Παρασκευή 25 Ιανουαρίου 2013

ΛΟΓΟΣ 41.ΑΓ ΓΡΗΓΟΡΙΟΣ

ΛΟΓΟΣ 41.


Τοῦ αὐτοῦ εἰς τὴν Πεντηκοστήν.


1. Περὶ τῆς ἑορτῆς βραχέα φιλοσοφήσωμεν, ἵνα πνευματικῶς ἑορτάσωμεν. Ἄλλη μὲν γὰρ ἄλλῳ πανήγυρις· τῷ δὲ θεραπευτῇ τοῦ Λόγου λόγος, καὶ λόγων ὁ τῷ καιρῷ προσφορώτατος. Καὶ οὐδὲν οὕτως εὐφραίνει καλὸν τῶν φιλοκάλων οὐδένα, ὡς τὸ πανηγυρίζειν πνευματικῶς τὸν φιλέορτον. Σκοπῶμεν δὲ οὕτως· Ἑορτάζει καὶ Ἰουδαῖος, ἀλλὰ κατὰ τὸ γράμμα· τὸν γὰρ σωματικὸν διώκων νόμον, εἰς τὸν πνευματικὸν νόμον οὐκ ἔφθασεν. Ἑορτάζει καὶ Ἕλλην, ἀλλὰ κατὰ τὸ σῶμα, καὶ τοὺς ἑαυτοῦ θεούς τε καὶ δαίμονας· ὧν οἱ μὲν εἰσὶ παθῶν δημιουργοὶ κατ᾿ αὐτοὺς ἐκείνους, οἱ δὲ ἐκ παθῶν ἐτιμήθησαν. Διὰ τοῦτο ἐμπαθὲς αὐτῶν καὶ τὸ ἑορτάζειν· ἵν᾿ ᾖ τιμὴ Θεοῦ τὸ ἁμαρτάνειν, πρὸς ὃν καταφεύγει τὸ πάθος, ὡς σεμνολόγημα. Ἑορτάζομεν καὶ ἡμεῖς, ἀλλ᾿ ὡς δοκεῖ τῷ Πνεύματι. Δοκεῖ δὲ, ἢ λέγοντάς τι τῶν δεόντων, ἢ πράττοντας. Καὶ τοῦτό ἐστι τὸ ἑορτάζειν ἡμῶν, ψυχῇ τι θησαυρίσαι τῶν ἑστώτων καὶ κρατουμένων, ἀλλὰ μὴ τῶν ὑποχωρούντων καὶ λυομένων, καὶ μικρὰ σαινόντων τὴν αἴσθησιν, τὰ πλείω δὲ, λυμαινομένων τε καὶ βλαπτόντων, κατά γε τὸν ἐμὸν λόγον. Ἀρκετὸν γὰρ τῷ σώματι ἡ κακία αὐτοῦ. Τί δὲ δεῖ τῇ φλογὶ πλείονος ὕλης, ἢ τῷ θηρίῳ δαψιλεστέρας τροφῆς, ἵνα μᾶλλον δυσκάθεκτον γένηται, καὶ τοῦ λογισμοῦ βιαιότερον;

2. Διὰ ταῦτα μὲν οὖν ἑορταστέον πνευματικῶς. Ἀρχὴ δὲ τοῦ λόγου (ῥητέον γὰρ, καὶ εἰ μικρόν τι παρεκβατικώτερος ἡμῖν ὁ λόγος, καὶ φιλοπονητέον τοῖς φιλολόγοις, ἵν᾿ ὥσπερ ἥδυσμά τι τῇ πανηγύρει συγκαταμίξωμεν)· Τὴν ἑβδομάδα τιμῶσιν Ἑβραίων παῖδες, ἐκ τῆς Μωϋσέως νομοθεσίας, ὥσπερ οἱ Πυθαγορικοὶ τὴν τετρακτὺν ὕστερον, ἣν δὴ καὶ ὅρκον πεποίηνται· καὶ τὴν ὀγδοάδα καὶ τριακάδα, οἱ ἀπὸ Σίμωνος, καὶ Μαρκίωνος, οἷς δὴ καὶ ἰσαρίθμους τινὰς Αἰῶνας ἐπονομάζουσι, καὶ τιμῶσιν. Οὐκ οἶδα μὲν οἷστισι λόγοις ἀναλογίας, ἢ κατὰ τίνα τοῦ ἀριθμοῦ τούτου δύναμιν, τιμῶσι δ᾿ οὖν. Τὸ μὲν πρόδηλον, ὅτι ἐν ἑξ ἡμέραις ὁ Θεὸς τὴν ὕλην ὑποστήσας τε καὶ μορφώσας, καὶ διακοσμήσας παντοίοις εἴδεσι καὶ συγκρίμασι, καὶ τὸν νῦν ὁρώμενον τοῦτον κόσμον ποιήσας, τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ τῶν ἔργων, ὡς δηλοῖ καὶ ἡ τοῦ Σαββάτου προσηγορία, κατάπαυσιν Ἑβραικῶς σημαίνουσα. Εἰ δέ τις καὶ ὑψηλότερος περὶ ταῦτα λόγος, ἄλλοι φιλοσοφείτωσαν. Ἡ τιμὴ δὲ αὐτοῖς, οὐκ ἐν ἡμέραις μόνον, ἀλλὰ καὶ εἰς ἐνιαυτοὺς φθάνουσα. Ἡ μὲν οὖν τῶν ἡμερῶν, τὸ Σάββατον, τοῦτο δηλοῖ τὸ συνεχῶς παρ᾿ αὐτοῖς τιμώμενον, καθὸ καὶ ἡ τῆς ζύμης ἄρσις ἰσάριθμος· ἡ δὲ τῶν ἐτῶν, ὁ ἑβδοματικὸς ἐνιαυτὸς τῆς ἀφέσεως. Καὶ οὐκ ἐν ἑβδομάσι μόνον, ἀλλὰ καὶ ἐν ἑβδομάσιν ἑβδομάδων, ὁμοίως ἔν τε ἡμέραις καὶ ἔτεσιν. Αἱ μὲν οὖν τῶν ἡμερῶν ἑβδομάδες γεννῶσι τὴν Πεντηκοστὴν, κλητὴν ἁγίαν παρ᾿ αὐτοῖς ἡμέραν· αἱ δὲ τῶν ἐτῶν, τὸν Ἰωβυλαῖον παρ᾿ αὐτοῖς ὀνομαζόμενον, ὁμοίως γῆς τε ἄφεσιν ἔχοντα, καὶ δούλων ἐλευθερίαν, καὶ κτήσεων ὠνητῶν ἀναχώρησιν. Καθιεροῦσι γὰρ, οὐ γεννημάτων μόνον, οὐδὲ πρωτοτόκων, ἀλλ᾿ ἤδη καὶ ἡμερῶν καὶ ἐτῶν ἀπαρχὰς τῷ Θεῷ τοῦτο τὸ γένος. Οὕτως ὁ ἑπτὰ τιμώμενος ἀριθμὸς τὴν τιμὴν τῆς Πεντηκοστῆς συνεισήγαγεν. Ὁ γὰρ ἑπτὰ ἐπὶ ἑαυτὸν συντιθέμενος, γεννᾷ τὸν πεντήκοντα, μιᾶς δεούσης ἡμέρας, ἣν ἐκ τοῦ μέλλοντος αἰῶνος προσειλήφαμεν, ὀγδόην τε οὖσαν τὴν αὐτὴν καὶ πρώτην, μᾶλλον δὲ μίαν καὶ ἀκατάλυτον. Δεῖ γὰρ ἐκεῖσε καταλῆξαι τὸν ἐνταῦθα Σαββατισμὸν τῶν ψυχῶν, ὡς δοθῆναι μερίδα, τοῖς ἑπτὰ, καί γε τοῖς ὀκτὼ, καθὼς ἤδη τινὲς τῶν πρὸ ἡμῶν τὸ Σολομώντειον ἐξειλήφασι.

3. Τῆς δὲ τοῦ ἑπτὰ τιμῆς, πολλὰ μὲν τὰ μαρτύρια, ὀλίγα δὲ ἐκ πολλῶν ἡμῖν ἀρκέσει. Ὡς ἑπτὰ μὲν ὀνομαζόμενα τίμια Πνεύματα. Τὰς γὰρ ἐνεργείας, οἶμαι, τοῦ Πνεύματος, Πνεύματα φίλον τῷ Ἡσαΐᾳ καλεῖν. Κεκαθαρμένα δὲ τὰ λόγια τοῦ Κυρίου, κατὰ τὸν Δαβὶδ, ἑπταπλασίως. Καὶ ὁ μὲν δίκαιος, ἑξάκις μὲν ἐξ ἀναγκῶν ἐξαιρούμενος, ἐν δὲ τῷ ἑβδόμῳ μηδὲ πλησσόμενος. Ὁ δὲ ἁμαρτωλὸς, οὐχ ἑπτάκις μόνον, ἀλλὰ καὶ ἑβδομηκοντάκις ἑπτὰ συγχωρούμενος. Καὶ μέντοι πάλιν ἐκ τῶν ἐναντίων (ἐπαινετὴ γὰρ καὶ ἡ τῆς κακίας κόλασι)ς, Κάιν μὲν ἐκδικούμενος ἑπτάκις, τουτέστι δίκας εἰσπραττόμενος τῆς ἀδελφοκτονίας· ὁ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτὰ, ὅτι φονεὺς ἦν μετὰ τὸν νόμον καὶ τὸ κατάκριμα. Οἱ δὲ πονηροὶ γείτονες ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν ἀπολαμβάνοντες· ἑπτὰ δὲ στύλοις ὁ τῆς Σοφίας οἶκος ὑπερειδόμενος· τοσούτοις δὲ ὀφθαλμοῖς ὁ τοῦ Ζοροβάβελ λίθος κοσμούμενος. Ἑπτάκις δὲ τῆς ἡμέρας ὁ Θεὸς αἰνούμενος. Καὶ μὴν καὶ στεῖρα τίκτουσα ἑπτὰ, τὸν τέλειον ἀριθμὸν, ἡ τῆς ἀτελοῦς ἐν τέκνοις ἀντίθετος.

4. Εἰ δὲ δεῖ καὶ τὰς παλαιὰς ἱστορίας σκοπεῖν, ἐννοῶ μὲν τὸν ἕβδομον ἐν προγόνοις Ἐνὼχ, τῇ μεταθέσει τετιμημένον. Ἐννοῶ δὲ τὸν εἰκοστὸν πρῶτον Ἀβραὰμ, τῇ πατριαρχίᾳ δεδοξασμένον, μυστηρίου προσθήκῃ μείζονος. Τρισσουμένη γὰρ ἡ ἑβδομὰς τὸν ἀριθμὸν τοῦτον ἐργάζεται. Τολμήσειε δ᾿ ἄν τις τῶν πάντα νεανικῶν, καὶ ἐπὶ τὸν νέον Ἀδὰμ ἐλθεῖν, τὸν Θεόν μου καὶ Κύριον Ἰησοῦν Χριστὸν, ἀπὸ τοῦ παλαιοῦ καὶ τοῦ ὑπὸ τὴν ἁμαρτίαν Ἀδὰμ, ἑβδομηκοστὸν ἕβδομον ἀριθμούμενον, κατὰ τὴν τοῦ Λουκᾶ γενεαλογίαν ἀναποδίζουσαν. Ἐννοῶ δὲ καὶ τὰς ἑπτὰ σάλπιγγας Ἰησοῦ τοῦ Ναυὴ, καὶ περιόδους τοσαύτας, καὶ ἡμέρας, καὶ ἱερέας, ἐξ ὧν τὰ Ἱεριχούντια τείχη κατασείεται. Ὡς δὲ καὶ τὴν ἑβδόμην ἀναστροφὴν, ὥσπερ δὲ μυστικὴν τὴν τρισσὴν ἐμφύσησιν Ἡλίου τοῦ προφήτου, τῷ τῆς Σαραφθίας χήρας υἱῷ τὸ ζῇν ἐμπνεύσασαν, καὶ τοῦ αὐτοῦ τὴν ἰσάριθμον κατὰ τῶν σχιδάκων ἐπίκλυσιν, ἡνίκα πυρὶ θεοπέμπτῳ τὴν θυσίαν ἀνήλωσε, καὶ τοὺς τῆς αἰσχύνης προφήτας κατέκρινε, τὸ ἴσον οὐ δυνηθέντας ἐκ τῆς προκλήσεως. Οὕτω δὲ καὶ τὴν ἑβδόμην κατασκοπὴν τοῦ νέφους τῷ παιδαρίῳ προστεταγμένην, Ἑλιςσαίου τε τὴν ἴσην διάκαμψιν ἐπὶ τὸν παῖδα τῆς Σουναμίτιδος, τὴν πνοὴν ζωπυρίσασαν. Τοῦ δὲ αὐτοῦ, οἶμαι, δόγματος (ἵνα μὴ λέγω τὴν ἑπτάκαυλον καὶ ἑπτάλυχνον τοῦ ναοῦ λυχνίαν) ἐν ἑπτὰ μὲν ἡμέραις ὁ ἱερεὺς τελειούμενος, ἐν ἑπτὰ δὲ ὁ λεπρὸς καθαιρόμενος, ἐν τοσαύταις δὲ ὁ ναὸς ἐγκαινιζόμενος. Ἑβδομηκοστῷ δὲ ἔτει ὁ λαὸς ἐκ τῆς αἰχμαλωσίας ἐπαναγόμενος, ἵν᾿ ὅπερ ἐστὶν ἐν μονάσι, τοῦτο ἐν δεκάσι γένηται, καὶ ἀριθμῷ τελεωτέρῳ τὸ τῆς ἑβδομάδος τιμηθῇ μυστήριον. Τί μοι τὰ πόῤῥω λέγειν; Ἰησοῦς αὐτὸς, ἡ καθαρὰ τελειότης, οἶδε τρέφειν μὲν ἐν ἐρημίᾳ καὶ πέντε ἄρτοις πεντακισχιλίους, οἶδε δὲ καὶ ἑπτὰ πάλιν τετρακισχιλίους. Καὶ τὰ τοῦ κόρου λείψανα, ἐκεῖ μὲν δώδεκα κόφινοι, ἐνταῦθα δὲ σπυρίδες ἑπτά· οὐδέτερον ἀλόγως, οἶμαι, οὐδὲ ἀναξίως τοῦ Πνεύματος. Καὶ σὺ δ᾿ ἂν κατὰ σαυτὸν ἀναλεγόμενος, πολλοὺς τηρήσαις ἀριθμοὺς, ἔχοντάς τι τοῦ φαινομένου βαθύτερον. Ὃ δὲ τῷ παρόντι καιρῷ χρησιμώτατον, ὅτι κατὰ τούτους ἴσως τοὺς λόγους, ἢ ὅτι ἐγγύτατα τούτων, ἢ καὶ θειοτέρους τινὰς, τιμῶσι μὲν Ἑβραῖοι τὴν Πεντηκοστὴν ἡμέραν, τιμῶμεν δὲ καὶ ἡμεῖς· ὥσπερ ἐστὶ καὶ ἄλλα τινὰ τῶν Ἑβραικῶν, τυπικῶς μὲν παρ᾿ ἐκείνοις τελούμενα, μυστικῶς δὲ ἡμῖν ἀποκαθιστάμενα. Τοσαῦτα περὶ τῆς ἡμέρας προδιαλεχθέντες, ἐπὶ τὸ ἑξῆς τοῦ λόγου προΐωμεν.

5. Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν. Καὶ τὸ μυστήριον ὅσον! ὡς μέγα τε καὶ σεβάσμιον! Τὰ μὲν δὴ σωματικὰ τοῦ Χριστοῦ πέρας ἔχει, μᾶλλον δὲ τὰ τῆς σωματικῆς ἐνδημίας· ὀκνῶ γὰρ εἰπεῖν τὰ τοῦ σώματος, ἕως ἂν μηδεὶς πείθῃ με λόγος, ὅτι κάλλιον ἀπεσκευάσθαι τοῦ σώματος. Τὰ δὲ τοῦ Πνεύματος ἄρχεται. Τίνα δὲ ἦν τὰ τοῦ Χριστοῦ; Παρθένος, γέννησις, φάτνη, σπαργάνωσις, ἄγγελοι δοξάζοντες, ποιμένες προστρέχοντες, ἀστέρος δρόμος, μάγων προςκύνησις καὶ δωροφορία, Ἡρώδου παιδοφονία, φεύγων Ἰησοῦς εἰς Αἴγυπτον, ἐπανιὼν ἐξ Αἰγύπτου, περιτεμνόμενος, βαπτιζόμενος, μαρτυρούμενος ἄνωθεν, πειραζόμενος, λιθαζόμενος δι᾿ ἡμᾶς, οἷς τύπον ἔδει δοθῆναι τῆς ὑπὲρ τοῦ λόγου κακοπαθείας, προδιδόμενος, προσηλούμενος, θαπτόμενος, ἀνιστάμενος, ἀνερχόμενος, ὧν καὶ νῦν πάσχει πολλά· παρὰ μὲν τῶν μισοχρίστων, τὰ τῆς ἀτιμίας καὶ φέρει (μακρόθυμος γά)ρ· παρὰ δὲ τῶν φιλοχρίστων, τὰ τῆς ἐπιτιμίας. Καὶ ἀναβάλλεται, ὥσπερ ἐκείνοις τὴν ὀργὴν, οὕτως ἡμῖν τὴν χρηστότητα· τοῖς μὲν ἴσως μετανοίας διδοὺς καιρὸν, ἡμῶν δὲ δοκιμάζων τὸν πόθον, εἰ μὴ ἐκκακοῦμεν ἐν ταῖς θλίψεσι καὶ τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν· ὥσπερ ἄνωθεν θείας οἰκονομίας λόγος, καὶ τῶν ἀνεφίκτων αὐτοῦ κριμάτων, οἷς εὐθύνει σοφῶς τὰ ἡμέτερα. Τὰ μὲν δὴ Χριστοῦ τοιαῦτα· καὶ τὰ ἑξῆς ὀψόμεθα ἐνδοξότερα, καὶ ὀφθείημεν. Τὰ δὲ τοῦ Πνεύματος, παρέστω μοι τὸ Πνεῦμα, καὶ διδότω λόγον, ὅσον καὶ βούλομαι· εἰ δὲ μὴ τοσοῦτον, ἀλλ᾿ ὅσος γε τῷ καιρῷ σύμμετρος. Πάντως δὲ παρέσται δεσποτικῶς, ἀλλ᾿ οὐ δουλικῶς, οὐδὲ ἀναμένον ἐπίταγμα, ὥς τινες οἴονται. Πνεῖ γὰρ ὅπου θέλει, καὶ ἐφ᾿ οὓς βούλεται, καὶ ἡνίκα, καὶ ὅσον. Οὕτως ἡμεῖς καὶ νοεῖν καὶ λέγειν ἐμπνεόμεθα περὶ τοῦ Πνεύματος.

6. Τὸ Πνεῦμα τὸ ἅγιον οἱ μὲν εἰς κτίσμα κατάγοντες, ὑβρισταὶ, καὶ δοῦλοι κακοὶ, καὶ κακῶν κάκιστοι. Δούλων γὰρ κακῶν, ἀθετεῖν δεσποτείαν, καὶ ἐπανίστασθαι κυριότητι, καὶ ὁμόδουλον ποιεῖν ἑαυτοῖς τὸ ἐλεύθερον. Οἱ δὲ Θεὸν νομίζοντες, ἔνθεοι καὶ λαμπροὶ τὴν διάνοιαν. Οἱ δὲ καὶ ὀνομάζοντες, εἰ μὲν εὐγνώμοσιν, ὑψηλοί· εἰ δὲ ταπεινοῖς, οὐκ οἰκονομικοί· πηλῷ μαργαρίτην πιστεύοντες, καὶ ἀκοῇ σαθρᾷ βροντῆς ἦχον, καὶ ὀφθαλμοῖς ἀσθενεστέροις ἥλιον, καὶ τροφὴν στερεὰν τοῖς ἔτι γάλα ποτιζομένοις· δέον κατὰ μικρὸν προάγειν αὐτοὺς εἰς τὸ ἔμπροσθεν, καὶ προβιβάζειν τοῖς ὑψηλοτέροις, φωτὶ φῶς χαριζομένους, καὶ ἀληθείᾳ προξενοῦντας ἀλήθειαν· διὸ καὶ ἡμεῖς τὸν τελεώτερον τέως ἀφέντες λόγον (οὔπω γὰρ καιρὸ)ς, οὕτως αὐτοῖς διαλεξόμεθα.

7. Εἰ μὲν οὐδὲ ἄκτιστον, ὦ οὗτοι, ὁμολογεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, οὐδὲ ἄχρονον, τοῦ ἐναντίου πνεύματος σαφῶς ἡ ἐνέργεια· δότε γὰρ τῷ ζήλῳ τι καὶ παρατολμῆσαι μικρόν. Εἰ δὲ τοσοῦτον γοῦν ὑγιαίνετε, ὥστε τὴν πρόδηλον φεύγειν ἀσέβειαν, καὶ τῆς δουλείας ἔξω τιθέναι τὸ καὶ ἡμᾶς ποιοῦν ἐλευθέρους, τὸ ἑξῆς αὐτοὶ σκέψασθε, μετὰ τοῦ ἁγίου Πνεύματος, καὶ ἡμῶν. Πείθομαι γὰρ ποσῶς τούτου μετέχειν ὑμᾶς, καὶ ὡς οἰκείοις ἤδη συνδιασκέψομαι. Ἢ δότε μοι τὸ μέσον τῆς δουλείας, καὶ τῆς δεσποτείας, ἵν᾿ ἐκεῖ θῶ τὴν ἀξίαν τοῦ Πνεύματος· ἢ τὴν δουλείαν φεύγοντες, οὐκ ἄδηλον, ὅποι τάξετε τὸ ζητούμενον. Ἀλλὰ ταῖς συλλαβαῖς δυσχεραίνετε, καὶ προσπταίετε τῇ φωνῇ, καὶ λίθος προσκόμματος ὑμῖν τοῦτο γίνεται, καὶ πέτρα σκανδάλου, ἐπεὶ καὶ Χριστὸς τισίν. Ἀνθρώπινον τὸ πάθος. Συμβῶμεν ἀλλήλοις πνευματικῶς. Γενώμεθα φιλάδελφοι μᾶλλον, ἢ φίλαυτοι. Δότε τὴν δύναμιν τῆς θεότητος, καὶ δώσομεν ὑμῖν τῆς φωνῆς τὴν συγχώρησιν· ὁμολογήσατε τὴν φύσιν ἐν ἄλλαις φωναῖς, αἷς αἰδεῖσθε μᾶλλον· καὶ ὡς ἀσθενεῖς ὑμᾶς ἰατρεύσομεν· ἔστιν ἃ καὶ τῶν πρὸς ἡδονὴν παρακλέψαντες. Αἰσχρὸν μὲν γὰρ, αἰσχρὸν, καὶ ἱκανῶς ἄλογον, κατὰ ψυχὴν ἐῤῥωμένους, μικρολογεῖσθαι περὶ τὸν ἦχον, καὶ κρύπτειν τὸν θησαυρὸν, ὥσπερ ἄλλοις βασκαίνοντας, ἢ μὴ καὶ τὴν γλῶσσαν ἁγιάσητε δεδοικότας· αἴσχιον δὲ ἡμῖν ὃ ἐγκαλοῦμεν παθεῖν, καὶ μικρολογίαν καταγινώσκοντας, αὐτοὺς μικρολογεῖσθαι περὶ τὰ γράμματα.

8. Μιᾶς Θεότητος, ὦ οὗτοι, τὴν Τριάδα ὁμολογήσατε, εἰ δὲ βούλεσθε, μιᾶς φύσεως· καὶ τὴν Θεὸς φωνὴν παρὰ τοῦ Πνεύματος ὑμῖν αἰτήσομεν. Δώσει γὰρ, εὖ οἶδα, ὁ τὸ πρῶτον δοὺς, καὶ τὸ δεύτερον, καὶ μάλιστα, εἰ δειλία τις εἴη πνευματικὴ, καὶ μὴ ἔνστασις διαβολικὴ, τὸ μαχόμενον. Ἔτι σαφέστερον εἴπω καὶ συντομώτερον· Μήτε ὑμεῖς ἡμᾶς εὐθύνητε τῆς ὑψηλοτέρας φωνῆς (φθόνος γὰρ οὐδεὶς ἀναβάσεω)ς, οὔτε ἡμεῖς τὴν ἐφικτὴν τέως ὑμῖν ἐγκαλέσομεν, ἕως ἂν καὶ δι᾿ ἄλλης ὁδοῦ πρὸς τὸ αὐτὸ φέρησθε καταγώγιον. Οὐ γὰρ νικῆσαι ζητοῦμεν, ἀλλὰ προσλαβεῖν ἀδελφοὺς, ὧν τῷ χωρισμῷ σπαραςσόμεθα. Ταῦτα ὑμῖν, παρ᾿ οἷς τι καὶ ζωτικὸν εὑρίσκομεν, τοῖς περὶ τὸν Υἱὸν ὑγιαίνουσιν· ὧν τὸν βίον θαυμάζοντες, οὐκ ἐπαινοῦμεν πάντη τὸν λόγον· οἱ τὰ τοῦ Πνεύματος ἔχοντες, καὶ τὸ Πνεῦμα προςλάβετε, ἵνα μὴ ἀθλῆτε μόνον, ἀλλὰ καὶ νομίμως, ἐξ οὗ καὶ ὁ στέφανος. Οὗτος ὑμῖν δοθείη τῆς πολιτείας μισθὸς, ὁμολογῆσαι τὸ Πνεῦμα τελείως, καὶ κηρύξαι σὺν ἡμῖν τε καὶ πρὸ ἡμῶν ὅσον ἄξιον. Τολμῶ τι καὶ μεῖζον ὑπὲρ ὑμῶν, τὸ τοῦ Ἀποστόλου φθέγξασθαι. Τοσοῦτον ὑμῶν περιέχομαι, καὶ τοσοῦτον ὑμῶν αἰδοῦμαι τὴν εὔκοσμον ταύτην στολὴν, καὶ τὸ χρῶμα τῆς ἐγκρατείας, καὶ τὰ ἱερὰ ταῦτα συστήματα, καὶ τὴν σεμνὴν παρθενίαν καὶ κάθαρσιν, καὶ τὴν πάννυχον ψαλμῳδίαν, καὶ τὸ φιλόπτωχον, καὶ φιλάδελφον, καὶ φιλόξενον, ὥστε καὶ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, καὶ παθεῖν τι, ὡς κατάκριτος, δέχομαι· μόνον εἰ σταίητε μεθ᾿ ἡμῶν, καὶ κοινῇ τὴν Τριάδα δοξάσαιμεν. Περὶ γὰρ τῶν ἄλλων, τί χρὴ καὶ λέγειν, σαφῶς τεθνηκότων (οὓς Χριστοῦ μόνου ἐγεῖραι, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς κατὰ τὴν αὐτοῦ δύναμιν, οἳ κακῶς τῷ τόπῳ χωρίζονται, τῷ λόγῳ συνδεδεμένοι, καὶ τοσοῦτον πρὸς ἀλλήλους ζυγομαχοῦσιν, ὅσον ὀφθαλμοὶ διάστροφοι, τὸ ἑν βλέποντες, καὶ οὐ τῇ ὄψει, τῇ θέσει δὲ στασιάζοντες· εἴ γε καὶ διαστροφὴν αὐτοῖς ἐγκλητέον, ἀλλὰ μὴ τύφλωσιν; Ἐπεὶ δὲ μετρίως ἐθέμην τὰ πρὸς ὑμᾶς, φέρε, καὶ πρὸς τὸ Πνεῦμα πάλιν ἐπανέλθωμεν· οἶμαι δὲ καὶ ὑμεῖς ἤδη συνέψεσθε.

9. Τὸ Πνεῦμα τὸ ἅγιον ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ᾿ ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον· οὐδὲ γὰρ ἔπρεπεν ἐλλείπειν ποτὲ, ἢ Υἱὸν Πατρὶ, ἢ Πνεῦμα Υἱῷ. Τῷ μεγίστῳ γὰρ ἂν ἦν ἄδοξος ἡ θεότης, ὥσπερ ἐκ μεταμελείας ἐλθοῦσα εἰς συμπλήρωσιν τελειότητος. Ἦν οὖν ἀεὶ μεταληπτὸν, οὐ μεταληπτικόν· τελειοῦν, οὐ τελειούμενον· πληροῦν, οὐ πληρούμενον· ἁγιάζον, οὐχ ἁγιαζόμενον· θεοῦν, οὐ θεούμενον· αὐτὸ ἑαυτῷ ταυτὸν ἀεὶ, καὶ οἷς συντέτακται· ἀόρατον, ἄχρονον, ἀχώρητον, ἀναλλοίωτον, ἄποιον, ἄποσον, ἀνείδεον, ἀναφὲς, αὐτοκίνητον, ἀεικίνητον, αὐτεξούσιον, αὐτοδύναμον, παντοδύναμον (εἰ καὶ πρὸς τὴν πρώτην αἰτίαν, ὥσπερ τὰ τοῦ Μονογενοῦς ἅπαντα, οὕτω δὴ καὶ τὰ τοῦ Πνεύματος ἀναπέμπετα)ι· ζωὴ, καὶ ζωοποιόν· φῶς, καὶ χορηγὸν φωτός· αὐτοαγαθὸν, καὶ πηγὴ ἀγαθότητος· Πνεῦμα εὐθὲς, ἡγεμονικὸν, κύριον, ἀποστέλλον, ἀφορίζον, ναοποιοῦν ἑαυτῷ, ὁδηγοῦν, ἐνεργοῦν ὡς βούλεται, διαιροῦν χαρίσματα· Πνεῦμα υἱοθεσίας, ἀληθείας, σοφίας, συνέσεως, γνώσεως, εὐσεβείας, βουλῆς, ἰσχύος, φόβου, τῶν ἀπηριθμημένων· δι᾿ οὗ Πατὴρ γινώσκεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρ᾿ ὧν μόνων γινώσκεται, μία σύνταξις, λατρεία μία, προσκύνησις, δύναμις, τελειότης, ἁγιασμός. Τί μοι μακρολογεῖν; Πάντα ὅσα ὁ Πατὴρ, τοῦ Υἱοῦ, πλὴν τῆς ἀγεννησίας. Πάντα ὅσα ὁ Υἱὸς, τοῦ Πνεύματος, πλὴν τῆς γεννήσεως. Ταῦτα δὲ οὐκ οὐσίας ἀφορίζει, κατά γε τὸν ἐμὸν λόγον, περὶ οὐσίαν δὲ ἀφορίζεται.

10. Ὠδίνεις τὰς ἀντιθέσεις; ἐγὼ δὲ τοῦ λόγου τὸν δρόμον. Τίμησον τὴν ἡμέραν τοῦ Πνεύματος· ἐπίσχες μικρὸν τὴν γλῶτταν, εἰ δυνατόν. Περὶ ἄλλων γλωσσῶν ὁ λόγος· ταύτας αἰδέσθητι, ἢ φοβήθητι, μετὰ πυρὸς ὁρωμένας. Σήμερον δογματίσωμεν, αὔριον τεχνολογήσωμεν· σήμερον ἑορτάσωμεν, αὔριον ἀσχημονήσωμεν. Ταῦτα μυστικῶς, ἐκεῖνα θεατρικῶς· ταῦτα ταῖς ἐκκλησίαις, ἐκεῖνα ταῖς ἀγοραῖς· ταῦτα τοῖς νήφουσιν, ἐκεῖνα τοῖς μεθύουσιν· ταῦτα σπουδαζόντων, ἐκεῖνα παιζόντων κατὰ τοῦ Πνεύματος. Ἐπεὶ δὲ ἀπεσκευασάμεθα τὸ ἀλλότριον, φέρε, καταρτίσωμεν τὸ ἡμέτερον.

11. Τοῦτο ἐνήργει, πρότερον μὲν ἐν ταῖς ἀγγελικαῖς καὶ οὐρανίοις δυνάμεσι, καὶ ὅσαι πρῶται μετὰ Θεὸν, καὶ περὶ Θεόν. Οὐ γὰρ ἄλλοθεν αὐταῖς ἡ τελείωσις καὶ ἡ ἔλλαμψις, καὶ τὸ πρὸς κακίαν δυσκίνητον, ἢ ἀκίνητον, ἢ παρὰ τοῦ ἁγίου Πνεύματος. Ἔπειτα ἐν τοῖς Πατράσι, καὶ ἐν τοῖς προφήταις, ὧν οἱ μὲν ἐφαντάσθησαν Θεὸν, ἢ ἔγνωσαν, οἱ δὲ καὶ τὸ μέλλον προέγνωσαν τυπούμενοι τῷ Πνεύματι τὸ ἡγεμονικὸν, καὶ ὡς παροῦσι συνόντες τοῖς ἐσομένοις. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις. Ἔπειτα ἐν τοῖς Χριστοῦ μαθηταῖς (ἐῶ γὰρ Χριστὸν εἰπεῖν, ᾧ παρῆν, οὐχ ὡς ἐνεργοῦν, ἀλλ᾿ ὡς ὁμοτίμῳ συμπαρομαρτοῦν)· καὶ τούτοις τρισσῶς, καθ᾿ ὅσον οἷοί τε ἦσαν χωρεῖν, καὶ κατὰ καιροὺς τρεῖς· πρὶν δοξασθῆναι Χριστὸν τῷ Πάθει· μετὰ τὸ δοξασθῆναι τῇ Ἀναστάσει· μετὰ τὴν εἰς οὐρανοὺς Ἀνάβασιν, ἢ ἀποκατάστασιν, ἢ ὅ τι χρὴ λέγειν. Δηλοῖ δὲ ἡ πρώτη τῶν νόσων, καὶ ἡ τῶν πνευμάτων κάθαρσις, οὐκ ἄνευ Πνεύματος δηλαδὴ γενομένη· καὶ τὸ μετὰ τὴν οἰκονομίαν ἐμφύσημα, σαφῶς ὂν ἔμπνευσις θειοτέρα· καὶ ὁ νῦν μερισμὸς τῶν πυρίνων γλωσσῶν, ὃ καὶ πανηγυρίζομεν. Ἀλλὰ τὸ μὲν πρῶτον, ἀμυδρῶς· τὸ δὲ δεύτερον, ἐκτυπώτερον· τὸ δὲ νῦν, τελεώτερον, οὐκ ἔτι ἐνεργείᾳ παρὸν, ὡς πρότερον, οὐσιωδῶς δὲ, ὡς ἂν εἴποι τις, συγγινόμενόν τε καὶ συμπολιτευόμενον. Ἔπρεπε γὰρ, Υἱοῦ σωματικῶς ἡμῖν ὁμιλήσαντος, καὶ αὐτὸ φανῆναι σωματικῶς· καὶ Χριστοῦ πρὸς ἑαυτὸν ἐπανελθόντος, ἐκεῖνο πρὸς ἡμᾶς κατελθεῖν· ἐρχόμενον μὲν ὡς Κύριον, πεμπόμενον δὲ ὡς οὐκ ἀντίθεον. Αἱ γὰρ τοιαῦται φωναὶ οὐχ ἧττον τὴν ὁμόνοιαν δηλοῦσιν, ἢ φύσεις χωρίζουσιν.

12. Διὰ τοῦτο, μετὰ Χριστὸν μὲν, ἵνα Παράκλητος ἡμῖν μὴ λείπῃ· Ἄλλος δὲ, ἵνα σὺ τὴν ὁμοτιμίαν ἐνθυμηθῇς. Τὸ γὰρ, ἄλλος, ἄλλος οἷος ἐγὼ, καθίσταται. Τοῦτο δὲ συνδεσποτείας, ἀλλ᾿ οὐκ ἀτιμίας ὄνομα. Τὸ γὰρ, ἄλλος, οὐκ ἐπὶ τῶν ἀλλοτρίων, ἀλλ᾿ ἐπὶ τῶν ὁμοουσίων οἶδα λεγόμενον. Ἐν γλώσσαις δὲ, διὰ τὴν πρὸς τὸν Λόγον οἰκείωσιν. Πυρίναις δὲ, ζητῶ πότερον διὰ τὴν κάθαρσιν (οἶδε γὰρ ὁ λόγος ἡμῶν καὶ πῦρ καθαρτήριον, ὡς πανταχόθεν βουλομένοις ὑπάρχει μαθεῖν)· ἢ διὰ τὴν οὐσίαν. Πῦρ γὰρ ὁ Θεὸς ἡμῶν, καὶ πῦρ καταναλίσκον τὴν μοχθηρίαν, κἂν πάλιν ἀγανακτῇς τῷ ὁμοουσίῳ στενοχωρούμενος. Μεριζομέναις δὲ, διὰ τὸ τῶν χαρισμάτων διάφορον· καθεζομέναις δὲ, διὰ τὸ βασιλικὸν, καὶ τὴν ἐν τοῖς ἁγίοις ἀνάπαυσιν· ἐπεὶ καὶ Θεοῦ θρόνος τὰ χερουβίμ. Ἐν ὑπερῴῳ δὲ (εἰ μή τῳ περιεργότερος εἶναι δοκῶ τοῦ δέοντο)ς, διὰ τὴν ἀνάβασιν τῶν δεξομένων, καὶ τὴν χαμόθεν ἔπαρσιν· ἐπεὶ καὶ ὕδασι θείοις ὑπερῷά τινα στεγάζεται, δι᾿ ὧν ὑμνεῖται Θεός. Καὶ Ἰησοῦς αὐτὸς ἐν ὑπερῴῳ τοῦ μυστηρίου κοινωνεῖ τοῖς τὰ ὑψηλότερα τελουμένοις, ἵνα ἐκεῖνο παραδειχθῇ, ὅτι τὸ μέν τι καταβῆναι δεῖ Θεὸν πρὸς ἡμᾶς, ὃ καὶ πρότερον ἐπὶ Μωϋσέως οἶδα γενόμενον, τὸ δὲ ἡμᾶς ἀναβῆναι, καὶ οὕτω γενέσθαι κοινωνίαν Θεοῦ πρὸς ἀνθρώπους, τῆς ἀξίας συγκιρναμένης Ἕως δ᾿ ἂν ἑκάτερον ἐπὶ τῆς ἰδίας μένῃ, τὸ μὲν περιωπῆς, τὸ δὲ ταπεινώσεως, ἄμικτος ἡ ἀγαθότης, καὶ τὸ φιλάνθρωπον ἀκοινώνητον· καὶ χάσμα ἐν μέσῳ μέγα καὶ ἀδιάβατον, οὐ τὸν πλούσιον τοῦ Λαζάρου μόνον, καὶ τῶν ὀρεκτῶν Ἀβραὰμ κόλπων διεῖργον, τὴν δὲ γενητὴν φύσιν καὶ ῥέουσαν, τῆς ἀγενήτου καὶ ἑστηκυίας.

13. Τοῦτο ἐκηρύχθη μὲν ὑπὸ τῶν προφητῶν, ὡς ἐν τῷ, Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ· καὶ, Ἀναπαύσεται ἐπ᾿ αὐτὸν ἑπτὰ Πνεύματα· καὶ, Κατέβη Πνεῦμα Κυρίου, καὶ ὡδήγησεν αὐτούς· καὶ, Πνεῦμα ἐπιστήμης ἐμπλῆσαν Βεσελεὴλ τὸν ἀρχιτέκτονα τῆς σκηνῆς· καὶ, Πνεῦμα παροξυνόμενον· καὶ, Πνεῦμα ἐξᾶραν Ἡλίαν ἐν ἅρματι, καὶ ζητηθὲν παρὰ Ἑλισσαίου διπλάσιον· καὶ, πνεύματι ἀγαθῷ καὶ ἡγεμονικῷ Δαβὶδ ὁδηγούμενός τε καὶ στηριζόμενος. Ἐπηγγέλθη δὲ, ὑπὸ μὲν Ἰωὴλ πρότερον· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγοντος· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα (δηλαδὴ τὴν πιστεύουσαν), καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν, καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν, καὶ τὰ ἑξῆς· ὑπὸ δὲ Ἰησοῦ καὶ ὕστερον, δοξαζομένου τε καὶ ἀντιδοξάζοντος, ὡς τὸν Πατέρα, καὶ ὑπὸ τοῦ Πατρός. Καὶ ἡ ἐπαγγελία, ὡς δαψιλὴς, συνδιαιωνίζειν καὶ συμπαραμενεῖν, εἴτουν νῦν τοῖς κατὰ καιρὸν ἀξίοις, εἴτε ὕστερον τοῖς τῶν ἐκεῖσε ἀξιουμένοις, ὅταν ὁλόκληρον αὐτὸ τῇ πολιτείᾳ φυλάξωμεν, ἀλλὰ μὴ τοσοῦτον ἀποβάλωμεν, καθ᾿ ὅσον ἂν ἁμαρτάνωμεν.

14. Τοῦτο τὸ Πνεῦμα συνδημιουργεῖ μὲν Υἱῷ καὶ τὴν κτίσιν καὶ τὴν ἀνάστασιν. Καὶ πειθέτω σε τὸ, Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· Πνεῦμά τε θεῖον τὸ ποιῆσάν με· Πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με· καὶ πάλιν· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Δημιουργεῖ δὲ τὴν πνευματικὴν ἀναγέννησιν· καὶ πειθέτω σε τὸ, Μηδένα δύνασθαι τὴν βασιλείαν ἰδεῖν ἢ λαβεῖν, ὅς τις μὴ ἄνωθεν ἐγεννήθη Πνεύματι, καὶ τὴν προτέραν ἐκαθαρίσθη γέννησιν, ἣ νυκτός ἐστι μυστήριον, ἡμερινῇ καὶ φωτεινῇ διαπλάσει, ἣν καθ᾿ ἑαυτὸν ἕκαστος διαπλάττεται. Τοῦτο τὸ Πνεῦμα (σοφώτατον γὰρ καὶ φιλανθρωπότατον), ἂν ποιμένα λάβῃ, ψάλτην ποιεῖ, πνευμάτων πονηρῶν κατεπᾴδοντα, καὶ βασιλέα τοῦ Ἰσραὴλ ἀναδείκνυσιν. Ἐὰν αἰπόλον συκάμινα κνίζοντα, προφήτην ἐργάζεται. Τὸν Δαβὶδ καὶ τὸν Ἀμὼς ἐνθυμήθητι. Ἐὰν μειράκιον εὐφυὲς λάβῃ, πρεσβυτέρων ποιεῖ κριτὴν καὶ παρ᾿ ἡλικίαν. Μαρτυρεῖ Δανιὴλ, ὁ νικήσας ἐν λάκκῳ λέοντας. Ἐὰν ἁλιέας εὕρῃ, σαγηνεύει Χριστῷ, κόσμον ὅλον τῇ τοῦ λόγου πλοκῇ συλλαμβάνοντας. Πέτρον λάβε μοι, καὶ Ἀνδρέαν, καὶ τοὺς υἱοὺς τῆς βροντῆς, τὰ πνευματικὰ βροντήσαντας. Ἐὰν τελώνας, εἰς μαθητείαν κερδαίνει, καὶ ψυχῶν ἐμπόρους δημιουργεῖ. Φησὶ Ματθαῖος, ὁ χθὲς τελώνης, καὶ σήμερον εὐαγγελιστής. Ἐὰν διώκτας θερμοὺς, τὸν ζῆλον μετατίθησι, καὶ ποιεῖ Παύλους ἀντὶ Σαύλων, καὶ τοσοῦτον εἰς εὐσέβειαν, ὅσον εἰς κακίαν κατέλαβεν. Τοῦτο καὶ Πνεῦμά ἐστι πραότητος· καὶ παροξύνεται τοῖς ἁμαρτάνουσιν. Τοιγαροῦν πειραθῶμεν ὡς πράου, καὶ μὴ ὀργίλου, τὴν ἀξίαν ὁμολογοῦντες, καὶ τὸ βλάσφημον φεύγοντες, καὶ μὴ βουληθῶμεν ἰδεῖν ὀργιζόμενον ἀσυγχώρητα. Τοῦτο κἀμὲ ποιεῖ σήμερον ὑμῖν τολμηρὸν κήρυκα· εἰ μὲν οὖν οὐδὲν πεισόμενον, τῷ Θεῷ χάρις· εἰ δὲ πεισόμενον, καὶ οὕτω χάρις· τὸ μὲν, ἵνα φείσηται τῶν μισούντων ἡμᾶς· τὸ δὲ, ἵν᾿ ἡμᾶς ἁγιάσῃ, μισθὸν τοῦτον λαβόντας τῆς ἱερουργίας τοῦ Εὐαγγελίου, τὸ τελειωθῆναι δι᾿ αἵματος.

15. Ἐλάλουν μὲν οὖν ξέναις γλώσσαις, καὶ οὐ πατρίοις, καὶ τὸ θαῦμα μέγα, λόγος ὑπὸ τῶν οὐ μαθόντων λαλούμενος· καὶ τὸ σημεῖον τοῖς ἀπίστοις, οὐ τοῖς πιστεύουσιν, ἵν᾿ ᾖ τῶν ἀπίστων κατήγορον, καθὼς γέγραπται· Ὅτι ἐν ἑτερογλώσσοις, καὶ ἐν χείλεσιν ἑτέροις, λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾿ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος. Ἤκουον δέ. Μικρὸν ἐνταῦθα ἐπίσχες, καὶ διαπόρησον, πῶς διαιρήσεις τὸν λόγον. Ἔχει γάρ τι ἀμφίβολον ἡ λέξις, τῇ στιγμῇ διαιρούμενον Ἆρα γὰρ ἤκουον ταῖς ἑαυτῶν διαλέκτοις ἕκαστος, ὡς φέρε εἰπεῖν, μίαν μὲν ἐξηχεῖσθαι φωνὴν, πολλὰς δὲ ἀκούεσθαι, οὕτω κτυπουμένου τοῦ ἀέρος, καὶ, ἵν᾿ εἴπω σαφέστερον, τῆς φωνῆς φωνῶν γινομένων· ἢ τὸ μὲν, Ἤκουον, ἀναπαυστέον, τὸ δὲ, Λαλούντων ταῖς ἰδίαις φωναῖς, τῷ ἑξῆς προσθετέον, ἵν᾿ ᾖ, Λαλούντων φωναῖς, ταῖς ἰδίαις τῶν ἀκουόντων, ὅπερ γίνεται, ἀλλοτρίαις· καθὰ καὶ μᾶλλον τίθεμαι. Ἐκείνως μὲν γὰρ τῶν ἀκουόντων ἂν εἴη μᾶλλον, ἣ τῶν λεγόντων, τὸ θαῦμα· οὕτω δὲ τῶν λεγόντων· οἳ καὶ μέθην καταγινώσκονται, δῆλον ὡς αὐτοὶ θαυματουργοῦντες περὶ τὰς φωνὰς τῷ Πνεύματι.

16. Πλὴν ἐπαινετὴ μὲν καὶ ἡ παλαιὰ διαίρεσις τῶν φωνῶν (ἡνίκα τὸν πύργον ᾠκοδόμουν οἱ κακῶς καὶ ἀθέως ὁμοφωνοῦντες, ὥσπερ καὶ τῶν νῦν τολμῶσί τινε)ς· τῇ γὰρ τῆς φωνῆς διαστάσει συνδιαλυθὲν τὸ ὁμόγνωμον, τὴν ἐγχείρησιν ἔλυσεν· ἀξιεπαινετωτέρα δὲ ἡ νῦν θαυματουργουμένη. Ἀπὸ γὰρ ἑνὸς Πνεύματος εἰς πολλοὺς χυθεῖσα, εἰς μίαν ἁρμονίαν πάλιν συνάγεται. Καὶ ἔστι διαφορὰ χαρισμάτων, ἄλλου δεομένη χαρίσματος, πρὸς διάκρισιν τοῦ βελτίονος· ἐπειδὴ πᾶσαι τὸ ἐπαινετὸν ἔχουσι. Καλὴ δ᾿ ἂν κἀκείνη λέγοιτο περὶ ἧς Δαβὶδ λέγει· Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν. Διατί; Ὅτι ἠγάπησαν πάντα τὰ ῥήματα καταποντισμοῦ γλῶσσαν δολίαν· μόνον οὐχὶ φανερῶς τὰς ἐνταῦθα γλώσσας καταιτιώμενος, αἳ θεότητα τέμνουσιν. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον.

17. Ἐπεὶ δὲ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ εὐλαβεστάτοις Ἰουδαίοις, Πάρθοις, καὶ Μήδοις, καὶ Ἐλαμίταις, Αἰγυπτίοις, καὶ Λίβυσι, Κρησί τε καὶ Ἄραψι, Μεσοποταμίταις τε καὶ τοῖς ἐμοῖς Καππαδόκαις, ἐλάλουν αἱ γλῶσσαι, καὶ τοῖς ἐκ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν Ἰουδαίοις (εἴ τῳ φίλον οὕτω νοεῖν), ἐκεῖσε συνειλεγμένοις, ἄξιον ἰδεῖν, τίνες ἦσαν οὗτοι, καὶ τῆς ποίας αἰχμαλωσίας. Ἡ μὲν γὰρ εἰς Αἴγυπτον καὶ Βαβυλῶνα περίγραπτός τε ἦν, καὶ πάλαι τῇ ἐπανόδῳ λέλυτο. Ἡ δὲ ὑπὸ Ῥωμαίων οὔπω γεγένητο, ἔμελλε δὲ, εἴσπραξις οὖσα τῆς κατὰ τοῦ Σωτῆρος θρασύτητος. Λείπεται δὴ τὴν ὑπ᾿ Ἀντιόχου ταύτην ὑπολαμβάνειν, οὐ πολὺ τούτων οὖσαν τῶν καιρῶν πρεσβυτέραν. Εἰ δέ τις ταύτην μὲν οὐ προσίεται τὴν ἐξήγησιν, ὡς περιεργοτέραν (οὔτε γὰρ παλαιὰν εἶναι τὴν αἰχμαλωσίαν, οὔτ᾿ ἐπὶ πολὺ τῆς οἰκουμένης χεθεῖσαν), ζητεῖ δὲ τὴν πιθανωτέραν, ἐκεῖνο ἴσως ὑπολαβεῖν ἄμεινον, ὅτι πολλάκις, καὶ ὑπὸ πλειόνων, τοῦ ἔθνους μεταναστάντος, ὡς τῷ Ἔσδρᾳ ἱστόρηται, αἱ μὲν τῶν φυλῶν ἀνεσώθησαν, αἱ δὲ ὑπελείφθησαν· ὧν εἰκὸς διασπαρεισῶν εἰς ἔθνη πλείονα, τηνικαῦτα παρεῖναί τινας, καὶ μετέχειν τοῦ θαύματος.

18. Καὶ ταῦτα προεξήτασται τοῖς φιλομαθέσιν, ἴσως οὐ περιέργως. Καὶ ὅτι ἂν ἄλλο συνεισφέρῃ τις εἰς τὴν παροῦσαν ἡμέραν, καὶ ἡμῖν τοῦτο ἔσται συνειλοχώς. Ἡμῖν δὲ τὸν μὲν σύλλογον ἤδη διαλυτέον (ἱκανὸς γὰρ ὁ λόγο)ς, τὴν δὲ πανήγυριν οὐδέποτε. Ἀλλ᾿ ἑορταστέον, νῦν μὲν καὶ σωματικῶς, μικρὸν δὲ ὕστερον ὅλον πνευματικῶς· ἔνθα καὶ τοὺς λόγους τούτων εἰσόμεθα καθαρώτερον καὶ σαφέστερον, ἐν αὐτῷ τῷ Λόγῳ, καὶ Θεῷ, καὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, τῇ ἀληθινῇ τῶν σωζομένων ἑορτῇ, καὶ ἀγαλλιάσει· μεθ᾿ οὗ ἡ δόξα καὶ τὸ σέβας τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



ΛΟΓΟΣ 42.


Συντακτήριος, εἰς τὴν τῶν ρν ἐπισκόπων παρουσίαν.


1. Πῶς ὑμῖν τὰ ἡμέτερα, ὦ φίλοι ποιμένες καὶ συμποιμένες· ὧν ὡραῖοι μὲν οἱ πόδες, εὐαγγελιζομένων εἰρήνην καὶ ἀγαθὰ, μεθ᾿ ὧν ἐληλύθατε· ὡραῖοι δὲ τὰ πρὸς ἡμᾶς, οἷς εἰς καιρὸν ἐληλύθατε, οὐχ ἵνα πρόβατον πλανώμενον ἐπιστρέψητε, ἀλλ᾿ ἵνα ποιμένα ἔκδημον ἐπισκέψησθε; Πῶς τὰ τῆς ἐκδημίας ὑμῖν ἔχει τῆς ἡμετέρας; καὶ τίς ὁ ταύτης καρπὸς, μᾶλλον δὲ, τοῦ ἐν ἡμῖν Πνεύματος, ᾧ κινούμεθά τε ἀεὶ, καὶ νῦν κεκινήμεθα, μηδὲν ἴδιον ἔχειν ἐπιθυμοῦντες, μήτ᾿ ἴσως ἔχοντες; Ἆρά γε συνίετε παρ᾿ ὑμῶν αὐτῶν, καὶ καταμανθάνετε, καὶ λογισταὶ τῶν ἡμετέρων ἐστὲ χρηστότεροι; ἢ δεῖ, καθάπερ τοὺς στρατηγίας, ἢ δημαγωγίας, ἢ διοικήσεως χρημάