ἀφανεστέρων, οὕτω κἀν τοῖς θείοις, οὐχ ἕν τι τὸ σῶζόν ἐστιν, οὐδὲ μία τῆς ἀρετῆς ὁδὸς, ἀλλὰ πλείονες, καὶ τοῦ πολλὰς εἶναι μονὰς παρὰ τῷ Θεῷ, τούτου δὲ τοῦ θρυλλουμένου, κἀν ταῖς πάντων κειμένου γλώσσαις, οὐκ ἄλλο τι ἢ τοῦτο αἴτιον, τὸ πολλὰς εἶναι τὰς ἐκεῖσε φερούσας ὁδοὺς, τὰς μὲν ἐπικινδυνοτέρας τε καὶ λαμπροτέρας, τὰς δὲ ταπεινοτέρας τε καὶ ἀσφαλεστέρας· τί τὰς ἀσφαλεστέρας ἀφέντες, ἐπὶ μίαν ταύτην τρεπόμεθα, τὴν οὕτως ἐπισφαλῆ καὶ ὀλισθηρὰν, καὶ οὐκ οἶδ᾿ ὅποι φέρουσαν; Ἢ τροφὴ μὲν οὐχ ἡ αὐτὴ πᾶσι κατάλληλος, ἄλλῳ δὲ ἄλλη κατὰ τὴν διαφορὰν καὶ τῶν ἡλικιῶν καὶ τῶν ἕξεων· βίος δὲ ὁ αὐτὸς πᾶσι συμφέρων, ἢ λόγος; Οὐκ ἔγωγε τοῦτο εἴποιμ᾿ ἂν, οὐδὲ προσθοίμην τοῖς λέγουσιν. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, νέοι καὶ γέροντες, ἄρχοντες λαῶν καὶ ἀρχόμενοι, μονασταὶ καὶ μιγάδες, τὰς μὲν περιττὰς καὶ ἀχρήστους φιλοτιμίας χαίρειν ἐάσατε· αὐτοὶ δὲ διὰ βίου, καὶ πολιτείας, καὶ λόγων τῶν ἀκινδυνοτέρων τῷ Θεῷ πλησιάζοντες, τεύξεσθε τῆς ἐκεῖθεν ἀληθείας καὶ θεωρίας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ 33.
Πρὸς Ἀρειανοὺς, καὶ εἰς ἑαυτόν.
1. Ποῦ ποτέ εἰσιν, οἱ τὴν πενίαν ἡμῖν ὀνειδίζοντες, καὶ τὸν πλοῦτον κομπάζοντες; Οἱ πλήθει τὴν Ἐκκλησίαν ὁρίζοντες, καὶ τὸ βραχὺ διαπτύοντες ποίμνιον; οἱ καὶ θεότητα μετροῦντες, καὶ λαὸν σταθμίζοντες; οἱ τὴν ψάμμον τιμῶντες, καὶ τοὺς φωστῆρας ὑβρίζοντες; οἱ τοὺς κάχληκας θησαυρίζοντες, καὶ τοὺς μαργαρίτας ὑπερορῶντες; Οὐ γὰρ ἴσασιν, ὅτι οὐ τοσοῦτον ψάμμος ἀστέρων ἀφθονωτέρα, καὶ λίθων διαυγῶν κάχληκες, ὅσον ταῦτα ἐκείνων καθαρώτερά τε καὶ τιμιώτερα. Πάλιν ἀγανακτεῖς; πάλιν ὁπλίζῃ; πάλιν ὑβρίζεις; ἡ καινὴ πίστις; Μικρὸν ἐπίσχες τὴν ἀπειλὴν, ἵνα φθέγξωμαι. Οὐχ ὑβρίσομεν, ἀλλ᾿ ἐλέγξομεν· οὐκ ἀπειλήσομεν, ἀλλ᾿ ὀνειδίσομεν· οὐ πλήξομεν, ἀλλ᾿ ἰατρεύσομεν. Ὕβρις σοι καὶ τοῦτο δοκεῖ; Τῆς ὑπερηφανία!ς Κἀνταῦθα δοῦλον ποιεῖς τὸν ὁμότιμον; Εἰ δὲ μὴ, δέξαι μου τὴν παῤῥησίαν. Καὶ ἀδελφὸς ἀδελφὸν ἐλέγχει πλεονεκτούμενος.
2. Βούλει σοι τὰ τοῦ Θεοῦ πρὸς τὸν Ἰσραὴλ φθέγξομαι, τραχηλιῶντα καὶ σκληρυνόμενον; Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι; Μᾶλλον δὲ, πρὸς σέ μοι τὸν ὑβριστὴν ὁ λόγος. Κακῶς μὲν τοὺς ἀλλήλων ἐπιτηροῦμεν καιροὺς, καὶ τὸ σύμψυχον τῷ ἑτεροδόξῳ λύσαντες, μικροῦ καὶ τῶν νῦν πολεμούντων ἡμῖν βαρβάρων, οὓς ἡ Τριὰς λυομένη συνέστησεν. Γεγόναμεν ἀλλήλοις ἀπανθρωπότεροι καὶ θρασύτεροι, πλὴν ὅσον οὐ ξένοι βάλλομεν ξένους, οὐδὲ ἀλλογλώσσους ἀλλόγλωσσοι (ὃ καὶ βραχεῖα παραμυθία τῆς συμφορᾶ)ς, ἀλλήλους δὲ, καὶ οἷον οἱ τῆς αὐτῆς οἰκίας, φέρομέν τε καὶ ἄγομεν· εἰ βούλει δὲ, τὰ τοῦ αὐτοῦ σώματος μέλη δαπανῶμεν καὶ δαπανώμεθα· καὶ οὐχὶ τοῦτό που δεινὸν, καίπερ ὂν τηλικοῦτον, ἀλλ᾿ ὅτι καὶ προσθήκην νομίζομεν τὴν ὑφαίρεσιν. Ἐπεὶ δὲ οὕτως ἔχομεν, καὶ μετὰ τῶν καιρῶν πιστεύομεν, ἀντιθῶμεν τοὺς καιροὺς ἀλλήλοις· σὺ τὸν σὸν βασιλέα, κἀγὼ τοὺς ἐμούς· σὺ τὸν Ἀχαὰβ, ἐγὼ τὸν Ἰωσίαν. Διήγησαί μοι τὴν σὴν ἐπιείκειαν, κἀγὼ τὴν ἐμὴν θρασύτητα. Μᾶλλον δὲ, τὴν μὲν σὴν, πολλαὶ καὶ βίβλοι καὶ γλῶσσαι φέρουσιν, ἃς καὶ ὁ μέλλων ὑπολήψεται χρόνος, ἐμοὶ δοκεῖν, ἡ ἀθάνατος στήλη τῶν πράξεων· ἐγὼ δὲ τὴν ἐμαυτοῦ διηγήσομαι.
3. Τίνα δῆμον ἐπήγαγόν σοι θράσει φερόμενον; Τίνας ὁπλίτας παρέταξα; Τίνα στρατηγὸν θυμῷ ζέοντα, καὶ τῶν ἐπιτασσόντων θρασύτερον, καὶ τοῦτον οὐδὲ Χριστιανὸν, ἀλλ᾿ οἰκείαν θρησκείαν προσάγοντα τοῖς ἑαυτοῦ δαίμοσι, τὴν καθ᾿ ἡμῶν ἀσέβειαν; Τίνας εὐχομένους ἐπολιόρκησα, καὶ τὰς χεῖρας πρὸς τὸν Θεὸν αἴροντας; Τίνας ψαλμῳδίας σάλπιγξιν ἔστησα; Τίνων μυστικὸν αἷμα φονικοῖς αἵμασιν ἔμιξα; Τίνων οἰμωγὰς θρήνοις ἔπαυσα, πνευματικὰς ὀλεθρίοις, καὶ δάκρυσι τραγῳδίας, δάκρυα κατανύξεως; Ποῖον προσευχῆς οἶκον πεποίηκα πολυάνδριον; Ποῖα λειτουργικὰ σκεύη, καὶ τοῖς πολλοῖς ἄψαυστα, χερσὶν ἀνόμων ἐξέδωκα, ἢ Ναβουζαρδὰν τῷ ἀρχιμαγείρῳ, ἢ Βαλτάσαρ τῷ κακῶς ἐν τοῖς ἁγίοις τρυφήσαντι, καὶ μέντοι καὶ δίκας εἰσπραχθέντι τῆς ἀπονοίας ἀξίας; Θυσιαστήρια ἠγαπημένα, ὥς φησιν ἡ θεία Γραφὴ, νυνὶ δὲ καθυβρισμένα· ὑμῶν δὲ ποῖον δι᾿ ἡμᾶς κατωρχήσατο μειράκιον ἀσελγὲς, αἰσχρὰ λυγιζόμενον, καὶ καμπτόμενον; μᾶλλον δὲ, διὰ τίνος ἐγὼ τοιούτου τὸ μέγα μυστήριον καὶ θεῖον ἐξωρχησάμην; Καθέδρα τιμία, καὶ τιμίων ἀνδρῶν ἵδρυμα καὶ ἀνάπαυμα, καὶ πολλοὺς εὐσεβεῖς ἀμείψασα ἱερέας, ἄνωθεν τὰ θεῖα μυσταγωγήσαντας· ἐπὶ δὲ σὲ τίς ἀνέβη δημηγόρος Ἕλλην, καὶ γλῶσσα πονηρὰ, τὰ Χριστιανῶν στηλιτεύουσα; Παρθένων αἰδὼς καὶ σεμνότης, ὄψεις ἀνδρῶν μηδὲ σωφρόνων φέρουσα, σὲ δὲ τίς ἡμῶν ᾔσχυνε καὶ καθύβρισε μέχρι τῶν ἀθεάτων, καὶ ἀσεβῶν ὄψεσι προὔθηκε θέαν ἐλεεινὴν, καὶ τοῦ Σοδομιτικοῦ πυρὸς ἀξίαν; Ἐῶ γὰρ θανάτους λέγειν τῆς αἰσχύνης ἀνεκτοτέρους.
4. Τίνας ἐπαφήκαμεν θῆρας ἁγίων σώμασιν, ὥς τινες τὴν ἀνθρωπείαν φύσιν δημοσιεύσαντες, ἑν ἐγκαλέσαντες μόνον, τὸ μὴ τῇ ἀσεβείᾳ συνθέσθαι, μηδὲ τῇ κοινωνίᾳ χρανθῆναι, ἣν ὡς ἱὸν ὄφεως φεύγομεν, οὐ σῶμα βλάπτουσαν, τὰ δὲ βάθη μελαίνουσαν τῆς ψυχῆς; τίσι καὶ τὸ θάψαι νεκροὺς ἔγκλημα γέγονεν, οὓς καὶ θῆρες ᾐδέσθησαν; καὶ τὸ ἔγκλημα πόσον; Ἄλλου θεάτρου καὶ θηρῶν ἄλλων ἄξιον. Τίνων ἐπισκόπων γηραιαὶ σάρκες τοῖς ὄνυξι κατεξάνθησαν, παρόντων τῶν μυηθέντων καὶ βοηθεῖν οὐκ ἐχόντων, πλὴν τοῦ δακρύειν· μετὰ Χριστοῦ κρεμασθεῖσαι, τῷ παθεῖν νικήσασαι, καὶ τῷ τιμίῳ αἵματι τὸν λαὸν ῥαντίσασαι, καὶ τέλος ἀπαχεῖσαι τὸν ἐπὶ θάνατον, Χριστῷ καὶ συσταυρωθησόμεναι, καὶ συνταφησόμεναι, καὶ συνδοξασθησόμεναι, Χριστῷ τῷ τὸν κόσμον νικήσαντι διὰ τοιούτων σφαγίων τε καὶ θυμάτων; Τίνας πρεσβυτέρους ἐναντίαι φύσεις, ὕδωρ καὶ πῦρ, ἐμερίσαντο, πυρσὸν ἄραντας ξένον ἐπὶ θαλάσσης, καὶ τῇ νηὶ συμφλεχθέντας ἐφ᾿ ἧς ἀνήχθησαν; Τίνες (ἵνα τὰ πλείω συγκαλύψω τῶν ἡμετέρων κακῶν) καὶ ὑπ᾿ αὐτῶν τῶν ἀρχόντων ἀπανθρωπίαν ἐνεκλήθησαν, τῶν τὰ τοιαῦτα χαριζομένων; Καὶ γὰρ εἰ ταῖς ἐπιθυμίαις ὑπηρέτουν, ἀλλ᾿ οὖν ἐμίσουν τῆς προαιρέσεως τὸ ὠμόν. Τὸ μὲν γὰρ ἦν τοῦ καιροῦ, τὸ δὲ τοῦ λογισμοῦ· καὶ τὸ μὲν τῆς τοῦ βασιλέως παρανομίας, τὸ δὲ τῆς τῶν νόμων, οἷς δικάζειν ἐχρῆν, συναισθήσεως.
5. Ἢ ἵνα τὰ παλαιότερα λέγωμεν καὶ ταῦτα γὰρ τῆς αὐτῆς φρατρία)ς, τίνας περιελὼν χεῖρας, ἢ τεθνηκότων, ἢ ζώντων ἁγίων, κατεψευσάμην, ἵνα τὴν πίστιν πολεμήσω διὰ τῆς ἐπηρείας; Τίνων ἐξορίας ὡς εὐεργεσίας ἠρίθμησα, καὶ οὐδὲ φιλοσόφων ἱερῶν ᾐδέσθην ἱερὰ συστήματα, ὅθεν τοὺς ἱκέτας ἐζήτουν. Τοὐναντίον μὲν οὖν, κἀκείνους ἐποίησα μάρτυρας, ὑπὲρ τοῦ καλοῦ κινδυνεύοντας. Τίσιν ἐπεισήγαγον πόρνας ἀσάρκοις μικροῦ καὶ ἀναίμοσι, τὴν περὶ τῶν λόγων ἀσέλγειαν ἐγκαλούμενος; Τίνας τῶν εὐσεβῶν τῆς πατρίδος ὑπερορίσας, ἀνδρῶν ἀνόμων χερσὶ παρέδωκα, ἵν᾿ ὡς θῆρες εἰρχθέντες ἐν ἀφεγγέσιν οἴκοις, καὶ ἀλλήλων διαζευχθέντες (τοῦτο γὰρ δὴ τὸ τῆς τραγῳδίας βαρύτατον), λιμῷ καὶ δίψει κακοπαθήσωσι, τροφὴν μετρούμενοι, καὶ ταύτην διὰ στενῶν τῶν πόρων, καὶ οὐδὲ τοὺς συναλγοῦντας ὁρᾷν ἐώμενοι; Καὶ ταῦτα, τίνες; Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Οὕτω τιμᾶτε πίστιν ὑμεῖς; οὕτω ξενίζετε; Ἀγνοεῖτε τὰ πλείω τούτων· καὶ λίαν εἰκότως, διὰ τὸ πλῆθος τῶν δραμάτων, καὶ τῆς ἐν τῷ ποιεῖν τρυφῆς· ἀλλὰ τὸ πάσχον μνημονικώτερον. Τί μοι τὰ πόῤῥω λέγειν; Ἀλλά τινες καὶ τοῦ καιροῦ γεγόνασι βιαιότεροι, καθάπερ οἱ κατὰ φραγμῶν ὠθούμενοι σύες. Ζητῶ μου τὸ χθὲς ὑμῶν σφάγιον, τὸν γέροντα, καὶ Ἀβραμιαῖον πατέρα, ὃν ἐκ τῆς ὑπερορίας ἀχθέντα, λίθοις ἐδεξιώσασθε, μεσούσης ἡμέρας, ἐν μέσῃ πόλει. Ἡμεῖς δὲ καὶ τοὺς φονεῖς, εἰ μὴ φορτικὸν εἰπεῖν, ἐζητησάμεθα κινδυνεύοντας. Ποῖα τούτων ἵλεως ἔσομαί σοι; φησί που τῆς Γραφῆς ὁ Θεός. Τί τούτων ἐπαινέσω; μᾶλλον δὲ, ἐκ ποίων ὑμᾶς ἀναδήσομαι;
6. Ἐπεὶ δὲ τοιαῦτα τὰ σὰ, καὶ οὕτως ἔχοντα, λέγε μοι καὶ τὰς ἐμὰς ἀδικίας, ἵν᾿ ἢ παύσωμαι κακὸς ὤν, ἢ αἰσχύνωμαι. Ὡς ἔγωγε μάλιστα μὲν εὔχομαι μηδὲν ἁμαρτεῖν· εἰ δ᾿ οὖν, καὶ ἀδικῶν ἐπανάγεσθαι· δευτέρα μερὶς αὕτη τῶν εὖ φρονούντων. Καὶ γὰρ εἰ μὴ κατήγορος ἐμαυτοῦ κατὰ τὸν δίκαιον ἐν πρωτολογίᾳ γίνομαι, χαίρω γε ὑπ᾿ ἄλλου θεραπευόμενος. Μικρά σοι, φησὶν, ἡ πόλις, καὶ οὐδὲ πόλις, ἀλλὰ χωρίον ξηρὸν, καὶ ἄχαρι, καὶ ὀλίγοις οἰκούμενον. Τοῦτο πέπονθα μᾶλλον, ὦ βέλτιστε, ἢ πεποίηκα, εἴπερ ἔστι δεινόν· καὶ εἰ μὲν ἄκων, ἀνέχομαι δυστυχῶν (λεγέσθω γὰρ οὕτω)ς· εἰ δὲ ἑκὼν, φιλοσοφῶ. Πότερον τούτων ἔγκλημα; Εἰ μὴ καὶ τὸν δελφῖνα κακίζοιτό τις, ὅτι μὴ χερσαῖος· καὶ τὸν βοῦν, ὅτι μὴ πελάγιος· καὶ τὴν μύραιναν, ὅτι ἀμφίβιος. Ἡμῖν δὲ, φησὶ, τείχη καὶ θέατρα, καὶ ἱππικὰ, καὶ βασίλεια, καὶ κάλλη στοῶν καὶ μεγέθη, καὶ τὸ ἄπιστον τοῦτο ἔργον, ὁ ὑποχθόνιος καὶ ἀέριος ποταμὸς, καὶ ὁ λαμπρὸς στύλος οὑτοσὶ καὶ ἀπόβλεπτος, καὶ ἀγορὰ πλήθουσα, καὶ δῆμος κυμαίνων, καὶ ἀνδρῶν εὐγενῶν συνέδριον ἐπαινούμενον.
7. Πῶς δὲ οὐ λέγεις καὶ θέσεως εὐκαιρίαν, καὶ γῆν καὶ θάλασσαν, ὥσπερ ἀμιλλωμένας, ποτέρας ἂν εἴη μᾶλλον ἡ πόλις, καὶ τοῖς παρ᾿ ἑαυτῶν ἀγαθοῖς τὴν βασιλίδα δεξιουμένας; Τοῦτο οὖν ἀδικοῦμεν, ὅτι μεγάλοι μὲν ὑμεῖς καὶ ὑπέρλαμπροι, μικροὶ δὲ ἡμεῖς καὶ ἐκ μικρῶν ἤκοντες; Πολλοὶ καὶ ἄλλοι τοῦτο ἀδικοῦσιν ὑμᾶς, μᾶλλον δὲ πάντες ὧν ὑπεραίρετε· καὶ δεῖ τεθνάναι ἡμᾶς, ὅτι μὴ πόλιν ἠγείραμεν, μηδὲ τείχη περιεβαλλόμεθα, μηδὲ ἱππικοῖς μεγαλαυχοῦμεν, μηδὲ σταδίοις τε καὶ κυνηγεσίοις, καὶ ταῖς περὶ ταῦτα μανίαις, μηδὲ λουτρῶν χάρισι καὶ λαμπρότησι, καὶ μαρμάρων πολυτελείαις, καὶ γραφαῖς καὶ κεντήσεσι χρυσαυγέσι τε καὶ πολυειδέσι μικροῦ μιμουμέναις τὴν φύσιν; Θάλασσαν δὲ οὔπω περιεῤῥήξαμεν ἡμῖν αὐτοῖς, οὐδὲ τὰς ὥρας ἐκερασάμεθα (ὃ σὺ δηλαδὴ πεποίηκας, ὁ νέος δημιουργὸ)ς, ἵν᾿ ὡς ἥδιστά τε ὁμοῦ καὶ ἀσφαλέστατα βιοτεύοιμεν. Πρόσθες, εἰ βούλει, καὶ ἄλλας κατηγορίας, ὁ λέγων· Ἐμόν ἐστι τὸ ἀργύριον, καὶ ἐμόν ἐστι τὸ χρυσίον, τὰς τοῦ Θεοῦ φωνάς. Ἡμεῖς οὔτε πλούτῳ μέγα φρονοῦμεν, ᾧ ῥέοντι μὴ προστίθεσθαι, τῆς ἡμετέρας ἐστὶ νομοθεσίας, οὐδὲ προσόδους ἀριθμοῦμεν ἐτησίας τε καὶ ἡμερησίας, οὔτε τραπέζης ὄγκῳ φιλοτιμούμεθα, καὶ φαρμακείαις ταῖς ἀναισθήτου γαστρός. Οὐδὲ γὰρ ἐπαινοῦμέν τι τῶν μετὰ τὸν λαιμὸν ὁμοτίμων, μᾶλλον δὲ, ἀτίμων ὁμοίως καὶ ἀποβλήτων· ἀλλὰ ζῶμεν οὕτως ἁπλῶς καὶ σχεδίως, καὶ μικρόν τι τῶν θηρίων, οἷς ὁ βίος ἄσκευος καὶ ἀνεπιτήδευτος, διαφέροντες.
8. Ἦ καὶ τῆς ἐσθῆτός μου τὸ τρύχινον αἰτιάσῃ, καὶ τοῦ προσώπου τὴν θέσιν οὐκ εὐφυῶς ἔχουσαν; ἐπεὶ καὶ τούτοις ὁρῶ τινας τῶν λίαν ταπεινῶν αἰρομένους. Τὴν κεφαλὴν δὲ ἀφήσεις, καὶ οὐκ ἐπισκώψεις ἃ καὶ τὸν Ἐλισσαῖον οἱ παῖδες; τὸ γὰρ ἑξῆς σιωπήσομαι. Ἀπαιδευσίαν δὲ οὐκ ἐγκαλέσεις, ἢ ὅτι τραχύ σοι δοκῶ καὶ ἄγροικον φθέγγεσθαι; Τὸ δὲ μὴ στωμύλον εἶναι, ποῦ στήσεις, μηδὲ γελοιαστήν τινα, καὶ τοῖς συνοῦσι κεχαρισμένον, μηδὲ ἀγοράζειν τὰ πολλὰ, μηδὲ λαλεῖν τε καὶ περιλαλεῖν οἷς ἔτυχε, καὶ ὡς ἔτυχεν, ὥστε ποιῆσαι φορτικοὺς καὶ τοὺς λόγους, μηδὲ τὴν νέαν Ἱερουσαλὴμ, τὸν Ζεύξιππον, ἐπισκέπτεσθαι, μηδὲ οἰκίαν ἐξ οἰκίας ἀμείβειν θωπεύοντά τε καὶ γαστριζόμενον· ἀλλ᾿ οἴκοι τὰ πολλὰ μένειν κατηφῆ τε καὶ σκυθρωπάζοντα, καὶ καθ᾿ ἡσυχίαν ἐμαυτῷ συγγενόμενον, τῷ γνησίῳ τῶν πραττομένων ἐξεταστῇ, καὶ τοῦ δεθῆναι τυχὸν ἀξίῳ διὰ τὸ δύσχρηστον; Πῶς ταῦτα συγχωρεῖς ἡμῖν, καὶ οὐκ ἐγκαλεῖς; Ὡς ἡδὺς εἶ καὶ φιλάνθρωπο!ς
9. Ἐγὼ δὲ οὕτως ἀρχαίως ἔχω καὶ φιλοσόφως, ὥστε ἕνα μὲν οὐρανὸν, καὶ κοινὸν ἅπασι τὸν αὐτὸν, ὑπολαμβάνω, κοινὴν δὲ ἡλίου καὶ σελήνης περίοδον, κοινὴν δὲ ἀστέρων τάξιν καὶ θέσιν, κοινὴν δὲ ἡμέρας καὶ νυκτὸς ἰσομοιρίαν καὶ εὐχρηστίαν· ἔτι δὲ ὡρῶν ἀλλαγὰς, καὶ ὑετοὺς, καὶ καρποὺς, καὶ ἀέρος ζωτικὴν δύναμιν· ἕλκεσθαι δὲ ποταμοὺς, πᾶσιν ὁμοίως τὸν κοινὸν πλοῦτον καὶ ἄφθονον· μίαν δὲ καὶ τὴν αὐτὴν εἶναι γῆν; μητέρα καὶ τάφον, ἐξ ἧς ἐλήφθημεν, καὶ εἰς ἣν ἀποστραφησόμεθα, μηδὲν πλέον ἀλλήλων ἔχοντες· καὶ ἔτι πρὸ τούτων, κοινὸν λόγον, νόμον προφήτας, αὐτὰ τὰ Χριστοῦ πάθη, δι᾿ ὧν ἀνεπλάσθημεν, οὐχ ὁ μὲν, ὁ δ᾿ οὒ, πάντες δὲ οἱ τοῦ αὐτοῦ Ἀδὰμ μετασχόντες, καὶ ὑπὸ τοῦ ὅφεως παραλογισθέντες, καὶ τῇ ἁμαρτίᾳ θανατωθέντες, καὶ διὰ τοῦ ἐπουρανίου Ἀδὰμ ἀνασωθέντες, καὶ πρὸς τὸ ξύλον τῆς ζωῆς ἐπαναχθέντες, διὰ τοῦ ξύλου τῆς ἀτιμίας, ὅθεν ἀποπεπτώκαμεν.
10. Ἠπάτα δέ με καὶ ἡ τοῦ Σαμουὴλ Ἀρμαθαῒμ, ἡ μικρὰ τοῦ μεγάλου πατρὶς, οὐκ ἀτιμάσασα τὸν προφήτην, οὐδὲ παρ᾿ ἑαυτῆς μᾶλλον, ἣ παρ᾿ ἐκείνου γενομένη τιμιωτέρα· ἐξ ἧς ἐκεῖνος οὐδὲν ἐκωλύθη, καὶ Θεῷ δοθῆναι πρὸ γενέσεως, καὶ χρηματίσαι βλέπων τὰ ἔμπροσθεν· οὐ μόνον δὲ, ἀλλὰ καὶ χρίειν βασιλέας καὶ ἱερέας, καὶ κρίνειν τοὺς ἐκ τῶν λαμπρῶν πόλεων. Περὶ δὲ τοῦ Σαοὺλ ἤκουον, ὅτι τὰς ὄνους τοῦ πατρὸς ζητῶν, βασιλείαν εὕρατο. Καὶ Δαβὶδ αὐτὸς ἐκ τῶν ποιμνίων τῶν προβάτων ἀναλαμβάνεται, καὶ ποιμαίνει τὸν Ἰσραήλ. Τί δαὶ Ἀμώς; οὐκ αἰπόλος ὤν, καὶ κνίζων συκάμινα, προφήτειαν πιστεύεται; Καὶ πῶς τὸν Ἰωσὴφ παρέδραμον, ὃς καὶ δοῦλος ἐγένετο, καὶ σιτοδότης Αἰγύπτου, καὶ πατὴρ πολλῶν μυριάδων. αἳ τῷ Ἀβραὰμ προηγγέλθησαν; Ἀβραὰμ δὲ, ἵν᾿ εἴπω τὸ μεῖζον, οὐ μετανάστης; Μωϋσῆς δὲ, οὐκ ἔκθετος πρότερον, εἶτα νομοθέτης, καὶ στρατηγὸς τῶν πρὸς τὴν γῆν τῆς ἐπαγγελίας ἐπειγομένων, οὐ τὰ μεγάλα καὶ θαυμαστὰ διηγήματα; Ἠπάτα με καὶ ὁ Κάρμηλος Ἡλίου, τὸ τοῦ πυρὸς ἅρμα δεξάμενος· καὶ ἡ μηλωτὴ Ἐλισσαίου, πλείω δυνηθεῖσα, ἢ τὰ σηρῶν νήματα, καὶ ὁ βιασθεὶς εἰς ἐσθῆτα χρυσός. Ἠπάτα με καὶ ἡ ἔρημος Ἰωάννου, τὸν μέγιστον ἐν γεννητοῖς γυναικῶν ἔχουσα, μετὰ τῆς τροφῆς ἐκείνης, καὶ τῆς ζώνης, καὶ τοῦ ἐσθήματος. Ἐτόλμησά τι καὶ ὑπὲρ ταῦτα, Θεὸν εὗρον τῆς ἐμῆς ἀγροικίας συνήγορον. Μετὰ Βηθλεὲμ ταχθήσομαι, μετὰ τῆς φάτνης ἀτιμασθήσομαι, δι᾿ ἣν σὺ Θεὸν ἀτιμάζων, τί θαυμαστὸν, εἰ ἐκ τῆς αὐτῆς αἰτίας περιφρονεῖς καὶ τὸν κήρυκα; Προσοίσω σοι καὶ τοὺς ἁλιεῖς, καὶ τοὺς εὐαγγελιζομένους πτωχοὺς, πολλῶν πλουσίων προτιμηθέντας. Παύσῃ ποτὲ ταῖς πόλεσιν ἐπαιρόμενος; αἰδεσθήσῃ ποτὲ τὴν ἀπόπτυστόν σοι καὶ ἄτιμον ἐρημίαν; Οὔπω λέγω χροσὸν ἐν ψάμμοις τικτόμενον, καὶ λίθους διαφανεῖς, πετρῶν προβλήματα καὶ δωρήματα οἷς εἰ ἀντιθείην καὶ ὅσα ἐν πόλεσιν ἄτιμα, τάχα ἂν οὐκ εἰς καλὸν τῆς παῤῥησίας ἀπολαύσαιμι.
11. Ἀλλὰ καὶ ξένος ἡμῖν ὁ κήρυξ καὶ ὑπερόριος, τάχα ἂν εἴποι τις τῶν σφόβρα περιγραπτῶν τε καὶ φιλοσάρκων. Οἱ ἀπόστολοι δὲ, οὐ ξένοι τῶν πολλῶν ἐθνῶν τε καὶ πόλεων, εἰς ἃς ἐμερίσθησαν, ἵνα πανταχοῦ δράμῃ τὸ Εὐαγγέλιον, ἵνα μηδὲν ἀλαμπὲς ᾖ τοῦ τρισσοῦ φωτὸς, καὶ τῆς ἀληθείας ἀφώτιστον, ὥστε καὶ τοῖς ἐν σκότῳ καὶ σκιᾷ θανάτου καθημένοις λυθῆναι τὴν νύκτα τῆς ἀγνωσίας; Ἵν᾿ ἡμεῖς μὲν, φησὶν, εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομὴν, ἤκουσας Παύλου λέγοντος, Ἔστω Πέτρου ἡ Ἰουδαία· τι Παύλῳ κοινὸν πρὸς τὰ ἔθνη, Λουκᾷ πρὸς Ἀχαίαν, Ἀνδρέᾳ πρὸς τὴν Ἤπειρον, Ἰωάννῃ πρὸς Ἔφεσον, Θωμᾷ πρὸς Ἰνδικὴν, Μάρκῳ πρὸς Ἰταλίαν; τι δαὶ τοῖς ἄλλοις πᾶσιν, ἵνα μὴ τὰ καθ᾿ ἕκαστον λέγω, πρὸς τοὺς οἷς ἐπεδήμησαν; Ὥστε, ἢ κἀκείνοις ἐπιτίμησον, ἢ κἀμοὶ συγχώρησον, ἢ δεῖξον, ὅτι τὸν ἀληθῆ λόγον πρεσβεύων, ἐπηρεάζῃ τὴν φλυαρίαν. Ἐπεὶ δὲ μικροπρεπῶς διελέχθην σοι περὶ τούτων, φέρε, φιλοσοφήσω καὶ μεγαλοπρεπέστερον.
12. Πᾶσι μία τοῖς ὑψηλοῖς πατρὶς, ὦ οὗτος, ἡ ἄνω Ἱερουσαλὴμ, εἰς ἣν ἀποτιθέμεθα τὸ πολίτευμα. Πᾶσι γένος ἑν, εἰ μὲν τὰ κάτω βούλει σκοπεῖν, ὁ χοῦς· εἰ δὲ τὰ ὑψηλότερα, τὸ ἐμφύσημα, οὗ μετειλήφαμεν, καὶ ὃ τηρεῖν ἐκελεύσθημεν, καὶ μεθ᾿ οὗ παραστῆναί με δεῖ λόγον ὑφέξοντα τῆς ἄνωθεν εὐγενείας καὶ τῆς εἰκόνος. Πᾶς μὲν οὖν εὐγενὴς, ὁ τοῦτο φυλάξας ἐξ ἀρετῆς, καὶ τῆς πρὸς τὸ ἀρχέτυπον νεύσεως· δυσγενὴς δὲ ἅπας, ὁ τῇ κακίᾳ συγχέας, καὶ μορφὴν ἑτέραν ἐπιβαλὼν ἑαυτῷ, τὴν τοῦ ὄφεως. Αἱ δὲ κάτω πατρίδες αὗται, καὶ τὰ γένη ταῦτα, τῆς προσκαίρου ζωῆς καὶ σκηνῆς ἡμῶν γέγονε παίγνια. Πατρίς τε γὰρ, ἣν προκατέλαβεν ἕκαστος, ἢ τυραννήσας, ἢ δυστυχήσας, ἧς πάντες ὁμοίως ξένοι καὶ πάροικοι, κἂν ἐπὶ πολὺ τὰ ὀνόματα παίξωμεν. Καὶ γένος εὐγενὲς μὲν, ἢ τὸ πάλαι πλούσιον, ἢ τὸ νῦν φυσώμενον· δυσγενὲς δὲ, τὸ πενήτων πατέρων, ἢ διὰ συμφορὰν, ἢ δι᾿ ἐπιείκειαν. Ἐπεὶ πῶς ἄνωθεν εὐγενὲς, οὗ τὸ μὲν ἄρχεται νῦν, τὸ δὲ καταλύεται· καὶ τοῖς μὲν οὐ δίδοται, τοῖς δὲ γράφεται; Οὕτως ἐγὼ περὶ τούτων ἔχω. Καὶ διὰ τοῦτο, σὲ μὲν ἀφίημι τοῖς τάφοις μεγαλοφρονεῖν, ἢ τοῖς μύθοις. Ἐγὼ δὲ πειρῶμαι, ὡς οἷόν τε, ἀνακαθαίρειν ἐμαυτὸν τῆς ἀπάτης, ἵν᾿ ἢ φυλάξω τὴν εὐγένειαν, ἢ ἀνακαλέσωμαι.
13. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα, ἐπέστην ὑμῖν ὁ μικρὸς ἐγὼ καὶ κακόπατρις, καὶ τοῦτο, οὐχ ἑκὼν, οὐδ᾿ αὐτεπάγγελτος, κατὰ τοὺς πολλοὺς τῶν νῦν ἐπιπηδώντων ταῖς προστασίαις, ἀλλὰ κληθεὶς, καὶ βιασθεὶς, καὶ κατακολουθήσας φόβῳ καὶ Πνεύματι. Ἢ μακρότερα πολεμηθείην ἐνταῦθα διακενῆς, καὶ μηδένα τῆς πλάνης ἐλευθερώσαιμι, ἀλλ᾿ οἱ ἀτεχνίαν τῆς ἐμῆς κατευχόμενοι ψυχῆς ἐπιτύχοιεν, εἰ ψευδὴς ὁ λόγος. Ἐπεὶ δὲ ἦλθον, καὶ ἴσως οὐ μετὰ φαύλης τῆς ἐξουσίας (ἵνα μικρόν τι καυχήσωμαι τῶν τῆς ἀφροσύνη)ς, τίνα τῶν ἀπλήστων ἐμιμησάμην; τί τοῦ καιροῦ παρεζήλωσα, καίτοιγε τοιαῦτα ἔχων τὰ ὑποδείγματα, ὧν καὶ δίχα, μὴ κακὸν εἶναι τῶν χαλεπῶν καὶ σπανίων; Τίνων Ἐκκλητιῶν ὑμῖν ἠμφισβητήσαμεν; Ποίων χρημάτων, καίτοιγε τοῖς ἀμφότερα πλουτοῦσιν ὑπὲρ τὴν χρείαν, οἱ δὲ ἐνδεεῖς ἀμφότερα; Ποῖον βασιλικὸν δόγμα διαπτυσθὲν ἐζηλοτυπήσαμεν; Τίνας ἀρχόντων ἐθεραπεύσαμεν καθ᾿ ὑμῶν; Τίνων θρασύτητα κατεμηνύσαμεν; Τὰ δὲ εἰς ἐμὲ, τίνα; Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, καὶ τότε εἶπον (ἐμνήσθην γὰρ ἐν καιρῷ τῶν Στεφάνου ῥημάτων), καὶ νῦν προσεύχομαι. Λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημούμενοι παρακαλοῦμεν.
14. Εἰ δὲ, ὅτι τυραννούμενος φέρω, τοῦτο ἀδικῶ, χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην, καὶ ὑπ᾿ ἄλλων ἤνεγκα τυραννούμενος· καὶ χάρις, ὅτι τὴν ἐπιείκειαν ἐνεκλήθην, ὡς ἄνοιαν. Λογίζομαι γὰρ οὕτω, λίαν ὑψηλοτέροις ἢ καθ᾿ ὑμᾶς λογισμοῖς χρώμενος· Πόσον μέρος ταῦτα τῶν ἐμπτυσμάτων Χριστοῦ καὶ ῥαπισμάτων, ὑπὲρ οὗ καὶ δι᾿ ὃν οἱ κίνδυνοι; Ἑνὸς οὐ τιμῶμαι πάντα τοῦ ἀκανθίνου στεφάνου, ὃς τὸν νικητὴν ἡμῶν ἀπεστεφάνωσε, δι᾿ οὗ καὶ μανθάνω τῇ τοῦ βίου τραχύτητι στεφανούμενος· ἑνὸς τοῦ καλάμου, δι᾿ οὗ τὸ σαθρὸν κράτος ἐπαύσατο· μιᾶς τῆς χολῆς, ἑνὸς ὄξους, δι᾿ ὧν τὴν πικρὰν γεῦσιν ἐθεραπεύθημεν· μιᾶς τῆς ἐν τῷ πάθει μακροθυμίας. Ἂν φιλήματι προδοθῇ, ἐλέγχει μὲν, οὐ πλήττει δέ. Ἂν ἄφνω συλληφθῇ, ὀνειδίζει μὲν, ἕπεται δέ· κἂν μαχαίρᾳ Μάλχου τέμνῃς τὸ ὠτίον διὰ ζῆλον, ἀγανακτήσει, καὶ ἀποκαταστήσει· κἂν ἐν σινδόνι τις φεύγῃ, περιστελεῖ· κἂν πῦρ αἰτήσῃς Σοδομιτικὸν ἐπὶ τοὺς ἄγοντας, οὐκ ἐπικλύσει· κἂν λῃστὴν λάβῃ διὰ κακίαν κρεμάμενον, εἰς τὸν παράδεισον εἰσάγει διὰ χρηστότητα. Πάντα ἔστω τὰ τοῦ φιλανθρώπου φιλάνθρωπα, ὡς δὲ καὶ τῶν Χριστοῦ παθημάτων, οἷς τί τῶν μειζόνων ἂν δοίημεν, εἰ Θεοῦ καὶ θανατωθέντος ὑπὲρ ἡμῶν, αὐτοὶ τοῖς ὁμοίοις μηδὲ τὰ σμικρὰ συγχωρήσαιμεν;
15. Πρὸς δὲ καὶ ταῦτα ἐλογιζόμην τε καὶ λογίζομαι, καὶ σκοπεῖτε, εἰ μὴ καὶ λίαν ὀρθῶς, ἃ καὶ πολλάκις ὑμῖν ἐφιλοσόφησα. Ἔχουσιν οὗτοι τοὺς οἴκους, ἡμεῖς τὸν ἔνοικον· οὗτοι τοὺς ναοὺς, ἡμεῖς τὸν Θεόν· καὶ τὸ ναοὶ γενέσθαι Θεοῦ ζῶντος καὶ ζῶντες, ἱερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικὰ, θύματα τέλεια, θεοὶ διὰ Τρίαδος προσκυνουμένης. Οὗτοι δήμους, ἡμεῖς ἀγγέλους· οὗτοι θράσος, πίστιν ἡμεῖς· οὗτοι τὸ ἀπειλεῖν, ἡμεῖς τὸ προσεύχεσθαι· οὗτοι τὸ βάλλειν, ἡμεῖς τὸ φέρειν· οὗτοι χρυσὸν καὶ ἄργυρον, ἡμεῖς λόγον κεκαθαρμένον. Ἐποίησας σεαυτῷ διώροφα καὶ τριώροφα (γνῶθι τὰ ῥήματα τῆς Γραφῆ)ς, οἶκον ῥιπιστὸν, διεσταλμένον θυρίσιν; ἀλλ᾿ οὔπω ταῦτα τῆς ἐμῆς πίστεως ὑψηλότερα, καὶ τῶν οὐρανῶν πρὸς οὓς φέρομαι. Μικρόν μοι τὸ ποίμνιον; Ἀλλ᾿ οὐκ ἐπὶ κρημνῶν φερόμενον. Στενή μοι ἡ μάνδρα, πλὴν λύκοις ἀνεπίβατος, πλὴν οὐ παραδεχομένη λῃστὴν, οὐδὲ ὑπερβαινομένη κλέπταις καὶ ξένοις. Ὄψομαι ταύτην, εὖ οἶδα, καὶ πλατυτέραν. Πολλοὺς τῶν νῦν λύκων, ἐν προβάτοις ἀριθμῆσαί με δεῖ, τυχὸν καὶ ποιμέσιν. Τοῦτο εὐαγγελίζεταί μοι ὁ ποιμὴν ὁ καλὸς, δι᾿ ὃν ἐγὼ τίθημι τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων. Οὐ φοβοῦμαι τὸ μικρὸν ποίμνιον, εὐσύνοπτον γάρ· ὅτι γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Τοιαῦτα τὰ Θεὸν γινώσκοντα, καὶ Θεῷ γινωσκόμενα. Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, ἧς ἤκουσα παρὰ τῶν θείων λογίων, ἣν ἐδιδάχθην παρὰ τῶν ἁγίων Πατέρων, ἣν ἐδίδαξα κατὰ πάντα καιρὸν ὁμοίως, οὐ συμμορφούμενος τοῖς καιροῖς, καὶ διδάσκων οὐ παύσομαι, μεθ᾿ ἧς ἐγεννήθην, καὶ ᾗ συναπέρχομαι.
16. Ταῦτα καλῶ κατ᾿ ὄνομα (οὐκ ἀνώνυμα γὰρ, ὥσπερ οὐδὲ ἀστέρες ἀριθμούμενοι καὶ ὀνομαζόμενο)ι, καὶ ἀκολουθοῦσί μοι, ἐκτρέφω γὰρ ἐπὶ ὕδατος ἀναπαύσεως· ἀκολουθοῦσι δὲ καὶ παντὶ τοιούτῳ ποιμένι, οὗ τὴν φωνὴν ὁρᾶτε, ὅπως ἡδέως ἤκουσαν· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι διαγνωστικὴν ἕξιν ἔχουσιν ἤδη φωνῆς οἰκείας καὶ ἀλλοτρίας. Φεύξονται Οὐαλεντίνου τὴν τοῦ ἑνὸς εἰς δύο κατατομὴν, οὐκ ἄλλον τοῦ ἀγαθοῦ τὸν Δημιουργὸν πιστεύοντες, καὶ τὸν Βυθὸν, καὶ τὴν Σιγὴν, καὶ τοὺς μυθικοὺς Αἰῶνας, τὰ βυθοῦ καὶ σιγῆς ὄντος ἄξια. Φεύξονται Μαρκίωνος τὸν ἐκ στοιχείων καὶ ἀριθμῶν Θεόν· Μοντανοῦ τὸ πονηρὸν πνεῦμα καὶ γυναικεῖον· Μάνου τὴν ὕλην μετὰ τοῦ σκότους· Ναυάτου τὴν ἀλαζονείαν, καὶ τὴν ἐν ῥήμασι καθαρότητα· Σαβελλίου τὴν ἀνάλυσιν καὶ τὴν σύγχυσιν, καὶ τὴν, ἵν᾿ οὕτως εἴπω, κατάποσιν, τὰ τρία εἰς ἑν συναιροῦντος, ἀλλ᾿ οὐκ ἐν τρισὶν ὑφεστῶσι τὸ ἑν ὁρίζοντος· Ἀρείου καὶ τῶν ὑπ᾿ Ἀρείῳ τὴν τῶν φύσεων ἀλλοτρίωσιν, καὶ τὸν καινὸν Ἰουδαισμὸν, μόνῳ τῷ ἀγεννήτῳ τὴν θεότητα περιγράφοντος· Φωτεινοῦ τὸν κάτω Χριστὸν, καὶ ἀπὸ Μαρίας ἀρχόμενον. Αὖ τοὶ δὲ προσκυνοῦσι τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, μίαν θεότητα· Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱὸν, Θεὸν, εἰ μὴ τραχύνῃ, τὸ Πνεῦμα τὸ ἅγιον, μίαν φύσιν ἐν τρισὶν ἰδιότησι, νοεραῖς, τελείαις, καθ᾿ ἑαυτὰς ὑφεστώσαις, ἀριθμῷ διαιρεταῖς, καὶ οὐ διαιρεταῖς θεότητι.
17. Τούτων παραχωρείτω μοι τῶν φωνῶν πᾶς ὁ ἀπειλῶν σήμερον· τῶν δὲ ἄλλων μεταποιείσθωσαν οἱ βουλόμενοι. Οὐκ ἀνέχεται Πατὴρ Υἱὸν ζημιούμενος, οὐδὲ Υἱὸς τὸ Πνεῦμα τὸ ἅγιον· ζημιοῦται δὲ, εἰ ποτὲ, καὶ εἰ κτίσματα. Οὐ γὰρ Θεὸς τὸ κτιζόμενον. Οὐ φέρω ζημιούμενος, οὐδὲ ἐγὼ τὴν τελείωσιν. Εἷς Κύριος, μία πίστις, ἑν βάπτισμα. Εἰ τοῦτο ἀκυρωθείη μοι, παρὰ τίνος ἕξω τὸ δεύτερον; Τί φατὲ, οἱ καταβαπτίζοντες, ἢ ἀναβαπτίζοντες; Ἔστιν εἶναι πνευματικὸν δίχα Πνεύματος; Μετέχει δὲ Πνεύματος ὁ μὴ τιμῶν τὸ Πνεῦμα; Τιμᾷ δὲ ὁ εἰς κτίσμα καὶ ὁμόδουλον βαπτιζόμενος; Οὐκ ἔστιν, οὐχ οὕτω, πολλὰ ἐρεῖς. Οὐ ψεύσομαί σε, Πάτερ ἄναρχε· οὐ ψεύσομαί σε, μονογενὲς Λόγε· οὐ ψεύσομαί σε, τὸ Πνεῦμα τὸ ἅγιον. Οἶδα τίνι ὡμολόγησα, καὶ τίνι ἀπεταξάμην, καὶ τίνι συνεταξάμην. Οὐ δέχομαι τὰς πιστοῦ φωνὰς διδαχθῆναι, καὶ μαθεῖν ἀπίστους· ὁμολογῆσαι ἀλήθειαν, καὶ γενέσθαι μετὰ τοῦ ψεύδους· ὡς τελειούμενος κατελθεῖν, καὶ ἀνελθεῖν ἀτελέστερος· ὡς ζησόμενος βαπτισθῆναι, καὶ ἐννεκρωθῆναι τῷ ὕδατι, καθάπερ τὰ ταῖς ὠδῖσιν ἐναποθανόντα κυήματα, καὶ σύνδρομον λαβόντα τῇ γεννήσει τὸν θάνατον. Τί με ποιεῖς μακάριον ἐν ταυτῷ καὶ ἄθλιον, νεοφώτιστον καὶ ἀφώτιστον, θεῖον καὶ ἄθεον, ἵνα ναυαγήσω καὶ τὴν ἐλπίδα τῆς ἀναπλάσεως; Βραχὺς ὁ λόγος· μνήσθητι τῆς ὁμολογίας. Εἰς τί ἐβαπτίσθης; εἰς Πατέρα; Καλῶς· πλὴν, Ἰουδαικὸν ἔτι. Εἰς Υἱόν; Καλῶς· οὐκ ἔτι μὲν Ἰουδαικὸν, οὔπω δὲ τέλειον. Εἰς τὸ ἅγιον Πνεῦμα; Ὑπέρευγε· τοῦτο τέλειον. Ἆρ᾿ οὖν ἁπλῶς εἰς ταῦτα, ἢ καί τι κοινὸν τούτων ὄνομα; Ναὶ κοινόν. Τί τοῦτο; Δηλαδὴ τὸ τοῦ Θεοῦ. Εἰς τοῦτο τὸ κοινὸν ὄνομα πίστευε, καὶ κατευοδοῦ, καὶ βασίλευε, καὶ μεταβήσῃ ἐντεῦθεν εἰς τὴν ἐκεῖθεν μακαριότητα. Ἡ δέ ἐστιν, ὡς ἐμοί γε δοκεῖ, ἡ τούτων αὐτῶν ἐκτυπωτέρα κατάληψις· εἰς ἣν φθάσαιμεν καὶ ἡμεῖς, ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.
ΛΟΓΟΣ 34.
Εἰς τοὺς Αἰγύπτου ἐπιδημήσαντας.
1. Τοὺς ἀπ᾿ Αἰγύπτου προσφθέγξομαι, δίκαιον γάρ· ἐπειδὴ καὶ προθύμως συνεληλύθασι, τῷ ζήλῳ τὸν φθόνον νικήσαντες, Αἰγύπτου ταύτης, ἣν πλουτίζει μὲν ποταμὸς ἐκ γῆς ὕων, καὶ πελαγίζων ὥρια ἵνα καὶ αὐτὸς μικρόν τι μιμήσωμαι τοὺς περὶ ταῦτα κομψούς· πλουτίζει δὲ Χριστὸς ὁ ἐμὸς, πρότερον μὲν εἰς Αἴγυπτον φυγαδευόμενος, νυνὶ δὲ ἀπ᾿ Αἰγύπτου χορηγούμενος· τότε μὲν, ἐκ τῆς Ἡρώδου παιδοφονίας, νῦν δὲ, ἐκ τῆς τῶν πατέρων φιλοτεκνίας· Χριστὸς, ἡ καινὴ τροφὴ τῶν καλῶς πεινώντων, ἡ μείζων σιτοδοσία πάσης τῆς ἱστορουμένης τε καὶ πιστευομένης· ὁ ἅρτος, ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, τὴν ἀνόλεθρόν τε καὶ ἀκατάλυτον, περὶ οὗ καὶ νῦν ἀκούειν δοκῶ μοι λέγοντος τοῦ Πατρός· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου.
2. Ἀφ᾿ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος εἰς πάντας ἀνθρώπους, ὑγιῶς πιστευόμενός τε καὶ κηρυσσόμενος καὶ ὑμεῖς ἄριστοι καρποδόται πάντων, μάλιστα τῶν νῦν ὀρθῶς πιστευόντων, ὅσα ἐμὲ γινώσκειν, τὸν τῆς τοιαύτης τροφῆς, οὐκ ἐραστὴν μόνον, ἀλλὰ καὶ χορηγὸν, καὶ οὐκ ἔνδημον μόνον, ἀλλ᾿ ἤδη καὶ ὑπερόριον. Ὑμεῖς γὰρ τρέφετε μὲν σωματικῶς δήμους καὶ πόλεις, ἐφ᾿ ὅσον ἐξικνεῖται ὑμῶν τὸ φιλάνθρωπον· τρέφετε δὲ πνευματικῶς, οὐ τὸν δεῖνα δῆμον, οὐδὲ τήνδε, ἢ τήνδε τὴν πόλιν μικροῖς ὁρίοις περιγραφομένην, κἂν φρονῶσιν ὑπέρλαμπρον, ἀλλὰ μικροῦ πᾶσαν τὴν οἰκουμένην. Καὶ θεραπεύετε, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἃ καὶ λιμώττειν οὐ μέγα, καὶ μὴ λιμώττειν ῥᾴδιον· ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγου Κυρίου, ὃν καὶ πάσχειν ἐλεεινότατον, καὶ θεραπεύειν νῦν ἐργωδέστατον· ἐπειδὴ ἐπληθύνθη ἡ ἀνομία, καὶ ὀλίγους εὑρίσκω τοὺς γνησίους ταύτης θεραπευτάς.
3. Τοιοῦτος Ἰωσὴφ ὁ ὑμέτερος σιτομέτρης, ταυτὸν δὲ εἰπεῖν καὶ ἡμέτερος, ὃς καὶ προβλέπειν ᾔδει λιμὸν ὑπὸ σοφίας ὑπερβαλλούσης, καὶ θεραπεύειν λόγοις οἰκονομίας, ταῖς καλαῖς τῶν βοῶν καὶ πίοσι, τὰς αἰσχρὰς καὶ ἀτρόφους ἰώμενος. Καὶ Ἰωσὴφ ὁπότερον βούλει λαμβάνειν, εἴτε τὸν τῆς ἀθανασίας ἐραστὴν, καὶ δημιουργὸν, καὶ ἐπώνυμον· εἴτε τὸν ἐκείνου καὶ θρόνῳ, καὶ λόγῳ, καὶ πολιᾷ διάδοχον, τὸν νέον Πέτρον ἡμῖν, οὐχ ἧττον τὴν ἀρετὴν, ἢ τὴν κλῆσιν· ὑφ᾿ ὧν τὸ μέσον ἐξεκόπη καὶ συνετρίβη, κἂν ἔτι σπαίρῃ μικρά τε καὶ ἀσθενῆ, καθάπερ τὸ οὐραῖον διακοπέντος τοῦ ὄφεως· ὧν ὁ μὲν ἐν γήρᾳ καλῷ καταλύσας τὸν βίον ἐπὶ πολλοῖς τοῖς ἀγωνίσμασι καὶ ἀθλήμασιν, ἄνωθεν ἐποπτεύει, εὖ οἶδα, νῦν τὰ ἡμέτερα, καὶ χεῖρα ὀρέγει τοῖς ὑπὲρ τοῦ καλοῦ κάμνουσι, καὶ τόσῳ μᾶλλον, ὅσῳ τῶν δεσμῶν ἐστιν ἐλεύθερος· ὁ δὲ ἐπὶ τὴν αὐτὴν κατάλυσιν, ἢ ἀνάλυσιν, ἐπὶ τοῖς αὐτοῖς ἄθλοις ἐπείγεται, καὶ πλησιάζει μὲν ἤδη τοῖς ἄνω, τοσοῦτον δὲ μετὰ τῆς σαρκός ἐστιν ἔτι, ὅσον βοηθῆσαι τῷ λόγῳ τὰ τελευταῖα, καὶ τῆς ὁδοῦ γενέσθαι μετὰ δαψιλεστέρων τῶν ἐφοδίων.
4. Τούτων ὑμεῖς θρέμματα καὶ προβλήματα τῶν μεγάλων, καὶ δογματιστῶν, καὶ ἀγωνιστῶν τῆς ἀληθείας, καὶ νικητῶν· οὓς οὐ καιρὸς, οὐ δυνάστης, οὐ λόγος, οὐ φθόνος, οὐ φόβος, οὐ κατήγορος, οὐ συκοφάντης, οὐ φανερῶς πολεμῶν, οὐ λαθραίως ἐπιβουλεύων, οὐχ ἡμέτερος τῷ δοκεῖν, οὐκ ἀλλότριος, οὐ χρυσὸς, ὁ ἀφανὴς τύραννος, ᾧ νῦν τὰ πολλὰ μεταῤῥίπτεται καὶ πεττεύεται, οὐ θεραπεῖαι, οὐκ ἀπειλαὶ, οὐκ ἐξορίαι μακραί τε καὶ ἀριθμούμεναι (δημεύσει γὰρ οὐκ ἐγένοντο μόνον ἁλωτοὶ, διὰ τὸν μέγαν πλοῦτον, τὴν ἀκτημοσύνην), οὐκ ἄλλο οὐδὲν τῶν ἀπόντων, ἢ τῶν παρόντων, ἢ τῶν προσδοκωμένων ἐπῆρεν, οὐδὲ ἀνέπεισε χείρους γενέσθαι, καὶ προδοῦναί τι τῆς Τριάδος, καὶ ζημιωθῆναι θεότητα. Τοὐναντίον μὲν οὖν ἐῤῥώσθησαν τοῖς κινδύνοις, καὶ φιλοτιμότεροι γεγόνασιν εἰς εὐσέβειαν. Τοιοῦτο γὰρ τὸ παθεῖν ὑπὲρ Χριστοῦ, τῷ φίλτρῳ προστίθησι, καὶ οἷον ἀῤῥαβὼν γίνεται τῶν ἑξῆς ἄθλων τοῖς μεγαλόφροσι. Τοιαῦτά σου, Αἴγυπτε, τὰ νῦν διηγήματά τε καὶ θαύματα.
5. Σὺ δέ μοι τοὺς τράγους ἐπῄνεις τοὺς Μενδησίους, καὶ τὸν Μεμφίτην Ἄπιν, μόσχον σιτευτόν τινα καὶ πολύσαρκον, καὶ τὰς Ἴσιδος τελετὰς, καὶ τοὺς Ὀσίριδος σπαραγμοὺς, καὶ τὸν σεμνόν σου Σάραπιν, ξύλον προσκυνούμενον μετὰ μύθου, καὶ χρόνου, καὶ τῆς τῶν προσκυνούντων ἀνοίας, ὡς ὕλην ἄγνωστόν τινα καὶ οὐράνιον, πλὴν ὕλην, κἂν βοηθῆται τῷ ψεύδει· καὶ τὰ ἔτι τούτων αἰσχρότερα, κνωδάλων τινῶν καὶ ἑρπετῶν πολυειδῆ πλάσματα, ὧν πάντων ὑπερῆρε Χριστὸς, καὶ οἱ Χριστοῦ κήρυκες· ἄλλοι τε ἄλλως κατὰ τοὺς ἑαυτῶν ἕκαστοι χρόνους ἐκλάμψαντες· καὶ δὴ καὶ οἱ νῦν μνημονευθέντες Πατέρες· ἀφ᾿ ὧν σὺ γινώσκῃ μᾶλλον, ὦ θαυμασία, σήμερον, ἢ πάντων ὁμοῦ πάντες, καὶ παλαιῶν καὶ νέων διηγημάτων.
6. Διὰ ταῦτά σε περιπτύσσομαι καὶ ἀσπάζομαι, λαῶν ἄριστε, καὶ φιλοχριστότατε, καὶ θερμότατε τὴν εὐσέβειαν, καὶ τῶν ἀγόντων ἄξιε· οὐ γὰρ ἔχω τι τούτου μεῖζον εἰπεῖν, οὐδὲ ᾧ μᾶλλον ἂν ὑμᾶς ξενίσαιμι· καὶ δεξιοῦμαι, ὀλίγα μὲν γλώσσῃ, τὰ πολλὰ δὲ διανοίας κινήμασι. Λαὸς ἐμός· ἐμὸν γὰρ ὀνομάζω, τὸν ὁμόφρονα καὶ ὁμόδοξον, καὶ παρὰ τῶν αὐτῶν Πατέρων, καὶ τῆς αὐτῆς Τριάδος προσκυνητήν. Λαὸς ἐμός· ἐμὸς γὰρ, κἂν μὴ δοκῇ τοῖς βασκαίνουσι· καὶ, ἵνα πληγῶσι μᾶλλον οἱ τοῦτο πάσχοντες, ἰδοὺ δίδωμι δεξιὰς κοινωνίας ἐπὶ τοσούτων μαρτύρων, ὁρατῶν τε καὶ ἀοράτων· καὶ ἀπωθοῦμαι παλαιὰν διαβολὴν νέᾳ χρηστότητι. Λαὸς ἐμός· ἐμὸς γὰρ, εἰ καὶ τὸν μέγιστον ὁ μικρότατος σφετερίζομαι. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χάρις· ὁμοτίμους ποιεῖ τοὺς ὁμόφρονας. Λαὸς ἐμός· ἐμὸς γὰρ, εἰ καὶ πόῤῥωθεν· ὅτι θεικῶς συναπτόμεθα, καὶ τρόπον ἄλλον, ἢ ὃν αἱ παχύτητες. Τὰ μὲν γὰρ σώματα τόπῳ συνάπτεται, ψυχαὶ δὲ Πνεύματι συναρμόζονται. Λαὸς ἐμὸς, ὁ πρότερον μὲν φιλοσοφῶν τὸ πάσχειν ὑπὲρ Χριστοῦ, νῦν δὲ τὸ μὴ ποιεῖν, ἐὰν ἐμοὶ πείθησθε, ἀλλ᾿ αὔταρκες κέρδος τίθεσθαι τὴν τοῦ ποιεῖν ἐξουσίαν, καὶ ἡγεῖσθαι Χριστῷ λατρείαν εἰσφέρειν, ὥσπερ τότε τὴν καρτερίαν, οὕτως ἐν τῷ παρόντι τὴν ἐπιείκειαν. Λαὸς, ἐφ᾿ ὃν παρατέτακται ὁ Κύριος τοῦ εὖ ποιῆσαι, ὥσπερ τοῦ κακοποιῆσαι τοὺς ἐναντίους. Λαὸς, ὃν ἐξελέξατο ἑαυτῷ Κύριος ἐκ πάντων ὧν προσεκαλέσατο. Λαὸς, ὁ ἐπὶ τῶν χειρῶν Κυρίου ἐζωγραφημένος, ᾧ, Σὺ γὰρ εἶ θέλημα ἐμὸν, λέγει Κύριος· καὶ, Αἱ πύλαι σου γλύμμα· καὶ ὅσα τοῖς σωζομένοις ὕστερον. Λαὸς, καὶ μή με θαυμάσητε τῆς ἀπληστίας, εἰ πολλάκις ὑμᾶς ἀναστρέφω· κατατρυφῶ γὰρ ὑμῶν τῇ συνεχείᾳ τῆς κλήσεως, ὥσπερ οἱ θεαμάτων τινῶν, ἢ ἀκουσμάτων ἀπλήστως ἐμφορούμενοι.
7. Ἀλλ᾿, ὦ Θεοῦ λαὸς, καὶ ἡμέτερος, καλὴ μὲν ὑμῶν καὶ ἡ πρώην πανήγυρις, ἣν ἐπὶ τῆς θαλάσσης ἐστήσασθε, καὶ εἴπερ ἄλλη τις ὀφθαλμῶν χάρις, ἡνίκα εἶδον δενδρουμένην τὴν θάλασσαν, καὶ χειροποιήτῳ νέφει κεκαλυμμένην, καὶ κάλλος νηῶν, καὶ τάχος, ὥσπερ εἰς πομπὴν ἐσταλμένων, καὶ πνεῦμα μέτριον κατὰ πρύμναν ἱστάμενον, ὥσπερ δορυφοροῦν ἐξεπίτηδες, καὶ παραπέμπον τῇ πόλει πόλιν πελάγιον· καλλίων δὲ ἡ νῦν ὁρωμένη καὶ μεγαλοπρεπεστέρα. Οὐ γὰρ τοῖς πολλοῖς φέροντες ὑμᾶς αὐτοὺς ἀνεμίξατε, οὐδὲ πλήθει τὴν εὐσέβειαν ἐμετρήσατε, οὐδὲ δῆμος γενέσθαι μᾶλλον ὀχλώδης ἠνέσχεσθε, ἢ λαὸς Θεοῦ λόγῳ κεκαθαρμένος· ἀλλ᾿ ὅσον εἰκὸς, Καίσαρι τὰ τοῦ Καίσαρος εἰσενεγκόντες, τῷ Θεῷ τὰ τοῦ Θεοῦ προσενείματε· τῷ μὲν τὸ τέλος, τῷ δὲ τὸν φόβον· καὶ τὸν δῆμον τοῖς ὑμετέροις θρέψαντες, ἥκετε καὶ αὐτοὶ παρ᾿ ἡμῶν τραφησόμενοι. Σιτοδοτοῦμεν γὰρ καὶ ἡμεῖς, καὶ σιτοδοσίαν ἴσως τῆς ὑμετέρας οὐ φαυλοτέραν. Δεῦτε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν· καλῶ μετὰ τῆς σοφίας ὑμᾶς εἰς τὴν ἐμὴν τράπεζαν. Ἐπαινῶ γὰρ τῆς εὐγνωμοσύνης, καὶ προστρέχω τῇ προθυμίᾳ, ὅτι ὡς ἐπὶ λιμένα ἴδιον ἡμᾶς κατηντήσατε, τῷ ὁμοίῳ προσδραμόντες, καὶ τὸ συγγενὲς τῆς πίστεως ἐτιμήσατε, καὶ τῶν ἀτόπων ἐνομίσατε, τοὺς μὲν ὑβριστὰς τῶν ἄνω συμφρονεῖν ἀλλήλοις καὶ συναρμόζεσθαι, καὶ τὸ καθ᾿ ἕκαστον σαθρὸν οἴεσθαι διορθοῦσθαι τῷ κοινῷ τῆς συστάσεως, καθάπερ τῶν σχοινίων τὰ τῇ πλοκῇ δυναμούμενα, αὐτοὶ δὲ μὴ συνιέναι, μηδὲ συνδεῖσθαι τοῖς ὁμογνώμοσιν, οἷς γε εἰκὸς μᾶλλον· αὐτοὶ γὰρ συνάγομεν καὶ θεότητα. Καὶ ἵνα γε εἰδῆτε, μὴ μάτην προσδραμόντες ἡμῖν, μηδὲ ὡς ξένοις καὶ ἀλλοτρίοις, ἀλλ᾿ ἐν ὑμετέροις καταχθέντες, καὶ καλῶς ὁδηγηθέντες ὑπὸ τοῦ Πνεύματος, βραχέα περὶ Θεοῦ φιλοσοφήσομεν ὑμῖν. Καὶ γνωρίσατε τὰ ὑμέτερα, ὥσπερ οἱ τοῖς ἐπισήμοις τῶν ὅπλων τὸ οἰκεῖον διαγινώσκοντες.
8. Δύο διαφορὰς ἐν τοῖς οὖσι γινώσκω τὰς ἀνωτάτω, δεσποτείαν τε καὶ δουλείαν· οὐχ ἃς παρ᾿ ἡμῖν, ἢ τύραννις ἔτεμεν, ἢ πενία διέστησεν, ἀλλ᾿ ἃς φύσις διώρισεν, εἴ τῳ φίλον οὕτω καλεῖν. Τὸ γὰρ πρῶτον, καὶ ὑπὲρ τὴν φύσιν. Τούτων δὲ, ἡ μὲν ποιητική τέ ἐστι, καὶ ἀρχικὴ, καὶ ἀκίνητος· ἡ δὲ πεποιημένη, καὶ ὑπὸ χεῖρα, καὶ μεταπίπτουσα. Καὶ ἔτι συντομώτερον εἰπεῖν, ἡ μὲν ὑπὲρ χρόνον, ἡ δὲ ὑπὸ χρόνον. Καλεῖται δὲ ἡ μὲν, Θεὸς, καὶ ἐν τρισὶ τοῖς μεγίστοις ἵσταται, αἰτίῳ, καὶ δημιουργῷ, καὶ τελειοποιῷ· τῷ Πατρὶ λέγω, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι. Ἃ μήτε οὕτως ἀλλήλων ἀπήρτηται, ὡς φύσει τέμνεσθαι· μήτε οὕτως ἐστένωται, ὡς εἰς ἑν πρόςωπον περιγράφεσθαι· τὸ μὲν γὰρ τῆς Ἀρειανῆς μανίας, τὸ δὲ τῆς Σαβελλιανικῆς ἀθεΐας ἐστίν· ἀλλ᾿ ἔστι, τῶν μὲν πάντη διαιρετῶν ἑνικωτέρα, τῶν δὲ τελείως μοναδικῶν ἀφθονωτέρα. Ἡ δὲ μεθ᾿ ἡμῶν τέ ἐστι, καὶ καλεῖται κτίσις, κἂν ἄλλα ἄλλων ὑπεραίρῃ, κατὰ τὴν ἀναλογίαν τῆς πρὸς Θεὸν ἐγγύτητος.
9. Τούτων δὲ οὕτως ἐχόντων, ὅτῳ μὲν ἡ καρδία πρὸς Κύριον, ἴτω μεθ᾿ ἡμῶν, καὶ προσκυνῶμεν τὴν μίαν ἐν τοῖς τρισὶ θεότητα, μηδὲν ταπεινότητος ὄνομα τῇ ἀπροσίτῳ δόξῃ προσάγοντες, ἀλλὰ τὰς ὑψώσεις τοῦ ἑνὸς Θεοῦ ἐν τοῖς τρισὶ διαπαντὸς ἐν τῷ λάρυγγι φέροντες. Ἧς γὰρ οὐδὲ μέγεθος φύσεως κυρίως ἔστιν εἰπεῖν, διὰ τὸ ἄπειρον καὶ ἀόριστον, πῶς ταύτῃ ταπεινότητα ἐπεισάξομεν; Ὅστις δὲ ἀλλοτρίως ἔχει Θεοῦ, καὶ διὰ τοῦτο τέμνει τὴν μίαν καὶ ὑπὲρ πάντα τὰ ὄντα οὐσίαν εἰς ἀνισότητα φύσεων, θαυμαστὸν, εἰ μὴ τῇ ῥομφαίᾳ τμηθήσεται, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων τεθήσεται, πονηρὸν δρεπομένου πονηρᾶς δόξης καρπὸν, καὶ νῦν καὶ ὕστερον.
10. Περὶ μὲν γὰρ τοῦ Πατρὸς, τί χρὴ καὶ λέγειν, οὗ καὶ τὸ παρὰ πάντων συγκεχωρηκὸς φείδεσθαι ταῖς φυσικαῖς ἐννοίαις προκατειλημμένων; Εἰ καὶ τῆς ἀτιμίας τὰ πρῶτα ἠνέγκατο, πρῶτος τμηθεὶς εἰς Ἀγαθὸν καὶ Δημιουργὸν παρὰ τῆς ἀρχαίας καινοτομίας. Περὶ δὲ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, σκοπεῖτε ὡς ἁπλῶς καὶ συντόμως διαλεξώμεθα. Εἰ μέν τις ἔχοι τούτων τι λέγειν τρεπτὸν ἢ ἀλλοιωτὸν, ἢ χρόνῳ, ἢ τόπῳ, ἢ δυνάμει, ἢ ἐνεργείᾳ μετρούμενον, ἢ οὐ φυσικῶς ἀγαθὸν, ἢ οὐκ αὐτοκίνητον, ἢ οὐκ αὐτεξούσιον, ἢ λειτουργὸν, ἢ ὑμνῳδὸν, ἢ φοβούμενον, ἢ ἐλευθερούμενον, ἢ οὐ συναριθμούμενον· δεικνύτω τοῦτο, καὶ ἡμεῖς στέρξομεν, συνδούλων σεμνότητι δοξαζόμενοι, εἰ καὶ Θεὸν ζημιούμεθα. Εἰ δὲ πάντα ὅσα ἔχει ὁ Πατὴρ, τοῦ Υἱοῦ ἐστι, πλὴν τῆς αἰτίας· πάντα δὲ ὅσα τοῦ Υἱοῦ, καὶ τοῦ Πνεύματος, πλὴν τῆς υἱότητος, καὶ τῶν ὅσα σωματικῶς περὶ αὐτοῦ λέγεται διὰ τὸν ἐμὸν ἄνθρωπον, καὶ τὴν ἐμὴν σωτηρίαν, ἵνα τὸ ἐμὸν λαβὼν, τὸ ἑαυτοῦ χαρίσηται διὰ τῆς καινῆς ἀνακράσεως· παύσασθε παραληροῦντες ὀψὲ γοῦν, ὦ σοφισταὶ κενῶν ῥημάτων, αὐτοῦ πιπτόντων. Καὶ ἵνα τί ἀποθνήσκετε, οἶκος Ἰσραὴλ, ἵν᾿ ἐκ τῆς Γραφῆς ὑμᾶς ὀδύρωμαι;
11. Ὡς ἔγωγε αἰδοῦμαι μὲν τὰς τοῦ Λόγου προςηγορίας, τοσαύτας τε οὔσας, καὶ οὕτως ὑψηλὰς καὶ μεγάλας, ἃς καὶ δαίμονες ἐνετράπησαν· αἰδοῦμαι δὲ τὴν ὁμοτιμίαν τοῦ Πνεύματος· φοβοῦμαι δὲ τὴν ὡρισμένην ἀπειλὴν τοῖς εἰς αὐτὸ βλασφημοῦσι. Βλασφημία δὲ, οὐχ ἡ θεολογία, τὸ δὲ ἀλλοτριοῦν τῆς θεότητος. Καὶ τηρητέον ἐνταῦθα, ὅτι τὸ μὲν βλασφημούμενον, ὁ Κύριος ἦν· τὸ δὲ ἐκδικούμενον, τὸ Πνεῦμα τὸ ἅγιον, δῆλον ὡς Κύριος. Οὐ φέρω ἀφώτιστος εἶναι μετὰ τὸ φώτισμα, παραχαράσσων τι τῶν τριῶν, εἰς ἃ βεβάπτισμαι, καὶ ὄντως ἐνταφῆναι τῷ ὕδατι, οὐκ εἰς ἀναγέννησιν, ἀλλ᾿ εἰς νέκρωσιν τελειούμενος.
12. Τολμῶ τι φθέγξασθαι, ὦ Τριάς· καὶ συγγνώμη τῇ ἀπονοίᾳ· περὶ ψυχῆς γὰρ ὁ κίνδυνος. Εἰκών εἰμι καὶ αὐτὸς Θεοῦ, τῆς ἄνω δόξης, εἰ καὶ κάτω τέθειμαι. Οὐ πείθομαι τῷ ὁμοτίμῳ σώζεσθαι. Εἰ μὴ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, θεωτήτω πρῶτον, καὶ οὕτω θεούτω με τὸν ὁμότιμον. Νῦν δὲ τίς ἡ ἀπάτη τῆς χάριτος, μᾶλλον δὲ, τῶν διδόντων τὴν χάριν, ὡς εἰς Θεὸν πιστεῦσαι, καὶ ἀνελθεῖν ἄθεον; ἄλλο καθομολογῆσαι, καὶ ἄλλο διδάσκεσθαι; οἵαι τῶν λόγων αἱ κλοπαὶ καὶ ἀπάται, δι᾿ ἄλλης ἐρωτήσεως καὶ ὁμολογίας, εἰς ἄλλο φέρουσαι; Οἴμοι τῆς λαμπρότητος, εἰ μετὰ τὸν λουτρὸν μεμελάνωμαι, εἰ λαμπροτέρους ὁρῶ τοὺς οὔπω κεκαθαρμένους, εἰ τῇ τοῦ βαπτιστοῦ κακοδοξίᾳ κυβεύομαι, εἰ ζητῶ Πνεῦμα κρεῖττον, καὶ οὐχ εὑρίσκ!ω Δός μοι λουτρὸν δεύτερον, καὶ περὶ τοῦ πρώτου κακῶς ἐννόησον. Τί μοι φθονεῖς τῆς τελείας ἀναγεννήσεως; τί με ποιεῖς, ναὸν ὄντα τοῦ Πνεύματος ὡς Θεοῦ, κατοικητήριον κτίσματος; τί τὸ μὲν τιμᾷς τῶν ἐμῶν, τὸ δὲ ἀτιμάζεις κακῶς θεότητι διαιτῶν, ἵν᾿ ἐμοὶ τέμῃς τὸ χάρισμα, μᾶλλον δὲ, αὐτὸν ἐμὲ τῷ χαρίσματι; Ἢ τὸ πᾶν τίμησον, ὦ καινὲ θεολόγε, ἢ τὸ πᾶν ἀτίμασον, ἵνα, κἂν ἀσεβῇς, ἀλλὰ σεαυτῷ γε ἀκόλουθος ᾖς, μὴ κρίνων ἀνίσως φύσιν ὁμότιμον.
13. Κεφάλαιον δὲ τοῦ λόγου· Μετὰ τῶν χερουβὶμ δόξασον, συναγόντων τὰς τρεῖς ἁγιότητας εἰς μίαν κυριότητα, καὶ τοσοῦτον παραδεικνύντων τῆς πρώτης οὐσίας, ὅσον ὑπανοίγουσι τοῖς φιλοπόνοις αἱ πτέρυγες. Μετὰ Δαβὶδ φωτίσθητι, πρὸς τὸ φῶς λέγοντος· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, οἷον ὥσπερ ἐν τῷ Πνεύματι τὸν Υἱόν· οὗ τί ἂν γένοιτο τηλαυγέστερον; Μετὰ Ἰωάννου βρόντησον, τοῦ υἱοῦ τῆς βροντῆς, μηδὲν περὶ Θεοῦ ταπεινὸν ἠχῶν, μηδ᾿ ἀπὸ γῆς, ἀλλ᾿ ὑψηλὸν καὶ μετέωρον (τὸν ἐν ἀρχῇ τε ὄντα, καὶ πρὸς τὸν Θεὸν ὄντα, καὶ Θεὸν Λόγον, Θεὸν γινώσκων, καὶ Θεὸν ἀληθινὸν ἐξ ἀληθινοῦ Πατρὸς, ἀλλ᾿ οὐ σύνδουλον ἀγαθὸν, υἱοῦ προσηγορίᾳ μόνῃ τετιμημένον· καὶ τὸν ἄλλον Παράκλητον, δηλαδὴ ἄλλον τοῦ λέγοντος· Θεοῦ δὲ ὁ Λόγο)ς· καὶ ὅταν μὲν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἀναγινώσκῃς, τὸ συναφὲς τῆς οὐσίας ἐνοπτριζόμενος· ὅταν δὲ, Πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾿ αὐτῷ ποιησόμεθα, τὸ διῃρημένον τῶν ὑποστάσεων λογιζόμενος· ὅταν δὲ, τὸ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ὄνομα, τὰς τρεῖς ἰδιότητας.
14. Μετὰ Λουκᾶ ἐμπνεύσθητι, ταῖς Πράξεσι τῶν ἀποστόλων προσομιλῶν. Τί μετὰ Ἀνανίου τάττῃ καὶ Σαπφείρας τῶν καινῶν νοσφιστῶν (εἴ γε καινὸν ὄντως ἡ τῶν ἰδίων κλοπ)ὴ, καὶ ταῦτα νοσφιζόμενος, οὐκ ἀργύριον, οὐδ᾿ ἄλλο τι τῶν εὐτελῶν καὶ μικρῶν, οἷον γλῶσσαν χρυσῆν, ἢ ψιλὴν, ἢ δίδραχμον, ὥς ποτε στρατιώτης ἄπληστος, ἀλλ᾿ αὐτὴν κλέπτων θεότητα, καὶ ψευδόμενος, οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν, ὅπερ ἤκουσας; Τί; Μηδὲ τὴν ἐξουσίαν αἰδῇ τοῦ Πνεύματος, ἐφ᾿ οὓς θέλει, καὶ ἡνίκα, καὶ ὅσον πνέοντος; Ἐπιδημεῖ τοῖς περὶ Κορνήλιον πρὸ τοῦ βαπτίσματος, ἄλλοις μετὰ τὸ βάπτισμα διὰ τῶν ἀποστόλων. Ὥστε ἀμφοτέρωθεν, ἔκ τε ὧν ἐπιφοιτᾷ δεσποτικῶς, ἀλλ᾿ οὐ δουλικῶς, καὶ ἐξ ὧν ἐπιζητεῖται πρὸς τὴν τελείωσιν, τὴν θεότητα μαρτυρεῖσθαι τοῦ Πνεύματος.
15. Μετὰ Παύλου θεολόγησον, τοῦ πρὸς τρίτον οὐρανὸν ἀναχθέντος· ποτὲ μὲν συναριθμοῦντος τὰς τρεῖς ὑποστάσεις, καὶ τοῦτο ἐνηλλαγμένως, οὐ τετηρημένως ταῖς τάξεσι, προαριθμοῦντος, ἐναριθμοῦντος, ὑπαριθμοῦντος τὸ αὐτό. Ἵνα τί; Δηλώσῃ τὴν ἰσοτιμίαν τῆς φύσεως. Ποτὲ δὲ τῶν τριῶν μεμνημένου· ποτὲ δὲ τινῶν, ἢ τινὸς, ὡς ἑπομένου πάντως τοῦ λείποντος· καὶ ποτὲ μὲν τὴν ἐνέργειαν τοῦ Θεοῦ τῷ Πνεύματι διδόντος, ὡς οὐδὲν διαφέροντος· ποτὲ δὲ, ἀντὶ τοῦ Πνεύματος, τὸν Χριστὸν ἐπιφέροντος· καὶ ὅτε μὲν διαιρεῖ τὰς ὑποστάσεις, εἷς Θεὸς, λέγοντος, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾿ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾿ αὐτοῦ. Ὅτε δὲ συνάγει τὴν μίαν θεότητα· ὅτι ἐξ αὐτοῦ, καὶ δι᾿ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα, δηλαδὴ διὰ τοῦ ἁγίου Πνεύματος, ὡς πολλαχοῦ δείκνυται τῆς Γραφῆς. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ 35.
Εἰς τοὺς μάρτυρας, καὶ κατὰ Ἀρειανῶν.
1. Τί τοσοῦτον ἔστιν εἰπεῖν, ὅσον τοῖς ὀφθαλμοῖς πάρεστι βλέπειν; Τίς δὲ λόγος τῶν φαινομένων ἀγαθῶν ἰσοστάσιος; Ἰδοὺ πρόκειται τοῖς ὀφθαλμοῖς ἡμῶν τὸ ἀπιστούμενον θέαμα, ὃ καὶ ἰδεῖν μὲν πολλάκις ηὐξάμεθα, κρεῖττον δὲ ἦν ἢ κατ᾿ εὐχὴν τὸ ποθούμενον. Πάλιν ἐνταῦθα μαρτύρων τιμαὶ, πολὺν ἤδη τὸν πρὸ τούτου χρόνον ἀμεληθεῖσαι· πάλιν ἱερέων Θεοῦ συνδρομαί· πάλιν χοροστασίαι καὶ πανηγύρεις πνευματικαί. Ὁ σύλλογος πολυάνθρωπος ἑορτάζειν, οὐχ ὁπλομαχεῖν προθυμούμενος. Ὢ τοῦ θαύματος· ἔῤῥιπται τῶν χειρῶν τὰ ὅπλα, λέλυται ἡ παράταξις, ἀμελεῖται ὁ πόλεμος. Οὐκ ἔτι αἱ φωναὶ τῶν ἀλαλαζόντων ἀκούονται· ἀντὶ δὲ τούτων ἑορταὶ, καὶ εὐφροσύναι, καὶ εἰρηνικαὶ θυμηδίαι τὴν πόλιν πᾶσαν περιχορεύουσι· τὴν πάλαι μὲν οὖσαν τῶν μαρτύρων μητέρα, πολὺν δὲ τὸν ἐν τῷ μέσῳ χρόνον, ἄμοιρον γενομένην τῆς ἐπὶ τοῖς τέκνοις τιμῆς. Ἀλλὰ νῦν ἀπέχει πάντα καὶ περισσεύει, καθώς φησιν ὁ Ἀπόστολος. Εὖγε, ὦ μάρτυρες· ὑμέτερος καὶ οὗτος ὁ ἆθλος· ὑμεῖς νενικήκατε τὸν πολὺν πόλεμον, εὖ οἶδα. Μόνα καὶ ταῦτα τῶν ὑμετέρων ἱδρώτων τὰ κατορθώματα. Ὑμεῖς ἠγείρατε τῇ εἰρήνῃ τὸ τρόπαιον. Ὑμεῖς τοὺς ἱερέας τοῦ Θεοῦ ἐφ᾿ ἑαυτοὺς ἐφειλκύσασθε. Ὑμεῖς τοὺς χορευτὰς τοῦ ἁγίου Πνεύματος τῷ συλλόγῳ τούτῳ προεστήσασθε. Ὢ πόσην πεπόνθασι τὴν ζημίαν, οἷς ὁ χρόνος τῆς ζωῆς μέχρι τοῦ νῦν οὐ διήρκεσε θεάματος, ἵνα τῶν σκυθρωπῶν εἰς κόρον ἐλθόντες, τῶν ἀγαθῶν τῆς εἰρήνης ἀπελαύσειεν!
2. Οἴχεται μὲν, καὶ ἠφάνισται ἡ τῆς αἱρέσεως ἀπάτη, οἷόν τις ὁμίχλη, ὑπὸ τοῦ ἁγίου Πνεύματος σκεδασθεῖσα· καθαρὰ δὲ διέλαμψεν ἡ τῆς εἰρήνης αἰθρία, καὶ διαφαίνονται κατ᾿ αὐτὴν οἱ τοῦ ἄστεως ἐν λαμπρῷ τῆς ἀληθείας φωτὶ μαρμαρύσσοντες ἀστέρες, οὐχὶ νυκτὶ ἀποκεκληρωμένοι καὶ σκότῳ, ἀλλ᾿ ἡμεροφανεῖς οἱ πάντες, τῷ ἀληθινῷ φωτὶ τῆς δικαιοσύνης ἀναλάμψαντες. Καὶ ἐπειδὴ, καθά φησιν ὁ Ἀπόστολος, ἡ νὺξ προέκοψε, μᾶλλον δὲ, τὸ παράπαν ἠφάνισται, τῷ δὲ φωτὶ τῆς ἡμέρας ἅπαν καταφαιδρύνεται, φεύγει μὲν τὰ νυκτονόμα τῶν θηρίων, καὶ συνελαύνονται πρὸς τοὺς δρυμοὺς καὶ τὰς σπήλυγγας· φεύγουσι δὲ νυκτερίδες αἱρετικαὶ τρύζουσαι, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἀμβλυώπτουσαι, καὶ εἰς τὰς τρώγλας τῶν πετρῶν καταδύονται, ἐπὶ κεφαλὴν ἀλλήλων ἐχόμεναι. Πέπαυται διὰ τῆς ἡμέρας ταύτης τὰ τῶν κωμαστῶν καὶ τῶν μεθυόντων συντάγματα. Λωποδύται, καὶ τοιχωρύχοι, καὶ κλέπται, καὶ εἴ τι ἄλλο τῆς νυκτὸς ἔργον ἐστὶ, τοῦ φωτὸς τῆς εἰρήνης ἐπανατείλαντος, κέκρυπται. Ἕως δὲ ἦν ἡ νὺξ ἐκείνη τῷ τῆς ἀπάτης γνόφῳ τὰ πάντα κατασκοτίζουσα, οἷα ἦν τὰ πραττόμενα; Λήθης ἄξια καὶ βαθείας σιγῆς, ὡς ἂν μὴ μνήμῃ τῶν ἀηδεστέρων, ἡ παροῦσα χάρις καταμολύνοιτο. Πῶς γὰρ ἄν τις εἴποι τὰ κατ᾿ αὐτῆς κακά; πῶς δὲ ἄν τις καὶ σιωπήσειε· τί πάθος ἐκ τραγῳδίας τοιοῦτον; τίς μῦθος συμφορὰς ἀναπλάσσων; τίς ποιητὴς δραμάτων τοιοῦτον ἐπὶ σκηνῆς πάθος ἐβόησεν; Ὑπὲρ λόγον ἡ συμφορά· ὑπὲρ τὴν δύναμιν τῶν διηγουμένων τὰ πάθη.
3. Ὁρμητήριον ἦν τοῦ διαβόλου ὁ χορός. Ἐνταῦθα τὸ στρατόπεδον ἑαυτῷ κατεστήσατο, καὶ τοὺς ἰδίους ὑπασπιστὰς ἐν αὐτῷ καθιδρύσατο. Ἐνταῦθα ὁ στρατὸς τοῦ ψεύδους, οἱ τῆς ἀπάτης πρόμαχοι, ἡ τῶν δαιμόνων ἐκστρατεία, αἱ λεγεῶνες τῶν ἀκαθάρτων πνευμάτων· εἰ δὲ χρὴ καὶ τῶν ἔξωθεν ὀνομάτων εἰπεῖν, ἐντεῦθεν ὁ πονηρὸς τῶν δαιμόνων ἐριννύων στρατὸς κατὰ τῆς Ἐκκλησίας ἐκώμασεν. Οὕτω γὰρ ὀνομάζειν τὰς γυναῖκας προάγομαι, αἳ ὑπὲρ τὴν φύσιν εἰς τὸ κακὸν ἠνδρίζοντο. Μία ἦν ἐν ταῖς ἡμέραις Ἠλιοῦ ἡ Ἰεζάβελ, κατὰ τῶν προφητῶν τοῦ Κυρίου φονῶσα, καὶ στηλιτεύει αὐτὴν ἡ θεόπνευστος ἱστορία, ὡς ἂν οἶμαι, τῇ μνήμῃ τοῦ ἀκολάστου γυναίου, πᾶς ὁ μετὰ ταῦτα βίος παιδεύοιτο. Τοσαῦται τοίνυν κατὰ τὴν Ἰεζάβελ ἐκείνην, ὥσπερ τι κώνειον, ἐκ τῆς χώρας ἀθρόως ἐβλάστησαν, νικῶσαι τὴν μνημονευθεῖσαν τῇ τῆς πικρίας ὑπερβολῇ. Εἰ δὲ ἀπιστεῖς τῷ λόγῳ, τὴν ἱστορίαν ἐπίσκεψαι. Ἐκείνη τὴν ἄμπελον του Ναβουθαὶ τῷ ἐκλύτῳ Ἀχαὰβ ἐχαρίζετο, ἵνα ποιήσῃ κῆπον τὴν ἄμπελον, τρυφῆς ἐγκαλλώπισμα, γυναικείαν χλιδήν· αὗται τὴν ζῶσαν τοῦ Θεοῦ ἄμπελον, τὴν Ἐκκλησίαν λέγω, εἰς παντελῆ ἀφανισμὸν μετενεγκεῖν ἐβιάσαντο, αὗται δι᾿ ἑαυτῶν τὸ κακὸν ἐνεργοῦσαι. Ποῖον εὕρω τοῦ λόγου παράδειγμα; τίνα τῆς κακίας ταύτης ἐπινοήσω εἰκόνα; Εἶδον ἐπὶ κονιάματος τοίχου τοιαύτην γραφήν· καί μου βαστάσατε τὴν καρδίαν τῇ τῶν κακῶν μνήμῃ περιοιδαίνουσαν· μᾶλλον δὲ, τῷ πόνῳ καὶ ὑμεῖς συναλγήσατε· ἡμέτερα γὰρ, καὶ οὐκ ἀλλότρια διηγούμεθα πάθη· τίς τοίνυν ἡ γραφὴ, ἣν προσεικάζω τοῖς πράγμασι; χορεία τις ἦν γυναικῶν ἀσχημονοῦσα, ἄλλης κατ᾿ ἄλλο τι σχῆμα ὀρχηστικὸν ἑαυτὴν διαστρεβλούσης. Μαινάδας οἱ μῦθοι τὰς τοιαύτας γυναῖκας καλοῦσιν. Κόμαι ταῖς αὔραις ἀνασοβούμεναι, βλέμμα μανίας πάροδον, πυρσοὶ διὰ χειρῶν φερόμενοι, καὶ φλόγες ἐκ τούτων τῇ περιστροφῇ τῶν σωμάτων ἐνειλισσόμεναι· αὖρα ἐν κόλποις τὴν εὐσχημοσύνην τῶν πέπλων λυμαινομένη· πόδες ἀκροβατοῦντες καὶ ὑφαλλόμενοι· αἰδὼς εὐσχήμων οὐδενὸς τῶν γινομένων ἐφαπτομένη.
4. Διὰ μέσου δὲ τῆς τοιαύτης χορείας, ἀνδρὸς εἴδωλον τοιοῦτον· μιξόθηλύ τις, καὶ τὴν φύσιν ἀμφίβολος, καὶ θηλυδρίας τὸ εἶδος, ἐν μεθορίῳ τῆς φύσεως κείμενος, λελυμένος τῷ σχήματι, οἷόν τινι κώματι καὶ μέθῃ παράφορος. Οὗτος ἐπί τινος ἀπήνης ἐξυπτιάζων, διὰ τοῦ χοροῦ τῶν Μαινάδων ὑπὸ θηρῶν ἐκομίζετο. Πολὺς δὲ περὶ αὐτὸν ἐκ κρατῆρος ὁ ἄκρατος, καί τινες λάλοι, τὴν φύσιν ἀλλόκοτοι, περὶ τὸ εἴδωλον ἦσαν, τὰ πρόσωπα λάσιοι, ἐπὶ σκελῶν τραγείων περισκιρτῶντες τὸ εἴδωλον. Τοιαῦτα τῆς νυκτὸς ἐκείνης τὰ διηγήματα. Γυναῖκες ἐπ᾿ ἀτιμίᾳ γνωρισθεῖσαι τοῦ γένους, κοινῇ κατηγορίᾳ τῆς φύσεως τὴν νενομισμένην ἐν γυναιξὶν εὐκοσμίαν ἐξορχησάμεναι, πομπὴν ἦγον διὰ μέσης τῆς πόλεως, θεατρίζουσαι δι᾿ ἐαυτῶν ἀσχημονοῦσαν τὴν φύσιν, λίθοις τὰς χεῖρας ἀντὶ θυρεῶν ὁπλίσασαι, φόνιον βλέπουσαι, ἀναιδεῖ τῇ τῶν ὀμμάτων βολῇ, ἐντὸς τῶν θείων περιβόλων γενόμεναι, ἐπὶ τῆς ἱερᾶς καθέδρας ἀνέθηκαν ἑαυτῶν τὸν Κορύβαντα. Εἶτα μέθη, καὶ ἄκρατος, καὶ οἱ ἐκ τῶν ἀσκητηρίων Πᾶνες, καὶ νὺξ, καὶ διαγωγὴ συμμιγὴς, καὶ πάντα ὅσα κωλύει ὁ Ἀπόστολος λέγειν, εἰπὼν, ὅτι Τὰ κρυφῇ ὑπ᾿ αὐτῶν γενόμενα, αἰσχρόν ἐστι καὶ λέγειν. Τίς γὰρ ἂν μετὰ ἀκριβείας διεξέλθοι τῷ λόγῳ τὸ πῦρ, τοὺς λίθους, τὰς σφαγὰς, τὰ τραύματα; Ὅπως ἐκ βάθρων ἀνατρέψαι τοὺς τῶν ἱερῶν οἴκων θεραπευτὰς ἐφιλονείκησαν; Ὡς διὰ μέσης τῆς πόλεως ζηλωτήν τινα τῆς ἀληθείας ῥοπάλοις διεχειρίσαντο, καὶ τὸν ἀληθῆ φόνον ὁ ὑπονοηθεὶς φόνος ἐκώλυσεν; Ἀλλὰ γὰρ οὐκ οἶδα, πῶς τῆς πρεπούσης ἡδονῆς ἀπεῤῥύη ὁ λόγος, ἐμφιλοχωρήσας τοῖς γηΐνοις διηγήμασιν. Οὐκοῦν ἐπανιτέον ὅθεν ἐξέβημεν, ὥστε γλυκεῖ καὶ ποτίμῳ τῷ λόγῳ τὴν ἁλμυρὰν ἐκείνην ἀκοὴν ἀποκλύσασθαι. Ἐν γὰρ ἡμέρᾳ, φησὶν, εὐφροσύνης ἀμνηστία κακῶν· πάλιν τοίνυν ἐπὶ τὸν αὐτὸν ἐπανέρχομαι λόγον, ὅτι ἡ νὺξ ἐκείνη καὶ ὁ γνόφος ἠφάνισται, αἱ δὲ τῆς εἰρήνης ἀκτῖνες διὰ καθαρᾶς τῆς αἰθρίας τῷ τῆς ἀληθείας φωτὶ περιλάμπουσιν. Διὰ τοῦτο ἐκβέβληται μὲν τῶν θείων περιβόλων πᾶν ὅ τι δυσῶδες καὶ βέβηλον· ἀντειςῆκται δὲ πάσης εὐφροσύνης τῶν εὐσεβούντων οἱ οἶκοι, καὶ λείπει πρὸς εὐφροσύνην οὐδέν· οἱ δαιτυμόνες, οἱ ἑστιάτορες, ἡ τοῖς ἀγαθοῖς ἐδωδίμοις πλήθουσα τράπεζα.
ΛΟΓΟΣ 36.
Εἰς ἑαυτὸν, καὶ πρὸς τοὺς λέγοντας ἐπιθυμεῖν αὐτὸν τῆς καθέδρας Κωνσταντινουπόλεως, καὶ εἰς τὴν τοῦ λαοῦ προθυμίαν, ἣν ἐπεδείξαντο εἰς αὐτόν.
1. Ἐγὼ θαυμάζω, τί ποτέ ἐστιν ὃ πρὸς τοὺς ἐμοὺς πεπόνθατε λόγους, καὶ πόθεν τοσοῦτον ἥττησθε τῆς ἡμετέρας φωνῆς, τῆς ὑπερορίου καὶ μικρᾶς ἴσως, καὶ οὐδὲν ἐχούσης ἐράσμιον, ὥστε ταυτόν μοι δοκεῖτε πρὸς ἡμᾶς πεπονθέναι, ὃ πρὸς τὴν μαγνῆτιν λίθον τὰ σιδήρια. Ἐμοῦ τε γὰρ κρέμασθε, καὶ ἀλλήλων εἷς τοῦ ἑνὸς ἐχόμενοι, καὶ Θεοῦ πάντες, ἐξ οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰ πάντα. Ὢ τῆς θαυμασίας ἁλύσεως, ἣν πλήκει τὸ Πνεῦμα τὸ ἅγιον δεσμοῖς ἀλύτοις συνηρτισμένην! Τὸ δὲ αἴτιον, οὔτε τι οἶδα ἐγὼ τῶν ἄλλων σοφώτερον, ὅσα ἐμαυτῷ συνεπίσταμαι· εἰ μή τις τοῦτο αὐτὸ ἐμὴν σοφίαν ὑπολαμβάνει τὸ εἰδέναι, ὅτι μὴ σοφὸς εἴην, μηδὲ τῆς ἀληθινῆς καὶ πρώτης σοφίας ἐγγύς· ὃ πολλῷ δέουσι περὶ ἑαυτῶν ὑπολαμβάνειν οἱ νῦν σοφοί· ἐπειδὴ ῥᾷστον ἑαυτὸν ἀπατᾷν, καὶ οἴεσθαι εἶναί τι, οὐδὲν ὄντα, ὑπὸ τῆς κενῆς δόξης φυσώμενον. Οὔτε πρῶτος ὑμῖν τὸν τῆς ὀρθοδοξίας λόγον ἐκήρυξα, οὗ μάλιστα περιέχεσθε, ἴχνεσι δὲ ἀλλοτρίοις ἐπηκολούθησα, καὶ τούτοις ὑμετέροις· εἰρήσεται γὰρ τἀληθές· εἴπερ ὑμεῖς Ἀλεξάνδρου μαθηταὶ τοῦ πάνυ, τοῦ μεγάλου τῆς Τριάδος ἀγωνιστοῦ τε καὶ κήρυκος, καὶ λόγῳ καὶ ἔργῳ τὴν ἀσέβειαν ἐξορίσαντος. Μέμνησθε γὰρ τῆς Ἀποστολικῆς ἐκείνης εὐχῆς, ἣ τὸν ἀρχηγὸν τῆς ἀσεβείας κατέλυσεν ἐν τόποις ἀξίοις τῶν τῆς γλώσσης ἀμαρευμάτων, ἵν᾿ ὕβρις ὕβριν ἀμύνηται, καὶ στηλιτευθῇ θανάτῳ δικαίῳ θάνατος ψυχῶν ἄδικος.
2. Οὐ ξένην οὖν πηγὴν ὑμῖν ἐῤῥήξαμεν, ὥσπερ ἣν Μωϋσῆς ἀνέδειξεν ἐν ἀνύδρῳ τοῖς ἀπ᾿ Αἰγύπτου διωκομένοις, κεκρυμμένην δὲ καὶ συγκεχωσμένην ἀνεστομώσαμεν, κατὰ τοὺς παῖδας Ἰσαὰκ τοῦ μεγάλου, μὴ ὀρύσσοντας μόνον φρέατα ζῶντος ὕδατος, ἀλλὰ καὶ φρασσόμενα ὑπὸ τῶν Φυλιστιαίων ἀνακαθαίροντας. Ἀλλ᾿ οὐδὲ τῶν κομψῶν τις καὶ ἡδέων ἐγὼ, καὶ οἷος κολακείᾳ κλέπτειν τὴν εὔνοιαν· οἵους ὁρῶ πολλοὺς τῶν νῦν ἱερατεύειν ὑπισχνουμένων οἳ τὴν ἁπλῆν καὶ ἄτεχνον ἡμῶν εὐσέβειαν, ἔντεχνον πεποιήκασι, καὶ πολιτικῆς τι καινὸν εἶδος ἀπὸ τῆς ἀγορᾶς εἰς τὰ ἅγια μετενηνεγμένης, καὶ ἀπὸ τῶν θεάτρων ἐπὶ τὴν τοῖς πολλοῖς ἀθέατον μυσταγωγίαν· ὡς εἶναι δύο σκηνὰς, εἰ δεῖ τολμήσαντα τοῦτο εἰπεῖν, τοσοῦτον ἀλλήλων διαφερούσας, ὅσον τὴν μὲν πᾶσιν ἀνεῖσθαι, τὴν δὲ τισί· καὶ τὴν μὲν γελᾶσθαι, τὴν δὲ τιμᾶσθαι· καὶ τὴν μὲν θεατρικὴν, τὴν δὲ πνευματικὴν ὀνομάζεσθαι. Ὑμεῖς μάρτυρες, καὶ ὁ Θεὸς, φησὶν ὁ θεῖος Ἀπόστολος, ὡς οὐ ταύτης ἡμεῖς τῆς μερίδος, ἀλλ᾿ οἷοι σκαιότητος ἂν θᾶττον καὶ ἀγροικίας, ἢ θωπείας καὶ ἀνελευθερίας ἔγκλημα δέξασθαι· οἵ γε καὶ πρὸς τοὺς λίαν ἀντεχομένους ἡμῶν ἔστιν ὅτε καὶ ὅπου φαινόμεθα τραχυνόμενοι, ἄν τι μὴ κατὰ λόγον ἡμῖν ποιεῖν νομίζωνται. Καὶ τοῦτο ἔδειξεν ἡ πρώην γενομένη περὶ ἡμᾶς καινοτομία, ἡνίκα ζήλῳ καὶ θυμῷ ζέσαντες ὑμεῖς ὁ λαὸς, βοῶντάς τε καὶ ὀδυρομένους ἐπὶ τὸν θρόνον τοῦτον ἐθήκατε, τὸν οὐκ οἶδ᾿ εἴτε τυραννικὸν χρὴ λέγειν, εἴτε ἀρχιερατικόν· ἐθήκατε δ᾿ οὖν, διὰ τὸν πόθον παρανομήσαντες. Ἔνθα τοσοῦτόν τισι τῶν θερμοτέρων ἐδυσχεράναμεν, ὥστε ἀπεπήδησαν ἡμῶν, τὸ φίλτρον εἰς ἔχθραν τρέψαντες. Οὐ γὰρ ἐξ ὧν χαριούμεθα σκοποῦμεν μᾶλλον, ἢ ἐξ ὧν ὠφελήσομεν.
3. Τίς οὖν ἡ αἰτία τοῦ τοσούτου περὶ ἡμᾶς πόθου, καὶ τοὺς λόγους τοὺς ἡμετέρους, αὐτοὶ βούλεσθε δηλῶσαι ταύτην καὶ παραστῆσαι, καὶ τὸ ὑμέτερον πάθος αὐτοὶ γνωρίσαι, ἢ δι᾿ ἡμῶν τοῦτο δημοσιεῦσαι, ὡς καὶ τῶν ἄλλων ἡμῖν χρῆσθε προθύμως ἐξηγηταῖς; Ἡμέτερον οἶδ᾿ ὅτι ποιεῖσθε τὸν λόγον, ὅσον ἐκ τῆς ἡσυχίας τεκμαίρομαι. Οὐκοῦν ἀκούσατε, καὶ σκοπεῖτε, μὴ φαῦλος ἐγὼ τῶν τοιούτων εἰκαστής. Ἐμοὶ δοκεῖτε μάλιστα μὲν, ὡς αὐτοὶ καλέσαντες ἡμᾶς, οἰκείᾳ βοηθεῖν κρίσει, καὶ διὰ τοῦτο περιέπειν τὸ ὑμέτερον θήραμα. Φύσις δὲ αὕτη πρὸς τὸ οἰκεῖον ἅπαν εὐμενῶς ἔχειν, εἴτε κτῆμα, εἴτε γέννημα, εἴτε λόγον, καὶ δι᾿ εὐνοίας ἑκουσίου χειροῦσθαι τοῖς ἑαυτῶν προβλήμασιν. Δεύτερον δὲ, οὐδὲν οὕτως αἰδεῖσθαι, ὡς τὸ μὴ ἰταμὸν ἡμῶν, μήτε βίαιον, μήτε θεατρικόν τε καὶ πανηγυρικὸν, ἀλλ᾿ ὑποχωρητικόν τε καὶ μέτριον, καὶ οἷον ἄκοινον ἐν τῷ κοινῷ, καὶ μονότροπον, καὶ, συντομώτερον εἰπεῖν ἔτι, φιλόσοφον· οὐδὲ αὐτὸ τεχνικῶς, καὶ πολιτικῶς ἡμῖν ἀνευρημένον, ἀλλ᾿ ἁπλῶς καὶ πνευματικῶς τετιμημένον. Οὐ γὰρ, ἵνα ζητηθῶμεν, ἀποκρυπτόμεθα, οὐδ᾿ ἵνα πλείονος ἄξιοι δόξωμεν τιμῆς, ὥσπερ οἱ τὰς ὥρας μικρὸν προφαίνοντες, εἶθ᾿ ὑποστέλλοντες· ἀλλ᾿ ἵνα τὸ φεύγειν τὰς προεδρίας, καὶ μὴ μεταποιεῖσθαι τῶν τοιούτων τιμῶν, τῷ ἡσυχίῳ δείξωμεν. Τρίτον, ὁρῶντες ἡμᾶς οἷα πάσχομεν ὑπό τε τῶν ἔξωθεν πολεμούντων, καὶ τῶν ἔνδοθεν ἐπιβουλευόντων· ἐπειδὴ, κατὰ τὸν Δανιὴλ, ἐξῆλθεν ἀνομία ἐκ πρεσβυτέρων ἐκ Βαβυλῶνος, οἳ ἐδόκουν κρίνειν τὸν Ἰσραήλ· σχετλιάζειν μὲν καὶ δυσχεραίνειν, καὶ οὐκ ἔχειν ὅπως ἐπαμύνητε τυραννουμένῳ, μόνον δὲ ἀντὶ πάντων εἰσφέρειν τὸν ἔλεον. Ὁ οὖν οἶκτος τῇ αἰδοῖ συγκραθεὶς φίλτρον ἐγένετο. Καὶ τοῦτο τῆς περὶ ἐμὲ τιμῆς τὸ μυστήριον.
4. Ἐπεὶ δὲ οἱ λόγοι τὸ πολεμούμενον, καὶ ἡ περιττὴ καὶ ἐπίφθονος αὕτη γλῶττα, ἣν ἐν τοῖς ἔξωθεν παιδευθεῖσαν λόγοις, τοῖς θείοις ἐξευγενίσαμεν, καὶ τὴν πικρὰν καὶ ἄποτον Μεῤῥὰν τῷ τῆς ζωῆς ξύλῳ κατεγλυκάναμεν, πεπόνθατέ τι πάθος ἱκανῶς ἐλευθέριον· τοῦτο στέργετε, δι᾿ ὃ πολεμούμεθα. Τί γὰρ οὐ τὴν κωφὴν ἠσπασάμεθα παίδευσιν; τί δὲ οὐ τὴν ξηράν τε καὶ κάτω βαίνουσαν; τί δαὶ ταύτῃ χαίροντας τοὺς πολλοὺς ὁρῶντες, ἐφιλοσοφοῦμεν ξένα καὶ ἔκφυλα, καὶ πρὸς τὰς ἀντιθέτους γλώσσας ἱστάμεθα; δέον θρασύτητι φεύγειν τοὺς λογισμοὺς, καὶ πίστιν ὀνομάζειν τὴν ἀλογίαν, ἣν ἠγάπησα ἂν καὶ αὐτὸς, εὖ ἴστε, ἁλιεὺς ὤν· ἐπειδὴ τοῦτο πρόχειρον τοῖς πολλοῖς εἰς ἀπολογίαν τῆς ἀμαθίας· εἰ λόγον εἶχον τῶν σημείων τὴν δύναμιν. Ὡς ἀπόλοιτο ἐξ ἀνθρώπων ὁ φθόνος, ἡ δαπάνη τῶν ἐχόντων, ὁ τῶν πασχόντων ἰὸς, τὸ μόνον τῶν παθῶν ἀδικώτανόν τε ἅμα καὶ δικαιότατον· τὸ μὲν, ὅτι πᾶσι διοχλεῖ τοῖς καλοῖς· τὸ δὲ, ὅτι τήκει τοὺς ἔχοντας. Οὐ γὰρ τοῖς πρώτως ἐπαινέσασιν ἡμᾶς καταράσομαι· οὐ γὰρ ᾔδεισαν τῶν ἐπαίνων τὸ τέλος· ὡς τάχα ἄν τι καὶ λοιδορίας προσέθηκαν, ἵνα τὸν φθόνον ἐπίσχωσιν.
5. Οὗτος, καὶ τὸν Ἑωσφόρον ἐσκότισε, καταπεσόντα δι᾿ ἔπαρσιν· οὐ γὰρ ἤνεγκε, θεῖος ὤν, μὴ καὶ θεὸς νομισθῆναι· καὶ τὸν Ἀδὰμ ἐξέβαλε τοῦ παραδείσου, δι᾿ ἡδονῆς κλέψας καὶ γυναικός. Ἐπείσθη γὰρ, ὡς θεὸς εἶναι βασκαίνεται, τοῦ τῆς γνώσεως ξύλου τέως εἰργόμενος. Οὗτος καὶ τὸν Κάιν ἀδελφοκτόνον ἐποίησεν, οὐκ ἐνεγκόντα θυσίαν ὁσιωτέραν. Οὗτος καὶ ὕδατι κόσμον ἐκάλυψεν ἀκοσμοῦντα, καὶ Σοδομίτας πυρὶ κατέκλυσεν. Οὗτος καὶ Δαθὰν καὶ Ἀβειρὼν κατέχωσε κατὰ Μωσέως μανέντας, καὶ Μαριὰμ ἐλέπρωσε κατὰ τοῦ ἀδελφοῦ μόνον γογγύσασαν. Οὗτος καὶ προφητῶν αἵμασι τὴν γῆν ἐμίανε, καὶ Σολομῶντα γυναιξὶ κατέσεισε τὸν σοφώτατον. Οὗτος καὶ Ἰούδαν προδότην ἀνέδειξεν, ἀργυρίῳ μικρῷ κλαπέντα, τὸν ἀγχόνης ἄξιον· καὶ Ἡρώδην παιδοφόνον, καὶ Χριστοκτόνον Πιλᾶτον ἐδημιούργησεν. Οὗτος καὶ τὸν Ἰσραὴλ ἐλίκμησε καὶ διέσπειρεν, ἐξ ἧς οὔπω καὶ νῦν ἀνανεύουσιν ἁμαρτίας. Οὗτος καὶ τὸν ἀποστάτην ἡμῖν ἐπανέστησε τύραννον, οὗ καὶ νῦν ἔτι παραλυποῦσιν οἱ ἄνθρακες, εἰ καὶ τὴν φλόγα διαπεφεύγαμεν. Οὗτος καὶ τὸ καλὸν σῶμα τῆς Ἐκκλησίας κατέτεμεν, εἰς διαφόρους καὶ ἀντιπάλους σπουδὰς μερίσας. Οὗτος καὶ ἡμῖν τὸν Ἱεροβοὰμ ἐπανέστησε τὸν δοῦλον τῆς ἁμαρτίας, καὶ τῇ γλώσσῃ δεσμὸν ἐπιτίθησιν· οὐ γὰρ φέρει τὴν Τριάδα λαμπρυνομένην, καὶ ὅλῃ θεότητι λάμπουσαν, καὶ τιμίους ποιοῦσαν ὑμῖν τοὺς γνησίους ἑαυτῆς κήρυκας. Ἆρα φλυαρεῖν ὑμῖν δοκοῦμεν, οὕτως εἰκάζοντες; ἢ καὶ λίαν ὀρθῶς τοῦ πόθου τὰς αἰτίας ὁ γραφεὺς λόγος ἀνεζωγράφησεν; Περὶ μὲν δὴ τούτων οὕτω γινώσκω.
6. Ἐπεὶ δὲ καὶ ταῖς ὕβρεσιν ὁρῶ τινας δυσχεραίνοντας, καὶ συμφορὰν ἑαυτῶν ποιουμένους, τὴν ἀτιμίαν τὴν ἡμετέραν, φέρε, καὶ περὶ ταύτης βραχέα φιλοσοφήσωμεν. Ἐγὼ γὰρ, εἰ μὲν ἀνθρώπινόν τι καὶ μικρὸν ἐννοῶν, ἢ τῆς καθέδρας ταύτης μεταποιούμενος, ἢ τὴν ἀρχὴν ἐπέστην ὑμῖν, μετὰ τῆς πολιᾶς ταύτης, καὶ τῶν ἐῤῥικνωμένων τούτων καὶ χρόνῳ καὶ νόσῳ μελῶν, ἢ νῦν ταύτας φέρω τὰς ἀτιμίας, αἰσχυνοίμην μὲν ἂν τὸν οὐρανὸν καὶ τὴν γῆν, ἃ καὶ τοῖς παλαιοῖς ἔθος μαρτύρεσθαι· αἰσχυνοίμην δ᾿ ἂν τὴν καθέδραν ταύτην, καὶ τὸ ἱερὸν τοῦτο συνέδριον, καὶ τὸν ἅγιον τοῦτον καὶ νεοπαγῆ λαὸν, ἐφ᾿ ὃν τοσαύτη τῶν πονηρῶν δυνάμεων ἡ παράταξις, ἵνα πρὶν συστῆναι λυθῇ, καὶ πρὶν γεννηθῆναι νεκρωθῇ, κατὰ Χριστὸν ἤδη μορφούμενος. Αἰσχυνοίμην δ᾿ ἂν τοὺς ἐμοὺς καμάτους καὶ πόνους, καὶ τὸ ἔσθημα τοῦτο τὸ τρύχινον, καὶ τὴν ἐρημίαν καὶ τὴν ἀναχώρησιν ᾗ συνεζήσαμεν, καὶ τὸν ἄσκευον βίον, καὶ τὴν εὐτελῆ τράπεζαν, μικρὸν τῶν πτηνῶν ἀποδέουσαν. Ἀληθευέτωσαν δὲ καί τινες περὶ ἡμῶν, ὅτι γυναικὸς ἀλλοτρίας ἐπεθυμήσαμεν, οἱ μηδὲ ἰδίαν ἔχειν θελήσαντες. Ἐχέτωσαν δὲ ἡμῶν καὶ Γαβαωνῖται πλέον, οὓς οὐδὲ εἰς ξυλοκόπους καὶ ὑδροφόρους οἶδ᾿ ὅτι τὸ Πνεῦμα τὸ ἅγιον παραδέχεται, μέχρις ἂν προσίωσι τοῖς ἱεροῖς μετὰ τοιούτων τοῦ βίου καὶ τοῦ λόγου στιγμάτων. Εἰ δὲ τῷ λόγῳ συνηγορήσοντες ἥκομεν, καὶ τῇ χήρᾳ καὶ τῇ ἀνάνδρῳ τέως Ἐκκλησίᾳ τὰ δυνατὰ συνεισοίσοντες, οἶόν τινες ἐπίτροποι καὶ κηδεμόνες, ἄλλῳ νυμφαγωγήσοντες, ὃς ἐὰν ἄξιος τοῦ κάλλους φανῇ, καὶ πλείονα τὰ ἐξ ἀρετῆς ἔδνα προσενέγκῃ τῇ βασιλίδι, πότερον, ἐπαινετοὶ τῆς προθυμίας, ἢ ψεκτοὶ τῆς ὑπονοίας; ὅτι τοῖς ἀλλοτρίοις κρινόμεθα πάθεσιν. Ὡς δὴ σύ γε, ὦ βέλτιστε, καὶ εἰ νηῒ χειμαζομένῃ χεῖρα ὀρέγομεν ἢ πολιορκουμένῃ πόλει, ἢ ὑπὸ πυρὸς οἰκίᾳ δαπανωμένῃ, ἢ σκάφεσι βοηθοῦντες, ἢ φάλαγξιν, ἢ σβεστηρίοις ὀργάνοις, πάντως ἂν ἢ καταποντιστὰς ἡμᾶς ὠνόμασας, ἢ τῆς πόλεως, ἢ τῆς οἰκίας ἐραστὰς, ἀλλ᾿ οὐ προστάτας καὶ κηδεμόνας.
7. Ἀλλ᾿ οὐχ οὕτω, φησὶ, δοκεῖ τοῖς πολλοῖς. Τί δέ μοι διαφέρει, ᾧ τοῦ εἶναι πλεῖον ὁ λόγος, μᾶλλον δὲ πᾶς; Τοῦτο γὰρ, ἢ κατέκρινεν, ἢ ἐδικαίωσεν· ἢ ἄθλιον πεποίηκεν, ἢ μακάριον. Τὸ δὲ δοκεῖν, οὐδὲν πρὸς ἡμᾶς, ὥσπερ οὐδὲ ὄναρ ἀλλότριον. Οὐχ οὕτω, φησὶ, δοκεῖς τοῖς πολλοῖς, ἄνθρω85. Ἡ γῆ δὲ δοκεῖ τοῖς ἰλιγγιῶσιν ἑστάναι; τοῖς δὲ μεθύουσι νήφειν οἱ νήφοντες, ἀλλ᾿ οὐκ ἐπὶ κεφαλὴν βαδίζειν, ἢ περιτρέπεσθαι; τὸ μέλι δὲ, οὐ πικρόν ἐστιν, ὅτε καὶ οἷς νομίζεται, νοσοῦσί τε καὶ κακῶς διακειμένοις; Ἀλλ᾿ οὐ παρὰ τοῦτο τὰ πράγματα οὕτως ἔχει, ὡς δοκεῖ τοῖς πάσχουσιν. Δεῖξον οὖν ὑγιαίνοντας τοὺς οὕτως ὑπειληφότας, καὶ τότε ἡμῖν παραίνεσον μετατίθεσθαι· ἢ καταγίνωσκε, μὴ πειθομένων, ἀλλ᾿ ἐπὶ τῆς αὐτῆς ἱσταμένων κρίσεως. Οὐχ οὕτω δοκῶ τοῖς πολλοῖς, Θεῷ δὲ οὕτω· καὶ οὐ δοκῶ, πεφανέρωμαι δὲ τῷ εἰδότι τὰ πάντα πρὶν γενέσεως αὐτῶν, τῷ πλάσσοντι καταμόνας τὰς καρδίας ἡμῶν, τῷ συνιέντι εἰς πάντα τὰ ἔργα ἡμῶν, τὰ κινήματα, καὶ τὰ διανοήματα, μεθ᾿ ὧν τὰ πραττόμενα, ὃν λανθάνει τῶν ὄντων οὐδὲν, οὐδὲ λαθεῖν δύναται, ὃς ἑτέρως ὁρᾷ τὰ ἡμέτερα, ἢ ὡς ὁρῶσιν ἄνθρωποι. Ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν. Ἤκουσας τῆς Γραφῆς λεγούσης, καὶ πίστευε. Οὗ φροντιστέον μᾶλλον, ἢ πάντων ὁμοῦ τῶν ἄλλων, τοῖς γε νοῦν ἔχουσιν. Ἢ δύο μὲν ἀνθρώποις περὶ τοῦ αὐτοῦ πράγματος συμβούλοις χρώμενος, συνετωτέρῳ τε καὶ ἀμαθεστέρῳ, οὐκ ἂν εὖ φρονεῖν ἔδοξας, εἰ τὸν συνετώτερον παρεὶς, τῷ ἀμαθεστέρῳ κατηκολούθησας; οὐδὲ γὰρ ὁ Ῥοβοὰμ ἐπῃνέθη, ὅτι τὴν βουλὴν τῶν πρεσβυτέρων ἀτιμάσας, τὴν τῶν νεωτέρων ἔστησε. Θεοῦ δὲ καὶ ἀνθρώπων ἐξεταζομένων, προτιμήσεις τὰ τῶν ἀνθρώπων; Οὐ σύ γε, ἂν ἐμοὶ πείθῃ, καὶ φρονῇς ἄμεινον.
8. Ἀλλ᾿ αἰσχυνόμεθά σου, φησὶ, ταῖς ὕβρεσιν. Ἐγὼ δὲ ὑμῖν, ὅτι αἰσχύνεσθε. Εἰ μὲν γὰρ ὀρθῶς ταῦτα πάσχομεν, αἰσχυντέον ἡμῖν μᾶλλον, ἢ ὑμῖν ἐφ᾿ ἡμῖν· οὐχ ὅτι ἀτιμαζόμεθα μᾶλλον, ἢ ὅτι ἐσμὲν ἀτιμίας ἄξιοι· εἰ δὲ ἀδίκως, τῶν ὑβριζόντων τὸ ἔγκλημα, καὶ ὑπὲρ ἐκείνων μᾶλλον, ἢ ὑπὲρ ἡμῶν ἀγανακτητέον· ἐκεῖνοι γὰρ οἱ κακῶς πάσχοντες. Εἰ δέ με ὄντα κακὸν, ἄριστον ὑπελάμβανες, τί με ποιεῖν ἐχρῆν; Εἶναι μᾶλλον κακὸν, ἵνα πλέον ἀρέσκω σοί; Οὐκ ἂν τοῦτο ἐμαυτῷ συνεβούλευσα. Οὕτως οὐδὲ, εἰ κατορθοῦντά με πταίειν ὑπολαμβάνεις, τοῦ κατορθοῦν διὰ σὲ μεταθήσομαι. Ζῶ γὰρ, οὐ σοὶ μᾶλλον ἢ ἐμαυτῷ· καὶ σύμβουλον ἔχω περὶ πάντων τὸν λόγον, καὶ τὰ τοῦ Θεοῦ δικαιώματα, ὑφ᾿ ὧν ἁλίσκομαι μὲν πολλάκις, οὐδενὸς κατηγοροῦντος· ἀφίεμαι δὲ, πολλῶν κατακρινόντων. Καὶ τοῦτο μόνον οὐκ ἔστι διαφυγεῖν, τὸ ἔνδον καὶ ἐν ἡμῖν αὐτοῖς δικαστήριον, πρὸς ὃ βλέποντας μόνον, τὴν εὐθεῖαν ὁδὸν ἰτέον. Τὸ δοκεῖν δὲ, ἂν μὲν ὑπάρχῃ, δεξόμεθα, ἵν᾿ εἴπω τι καὶ ἀνθρώπινον· ἂν δὲ ἀντιπίπτῃ, χαίρειν ἐάσομεν, καὶ οὐδὲν τοῦ εἶναι διὰ τὸ δοκεῖν ἀφαιρήσομεν.
9. Καὶ γὰρ οὕτως ἔχει· ὁ μέν τινος ἕνεκεν τὸ καλὸν ἐπιτηδεύων, οὐ βέβαιος εἰς ἀρετήν. Ὁμοῦ τε γὰρ παρῆλθεν ἐκεῖνο, καὶ τοῦ καλοῦ στήσεται· ὥσπερ ὁ κέρδους ἕνεκεν πλέων, τοῦ πλεῖν, ἂν μὴ παρῇ τὸ κερδαίνειν. Ὁ δὲ αὐτὸ δι᾿ ἑαυτὸ τιμῶν τε καὶ περιέπων, ἐπειδὴ τοῦ ἑστῶτος ἐρᾷ, ἑστῶσαν ἔχει καὶ τὴν περὶ αὐτὸ προθυμίαν· ὥστε θεῖόν τι πάσχων, καὶ τὸ τοῦ Θεοῦ δύνασθαι λέγειν· Ἐγὼ δὲ, ὁ αὐτός εἰμι, καὶ οὐκ ἠλλοίωμαι. Οὔκουν μεταποιηθήσεται, οὐδὲ μετατεθήσεται. οὐδὲ συμμεταπεσεῖται τοῖς καιροῖς καὶ τοῖς πράγμασιν, ἄλλοτε ἄλλος γινόμενος, καὶ πολλὰς μεταλαμβάνων χρόας, ὥσπερ τὰς τῶν πετρῶν οἱ πολύποδες, αἷς ἂν ὁμιλήσωσι· μενεῖ δὲ ὁ αὐτὸς ἀεὶ, πάγιος ἐν οὐ πεπηγόσι, καὶ ἐν στρεφομένοις ἄστροφος· πέτρα τις, οἶμαι, πρὸς ἐμβολὰς ἀνέμων τε καὶ κυμάτων, οὔτε τινασσομένη, καὶ δαπανῶσα περὶ ἑαυτὴν τὰ προσπίπτοντα. Ταῦτα μὲν εἰς τοσοῦτον· οὐδὲ γάρ μοι σχολὴ ταῖς γλώσσαις μάχεσθαι, καὶ ταῦτα ἴσως πλείω τοῦ δέοντος.
10. Ἤδη δέ μοι πρὸς ὑμᾶς ὁ λόγος, τὸ ἐμὸν ποίμνιον. Ὑμεῖς γένεσθέ μοι, φησὶν ὁ Παῦλος, δόξα, καὶ χαρὰ, καὶ καυχήσεως στέφανος· ὑμεῖς ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν· ἵν᾿, ὥσπερ τοῖς τεκτονικοῖς ἢ γραφικοῖς ἀπαιτουμένοις λόγον, ἐξαρκεῖ δείξασι τὸ τεκτονηθὲν ἢ γραφὲν ἀπηλλάχθαι πραγμάτων (ἔργον γὰρ λόγου, φησὶν, ἰσχυρότερον), οὕτως καὶ αὐτὸς ὑμᾶς ἐπιδείξας, ὑπερέξω τὰς λοιδορίας. Ὑπερέξω δὲ πῶς; Πρῶτον μὲν, ἐὰν τὴν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα ὁμολογίαν ἀκλινῆ καὶ βεβαίαν φυλάττητε, μηδὲν προστιθέντες, μηδὲ ἀφαιροῦντες, μηδὲ σμικρύνοντες τῆς μιᾶς Θεότητος (τὸ γὰρ ἐλαττωθὲν, τοῦ παντός ἐστιν ἐλάττωσι)ς· τοὺς δὲ ἄλλο τι φρονοῦντας, ἢ λέγοντας, ἢ φύσεων μέτροις τὸ ἑν διαλύοντας, ἢ διατειχίζοντας, ὡς λύμην τῆς Ἐκκλησίας, καὶ τῆς ἀληθείας ἰὸν, ἀποπέμποισθε, μὴ μισοῦντες, ἀλλ᾿ ἐλεοῦντες τοῦ πτώματος. Δεύτερον δὲ, εἰ τὴν πολιτείαν ἀκόλουθον τῷ ὀρθῷ λόγῳ παρέχοιτε, ἵν᾿ ἦτε περιδέξιοι τὴν ἀρετὴν, ἀλλὰ μὴ τῷ ἑτέρῳ λείποντες.
11. Οἱ βασιλεῖς, αἰδεῖσθε τὴν ἁλουργίδα· νομοθετήσει γὰρ καὶ νομοθέταις ὁ λόγος. Γινώσκετε ὅσον τὸ πιστευθὲν ὑμῖν, καὶ τί τὸ μέγα περὶ ὑμᾶς μυστήριον. Κόσμος ὅλος ὑπὸ χεῖρα τὴν ὑμετέραν, διαδήματι μικρῷ καὶ βραχεῖ ῥακίῳ κρατούμενος. Τὰ μὲν ἄνω, μόνου Θεοῦ· τὰ κάτω δὲ, καὶ ὑμῶν. Θεοὶ γένεσθε τοῖς ὑφ᾿ ὑμᾶς, ἵν᾿ εἴπω τι καὶ τολμηρότερον. Καρδία βασιλέως ἐν χειρὶ Θεοῦ, καὶ εἴρηται, καὶ πιστεύεται. Ἐνταῦθα ἔστω τὸ κράτος ὑμῖν, ἀλλὰ μὴ τῷ χρυσῷ καὶ ταῖς φάλαγξιν. Οἱ περὶ τὰ βασίλεια καὶ τοὺς θρόνους, μὴ σφόδρα ταῖς ἐξουσίαις ἐπαίρεσθε, μηδὲ ἀθάνατα διανοεῖσθε περὶ τῶν οὐκ ἀθανάτων. Πιστοὶ μένετε τοῖς βασιλεῦσι, Θεῷ δὲ πρότερον, δι᾿ ὃν καὶ τούτοις οἷς ἐπιστεύθητε, καὶ οἷς παραδέδοσθε. Οἱ τὸ γένος κομπάζοντες, τὸν τρόπον ἐξευγενίσατε· ἢ φθέγξομαί τι τῶν ἀηδῶν μὲν, εὐγενῶν δέ. Τότε γὰρ ἀληθὲς εὐγενέστατον ἦν ἄν τι τὸ ὑμέτερον, εἰ μὴ καὶ δέλτοι τοὺς δυσγενεῖς ὑμῖν ἐνέγραφον.
12. Οἱ σοφοὶ, καὶ φιλόσοφοι, καὶ σεμνοὶ τὴν ὑπήνην καὶ τὸ τριβώνιον, οἱ σοφισταὶ, καὶ γραμματισταὶ, καὶ τῶν δημοσίων θηρευταὶ κρότων, οὐκ οἶδα πῶς ἂν σοφοὶ κληθείητε, τὸν πρῶτον λόγον οὐκ ἔχοντες. Οἱ περὶ τὸν πλοῦτον, ἀκούσατε τοῦ λέγοντος· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ· ἴστε θαῤῥοῦντες ἀβεβαίῳ πράγματι. Ἀποφόρτισαί τι τῆς νηὸς, ἵνα πλέῃς κουφότερος. Ἐχθροῦ τι τυχὸν ὑφαιρήσεις, εἰς ὃν τὰ σὰ περιστήσεται. Οἱ περὶ τὴν τρυφὴν, ὑφέλετέ τι τῆς γαστρὸς, δότε τῷ πνεύματι. Ἐγγὺς ὁ πένης· τῇ νόσῳ βοήθησον· εἰς τοῦτον ἀπέρευξαί τι τῶν περιττῶν. Τί καὶ σὺ κάμνεις ἀπεπτῶν, καὶ οὗτος πεινῶν; καὶ σὺ κραιπαλῶν, καὶ οὗτος ὑδεριῶν; καὶ σὺ κόρῳ κόρον βαρύνων, καὶ οὗτος περιτρεπόμενος νόσῳ; Μὴ παρίδῃς τὸν σὸν Λάζαρον ἐνταῦθα, μή σε ποιήσῃ τὸν ἐκεῖθεν πλούσιον. Ὑμεῖς ἡ μεγάλη πόλις, οἱ πρῶτοι μετὰ τὴν πρώτην εὐθέως, ἢ μηδὲ τοῦτο παραχωροῦντες, φάνητέ μοι πρῶτοι, μὴ τὴν κακίαν, ἀλλὰ τὴν ἀρετήν· μὴ τὴν ἔκλυσιν, ἀλλὰ τὴν εὐνομίαν. Ὡς ἔστιν αἰσχρὸν, τῶν μὲν πόλεων κρατεῖν, τῶν δὲ ἡδονῶν ἡττᾶσθαι· ἢ τὰ μὲν ἄλλα σωφρονεῖν, περὶ δὲ τοὺς ἱππικοὺς, καὶ τὰ θέατρα, καὶ τὰ στάδια, καὶ τὰ κυνηγέσια τοσοῦτον μεμηνέναι, ὥστε ταῦτα ποιεῖσθαι βίον, καὶ πόλιν εἶναι παιζόντων τὴν πρώτην ἐν πόλεσιν, ἣν καὶ ταῖς ἄλλαις τύπον εἶναι καλοῦ παντὸς πρεπωδέστερον. Ταῦτα διαπτύοιτε, Θεοῦ πόλις εἴητε. ἐπὶ τῶν χειρῶν τοῦ Κυρίου ζωγραφηθείητε, καὶ παραστήσαισθε σὺν ἡμῖν τῷ μεγάλῳ πολιστῇ λαμπροὶ λαμπρῶς ὕστερον. Τοῦτο ὑμᾶς εὐαγγελίζομαι ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΛΟΓΟΣ 37.
Εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου· Ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, καὶ τὰ ἑξῆς.
1. Ὁ τοὺς ἁλιεῖς προελόμενος Ἰησοῦς, καὶ αὐτὸς σαγηνεύει, καὶ τόπους ἐκ τόπων ἀμείβει. Τίνος ἕνεκεν; Οὐ μόνον ἵνα κερδάνῃ πλείονας τῶν φιλοθέων διὰ τῆς ἐπιφοιτήσεως, ἀλλ᾿ ἔμοιγε δοκεῖ, ἵνα καὶ τόπους ἁγιάσῃ πλείονας. Γίνεται τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδάνῃ· τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ· τοῖς ἀσθενέσιν, ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς σώσῃ. Γίνεται πάντα πᾶσιν, ἵνα τοὺς πάντας κερδάνῃ. Τί δὲ λέγω, τοῖς πᾶσι πάντα; Ὃ μηδὲ Παῦλος περὶ ἑαυτοῦ ἠνέσχετο εἰπεῖν, τοῦτο εὑρίσκω τὸν Σωτῆρα πάσχοντα. Οὐ γὰρ Ἰουδαῖος γίνεται μόνον, οὐδ᾿ ὅσα τῶν ἀτόπων καὶ μοχθηρῶν ὀνομάτων εἰς ἑαυτὸν ἀναδέχεται, ἀλλὰ καὶ ὃ τούτων πάντων ἀτοπώτερον, καὶ αὐτοαμαρτία καὶ αὐτοκατάρα· οὐκ ἔστι μὲν, ἀκούει δέ. Πῶς γὰρ ἁμαρτία, ὁ καὶ ἡμᾶς τῆς ἁμαρτίας ἐλευθερῶν; πῶς δὲ κατάρα, ὁ ἐξαγοράζων ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου; Ἀλλ᾿ ἵνα καὶ μέχρι τούτων τὸ ταπεινὸν ἐπιδείξηται, τυπῶν ἡμᾶς εἰς ταπείνωσιν τὴν ὕψους πρόξενον. Ὅπερ οὖν εἶπον, ἁλιεὺς γίνεται, πᾶσι συγκαταβαίνει, σαγηνεύει, πάντα στέγει, ἵν᾿ ἐκ βάθους τὸν ἰχθὺν ἀνενέγκῃ, τὸν νηχόμενον ἐν τοῖς ἀστάτοις καὶ ἁλμυροῖς τοῦ βίου κύμασιν ἄνθρωπον.
2. Διὰ τοῦτο καὶ νῦν, ὅτε ἐτέλεσε τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. Γαλιλαίας ἐπιδημεῖ καλῶς, ἵνα ὁ λαὸς, ὁ καθήμενος ἐν σκότει, ἵδῃ φῶς μέγα. Εἰς τὴν Ἰουδαίαν μεθίσταται, ἵνα πείσῃ τοῦ γράμματος ἐξαναστάντας, ἀκολουθῆσαι τῷ πνεύματι. Νῦν μὲν ἐπ᾿ ὄρους διδάσκει, νῦν δὲ ἐν πεδίοις διαλέγεται, νῦν δὲ εἰς πλοῖον μεταβαίνει, νῦν δὲ ἐπιτιμᾷ ζάλαις. Τάχα καὶ ὕπνον δέχεται, ἵνα καὶ ὕπνον εὐλογήσῃ· τάχα καὶ κοπιᾷ, ἵνα καὶ τὸν τόπον ἁγιάσῃ· τάχα καὶ δακρύει, ἵνα τὸ δάκρυον ἐπαινετὸν ἀπεργάσηται. Μεταβαίνει τόπον ἐκ τόπου ὁ μηδενὶ τόπῳ χωρούμενος, ὁ ἄχρονος, ὁ ἀσώματος, ὁ ἀπερίληπτος. Ὁ αὐτὸς, καὶ ἦν, καὶ γίνεται· καὶ ὑπὲρ χρόνον ἦν, καὶ ὑπὸ χρόνον ἔρχεται· καὶ ἀόρατος ἦν, καὶ ὁρᾶται. Ἐν ἀρχῇ ἦν, καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ Θεὸς ἦν. Τρίτον τὸ, ἦν, τῷ ἀριθμῷ βεβαιούμενον. Ὃ ἦν ἐκένωσε, καὶ ὃ μὴ ἦν προσέλαβεν· οὐ δύο γενόμενος, ἀλλ᾿ ἑν ἐκ τῶν δύο γενέσθαι ἀνασχόμενος. Θεὸς γὰρ ἀμφότερα, τό τε προσλαβὸν, καὶ τὸ προσληφθέν· δύο φύσεις εἰς ἑν συνδραμοῦσαι, οὐχ υἱοὶ δύο· μὴ καταψευδέσθω ἡ σύγκρασις. Οὗτος ὁ τηλικοῦτος, ὁ τοσοῦτος· ἀλλὰ τί πέπονθα; Πάλιν ἐμπέπτωκα εἰς ἀνθρώπινα ῥήματα. Πῶς γὰρ τὸ ἁπλοῦν τοσοῦτον; πῶς δὲ τὸ ἄποσον τηλικοῦτον; Ἀλλὰ δότε συγγνώμην τῷ λόγῳ· ὀργάνῳ βραχεῖ περὶ τῶν μεγίστων φθέγγομαι. Καὶ τοῦτο οἴσει ὁ πολὺς, ὁ μακρόθυμος, ἡ ἀνείδεος φύσις καὶ ἀσώματος, τοὺς ὡς περὶ σώματος καὶ τῆς ἀληθείας λόγους ἀσθενεστέρους. Εἰ γὰρ σάρκα ἐδέξατο, καὶ τὸν τοιοῦτον φέρεται λόγον.
3. Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ, ἔνθα πλείων ἡ ἐρημία. Εἰ ἐπὶ τῆς ἰδίας ἔμεινε περιωπῆς, εἰ μὴ συγκατέβη τῇ ἀσθενείᾳ, εἰ ὅπερ ἦν ἔμεινεν, ἀπρόσιτον ἑαυτὸν φυλάττων καὶ ἀπερίληπτον, ὀλίγοι ἂν ἠκολούθησαν τυχόν· οὐκ οἶδα δὲ, εἰ καὶ ὀλίγοι, τάχα μόνος Μωϋτῆς, καὶ οὗτος τοσοῦτον, ὥστε μόλις ἰδεῖν Θεοῦ τὰ ὀπίσθια. Τὴν μὲν γὰρ νεφέλην διέσχεν, ἔξω τοῦ σωματικοῦ βάρους γενόμενος, ἢ συσταλεὶς ἀπὸ τῶν αἰσθήσεων· Θεοῦ δὲ λεπτότητα, ἢ ἀσωματότητα, ἢ οὐκ οἶδα ὅπως ἄν τις ὀνομάσειε, πῶς ἂν ἐθεάσατο σῶμά τε ὤν, καὶ αἰσθητοῖς ὀφθαλμοῖς προςβάλλων; Ἀλλ᾿ ἐπειδὴ κενοῦται δι᾿ ἡμᾶς, ἐπειδὴ κατέρχεται (κένωσιν δὲ λέγω τὴν τῆς δόξης οἷον ὕφεσίν τε καὶ ἐλάττωσιν), διὰ τοῦτο χωρητὸς γίνεται.
4. Δότε δέ μοι συγγνώμην μεταξὺ, καὶ πάθος τι ἀνθρώπινον πάλιν πάσχοντι. Θυμοῦ πληροῦμαι καὶ λύπης ἐπὶ τῷ ἐμῷ Χριστῷ, συμπάσχοιτε δὲ καὶ ὑμεῖς, ὅταν ἴδω διὰ τοῦτο ἀτιμαζόμενόν μου τὸν Χριστὸν, δι᾿ ὃ μάλιστα τιμᾶσθαι δίκαιος ἦν. Διὰ τοῦτο γὰρ ἄτιμος, εἰπέ μοι, ὅτι διὰ σὲ ταπεινός; Διὰ τοῦτο κτίσμα, ὅτι τοῦ κτίσματος κήδεται; Διὰ τοῦτο ὑπὸ χρόνον, ὅτι τοὺς ὑπὸ χρόνον ἐπισκέπτεται; Πλὴν πάντα φέρει, πάντα δέχεται. Καὶ τί θαυμαστόν; Ῥαπίσματα ἤνεγκεν, ἐμπτυσμάτων ἠνέσχετο, χολῆς ἐγεύσατο διὰ τὴν ἐμὴν γεῦσιν. Φέρει καὶ νῦν λιθαζόμενος, οὐ μόνον ὑπὸ τῶν ἐμπηρεαζόντων, ἀλλὰ καὶ ὑφ᾿ ἡμῶν αὐτῶν τῶν εὐσεβεῖν δοκούντων. Τὸ γὰρ περὶ ἀσωμάτου διαλεγόμενον, σωματικοῖς κεχρῆσθαι ὀνόμασι, τυχὸν ἐπηρεαζόντων ἐστὶ καὶ λιθαζόντων· ἀλλὰ συγγνώμη, πάλιν λέγω, τῇ ἀσθενείᾳ. Λιθάζομεν γὰρ οὐχ ἑκόντες, ἀλλὰ τὸ φθέγγεσθαι ἄλλως οὐκ ἔχοντες, ᾧ δὲ ἔχομεν χρώμενοι. Λόγος ἀκούεις, καὶ ὑπὲρ λόγον εἶ· ὑπὲρ φῶς εἶ, καὶ φῶς ὀνομάζῃ· πῦρ ἀκούεις, οὐκ αἰσθητὸς ὤν, ἀλλ᾿ ὅτι τὴν κούφην καὶ μοχθηρὰν ἀνακαθαίρεις ὕλην· μάχαιρα, ὅτι τέμνεις τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος· πτύον, ὅτι ἀνακαθαίρεις τὴν ἅλω, καὶ ὅσον κοῦφόν τε καὶ ἀνεμιαῖον ἀποπεμπόμενος, ὅσον βαρὺ καὶ πλῆρες ἐπὶ τὰς ἀποθήκας τὰς ἄνω ἐναποτίθεσαι· ἀξίνη, ὅτι τὴν ἄκαρπον ἐκκόπτεις συκῆν ἐπὶ πολὺ μακροθυμήσας, ὅτι τὰς ῥίζας ἐκτέμνεις τῆς πονηρίας· θύρα, διὰ τὴν εἰσαγωγήν· ὁδὸς, ὅτι εὐθυποροῦμεν· πρόβατον, ὅτι θῦμα· ἀρχιερεὺς, ὅτι προσφέρεις τὸ σῶμα· Υἱὸς, ὅτι Πατρός. Πάλιν κινῶ τὰς γλώσσας· πάλιν κατὰ Χριστοῦ τινες μαίνονται, μᾶλλον δὲ, κατ᾿ ἐμοῦ, ὃς ἠξιώθην τοῦ Λόγου γενέσθαι κῆρυξ. Ὡς Ἰωάννης γίνομαι· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἐρήμῳ ποτὲ καὶ ἀνύδρῳ, νῦν δὲ καὶ λίαν οἰκουμένῃ.
5. Πλὴν ὅπερ ἔλεγον, ἵνα πρὸς τὸν ἐμὸν ἀναδράμω λόγον, διὰ τοῦτο ἠκολούθουν αὐτῷ ὄχλοι πολλοὶ, ὅτι ταῖς ἀσθενείαις συγκαταβαίνει ταῖς ἡμετέραις. Εἶτα τί; Καὶ προσῆλθον αὐτῷ, φησὶν, οἱ Φαρισαῖοι, πειράζοντες αὐτὸν καὶ λέγοντες· Εἰ ἔξεστιν ἀνθρώπῳ κατὰ πᾶσαν αἰτίαν ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ; Πάλιν Φαρισαῖοι πειράζουσι· πάλιν οἱ τὸν νόμον ἀναγινώσκοντες, τὸν νόμον οὐ γινώσκουσι· πάλιν οἱ ἐξηγηταὶ τοῦ νόμου τυγχάνοντες, ἄλλων διδασκάλων δέονται. Οὐκ ἤρκεσαν Σαδδουκαῖοι πειράζοντες περὶ ἀναστάσεως, καὶ νομικοὶ πυνθανόμενοι περὶ τελειότητος, καὶ Ἡρωδιανοὶ περὶ κήνσου, καὶ περὶ ἐξουσίας ἕτεροι. Ἀλλὰ καὶ περὶ γάμου τις πάλιν ἐρωτᾷ τὸν ἀπείραστον, τὸν κτίστην τῆς συζυγίας, τὸν ἐκ τῆς πρώτης αἰτίας τὸ πᾶν τῶν ἀνθρώπων γένος τοῦτο συστησάμενον. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐκ ἀνέγνωτε, ὅτι ὁ ποιήσας ἐξ ἀρχῆς, ἄῤῥεν καὶ θῆλυ ἐποίησεν αὐτούς; Οἶδε τινὰς μὲν τῶν ἐρωτήσεων διαλύειν, τινὰς δὲ ἐπιστομίζειν. Ὅτε ἐρωτᾶται, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; διὰ τὸ ἄγαν ἀπαίδευτον τῶν ἐρωτησάντων, καὶ αὐτὸς ἀντερωτᾷ· Τὸ βάπτισμα τὸ Ἰωάννου, ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; Καὶ ἀμφοτέρωθεν συμποδίζει τοὺς ἐρωτῶντας. Ὥστε δυνάμεθα καὶ ἡμεῖς μιμούμενοι Χριστὸν, ἔστιν ὅτε τοὺς περιέργως ἡμῖν διαλεγομένους ἐπιστομίζειν, καὶ ἀτοπωτέροις ἀντερωτήμασι λύειν τὴν ἀτοπίαν τῶν ἐρωτήσεων. Ἐσμὲν γὰρ καὶ ἡμεῖς σοφοὶ τὰ μάταια ἔστιν ὅτε, ἵνα τὰ τῆς ἀφροσύνης καυχήσωμαι. Ὅτε δὲ ἐρώτησιν ὁρᾷ λογισμοῦ δεομένην, τότε οὐκ ἀπαξιοῖ τοὺς ἐρωτῶντας συνετῶν ἀποκρίσεων.
6. Τὸ ἐρώτημα, ὃ ἐρώτησας, τοῦτο σωφροσύνην τιμᾷν μοι δοκεῖ, καὶ ἀπόκρισιν ἀπαιτεῖν φιλάνθρωπον· σωφροσύνην, περὶ ἣν ὁρῶ τοὺς πολλοὺς κακῶς διακειμένους, καὶ τὸν νόμον αὐτῶν ἄνισον, καὶ ἀνώμαλον. Τί δήποτε γὰρ, τὸ μὲν θῆλυ ἐκόλασαν, τὸ δὲ ἄῤῥεν ἐπέτρεψαν; Καὶ γυνὴ μὲν κακῶς βουλευσαμένη περὶ κοίτην ἀνδρὸς μοιχᾶται, καὶ πικρὰ ἐντεῦθεν τὰ τῶν νόμων ἐπιτίμια· ἀνὴρ δὲ καταπορνεύων γυναικὸς, ἀνεύθυνος; Οὐ δέχομαι ταύτην τὴν νομοθεσίαν, οὐκ ἐπαινῶ τὴν συνήθειαν. Ἄνδρες ἦσαν οἱ νομοθετοῦντες, διὰ τοῦτο κατὰ γυναικῶν ἡ νομοθεσία· ἐπεὶ καὶ τοῖς πατράσιν ὑπ᾿ ἐξουσίαν δεδώκασι τὰ τέκνα, τὸ δὲ ἀσθενέστερον, ἀθεράπευτον εἴασαν. Θεὸς δὲ οὐχ οὕτως· ἀλλὰ, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἥτις ἐστὶν ἐντολὴ πρώτη, ἵνα εὖ σοι γένηται, ἐν ἐπαγγελίαις κειμένη. Καὶ, Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Ὁμοίως καὶ τὸ ἀγαθὸν ἐτίμησε, καὶ τὸ κακὸν ἐκόλασεν. Καὶ, Εὐλογία πατρὸς στηρίζει οἴκους τέκνων· κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια. Ὁρᾶτε τὸ ἴσον τῆς νομοθεσίας. Εἷς ποιητὴς ἀνδρὸς καὶ γυναικὸς, εἷς χοῦς ἀμφότεροι, εἰκὼν μία, νόμος εἷς, θάνατος εἷς, ἀνάστασις μία. Ὁμοίως ἐξ ἀνδρὸς καὶ γυναικὸς γεγόναμεν· ἑν χρέος παρὰ τῶν τέκνων τοῖς γονεῦσιν ὀφείλεται.
7. Πῶς οὖν σὺ σωφροσύνην μὲν ἀπαιτεῖς, οὐκ ἀντεισφέρεις δέ; πῶς, ὃ μὴ δίδως, αἰτεῖς; πῶς ὁμότιμον σῶμα ὤν, ἀνίσως νομοθετεῖς; Εἰ δὲ τὰ χείρω σκοπεῖς· ἥμαρτεν ἡ γυνὴ, τοῦτο καὶ ὁ Ἀδάμ· ἀμφοτέρους ὁ ὄφις ἠπάτησεν. Οὐ τὸ μὲν ἀσθενέστερον εὑρέθη, τὸ δὲ ἰσχυρότερον. Ἀλλὰ τὰ βελτίω λογίζῃ; ἀμφοτέρους σώζει Χριστὸς τοῖς πάθεσιν. Ὑπὲρ ἀνδρὸς σὰρξ ἐγένετο; τοῦτο καὶ ὑπὲρ γυναικός. Ὑπὲρ ἀνδρὸς ἀπέθανε; καὶ ἡ γυνὴ τῷ θανάτῳ σώζεται. Ἐκ σπέρματος Δαβὶδ ὀνομάζεται· τιμᾶσθαι ἴσως οἴει τὸν ἄνδρα; ἀλλὰ καὶ ἐκ Παρθένου γεννᾶται, τοῦτο καὶ ὑπὲρ γυναικῶν. Ἔσονται μὲν οὖν οἱ δύο, φησὶν, εἰς σάρκα μίαν· καὶ ἡ μία σὰρξ ἐχέτω τὸ ὁμότιμον. Παῦλος δὲ καὶ τῷ ὑποδείγματι τὴν σωφροσύνην νομοθετεῖ. Πῶς, καὶ τίνα τρόπον; Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Καλὸν τῇ γυναικὶ Χριστὸν αἰδεῖσθαι διὰ τοῦ ἀνδρός· καλὸν καὶ τῷ ἀνδρὶ τὴν Ἐκκλησίαν μὴ ἀτιμάζειν διὰ τῆς γυναικός. Ἡ γυνὴ, φησὶν, ἵνα φοβῆται τὸν ἄνδρα· καὶ Χριστὸν γάρ. Ἀλλὰ καὶ ὁ ἀνὴρ, ἵνα περιέπῃ τὴν γυναῖκα· καὶ γὰρ Χριστὸς τὴν Ἐκκλησίαν. Μᾶλλον δ᾿ ἔτι καὶ προσφιλοπονήσωμεν τῷ ῥητῷ.
8. Ἄμελγε γάλα, καὶ ἔσται βούτυρον· ἐξέταζε καὶ τυχὸν ἂν εὕροις τι ἐν αὐτῷ τροφιμώτερον. Δοκεῖ μοι γὰρ παραιτεῖσθαι τὴν διγαμίαν ἐνταῦθα ὁ λόγος. Εἰ μὲν γὰρ δύο Χριστοὶ, δύο καὶ ἄνδρες, δύο καὶ γυναῖκες· εἰ δὲ εἷς Χριστὸς, μία κεφαλὴ τῆς Ἐκκλησίας, καὶ μία σάρξ· ἡ δευτέρα δὲ ἀποπτυέσθω. Τὸ δεύτερον δὲ ἂν κωλύσῃ, τοῦ τρίτου τίς λόγος; Τὸ πρῶτον νόμος, τὸ δεύτερον συγχώρησις, τὸ τρίτον παρανομία. Ὁ δὲ ὑπὲρ τοῦτο, χοιρώδης, οἷος οὐδὲ πολλὰ ἔχων τῆς κακίας τὰ παραδείγματα. Ὁ μὲν νόμος κατὰ πᾶσαν αἰτίαν τὸ ἀποστάσιον δίδωσι· Χριστὸς δὲ οὐ κατὰ πᾶσαν αἰτίαν· ἀλλὰ συγχωρεῖ μὲν μόνον χωρίζεσθαι τῆς πόρνης, τὰ δὲ ἄλλα πάντα φιλοσοφεῖν κελεύει. Καὶ τὴν πόρνην, ὅτι νοθεύει τὸ γένος· τὰ δ᾿ ἄλλα πάντα καρτερῶμεν καὶ φιλοσοφῶμεν· μᾶλλον δὲ καρτερεῖτε καὶ φιλοσοφεῖτε, ὅσοι τὸν τοῦ γάμου ζυγὸν ἐδέξασθε. Ἐὰν ἐπιγραφὰς ἴδῃς ἢ ὑπογραφὰς, ἀποκόσμησον· κἂν γλῶσσαν προπετῆ, σωφρόνισον· ἂν γέλωτα πορνικὸν, κατηφῆ ποίησον· ἐὰν δαπάνην, ἢ ποτὸν ἄμετρον, σύστειλον· ἐὰν προόδους ἀκαίρους, πέδησον· ἐὰν ὀφθαλμὸν μετέωρον, κόλασον. Μὴ τέμῃς δὲ προπετῶς, μὴ χωρίσῃς. Ἄδηλον, τί κινδυνεύει, τὸ τέμνον, ἢ τὸ τεμνόμενον. Ἡ πηγὴ, φησὶ, τοῦ ὕδατος ἔστω σοι ἰδία, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι· καὶ, Πῶλος σῶν χαρίτων, καὶ ἔλαφος σῆς φιλίας ὁμιλείτω σοι. Σὺ τοίνυν μὴ γίνου ποταμὸς ἀλλότριος, μηδὲ ἄλλαις ἀρέσκειν σπούδαζε μᾶλλον, ἢ τῇ σῇ γυναικί. Εἰ δὲ ἀλλαχοῦ φέρῃ, καὶ τῷ σῷ μέλει νομοθετεῖς τὴν ἀσέλγειαν. Οὕτω μὲν ὁ Σωτήρ.
9. Τί δὲ οἱ Φαρισαῖοι; Τραχὺς τούτοις ὁ λόγος φαίνεται. Καὶ γὰρ καὶ ἄλλα τῶν καλῶς ἐχόντων ἀπαρέσκει, καὶ τοῖς τότε Φαρισαίοις, καὶ τοῖς νῦν Φαρισαίοις. Φαρισαῖον γὰρ, οὐ τὸ γένος μόνον, ἀλλὰ καὶ ὁ τρόπος ἐργάζεται Οὕτω καὶ Ἀσσύριον οἶδα, καὶ Αἰγύπτιον, τὸν τῇ προαιρέσει μετὰ τούτων ταττόμενον. Τί οὖν οἱ Φαρισαῖοι; Εἰ οὕτω, φασὶν, ἐστὶν ἡ αἰτία μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γαμῆσαι. Νῦν δὲ τοῦτο καταμανθάνεις, ὦ Φαρισαῖε, τὸ, Οὐ συμφέρει γαμῆσαι; πρότερον δὲ οὐκ ἠπίστασο, ἡνίκα τὰς χηρείας ἑώρας, καὶ τὰς ὀρφανίας, καὶ τοὺς ἀώρους θανάτους, καὶ τὰ διάδοχα τῶν κρότων πένθη, καὶ τοὺς ἐπὶ τοῖς θαλάμοις τάφους, καὶ τὰς ἀτεκνίας, καὶ τὰς κακοτεκνίας, καὶ τοὺς ἀτελεῖς τόκους καὶ ἀμήτορας, καὶ πᾶσαν τὴν περὶ ταῦτα κωμῳδίαν ἢ τραγῳδίαν; Ἀμφότερα γὰρ εἰπεῖν οἰκειότατον. Συμφέρει γαμῆσαι; κἀγὼ δέχομαι· Τίμιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος· συμφέρει δὲ τοῖς μετρίοις, οὐ τοῖς ἀπλήστοις, καὶ πλέον ἢ δεῖ τὴν σάρκα τιμᾷν βουλομένοις. Ὅταν τοῦτο μόνον ὁ γάμος ᾖ, ἢ γάμος, καὶ συζυγία, καὶ παίδων διαδοχῆς ἐπιθυμία, καλὸς ὁ γάμος· πλείονας γὰρ εἰσάγει τοὺς εὐαρεστοῦντας Θεῷ. Ὅταν δὲ ὕλην ἐξάπτῃ, καὶ ταῖς ἀκάνθαις περιβάλλῃ, καὶ οἷον κακίας ὁδὸς εὑρίσκηται, τότε κἀγὼ φθέγγομαι· Οὐ συμφέρει γαμῆσαι.
10. Καλὸν ὁ γάμος· ἀλλ᾿ οὐκ ἔχω λέγειν, ὅτι καὶ ὑψηλότερον παρθενίας. Οὐδὲ γὰρ ἂν ἦν τι μέγα ἡ παρθενία, μὴ καλοῦ καλλίων τυγχάνουσα. Μὴ δὴ χαλεπαίνετε, ὅσαι ὑπὸ ζυγόν. Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Πλὴν ἀλλήλαις συνδεσμεῖσθε, καὶ παρθένοι, καὶ γυναῖκες, καὶ ἕν ἐστε ἐν Κυρίῳ, καὶ ἀλλήλων καλλώπισμα. Οὐκ ἂν ἦν ἄγαμος, εἰ μὴ γάμος. Πόθεν γὰρ εἰς τοῦτον παρῆλθε τὸν βίον παρθένος; Οὐκ ἂν ἦν γάμος σεμνὸς, εἰ μὴ παρθένον καρποφορῶν καὶ τῷ Θεῷ καὶ τῷ βίῳ. Τίμησον καὶ σὺ τὴν μητέρα τὴν σὴν, ἐξ ἧς γέγονας. Τίμησον καὶ σὺ τὴν ἐκ μητρὸς, καὶ μητέρα. Μήτηρ μὲν οὐκ ἔστι, Χριστοῦ δὲ νύμφη ἐστί. Τὸ μὲν φαινόμενον κάλλος οὐ κρύπτεται· τὸ δὲ ἀφανὲς Θεῷ βλέπεται. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ Βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη, εἴτ᾿ οὖν πράξεσιν, εἴτε καὶ θεωρήμασιν. Καὶ ἡ ὑπὸ ζυγὸν ἔστω τι Χριστοῦ· καὶ ἡ παρθένος ὅλη Χριστοῦ. Ἡ μὲν μὴ παντελῶς ἐνδεσμείσθω τῷ κόσμῳ· ἡ δὲ μηδ᾿ ὅλως γινέσθω τοῦ κόσμου. Ὃ γάρ ἐστι τῇ ὑπὸ ζυγὸν τὸ μέρος, τοῦτο παντελὲς τῇ παρθένῳ. Ἀγγέλων ἐπανῄρησαι πολιτείαν; μετὰ τῶν ἀζύγων ἐτάχθης; μὴ κατενεχθῇς εἰς σάρκα, μὴ κατενεχθῇς εἰς ὕλην μὴ τῇ ὕλῃ γαμηθῇς, κἂν ἄλλως ἄγαμος μένῃς. Ὀφθαλμὸς πορνεύων οὐ φυλάσσει τὴν παρθενίαν, γλῶττα πορνεύουσα τῷ πονηρῷ μίγνυται. Πόδες ἄτακτα βαίνοντες ἐγκαλοῦνται νόσον, ἢ κίνδυνον. Παρθενευέτω καὶ ἡ διάνοια· μὴ ῥεμβέσθω, μὴ πλανάσθω, μὴ τύπους ἐν αὐτῇ φερέτω πονηρῶν πραγμάτων. καὶ ὁ τύπος μέρος πορνείας ἐστί· μὴ εἰδωλοποιείτω τῇ ψυχῇ τὰ μισούμενα.
11. Ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ᾿ οἷς δέδοται. Ὁρᾶτε τοῦ πράγματος τὸ ὑψηλόν; Μικροῦ καὶ ἀχώρητον εὑρίσκεται. Πῶς γὰρ οὐ κρεῖττον σαρκὸς, τὸ ἐκ σαρκὸς γενόμενον μὴ γεννᾷν εἰς σάρκα; Πῶς γὰρ οὐκ ἀγγελικὸν τὸ σαρκὶ συνδεδεμένην μὴ κατὰ σάρκα ζῇν, ἀλλ᾿ εἶναι τῆς φύσεως ὑψηλοτέραν; Ἡ σὰρξ τῷ κόσμῳ προσέδησεν, ἀλλ᾿ ὁ λογισμὸς πρὸς Θεὸν ἀνήγαγεν· ἡ σὰρξ ἐβάρησεν, ἀλλ᾿ ὁ λογισμὸς ἐπτέρωσεν· ἡ σὰρξ ἔδησεν, ἀλλ᾿ ὁ πόθος ἔλυσεν. Ὅλῃ τέτασο πρὸς Θεὸν, ὦ παρθένε, τῇ ψυχῇ· τοῦτο γὰρ αὐτὸ καὶ ἀνδράσι νομοθετῶ καὶ γυναιξί· καὶ οὐ μή τί σοι φανῇ τῶν ἄλλων καλὸν, ὅσα τοῖς πολλοῖς· οὐ γένος, οὐ πλοῦτος, οὐ θρόνος, οὐ δυναστεία, οὐ τὸ ἐν εὐχροίᾳ καὶ συνθέσει μελῶν φανταζόμενον κάλλος, χρόνου καὶ νόσου παίγνιον. Εἰ ὅλην ἐκένωσας πρὸς Θεὸν τοῦ φίλτρου τὴν δύναμιν, εἰ μὴ δύο σοι εἴη τὰ ποθούμενα, καὶ τὸ ῥέον, καὶ τὸ ἀόρατον· ἄρα τοσοῦτον ἐτρώθης τῷ ἐκλεκτῷ βέλει, καὶ τοῦ νυμφίου τὸ κάλλος κατέμαθες, ὥστε καὶ δύνασθαι λέγειν ἐκ τοῦ νυμφικοῦ δράματός τε καὶ ᾄσματος, ὅτι Γλυκασμὸς εἶ, καὶ ὅλος ἐπιθυμία.
12. Ὁρᾶτε τὰ ἐμπεριλαμβανόμενα τοῖς μολιβδίνοις ὀχετοῖς ῥεύματα, ὅτι τῷ λίαν στενοχωρεῖσθαι, καὶ πρὸς ἑν φέρεσθαι, τοσοῦτον ἐκβαίνει τὴν ὕδατος πολλάκις φύσιν, ὥστε καὶ πρὸς τὸ ἄνω χωρεῖν ἀεὶ τὸ κατόπιν ὠθούμενον. Οὕτως ἐὰν σφίγξῃς τὸν πόθον, καὶ ὅλη Θεῷ συναφθῇς, ἄνω χωρίσῃς, οὐ μὴ κάτω πέσῃς, οὐ μὴ διαχυθῇς, ὅλη Χριστοῦ μενεῖς, μέχρις ἃν καὶ Χριστὸν ἴδῃς τὸν σὸν νυμφίον. Ἀπρόσιτον ἑαυτὴν φύλαττε, καὶ λόγῳ, καὶ ἕργῳ, καὶ βίῳ, καὶ διανοήματι, καὶ κινήματι. Πανταχόθεν ὁ Πονηρὸς περιεργάζεταί σε, πάντα κατασκοπεῖ, ποῦ βάλῃ, ποῦ τρώσει, μή τι παραγυμνούμενον εὕρῃ καὶ πρὸς πληγὴν ἕτοιμον. Ὅσῳ καθαρωτέραν ὁρᾷ, τοσούτῳ μᾶλλον σπιλῶσαι φιλονεικεῖ· καὶ γὰρ ἐσθῆτος λαμπρᾶς οἱ σπίλοι περιφανέστεροι. Μὴ ὀφθαλμὸς ὀφθαλμὸν ἑλκέτω, μὴ γέλως γέλωτα, μὴ συνήθεια νύκτα, μὴ νὺξ ἀπώλειαν. Τὸ γὰρ κατὰ μέρος ὑφελκόμενον καὶ κλεπτόμενον, ἀνεπαίσθητον μὲν τὴν πρὸς τὸ παρὸν ἔχει βλάβην, εἰς τὸ κεφάλαιον δὲ τῆς κακίας ἀπαντᾷ.
13. Οὐ πάντες, φησὶ, χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ᾿ οἷς δέδοται. Τὸ, δέδοται, ὅταν ἀκούσῃς, μηδὲν αἱρετικὸν πάθῃς, μὴ τὰς φύσεις εἰσαγάγῃς, μὴ τοὺς χοικοὺς, καὶ τοὺς πνευματικοὺς, καὶ τοὺς μέσους. Εἰσὶ γὰρ οὕτω τινὲς διακείμενοι κακῶς, ὥστε οἴεσθαι, τοὺς μὲν πάντη ἀπολλυμένης εἶναι φύσεως, τοὺς δὲ σωζομένης, τοὺς δὲ οὕτως ἔχειν, ὅπως ἂν ἡ προαίρεσις ἄγῃ πρὸς τὸ χεῖρον, ἢ βέλτιον. Ἐπιτηδειότητα μὲν γὰρ ἄλλον ἄλλου μᾶλλον, ἢ ἔλαττον ἔχειν, κἀγὼ δέχομαι· οὐκ ἀρκεῖν δὲ μόνην τὴν ἐπιτηδειότητα πρὸς τελείωσιν· λογισμὸν δὲ εἶναι τὸν ταύτην ἐκκαλούμενον, ἵνα ἡ φύσις εἰς ἔργον προέλθῃ, καθάπερ λίθος πυρίτης σιδήρῳ κρουσθεὶς, καὶ οὕτω πῦρ γένηται. Ὅταν ἀκούσῃς, Οἷς δέδοται, πρόσθες, δέδοται μὲν τοῖς καλουμένοις καὶ τοῖς οὕτω νεύουσι. Καὶ γὰρ ὅταν ἀκούσῃς, οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ, συμβουλεύω σοι ταυτὸν ὑπολαβεῖν. Ἐπειδὴ γάρ εἰσί τινες οἱ τοσοῦτον μεγαλοφρονοῦντες ἐπὶ τοῖς κατορθώμασιν, ὥστε τὸ πᾶν ἑαυτοῖς διδόναι, καὶ μηδὲν τῷ ποιήσαντι, καὶ σοφίσαντι, καὶ χορηγῷ τῶν καλῶν, διδάσκει τούτους ὁ λόγος, ὅτι καὶ τὸ βούλεσθαι καλῶς, δεῖται τῆς παρὰ Θεοῦ βοηθείας· μᾶλλον δὲ, αὐτὸ τὸ προαιρεῖσθαι τὰ δέοντα, θεῖόν τι καὶ ἐκ Θεοῦ δῶρον φιλανθρωπίας· δεῖ γὰρ, καὶ τὸ ἐφ᾿ ἡμῖν εἶναι, καὶ τὸ ἐκ Θεοῦ σώζεσθαι. Διὰ τοῦτό φησιν· Οὐ τοῦ θέλοντος· τοῦτ᾿ ἔστιν, οὐ μόνον τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος μόνον, ἀλλὰ καὶ τοῦ ἐλεοῦντος Θεοῦ. Εἶτα, ἐπειδὴ καὶ τὸ βούλεσθαι παρὰ Θεοῦ, τὸ πᾶν εἰκότως ἀνέθηκε τῷ Θεῷ. Ὅσον ἂν δράμῃς, ὅσον ἂν ἀγωνίσῃ, χρῄζης τοῦ διδόντος τὸν στέφανον. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησαν οἱ φυλάσσοντες αὐτήν. Οἶδα, φησὶν, ὅτι οὐ τοῖς κούφοις ὁ δρόμος, οὐδὲ τοῖς δυνατοῖς ὁ πόλεμος, οὐδὲ τῶν μαχομένων ἡ νίκη, οὔτε τῶν εὐπλούντων οἱ λιμένες· ἀλλὰ Θεοῦ, καὶ νίκην ἀπεργάσασθαι, καὶ εἰς λιμένας ἀποσῶσαι τὸ σκάφος.
14. Καὶ τοῦτο ἀλλαχοῦ λεγόμενον, καὶ νοούμενον, καὶ ἴσως ἀναγκαῖον προσθεῖναι καὶ τὸ ἐπελθὸν τοῖς εἰρημένοις, ἵνα τὸν ἐμὸν πλοῦτον καὶ ὑμῖν χαρίσωμαι. Ἤ,τησεν ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου φιλότεκνόν τι παθοῦσα, καὶ τὸ μέτρον ἀγνοοῦσα τῶν αἰτουμένων, πλὴν συγγνωστὴ δι᾿ ὑπερβολὴν φίλτρου, καὶ ὀφειλομένην εὔνοιαν τέκνοις. Οὐδὲν γὰρ μητρὸς εὐσπλαγχνότερον· καὶ τοῦτο λέγω, ἵνα τιμᾶσθαι νομοθετήσω τὰς μητέρας. Ἤ,τησεν οὖν τὸν Ἰησοῦν ἡ μήτηρ ἐκείνων, ἕνα ἐκ δεξιῶν καθίσαι, καὶ ἕνα ἐξ ἀριστερῶν. Ἀλλὰ τί ὁ Σωτήρ; Ἐρωτᾷ τὸ πρῶτον, εἰ τὸ ποτήριον δύνανται πιεῖν, ὃ αὐτὸς πίνειν ἤμελλεν. Ὡς δὲ καὶ τοῦτο ὡμολογήθη, καὶ ὁ Σωτὴρ ἐδέξατο (ᾔδει γὰρ κἀκείνους τῷ αὐτῷ τελειουμένους, μᾶλλον δὲ, τελεωθήσεσθαι μέλλοντα)ς, τί φησι; Τὸ μὲν ποτήριον πίονται, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ ἀριστερῶν, οὐκ ἔστιν ἐμὸν, φησὶ, τοῦτο δοῦναι, ἀλλ᾿ οἷς δέδοται. Οὐδὲν οὖν ὁ ἡγεμὼν νοῦς; οὐδὲν ὁ πόνος; οὐδὲν ὁ λόγος; οὐδὲν ἡ φιλοσοφία; οὐδὲν τὸ νηστεῦσαι; οὐδὲν τὸ ἀγρυπνῆσαι; τὸ χαμευνῆσαι; τὸ πηγὰς στάξαι δακρύων; Τούτων οὐδὲν, ἀλλὰ κατά τινα ἀποκλήρωσιν, καὶ Ἱερεμίας ἁγιάζεται, καὶ ἄλλοι ἐκ μήτρας ἀλλοτριοῦνται;
15. Φοβοῦμαι μὴ καὶ ἄτοπός τις εἰσέλθῃ λογισμὸς, ὡς τῆς ψυχῆς ἀλλαχοῦ πολιτευσαμένης, εἶτα τῷ σώματι τούτῳ ἐνδεθείσης· καὶ ἐκ τῆς ἐκεῖθεν πολιτείας, τῶν μὲν λαβόντων τὴν προφητείαν, τῶν δὲ κατακρινομένων, ὅσοι κακῶς βεβιώκασιν. Ἀλλ᾿ ἐπειδὴ τοῦτο ὑπολαβεῖν λίαν ἄτοπον, καὶ οὐκ ἐκκλησιαστικὸν (ἄλλοι μὲν γὰρ περὶ τῶν τοιούτων δογμάτων παιζέτωσαν, ἡμῖν δὲ τὰ τοιαῦτα παίζειν οὐκ ἀσφαλὲ)ς, κἀκεῖ τῷ, Καὶ οἷς δέδοται, πρόσθες τὸ, τοῖς οὖσιν ἀξίοις· οἳ τὸ εἶναι τοιοῦτοι, οὐ μόνον παρὰ τοῦ Πατρὸς εἰλήφασιν, ἀλλὰ καὶ ἑαυτοῖς δεδώκασιν.
16. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς εὐνουχίσθησαν, καὶ τὰ ἑξῆς. Σφόδρα ἐβουλόμην ἀνδρικόν τι περὶ τῶν εὐνούχων ἔχειν εἰπεῖν. Μὴ μέγα φρονεῖτε, οἱ ἐκ φύσεως εὐνοῦχοι. Τὸ γὰρ τῆς σωφροσύνης, ἴσως ἀκούσιον. Οὐ γὰρ ἦλθεν εἰς βάσανον, οὐδὲ τὸ σωφρονεῖν ἐδοκιμάσθη διὰ τῆς πείρας. Τὸ μὲν γὰρ ἐκ φύσεως ἀγαθὸν, ἀδόκιμον· τὸ δ᾿ ἐκ προαιρέσεως, ἐπαινετόν. Τίς πυρὶ χάρις τοῦ καίειν; τὸ γὰρ καίειν ἐκ φύσεως ἔχει. Τίς ὕδατι τοῦ κάτω φέρεσθαι; τοῦτο γὰρ ἔχει παρὰ τοῦ δημιουργήσαντος. Τίς χιόνι τῆς ψυχρότητος χάρις; ἢ τῷ ἡλίῳ τοῦ φαίνειν; Φαίνει γὰρ κἂν μὴ βούληται. Χαρίζου μοι τὸ βούλεσθαι τὰ βελτίονα. Χαρίζῃ δὲ, ἐὰν σὰρξ γενόμενος, πνευματικὸς γένῃ· ἐὰν τῇ μολίβδι τῆς σαρκὸς ἑλκόμενος, πτερωθῇς ὑπὸ τοῦ λόγου· ἐὰν οὐράνιος εὑρεθῇς, ταπεινὸς γεγονώς· ἐὰν σαρκὶ συνδεθεὶς, ὑπὲρ σάρκα φανῇς.
17. Ἐπειδὴ οὖν τὸ σωματικὰ φρονεῖν οὐκ ἐπαινετὸν, ἄλλο τι αἰτῶ τοὺς εὐνούχους. Μὴ πορνεύσητε περὶ θεότητα. Χριστῷ συζευχθέντες, Χριστὸν μὴ ἀτιμάσητε. Ὑπὸ τοῦ Πνεύματος τελειούμενοι, μὴ ὁμότιμον ἑαυτοῖς τὸ Πνεῦμα ποιήσητε. Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, ὁ Παῦλός φησι, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Εἰ κτίσματι ἐλάτρευον, οὐκ ἂν Χριστιανὸς ὠνομαζόμην. Εἰς τί γὰρ ὁ Χριστιανὸς τίμιον; Οὐχ ὅτι Θεὸς ὁ Χριστός; Εἰ μὴ τοῦτο ὡς ἄνθρωπος πάθω, φιλίᾳ πρὸς αὐτὸν συγκεκραμένος. Καίτοι καὶ Πέτρον τιμῶ, ἀλλ᾿ οὐκ ἀκούω Πετριανός· καὶ Παῦλον, Παυλιανὸς δὲ οὐκ ἤκουσα. Οὐ δέχομαι παρὰ ἀνθρώπων ὀνομάζεσθαι, παρὰ Θεοῦ γεγονώς. Οὕτως εἰ μὲν, ὅτι Θεὸν ὑπείληφας, διὰ τοῦτο καλῇ Χριστιανὸς, καὶ καλοῖο, καὶ μένοις ἐν τῷ ὀνόματι, ἢ τῷ πράγματι. Εἰ δὲ, ὅτι στέργεις Χριστὸν, διὰ τοῦτο ἐξ αὐτοῦ καλῇ, οὐδὲν πλέον νέμεις αὐτῷ τῶν ἄλλων κλήσεων, αἳ ἀπό τινος ἐπιτηδεύματος ἢ πράγματος τίθενται.
18. Ὁρᾶτε τοὺς περὶ τὰς ἱπποδρομίας ἐσπουδακότας τούτους. Οἳ ἀπὸ τῶν χρωμάτων ὀνομάζονται, καὶ τῶν μερίδων, αἷς συνεστήκασιν. Ὑμεῖς δὲ ἴστε τὰ ὀνόματα, κἂν ἐγὼ μὴ λέγω. Εἰ οὕτως ἀκούεις Χριστιανὸς, μικρὰ λίαν ἡ προσηγορία, κἂν ἐπ᾿ αὐτῇ καλλωπίζῃ· εἰ δὲ, ὅτι καὶ Θεὸν ὑπείληφας, δεῖξον τοῖς ἔργοις ὡς ὑπείληφας. Εἰ κτίσμα ὁ Υἱὸς, ἔτι καὶ νῦν λατρεύεις τῇ κτίσει παρὰ τὸν κτίστην. Εἰ κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, μάτην ἐβαπτίσθης, καὶ τοῖς μὲν δυσὶ μέρεσιν ὑγιαίνεις. μᾶλλον δὲ οὐδὲ ἐκείνοις· τῷ δὲ ἐνὶ, παντελῶς κινδυνεύεις. Ὑπόθου μαργαρίτην ἕνα εἶναι τὴν Τριάδα. πανταχόθεν ὅμοιον, καὶ ἴσον στίλβοντα. Ὅ τι ἂν πάθῃ τοῦ μαργαρίτου, ἡ πᾶσα τοῦ λίθου χάρις ἠφάνισται. Οὕτως ὅταν ἀτιμάζῃς Υἱὸν, ἵνα τιμήσῃς Πατέρα, οὐ δέχεταί σου τὴν τιμήν. Ἐπ᾿ ἀτιμίᾳ τοῦ Υἱοῦ ὁ Πατὴρ οὐ δοξάζεται. Εἰ σοφὸς υἱὸς εὐφραίνει πατέρα, πόσῳ μᾶλλον ἡ τοῦ Υἱοῦ τιμὴ, τιμὴ τοῦ Πατρὸς γένηται; Εἰ δὲ καὶ τοῦτο δέξῃ· Τὸ τέκνον, μὴ δοξάζου ἐπ᾿ ἀτιμίᾳ Πατρός· οὕτως οὐδὲ Πατὴρ ἐπ᾿ ἀτιμίᾳ τοῦ Υἱοῦ δοξάζεται. Εἰ ἀτιμάζεις τὸ Πνεῦμα τὸ ἅγιον, οὐ δέχεταί σου τὴν τιμὴν ὁ Υἱός. Εἰ γὰρ καὶ μὴ ὡς Υἱὸς ἐκ τοῦ Πατρὸς, ἀλλ᾿ οὖν ἐκ τοῦ αὐτοῦ Πατρός. Ἢ τὸ πᾶν τίμησον, ἢ τὸ ὅλον ἀτίμασον, ἵνα ἀκόλουθος νοῦς σεαυτῷ τυγχάνῃς. Οὐ δέχομαί σου τὸ ἐξ ἡμισείας εὐσεβές. Ὅλον εὐσεβῆ μὲν εἶναί σε βούλομαι, ἀλλὰ καθὼς βούλομαι. Σύγγνωθι τῷ πάθει. Ἀλγῶ καὶ ὑπὲρ τῶν μισούντων. Μέλος ἦς ἐμὸν, καὶ εἰ νῦν ἀποτέμνῃ· μέλος καὶ γενήσῃ τυχόν· διὰ τοῦτο καὶ φιλάνθρωπα φθέγγομαι. Ταῦτα διὰ τοὺς εὐνούχους, ἵνα περὶ θεότητα σωφρονῶσιν.
19. Οὐ γὰρ ἡ περὶ σῶμα μόνον ἁμαρτία, πορνεία καὶ μοιχεία λέγεται, ἀλλὰ καὶ ὁτιοῦν ἥμαρτες, καὶ μάλιστα ἡ περὶ τὸ θεῖον παρανομία. Πόθεν παράσχωμεν; τοῦτο τυχὸν ἀπαιτεῖς· Ἐπόρνευσαν, φησὶν, ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Ὁρᾷς καὶ πρᾶξιν πορνείας ἀναίσχυντον; Καὶ, Ἐμοιχῶντο, φησὶν, ἐν τῷ ξύλῳ. Ὁρᾷς καὶ θρησκείαν τινὰ μοιχαλίδα; Μὴ τοίνυν μοιχεύσῃς κατὰ ψυχὴν, σωφρονῶν τῷ σώματι· μὴ δείξεις τὸ ἀκουσίως τῇ σαρκὶ σωφρονεῖν ἐξ ὧν οὐ σωφρονεῖς, ἐν οἷς πορνεύειν δυνατὸς εἶ. Τί πεποιήκατε τὴν ἀσέβειαν ὑμετέραν; Τί πάντες ἐπὶ τὸ χεῖρον φέρεσθε, ὡς ταυτὸν εἶναι λοιπὸν, ἢ εὐνοῦχον, ἢ ἀσεβῆ καλεῖσθαι; Γένεσθε μετὰ τῶν ἀνδρῶν, ὀψὲ γοῦν ἀνδρικόν τι φρονήσατε, φύγετε τὰς γυναικωνίτιδας, μὴ προςτεθήτω τῷ αἰσχρῷ τοῦ ὀνόματος τὸ αἰσχρὸν τοῦ κηρύγματος. Βούλεσθε μικρὸν ἔτι τῷ λόγῳ προςκαρτηρήσωμεν; Ἢ κόρον ἔχει τὰ εἰρημένα; Πλὴν τιμηθήτωσαν καὶ οἱ εὐνοῦχος τοῖς ἑξῆς· ἐπαινετὸς γὰρ ὁ λόγος.
20. Εἰσὶ γὰρ εὐνοῦχοι, φησὶν, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν παρὰ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Δοκεῖ μοι τῶν σωμάτων ἀποστὰς ὁ λόγος, τυποῦν διὰ τῶν σωμάτων τὰ ὑψηλότερα. Τὸ μὲν γὰρ μέχρι τῶν σωματικῶν εὐνούχων στῆσαι τὸν λόγον, τυχὸν μικρόν τε καὶ λίαν ἀσθενὲς καὶ ἀνάξιον λόγου· δεῖ δὲ ἡμᾶς ἐπινοῆσαί τι τοῦ Πνεύματος ἄξιον. Δοκοῦσι τοίνυν οἱ μὲν ἐκ φύσεως νεύειν πρὸς τὸ ἀγαθόν. Φύσεως δὲ ὅταν εἴπω, οὐκ ἀτιμάζω τὴν προαίρεσιν, ἀλλ᾿ ἀμφότερα τίθημι, τήν τε πρὸς τὸ καλὸν ἐπιτηδειότητα, καὶ τὴν εἰς ἔργον ἄγουσαν τὸ ἐκ φύσεως ἐπιτήδειον. Ἕτεροι δὲ εἰσί τινες, οὓς ὁ λόγος καθαίρει, τῶν παθῶν ἐκτέμνων. Τούτους ἡγοῦμαι εἶναι τοὺς ὑπὸ τῶν ἀνθρώπων εὐνουχιζομένους, ὅταν ὁ διδασκαλικὸς λόγος διελὼν τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, καὶ τὸ μὲν ἀποπεμψάμενος, τὸ δὲ νομοθετήσας (ὡς τὸ, Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν), τὴν πνευματικὴν σωφροσύνην δημιουργήσῃ. Ἐπαινῶ καὶ τοῦτον τὸν εὐνουχισμὸν, καὶ λίαν ἐπαινῶ τούς τε διδασκάλους ὁμοίως καὶ τοὺς διδασκομένους, ὅτι οἱ μὲν καλῶς ἐξέτεμον, οἱ δὲ κάλλιον ἐξετμήθησαν.
21. Καὶ εἰσὶν, οἵτινες ἑαυτοὺς εὐνούχισαν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄλλοι διδασκάλων μὲν οὐκ ἐπέτυχον, ἑαυτῶν δὲ γεγόνασιν ἐπαινετοὶ διδάσκαλοι. Οὐκ ἐδίδαξέ σε μήτηρ τὸ δέον, οὐκ ἐδίδαξέ σε πατὴρ, οὐ πρεσβύτερος, οὐκ ἐπίσκοπος, οὐκ ἄλλος τις τῶν τὸ διδάσκειν πεπιστευμένων. Ἀλλὰ τὸν ἐν σοὶ λόγον κινήσας, ἀλλὰ τὸν σπινθῆρα τοῦ καλοῦ διὰ τῆς προαιρέσεως ἀνάψας, σαυτὸν εὐνούχισας, τὴν ῥίζαν ἐξέτεμες, τὰ ὄργανα τῆς κακίας ἐξώρισας, τοσαύτην ἕξιν ἐκτήσω τῆς ἀρετῆς, ὥστε καὶ σχεδὸν ἀδύνατόν σοι γενέσθαι τὴν περὶ τὰ χείρω φοράν. Διὰ τοῦτο ἐπαινῶ καὶ τοῦτον τὸν εὐνουχισμὸν, καὶ τυχὸν μᾶλλον τῶν ἄλλων. Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Ἣν βούλει δέξαι μερίδα, ἢ ἐπακολούθησον τῷ διδασκάλῳ, ἢ γενοῦ σαυτοῦ διδάσκαλος. Ἓν αἰσχρὸν μόνον, μὴ τμηθῆναι τὰ πάθη. Περὶ δὲ τοῦ τμηθῆναι τὰ πάθη, μηδὲν διαφέρου. Καὶ ὁ διδάσκων, πλάσμα Θεοῦ, καὶ σὺ γέγονας ἐκεῖθεν· κἄν τε ὁ διδάσκαλος ἁρπάσῃ τὴν χάριν, κἄν τε γένηται σὸν τὸ καλὸν, καλὸν ὁμοίως ἐστί.
22. Μόνον ἐκτέμνωμεν ἑαυτοὺς τῶν παθῶν, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ. Μόνον ἀκολουθῶμεν τῇ εἰκόνι, μόνον αἰδώμεθα τὸ ἀρχέτυπον. Ἔκτεμνε τὰ σωματικὰ πάθη, ἔκτεμνε καὶ τὰ ψυχικά. Ὅσῳ γὰρ ψυχὴ τιμιώτερον σώματος, τοσούτῳ τιμιώτερον καθᾶραι ψυχὴν, ἢ σῶμα. Εἰ δὲ ἡ τοῦ σώματος κάθαρσις τῶν ἐπαινετῶν, σκόπει μοι πόσον ἡ τῆς ψυχῆς μείζων τε καὶ ὑψηλοτέρα. Ἔκτεμνε τὴν Ἀρειανὴν ἀσέβειαν, ἔκτεμνε τὴν Σαβελλίου κακοδοξίαν. Μήτε συνάψῃς πλέον ἢ καλῶς ἔχει, μήτε διέλῃς κακῶς, μήτε εἰς ἑν πρόσωπον συνέλῃς τὰ τρία, μήτε ἐργάσῃ τρεῖς ἀλλοτριότητας φύσεων. Καὶ τὸ ἑν ἐπαινετὸν, καλῶς νοούμενον, καὶ τὰ τρία καλῶς διαιρούμενα, ὅταν προσώπων, ἀλλὰ μὴ θεότητος, ἡ διαίρεσις ᾖ.
23. Ταῦτα καὶ λαικοῖς νομοθετῶ, ταῦτα καὶ πρεσβυτέροις ἐντέλλομαι, ταῦτα καὶ τοῖς ἄρχειν πεπιστευμένοις. Βοηθήσατε τῷ λόγῳ πάντες ὅσοις τὸ δύνασθαι βοηθεῖν ἐκ Θεοῦ. Μέγα φόνον ἐπισχεῖν, καὶ μοιχείαν κολάσαι, καὶ κλοπὴν σωφρονίσαι· πολλῷ μᾶλλον εὐσέβειαν νομοθετῆσαι, καὶ ὑγιῆ λόγον χαρίσασθαι. Οὐ τοσοῦτον ὁ ἐμὸς λόγος δυνήσεται πολεμῶν ὑπὲρ τῆς ἁγίας Τριάδος, ὅσον τὸ πρόςταγμα, ἐὰν ἐπιστομίζῃς τοὺς κακῶς ἔχοντας, ἐὰν βοηθῇς τοῖς διωκομένοις, ἐὰν τοὺς φονευτὰς ἐπέχῃς, ἐὰν κωλύῃς τὸ φονεύεσθαι. Λέγω δὲ, οὐ τὸν σωματικὸν μόνον, ἀλλὰ καὶ τὸν ψυχικόν. Πᾶσα γὰρ ἁμαρτία, θάνατός ἐστι ψυχῆς. Μέχρι τούτων ὁ λόγος στήτω.
24. Λοιπὸν δὲ ἔστω ὑπὲρ τῶν συνεληλυθότων εὐχή. Ἄνδρες ὁμοῦ καὶ γυναῖκες, ἀρχόμενοί τε καὶ ἄρχοντες, πρεσβῦται καὶ νεανίσκοι μετὰ παρθένων, πᾶν γένος ἠλικίας, πᾶσαν μὲν φέρετε ζημίαν, τὴν εἰς χρήματα, τὴν εἰς σώματα· ἑν δὲ μὴ δέξησθε μόνον, τὴν θεότητα ζημιούμενοι. Προσκυνῶ Πατέρα, προσκυνῶ τὸν Υἱόν, προσκυνῶ τὸ Πνεῦμα τὸ ἅγιον· μᾶλλον δὲ προσκυνοῦμεν, ἐγὼ καὶ πρὸ πάντων, ὁ ταῦτα λέγων, ἐγὼ καὶ μετὰ πάντας καὶ σὺν πᾶσιν, ἐν αὐτῷ τῷ Κυρίῳ τῷ Χριστῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΛΟΓΟΣ 38.
Εἰς τὰ Θεοφάνια, εἴτουν Γενέθλια τοῦ Σωτῆρος.
1. Χριστὸς γεννᾶται, δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. Ἄ,σατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ· καὶ, ἵν᾿ ἀμφότερα συνελὼν εἴπω, Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ, διὰ τὸν ἐπουράνιον, εἶτα ἐπίγειον. Χριστὸς ἐν σαρκὶ, τρόμῳ καὶ χαρᾷ ἀγαλλιᾶσθε· τρόμῳ, διὰ τὴν ἁμαρτίαν· χαρᾷ, διὰ τὴν ἐλπίδα. Χριστὸς ἐκ Παρθένου· γυναῖκες παρθενεύετε, ἵνα Χριστοῦ γένησθε μητέρες. Τίς οὐ προςκυνεῖ τὸν ἀπ᾿ ἀρχῆς; τίς οὐ δοξάζει τὸν τελευταῖον;
2. Πάλιν τὸ σκότος λύεται, πάλιν τὸ φῶς ὑφίσταται, πάλιν Αἴγυπτος σκότῳ κολάζεται, πάλιν Ἰσραὴλ στύλῳ φωτίζεται. Ὁ λαὸς, ὁ καθήμενος ἐν σκότει τῆς ἀγνοίας, ἰδέτω φῶς μέγα τῆς ἐπιγνώσεως. Τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὸ γράμμα ὑποχωρεῖ, τὸ πνεῦμα πλεονεκτεῖ, αἱ σκιαὶ παρατρέχουσιν, ἡ ἀλήθεια ἐπειςέρχεται. Ὁ Μελχισεδὲκ συνάγεται· ὁ ἀμήτωρ, ἀπάτωρ γίνεται· ἀμήτωρ τὸ πρότερον, ἀπάτωρ τὸ δεύτερον. Νόμοι φύσεως καταλύονται. Πληρωθῆναι δεῖ τὸν ἄνω κόσμον. Χριστὸς κελεύει· μὴ ἀντιτείνωμεν. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ (τῷ γὰρ σταυρῷ συνεπαίρετα)ι, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς, τῆς τοῦ Πατρὸς, Ἄγγελος. Ἰωάννης βοάτω· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Κἀγὼ βοήσομαι τῆς ἡμέρας τὴν δύναμιν· Ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, ὁ ἀόρατος ὁρᾶται, ὁ ἀναφὴς ψηλαφᾶται, ὁ ἄχρονος ἄρχεται, ὁ Υἱὸς τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου γίνεται, Ἰησοῦς Χριστὸς, χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Ἰουδαῖοι σκανδαλιζέσθωσαν, Ἕλληνες διαγελάτωσαν, αἱρετικοὶ γλωσσαλγείτωσαν. Τότε πιστεύσουσιν, ὅταν ἴδωσιν εἰς οὐρανὸν ἀνερχόμενον· εἰ δὲ μὴ τότε, ἀλλ᾿ ὅταν ἐξ οὐρανῶν ἐρχόμενον, καὶ ὡς κριτὴν καθεζόμενον.
3. Ταῦτα μὲν ὕστερον. Τὰ δὲ νῦν Θεοφάνια, ἡ πανήγυρις, εἴτουν Γενέθλια· λέγεται γὰρ ἀμφότερα, δύο κειμένων προσηγοριῶν ἑνὶ πράγματι. Ἐφάνη γὰρ Θεὸς ἀνθρώποις διὰ γεννήσεως· τὸ μὲν ὤν, καὶ ἀεὶ ὢν ἐκ τοῦ ἀεὶ ὄντος, ὑπὲρ αἰτίαν καὶ λόγον (οὐδὲ γὰρ ἦν τοῦ Λόγου λόγος ἀνώτερο)ς· τὸ δὲ, δι᾿ ἡμᾶς γενόμενος ὕστερον, ἵν᾿ ὁ τὸ εἶναι δοὺς, καὶ τὸ εὖ εἶναι χαρίσηται· μᾶλλον δὲ, ῥεύσαντας ἡμᾶς ἀπὸ τοῦ εὖ εἶναι διὰ κακίαν, πρὸς αὐτὸ πάλιν ἐπαναγάγῃ διὰ σαρκώσεως. Ὄνομα δὲ, τῷ φανῆναι μὲν, Θεοφάνια· τῷ δὲ γεννᾶσθαι, Γενέθλια.
4. Τοῦτό ἐστιν ἡμῖν ἡ πανήγυρις, τοῦτο ἑορτάζομεν σήμερον, ἐπιδημίαν Θεοῦ πρὸς ἀνθρώπους, ἵνα πρὸς Θεὸν ἐνδημήσωμεν, ἢ ἐπανέλθωμεν (οὕτω γὰρ εἰπεῖν οἰκειότερον), ἵνα τὸν παλαιὸν ἄνθρωπον ἀποθέμενοι, τὸν νέον ἐνδυσώμεθα· καὶ ὥσπερ ἐν τῷ Ἀδὰμ ἀπεθάνομεν, οὕτως ἐν τῷ Χριστῷ ζήσωμεν, Χριστῷ καὶ συγγεννώμενοι, καὶ συσταυρούμενοι, καὶ συνθαπτόμενοι, καὶ συνανιστάμενοι. Δεῖ γάρ με παθεῖν τὴν καλὴν ἀντιστροφήν· καὶ ὥσπερ ἐκ τῶν χρηστοτέρων, ἦλθε τὰ λυπηρὰ, οὕτως ἐκ τῶν λυπηρῶν, ἐπανελθεῖν τὰ χρηστότερα. Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· καὶ εἰ ἡ γεῦσις κατέκρινε, πόσῳ μᾶλλον τὸ Χριστὸν παθεῖν ἐδικαίωσεν; Τοιγαροῦν ἑορτάζωμεν, μὴ πανηγυρικῶς, ἀλλὰ θεικῶς· μὴ κοσμικῶς, ἀλλ᾿ ὑπερκοσμίως· μὴ τὰ ἡμέτερα, ἀλλὰ τὰ τοῦ ἡμετέρου, μᾶλλον δὲ τὰ τοῦ Δεσπότου· μὴ τὰ τῆς ἀσθενείας, ἀλλὰ τὰ τῆς ἰατρείας· μὴ τὰ τῆς πλάσεως, ἀλλὰ τὰ τῆς ἀναπλάσεως.
5. Ἔσται δὲ τοῦτο πῶς; Μὴ πρόθυρα στεφανώσωμεν, μὴ χοροὺς συστησώμεθα, μὴ κοσμήσωμεν ἀγυιὰς, μὴ ὀφθαλμὸν ἑστιάσωμεν, μὴ ἀκοὴν καταυλήσωμεν, μὴ ὄσφρησιν ἐκθηλύνωμεν, μὴ γεῦσιν καταπορνεύσωμεν, μὴ ἁφῇ χαρισώμεθα, ταῖς προχείροις εἰς κακίαν ὁδοῖς, καὶ εἰσόδοις τῆς ἁμαρτίας, μὴ ἐσθῆτι μαλακισθῶμεν, ἁπαλῇ τε καὶ περιῤῥεούσῃ, καὶ ἧς τὸ κάλλιστον ἀχρηστία, μὴ λίθων διαυγείαις, μὴ χρυσοῦ περιλάμψεσι, μὴ χρωμάτων σοφίσμασι ψευδομένων τὸ φυσικὸν κάλλος, καὶ κατὰ τῆς εἰκόνος ἐξευρημένων· μὴ κώμοις καὶ μέθαις, οἷς κοίτας καὶ ἀσελγείας οἶδα συνεζευγμένας· ἐπειδὴ κακῶν διδασκάλων κακὰ τὰ μαθήματα, μᾶλλον δὲ πονηρῶν σπερμάτων πονηρὰ τὰ γεώργια. Μὴ στιβάδας ὑψηλὰς πηξώμεθα σκηνοποιοῦντες τῇ γαστρὶ τὰ τῆς θρύψεως. Μὴ τιμήσωμεν οἴνων τοὺς ἀνθοσμίας, ὀψοποιῶν μαγγανείας, μύρων πολυτελείας. Μὴ γῆ καὶ θάλασσα τὴν τιμίαν ἡμῖν κόπρον δωροφορείτωσαν· οὕτω γὰρ ἐγὼ τιμᾷν οἶδα τρυφήν. Μὴ ἄλλος ἄλλον ἀκρασίᾳ νικᾷν σπουδάζωμεν. Ἀκρασία γὰρ ἐμοὶ, πᾶν τὸ περιττὸν καὶ ὑπὲρ τὴν χρείαν· καὶ ταῦτα πεινώντων ἄλλων καὶ δεομένων, τῶν ἐκ τοῦ αὐτοῦ πηλοῦ τε καὶ κράματος.
6. Ἀλλὰ ταῦτα μὲν Ἕλλησι παρῶμεν, καὶ Ἑλληνικοῖς κόμποις, καὶ πανηγύρεσιν· οἳ καὶ θεοὺς ὀνομάζουσι κνίσσαις χαίροντας, καὶ ἀκολούθως τὸ θεῖον τῇ γαστρὶ θεραπεύουσι, πονηροὶ πονηρῶν δαιμόνων, καὶ πλάσται, καὶ μυσταγωγοὶ, καὶ μύσται τυγχάνοντες. Ἡμεῖς δὲ, οἷς Λόγος τὸ προςκυνούμενον, κἄν τι δέῃ τρυφᾷν, ἐν λόγῳ τρυφήσωμεν, καὶ θείῳ νόμῳ, καὶ διηγήμασι, τοῖς τε ἄλλοις, καὶ ἐξ ὧν ἡ παροῦσα πανήγυρις· ἵν᾿ οἰκεῖον ᾖ τὸ τρυφᾷν, καὶ μὴ πόῤῥω τοῦ συγκαλέσαντος. Ἢ βούλεσθε (καὶ γὰρ ἐγὼ σήμερον ἑστιάτωρ ὑμῖν) ἐγὼ τὸν περὶ τούτων παραθῶ λόγον τοῖς καλοῖς ὑμῖν δαιτυμόσιν, ὡς οἷόν τε δαψιλῶς τε καὶ φιλοτίμως, ἵν᾿ εἰδῆτε, πῶς δύναται τρέφειν ὁ ξένος τοὺς ἐγχωρίους, καὶ τοὺς ἀστικοὺς ὁ ἄγροικος, καὶ τοὺς τρυφῶντας ὁ μὴ τρυφῶν, καὶ τοὺς περιουσίᾳ λαμπροὺς, ὁ πένης τε καὶ ἀνέστιος; Ἄρξομαι δὲ ἐντεῦθεν· καί μοι καθήρασθε, καὶ νοῦν, καὶ ἀκοὴν, καὶ διάνοιαν, ὅσοι τρυφᾶτε τὰ τοιαῦτα· ἐπειδὴ περὶ Θεοῦ, καὶ θεῖος ὁ λόγος· ἵν᾿ ἀπέλθητε τρυφήσαντες ὄντως τὰ μὴ κενούμενα. Ἔσται δὲ ὁ αὐτὸς πληρέστατός τε ἅμα καὶ συντομώτατος· ὡς μήτε τῷ ἐνδεεῖ λυπεῖν, μήτε ἀηδὴς εἶναι διὰ τὸν κόρον.
7. Θεὸς ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται· μᾶλλον δὲ ἔστιν ἀεί. Τὸ γὰρ ἦν, καὶ ἔσται, τοῦ καθ᾿ ἡμᾶς χρόνου τμήματα, καὶ τῆς ῥευστῆς φύσεως· ὁ δὲ ὢν ἀεὶ, καὶ τοῦτο αὐτὸς ἑαυτὸν ὀνομάζει, τῷ Μωϋσεῖ χρηματίζων ἐπὶ τοῦ ὄρους. Ὅλον γὰρ ἐν ἑαυτῷ συλλαβὼν, ἔχει τὸ εἶναι, μήτε ἀρξάμενον, μήτε παυσόμενον, οἷόν τι πέλαγος οὐσίας ἄπειρον καὶ ἀόριστον, πᾶσαν ὑπερεκπῖπτον ἔννοιαν, καὶ χρόνου καὶ φύσεως· νῷ μόνῳ σκιαγραφούμενος, καὶ τοῦτο λίαν ἀμυδρῶς καὶ μετρίως, οὐκ ἐκ τῶν κατ᾿ αὐτὸν, ἀλλ᾿ ἐκ τῶν περὶ αὐτὸν, ἄλλης ἐξ ἄλλου φαντασίας συλλεγομένης, εἰς ἕν τι τῆς ἀληθείας ἴνδαλμα, πρὶν κρατηθῆναι, φεῦγον, καὶ πρὶν νοηθῆναι, διαδιδράσκον· τοσαῦτα περιλάμπον ἡμῶν τὸ ἡγεμονικὸν, καὶ ταῦτα κεκαθαρμένον, ὅσα καὶ ὄψιν ἀστραπῆς τάχος οὐχ ἱσταμένης. Ἐμοὶ δοκεῖν, ἵνα τῷ ληπτῷ μὲν ἕλκῃ πρὸς ἑαυτὸ (τὸ γὰρ τελέως ἄληπτον, ἀνέλπιστον, καὶ ἀνεπιχείρητον), τῷ δὲ ἀλήπτῳ θαυμάζηται, θαυμαζόμενον δὲ ποθῆται πλέον, ποθούμενον δὲ καθαίρῃ, καθαῖρον δὲ θεοειδεῖς ἀπεργάζηται, τοιούτοις δὲ γενομένοις, ὡς οἰκείοις, ἤδη προσομιλῇ, τολμᾷ τι νεανικὸν ὁ λόγος, Θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος, καὶ τοσοῦτον ἴσως, ὅσον ἤδη γινώσκει τοὺς γινωσκομένους. Ἄπειρον οὖν τὸ θεῖον καὶ δυσθεώρητον· καὶ τοῦτο πάντη καταληπτὸν αὐτοῦ μόνον, ἡ ἀπειρία· κἄν τις οἴηται τῷ ἁπλῆς εἶναι φύσεως, ἢ ὅλον ἄληπτον εἶναι, ἢ τελέως ληπτόν. Τί γὰρ ὃς ἁπλῆς ἐστι φύσεως, ἐπιζητήσωμεν. Οὐ γὰρ δὴ τοῦτο φύσις αὐτῷ ἡ ἁπλότης· εἴπερ μηδὲ τοῖς συνθέτοις, μόνον τὸ εἶναι συνθέτοις.
8. Διχῆ δὲ τοῦ ἀπείρου θεωρουμένου, κατά τε ἀρχὴν καὶ τέλος (τὸ γὰρ ὑπὲρ ταῦτα, καὶ μὴ ἐν τούτοις, ἄπειρον), ὅταν μὲν εἰς τὸν ἄνω βυθὸν ὁ νοῦς ἀποβλέψῃ, οὐκ ἔχων ὅποι στῇ καὶ ἀπερείσηται ταῖς περὶ Θεοῦ φαντασίαις, τὸ ἐνταῦθα ἄπειρον καὶ ἀνέκβατον, ἄναρχον προσηγόρευσεν· ὅταν δὲ εἰς τὰ κάτω καὶ τὰ ἑξῆς, ἀθάνατον καὶ ἀνώλεθρον· ὅταν δὲ συνέλῃ τὸ πᾶν, αἰώνιον. Αἰὼν γὰρ, οὔτε χρόνος, οὔτε χρόνου τι μέρος· οὐδὲ γὰρ μετρητόν· ἀλλ᾿ ὅπερ ἡμῖν ὁ χρόνος, ἡλίου φορᾷ μετρούμενος, τοῦτο τοῖς ἀιδίοις, αἰὼν, τὸ συμπαρεκτεινόμενον τοῖς οὖσιν, οἷόν τι χρονικὸν κίνημα, καὶ διάστημα. Ταῦτά μοι περὶ Θεοῦ πεφιλοσοφήσθω τανῦν. Οὐδὲ γὰρ ὑπὲρ ταῦτα καιρὸς, ὅτι μὴ θεολογία τὸ προκείμενον ἡμῖν, ἀλλ᾿ οἰκονομία. Θεοῦ δὲ ὅταν εἴπω, λέγω Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· οὔτε ὑπὲρ ταῦτα τῆς θεότητος χεομένης, ἵνα μὴ δῆμον θεῶν εἰσαγάγωμεν· οὔτε ἐντὸς τούτων ὁριζομένης, ἵνα μὴ πενίαν θεότητος κατακριθῶμεν, ἢ διὰ τὴν μοναρχίαν Ἰουδαΐζοντες, ἢ διὰ τὴν ἀφθονίαν Ἑλληνίζοντες. Τὸ γὰρ κακὸν ἐν ἀμφοτέροις ὅμοιον, κἂν ἐν τοῖς ἐναντίοις εὑρίσκηται. Οὕτω μὲν οὖν τὰ Ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς σεραφὶμ συγκαλύπτεται, καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς, εἰς μίαν συνιοῦσι κυριότητα καὶ θεότητα· ὃ καὶ ἄλλῳ τινὶ τῶν πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα.
9. Ἐπεὶ δὲ οὐκ ἤρκει τῇ ἀγαθότητι τοῦτο, τὸ κινεῖσθαι μόνον τῇ ἑαυτῆς θεωρίᾳ, ἀλλ᾿ ἔδει χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεῦσαι, ὡς πλείονα εἶναι τὰ εὐεργετούμενα (τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητο)ς, πρῶτον μὲν ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις καὶ οὐρανίους· καὶ τὸ ἐννόημα ἔργον ἦν, Λόγῳ συμπληρούμενον, καὶ Πνεύματι τελειούμενον. Καὶ οὕτως ὑπέστησαν λαμπρότητες δεύτεραι, λειτουργοὶ τῆς πρώτης λαμπρότητος· εἴτε νοερὰ πνεύματα, εἴτε πῦρ οἷον ἄϋλον καὶ ἀσώματον, εἴτε τινὰ φύσιν ἄλλην, ὅτι ἐγγυτάτω τῶν εἰρημένων, ταύτας ὑποληπτέον. Βούλομαι μὲν εἰπεῖν, ὅτι ἀκινήτους πρὸς τὸ κακὸν, καὶ μόνην ἐχούσας τὴν τοῦ καλοῦ κίνησιν, ἅτε περὶ Θεὸν οὔσας, καὶ τὰ πρῶτα ἐκ Θεοῦ λαμπομένας· τὰ γὰρ ἐνταῦθα, δευτέρας ἐλλάμψεως Πείθει δέ με, μὴ ἀκινήτους, ἀλλὰ δυσκινήτους, καὶ ὑπολαμβάνειν ταύτας, καὶ λέγειν, ὁ διὰ τὴν λαμπρότητα Ἑωσφόρος, σκότος διὰ τὴν ἔπαρσιν καὶ γενόμενος, καὶ λεγόμενος, αἵ τε ὑπ᾿ αὐτὸν ἀποστατικαὶ δυνάμεις, δημιουργοὶ τῆς κακίας, τῇ τοῦ καλοῦ φυγῇ, καὶ ἡμῖν πρόξενοι.
10. Οὕτω μὲν οὖν ὁ νοητὸς αὐτῷ, καὶ διὰ ταῦτα ὑπέστη κόσμος, ὡς ἐμὲ γοῦν περὶ τούτων φιλοσοφῆσαι, μικρῷ λόγῳ τὰ μεγάλα σταθμώμενον. Ἐπεὶ δὲ τὰ πρῶτα καλῶς εἶχεν αὐτῷ, δεύτερον ἐννοεῖ κόσμον ὑλικὸν καὶ ὁρώμενον· καὶ οὗτός ἐστι τὸ ἐξ οὐρανοῦ καὶ γῆς, καὶ τῶν ἐν μέσῳ σύστημά τε καὶ σύγκριμα, ἐπαινετὸν μὲν τῆς καθ᾿ ἕκαστον εὐφυΐας, ἀξιεπαινετώτερον δὲ τῆς ἐξ ἁπάντων εὐαρμοστίας καὶ συμφωνίας, ἄλλου πρὸς ἄλλο τι καλῶς ἔχοντος, καὶ πάντων πρὸς ἅπαντα, εἰς ἑνὸς κόσμου συμπλήρωσιν· ἵνα δείξῃ, μὴ μόνον οἰκείαν ἑαυτῷ φύσιν, ἀλλὰ καὶ πάντη ξένην ὑποστήσασθαι δυνατὸς ὤν. Οἰκεῖον μὲν γὰρ θεότητος, αἱ νοεραὶ φύσεις, καὶ νῷ μόνῳ ληπταί· ξένον δὲ παντάπασιν, ὅσαι ὑπὸ τὴν αἴσθησιν, καὶ τούτων αὐτῶν ἔτι ποῤῥωτέρω, ὅσαι παντελῶς ἄψυχοι καὶ ἀκίνητοι· Ἀλλὰ τί τούτων ἡμῖν, τάχα ἂν εἴποι τις τῶν λίαν φιλεόρτων καὶ θερμοτέρων; Κέντει τὸν πῶλον περὶ τὴν νύςσαν. Τὰ τῆς ἑορτῆς ἡμῖν φιλοσόφει, καὶ οἷς προκαθεζόμεθα σήμερον. Τοῦτο δὴ καὶ ποιήσω, καὶ εἰ μικρὸν ἄνωθεν ἠρξάμην, οὕτω τοῦ πόθου καὶ τοῦ λόγου βιασαμένων.
11. Νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησις, οὕτως ἀπ᾿ ἀλλήλων διακριθέντα, τῶν ἰδίων ὅρων ἐντὸς εἱστήκεισαν, καὶ τὸ τοῦ δημιουργοῦ Λόγου μεγαλεῖον ἐν ἑαυτοῖς ἔφερον, σιγῶντες ἐπαινέται τῆς μεγαλουργίας, καὶ διαπρύσιοι κήρυκες. Οὔπω δὲ ἦν κρᾶμα ἐξ ἀμφοτέρων, οὐδέ τις μίξις τῶν ἐναντίων, σοφίας μείζονος γνώρισμα, καὶ τῆς περὶ τὰς φύσεις πολυτελείας· οὐδὲ ὁ πᾶς πλοῦτος τῆς ἀγαθότητος γνώριμος. Τοῦτο δὴ βουληθεὶς ὁ τεχνίτης ἐπιδείξασθαι Λόγος, καὶ ζῶον ἑν ἐξ ἀμφοτέρων, ἀοράτου τε λέγω καὶ ὁρατῆς φύσεως, δημιουργεῖ τὸν ἄνθρωπον· καὶ παρὰ μὲν τῆς ὕλης λαβὼν τὸ σῶμα ἤδη προϋποστάσης, παρ᾿ ἑαυτοῦ δὲ πνοὴν ἐνθεὶς (ὃ δὴ νοερὰν ψυχὴν καὶ εἰκόνα Θεοῦ οἶδεν ὁ λόγο)ς, οἷόν τινα κόσμον δεύτερον, ἐν μικρῷ μέγαν, ἐπὶ τῆς γῆς ἵστησιν, ἄγγελον ἄλλον, προσκυνητὴν μικτὸν, ἐπόπτην τῆς ὁρατῆς κτίσεως, μύστην τῆς νοουμένης, βασιλέα τῶν ἐπὶ γῆς, βασιλευόμενον ἄνωθεν, ἐπίγειον καὶ οὐράνιον, πρόσκαιρον καὶ ἀθάνατον, ὁρατὸν καὶ νοούμενον, μέσον μεγέθους καὶ ταπεινότητος· τὸν αὐτὸν, πνεῦμα καὶ σάρκα· πνεῦμα διὰ τὴν χάριν, σάρκα διὰ τὴν ἔπαρσιν· τὸ μὲν, ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην· τὸ δὲ, ἵνα πάσχῃ, καὶ πάσχων ὑπομιμνήσκηται καὶ παιδεύηται τῷ μεγέθει φιλοτιμούμενος· ζῶον ἐνταῦθα οἰκονομούμενον, καὶ ἀλλαχοῦ μεθιστάμενον, καὶ πέρας τοῦ μυστηρίου τῇ πρὸς Θεὸν νεύσει θεούμενον. Εἰς τοῦτο γὰρ ἐμοὶ φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας, λαμπρότητα Θεοῦ καὶ ἰδεῖν καὶ παθεῖν, ἀξίαν τοῦ καὶ συνδήσαντος, καὶ λύσοντος, καὶ αὖθις συνδήσοντος ὑψηλότερον.
12. Τοῦτον ἔθετο μὲν ἐν τῷ παραδείσῳ, ὅστις ποτὲ ἦν ὁ παράδεισος οὗτος, τῷ αὐτεξουσίῳ τιμήσας, ἵν᾿ ᾖ τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρασχόντος τὰ σπέρματα, φυτῶν ἀθανάτων γεωργὸν, θείων ἐννοιῶν ἴσως, τῶν τε ἀπλουστέρων καὶ τῶν τελεωτέρων, γυμνὸν καὶ ἁπλότητι καὶ ζωῇ τῇ ἀτέχνῳ, καὶ δίχα παντὸς ἐπικαλύμματος καὶ προβλήματος. Τοιοῦτον γὰρ ἔπρεπεν εἶναι τὸν ἀπ᾿ ἀρχῆς. Καὶ δίδωσι νόμον, ὕλην τῷ αὐτεξουσίῳ. Ὁ δὲ νόμος ἦν ἐντολὴ, ὧν τε μεταληπτέον αὐτῷ φυτῶν, καὶ οὐ μὴ προσαπτέον. Τὸ δὲ ἦν τὸ ξύλον τῆς γνώσεως, οὔτε φυτευθὲν ἀπ᾿ ἀρχῆς κακῶς, οὔτε ἀπαγορευθὲν φθονερῶς (μὴ πεμπέτωσαν ἐκεῖ τὰς γλώσσας οἱ θεομάχοι, μηδὲ τὸν ὄφιν μιπείσθωσαν)· ἀλλὰ καλὸν μὲν εὐκαίρως μεταλαμβανόμενον (θεωρία γὰρ ἦν τὸ φυτὸν, ὡς ἡ ἐμὲ θεωρία, ἧς μόνοις ἐπιβαίνειν ἀσφαλὲς τοῖς τὴν ἕξιν τελεωτέροι)ς, οὐ καλὸν δὲ τοῖς ἁπλουστέροις ἔτι, καὶ τὴν ἔφεσιν λιχνοτέροις, ὥσπερ οὐδὲ τροφὴ τελεία λυσιτελὴς τοῖς ἁπαλοῖς ἔτι καὶ δεομένοις γάλακτος. Ἐπεὶ δὲ φθόνῳ διαβόλου, καὶ γυναικὸς ἐπηρείᾳ, ἥν τε ἔπαθεν ὡς ἁπαλωτέρα, καὶ ἣν προσήγαγεν ὡς πιθανωτέρα (φεῦ τῆς ἐμῆς ἀσθενεία!ς ἐμὴ γὰρ ἡ τοῦ προπάτορο)ς, τῆς μὲν ἐντολῆς ἐπελάθετο τῆς δοθείσης, καὶ ἡττήθη τῆς πικρᾶς γεύσεως· ὁμοῦ δὲ τοῦ τῆς ζωῆς ξύλου, καὶ τοῦ παραδείσου, καὶ τοῦ Θεοῦ, διὰ τὴν κακίαν ἐξόριστος γίνεται, καὶ τοὺς δερματίνους ἀμφιέννυται χιτῶνας, ἴσως τὴν παχυτέραν σάρκα, καὶ θνητὴν, καὶ ἀντίτυπον· καὶ τοῦτο πρῶτον γινώσκει τὴν Ἰδίαν αἰσχύνην, καὶ ἀπὸ Θεοῦ κρύπτεται. Κερδαίνει μέν τι κἀνταῦθα· τὸν θάνατον, καὶ τὸ διακοπῆναι τὴν ἁμαρτίαν, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν· καὶ γίνεται φιλανθρωπία ἡ τιμωρία. Οὕτω γὰρ ἐγὼ πείθομαι κολάζειν Θεόν.
13. Πολλοῖς δὲ παιδευθεὶς πρότερον, ἀντὶ πολλῶν τῶν ἁμαρτημάτων, ὧν ἡ τῆς κακίας ῥίζα ἐβλάστησε κατὰ διαφόρους αἰτίας καὶ χρόνους, λόγῳ, νόμῳ, προφήταις, εὐεργεσίαις, ἀπειλαῖς, πληγαῖς, ὕδασιν, ἐμπρησμοῖς, πολέμοις, νίκαις, ἥτταις, σημείοις ἐξ οὐρανοῦ, σημείοις ἐξ ἀέρος, ἐκ γῆς, ἐκ θαλάττης, ἀνδρῶν, πόλεων, ἐθνῶν ἀνελπίστοις μεταβολαῖς, ὑφ᾿ ὧν ἐκτριβῆναι τὴν κακίαν τὸ σπουδαζόμενον ἦν. Τέλος ἰσχυροτέρου δεῖται φαρμάκου ἐπὶ δεινοτέροις τοῖς ἀῤῥωστήμασιν, ἀλληλοφονίαις, μοιχείαις, ἐπιορκίαις, ἀνδρομανίαις, τὸ πάντων ἔσχατον τῶν κακῶν καὶ πρῶτον, εἰδωλολατρείαις, καὶ τῇ μεταθέσει τῆς προσκυνήσεως ἀπὸ τοῦ πεποιηκότος ἐπὶ τὰ κτίσματα. Ταῦτα ἐπειδὴ μείζονος ἐδεῖτο τοῦ βοηθήματος, μείζονος καὶ τυγχάνει. Τὸ δὲ ἦν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, ὁ προαιώνιος, ὁ ἀόρατος, ὁ ἀπερίληπτος, ὁ ἀσώματος, ἡ ἐκ τῆς ἀρχῆς ἀρχὴ, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ ἐκμαγεῖον τοῦ ἀρχετύπου κάλλους, ἡ μὴ κινουμένη σφραγὶς, ἡ ἀπαράλλακτος εἰκὼν, ὁ τοῦ Πατρὸς ὅρος καὶ λόγος· ἐπὶ τὴν ἰδίαν εἰκόνα χωρεῖ, καὶ σάρκα φορεῖ διὰ τὴν σάρκα, καὶ ψυχῇ νοερᾷ διὰ τὴν ἐμὴν ψυχὴν μίγνυται, τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαθαίρων. Καὶ πάντα γίγνεται, πλὴν τῆς ἁμαρτίας, ἄνθρωπος· κυηθεὶς μὲν ἐκ τῆς Παρθένου, καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης τῷ Πνεύματι (ἔδει γὰρ καὶ γέννησιν τιμηθῆναι, καὶ παρθενίαν προτιμηθῆνα)ι· προελθὼν δὲ Θεὸς μετὰ τῆς προσλήψεως, ἑν ἐκ δύο τῶν ἐναντίων, σαρκὸς καὶ Πνεύματος· ὧν, τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη. Ὢ τῆς καινῆς μίξεω!ς ὢ τῆς παραδόξου κράσεω!ς ὁ ὢν γίνεται, καὶ ὁ ἄκτιστος κτίζεται, καὶ ὁ ἀχώρητος χωρεῖται, διὰ μέσης ψυχῆς νοερᾶς μεσιτευούσης θεότητι, καὶ σαρκὸς παχύτητι. Καὶ ὁ πλουτίζων, πτωχεύει· πτωχεύει γὰρ τὴν ἐμὴν σάρκα, ἵν᾿ ἐγὼ πλουτήσω τὴν αὐτοῦ θεότητα. Καὶ ὁ πλήρης, κενοῦται· κενοῦται γὰρ τῆς ἑαυτοῦ δόξης ἐπὶ μικρὸν, ἵν᾿ ἐγὼ τῆς ἐκείνου μεταλάβω πληρώσεως. Τίς ὁ πλοῦτος τῆς ἀγαθότητος; Τί τὸ περὶ ἐμὲ τοῦτο μυστήριον; Μετέλαβον τῆς εἰκόνος, καὶ οὐκ ἐφύλαξα· μεταλαμβάνει τῆς ἐμῆς σαρκὸς, ἵνα καὶ τὴν εἰκόνα σώσῃ, καὶ τὴν σάρκα ἀθανατίσῃ. Δευτέραν κοινωνεῖ κοινωνίαν, πολὺ τῆς προτέρας παραδοξοτέραν· ὅσῳ τότε μὲν τοῦ κρείττονος μετέδωκε, νῦν δὲ μεταλαμβάνει τοῦ χείρονος. Τοῦτο τοῦ προτέρου θεοειδέστερον· τοῦτο τοῖς νοῦν ἔχουσιν ὑψηλότερον.
14. Πρὸς ταῦτα τί φασιν ἡμῖν οἱ συκοφάνται, οἱ πικροὶ τῆς θεότητος λογισταὶ, οἱ κατήγοροι τῶν ἐπαινουμένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σοφίαν ἀπαίδευτοι, ὑπὲρ ὧν Χριστὸς δωρεὰν ἀπέθανε, τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ Πονηροῦ πλάσματα; Τοῦτο ἐγκαλεῖς Θεῷ, τὴν εὐεργεσίαν; Διὰ τοῦτο μικρὸς, ὅτι διὰ σὲ ταπεινός; Ὅτι ἐπὶ τὸ πλανώμενον ἦλθεν ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, ἐπὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς, ἐφ᾿ ὧν ἐθυσίαζες, καὶ πλανώμενον εὗρε· καὶ εὑρὼν, ἐπὶ τῶν ὤμων ἀνέλαβεν, ἐφ᾿ ὧν καὶ τὸ ξύλον· καὶ λαβὼν, ἐπανήγαγεν ἐπὶ τὴν ἄνω ζωήν· καὶ ἀναγαγὼν, τοῖς μένουσι συνηρίθμησεν; Ὅτι λύχνον ἧψε τὴν ἑαυτοῦ σάρκα, καὶ τὴν οἰκίαν ἐσάρωσε, τῆς ἁμαρτίας τὸν κόσμον ἀποκαθαίρων, καὶ τὴν δραχμὴν ἐζήτησε, τὴν βασιλικὴν εἰκόνα συγκεχωσμένην τοῖς πάθεσι, καὶ συγκαλεῖ τὰς φίλας αὐτῷ δυνάμεις ἐπὶ τῇ τῆς δραχμῆς εὑρέσει, καὶ κοινωνοὺς ποιεῖται τῆς εὐφροσύνης, ἂς καὶ τῆς οἰκονομίας μύστιδας πεποίητο; Ὅτι τῷ προδρόμῳ λύχνῳ τὸ φῶς ἀκολουθεῖ τὸ ὑπέρλαμπρον, καὶ τῇ φωνῇ ὁ Λόγος, καὶ τῷ νυμφαγωγῷ ὁ νυμφίος, κατασκευάζοντι Κυρίῳ λαὸν περιούσιον, καὶ προκαθαίροντι ἐπὶ τὸ Πνεῦμα διὰ τοῦ ὕδατος; Ταῦτα ἐγκαλεῖς τῷ Θεῷ; Διὰ ταῦτα ὑπολαμβάνεις χείρονα, ὅτι λεντίῳ διαζώννυται, καὶ νίπτει τοὺς πόδας τῶν μαθητῶν, καὶ δείκνυσιν ἀρίστην ὁδὸν ὑψώσεως, τὴν ταπείνωσιν; Ὅτι διὰ τὴν συγκύπτουσαν χαμαὶ ψυχὴν ταπεινοῦται, ἵνα καὶ συνανυψώσῃ τὸ κάτω νεῦον ὑπὸ τῆς ἁμαρτίας; Ἐκεῖνο δὲ πῶς οὐ κατηγορεῖς, ὅτι καὶ μετὰ τελώνων ἐσθίει, καὶ παρὰ τελώναις, καὶ μαθητεύει τελώνας, ἵνα καὶ αὐτός τι κερδάνῃ; Τί τοῦτο; Τὴν τῶν ἁμαρτωλῶν σωτηρίαν· εἰ μὴ καὶ τὸν ἰατρὸν αἰτιῷτό τις, ὅτι συγκύπτει ἐπὶ τὰ πάθη, καὶ δυσωδίας ἀνέχεται, ἵνα δῷ τὴν ὑγίειαν τοῖς κάμνουσι· καὶ τὸν ἐπικλινόμενον βόθρῳ διὰ φιλανθρωπίαν, ἵνα τὸ ἐμπεπτωκὸς κτῆνος, κατὰ τὸν νόμον, ἀνασώσηται.
15. Ἀπεστάλη μὲν, ἀλλ᾿ ὡς ἄνθρωπος· διπλοῦς γὰρ ἦν· ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγωνίασε, καὶ ἐδάκρυσε νόμῳ σώματος· εἰ δὲ καὶ ὡς Θεὸς, τί τοῦτο; Τὴν εὐδοκίαν τοῦ Πατρὸς, ἀποστολὴν εἶναι νόμισον, ἐφ᾿ ὃν ἀναφέρει τὰ ἑαυτοῦ, καὶ ὡς ἀρχὴν τιμῶν ἄχρονον, καὶ τοῦ μὴ δοκεῖν εἶναι ἀντίθεος. Ἐπεὶ καὶ παραδεδόσθαι λέγεται, ἀλλὰ καὶ ἑαυτὸν παραδεδωκέναι γέγραπται· καὶ ἐγηγέρθαι παρὰ τοῦ Πατρὸς, καὶ ἀνειλῆφθαι, ἀλλὰ καὶ ἑαυτὸν ἀνεστακέναι, καὶ ἀνεληλυθέναι πάλιν. ἐκεῖνα τῆς εὐδοκίας, ταῦτα τῆς ἐξουσίας. Σὺ δὲ τὰ μὲν ἐλαττοῦντα λέγεις, τὰ ὑψοῦντα δὲ παρατρέχεις· καὶ ὅτι μὲν ἔπαθε, λογίζῃ· ὅτι δὲ ἑκὼν, οὐ προστίθης. Οἷα πάσχει καὶ νῦν ὁ Λόγο!ς Ὑπὸ μὲν τῶν, ὡς Θεὸς, τιμᾶται καὶ συναλείφεται· ὑπὸ δὲ τῶν, ὡς σὰρξ, ἀτιμάζεται καὶ χωρίζεται. Τίσιν ὀργισθῇ πλέον; Μᾶλλον δὲ τίσιν ἀφῇ; Τοῖς συναιροῦσι κακῶς, ἢ τοῖς τέμνουσι; Καὶ γὰρ κἀκείνους διαιρεῖν ἔδει, καὶ τούτους συνάπτειν· τοὺς μὲν τῷ ἀριθμῷ, τοὺς δὲ τῇ θεότητι. Προσκόπτεις τῇ σαρκί; Τοῦτο καὶ Ἰουδαῖοι. Ἢ καὶ Σαμαρείτην ἀποκαλεῖς; καὶ τὸ ἑξῆς σιωπήσομαι. Ἀπιστεῖς τῇ θεότητι; Τοῦτο οὐδὲ οἱ δαίμονες. Ὦ δαιμόνων ἀπιστότερε, καὶ Ἰουδαίων ἀγνωμονέστερ!ε Ἐκεῖνοι τὴν τοῦ Υἱοῦ προσηγορίαν, ὁμοτιμίας φωνὴν ἐνόμισαν· οὗτοι τὸν ἐλαύνοντα Θεὸν ᾔδεσαν. Ἐπείθοντο γὰρ ἐξ ὧν ἔπασχον. Σὺ δὲ, οὐδὲ τὴν ἰσότητα δέχῃ, οὐδὲ ὁμολογεῖς τὴν θεότητα. Κρεῖττον ἦν σοι περιτετμῆσθαι καὶ δαιμονᾷν, ἵν᾿ εἴπω τι καὶ γελοίως, ἢ ἐν ἀκροβυστίᾳ καὶ ὑγιείᾳ διακεῖσθαι πονηρῶς καὶ ἀθέως.
16. Μικρὸν μὲν οὖν ὕστερον ὄψει καὶ καθαιρόμενον Ἰησοῦν ἐν τῷ Ἰορδάνῃ τὴν ἐμὴν κάθαρσιν· μᾶλλον δὲ ἁγνίζοντα τῇ καθάρσει τὰ ὕδατα (οὐ γὰρ δὴ αὐτὸς ἐδεῖτο καθάρσεως, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμο)υ, καὶ σχιζομένους τοὺς οὐρανοὺς, καὶ ὑπὸ τοῦ συγγενοῦς Πνεύματος μαρτυρούμενον, καὶ πειραζόμενον, καὶ νικῶντα, καὶ ὑπὸ ἀγγέλων ὑπηρετούμενον, καὶ θεραπεύοντα πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, καὶ ζωοποιοῦντα νεκροὺς (ὡς ὄφελόν γε καὶ σὲ τῇ κακοδοξίᾳ νενεκρωμένον), καὶ δαίμονας ἀπελαύνοντα, τὰ μὲν δι᾿ ἑαυτοῦ, τὰ δὲ διὰ τῶν μαθητῶν, καὶ ἄρτοις ὀλίγοις τρέφοντα μυριάδας, καὶ πεζεύοντα πέλαγος, καὶ προδιδόμενον, καὶ σταυρούμενον, καὶ συσταυροῦντα τὴν ἐμὴν ἁμαρτίαν· ὡς ἀμνὸν προσαγόμενον, καὶ ὡς ἱερέα προςάγοντα, ὡς ἄνθρωπον θαπτόμενον, καὶ ὡς Θεὸν ἐγειρόμενον, εἶτα καὶ ἀνερχόμενον, καὶ ἥξοντα μετὰ τῆς ἑαυτοῦ δόξης. Πόσαι μοι πανηγύρεις καθ᾿ ἕκαστον τῶν τοῦ Χριστοῦ μυστηρίων! Ὧν ἁπάντων κεφάλαιον ἑν, ἡ ἐμὴ τελείωσις καὶ ἀνάπλασις, καὶ πρὸς τὸν πρῶτον Ἀδὰμ ἐπάνοδος.
17. Νυνὶ δέ μοι δέξαι τὴν κύησιν, καὶ προςκίρτησον· εἰ καὶ μὴ ὡς Ἰωάννης ἀπὸ γαστρὸς, ἀλλ᾿ ὡς Δαβὶδ ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ. Καὶ τὴν ἀπογραφὴν αἰδέσθητι, δι᾿ ἣν εἰς οὐρανοὺς ἐγράφης· καὶ τὴν γέννησιν σεβάσθητι, δι᾿ ἣν ἐλύθης τῶν δεσμῶν τῆς γεννήσεως· καὶ τὴν Βηθλεὲμ τίμησον τὴν μικρὰν, ἥ σε πρὸς τὸν παράδεισον ἐπανήγαγε· καὶ τὴν φάτνην προσκύνησον, δι᾿ ἣν ἄλογος ὤν, ἐτράφης ὑπὸ τοῦ Λόγου. Γνῶθι, ὡς βοῦς, τὸν κτησάμενον, Ἡσαΐας διακελεύεταί σοι, καὶ, ὡς ὄνος, τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· εἴτε τῶν καθαρῶν τις εἶ, καὶ ὑπὸ τὸν νόμον, καὶ μηρυκισμὸν ἀναγόντων τοῦ λόγου, καὶ πρὸς θυσίαν ἐπιτηδείων· εἴτε τῶν ἀκαθάρτων τέως, καὶ ἀβρώτων, καὶ ἀθύτων, καὶ τῆς ἐθνικῆς μερίδος. Μετὰ τοῦ ἀστέρος δράμε, καὶ μετὰ Μάγων δωροφόρησον, χρυσὸν, καὶ λίβανον, καὶ σμύρναν, ὡς βασιλεῖ, καὶ ὡς Θεῷ, καὶ ὡς διὰ σὲ νεκρῷ. Μετὰ ποιμένων δόξασον, μετὰ ἀγγέλων ὕμνησον, μετὰ ἀρχαγγέλων χόρευσον. Ἔστω κοινὴ πανήγυρις οὐρανίων καὶ ἐπιγείων δυνάμεων. Πείθομαι γὰρ κἀκείνας συναγάλλεσθαι καὶ συμπανηγυρίζειν σήμερον· εἴπερ εἰσὶ φιλάνθρωποι καὶ φιλόθεοι, ὥσπερ ἃς Δαβὶδ εἰσάγει μετὰ τὸ πάθος συνανιούσας Χριστῷ, καὶ προσυπαντώσας, καὶ διακελευομένας ἀλλήλαις τὴν τῶν πυλῶν ἔπαρσιν.
18. Ἓν μίσησον τῶν περὶ τὴν Χριστοῦ γένναν, τὴν Ἡρώδου παιδοκτονίαν· μᾶλλον δὲ καὶ ταύτην αἰδέσθητι, τὴν ἡλικιῶτιν Χριστοῦ θυσίαν, τοῦ καινοῦ σφαγίου προθυομένην. Ἂν εἰς Αἴγυπτον φεύγῃ, προθύμως συμφυγαδεύθητι. Καλὸν τῷ Χριστῷ συμφεύγειν διωκομένῳ. Ἂν ἐν Αἰγύπτῳ βραδύνῃ, κάλεσον αὐτὸν ἐξ Αἰγύπτου, καλῶς ἐκεῖ προσκυνούμενον. Διὰ πασῶν ὅδευσον ἀμέμπτως τῶν ἡλικιῶν Χριστοῦ καὶ δυνάμεων, ὡς Χριστοῦ μαθητής. Ἁγνίσθητι, περιτμήθητι, περιελοῦ τὸ ἀπὸ γενέσεως κάλυμμα. Μετὰ τοῦτο δίδαξον ἐν τῷ ἱερῷ, τοὺς θεοκαπήλους ἀπέλασον· λιθάσθητι, ἂν τοῦτο δέῃ παθεῖν· λήσῃ τοὺς βάλλοντας, εὖ οἶδα, φεύξῃ καὶ διὰ μέσου αὐτῶν, ὡς Θεός. Ὁ Λόγος γὰρ οὐ λιθάζεται. Ἂν Ἡρώδῃ προσαχθῇς, μηδὲ ἀποκριθῇς τὰ πλείω. Αἰδεσθήσεταί σου καὶ τὴν σιωπὴν πλέον ἢ ἄλλων τοὺς μακροὺς λόγους. Ἂν φραγελλωθῇς, καὶ τὰ λειπόμενα ζήτησον. Γεῦσαι χολῆς, διὰ τὴν γεῦσιν· ὄξος ποτίσθητι, ζήτησον ἐμπτύσματα, δέξαι ῥαπίσματα, κολαφίσματα· ἀκάνθαις στεφανώθητι, τῷ τραχεῖ τοῦ κατὰ Θεὸν βίου· περιβαλοῦ τὸ κόκκινον, δέξαι κάλαμον, προσκυνήθητι παρὰ τῶν παιζόντων τὴν ἀλήθειαν· τέλος συσταυρώθητι, συννεκρώθητι, συντάφηθι προθύμως, ἵνα καὶ συναναστῇς, καὶ συνδοξασθῇς, καὶ συμβασιλεύσῃς, Θεὸν ὁρῶν ὅσον ἐστὶ, καὶ ὁρώμενος, τὸν ἐν Τριάδι προσκυνούμενόν τε καὶ δοξαζόμενον, ὃν καὶ νῦν τρανοῦσθαι ἡμῖν εὐχόμεθα, ὅσον ἐφικτὸν τοῖς δεσμίοις τῆς σαρκὸς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου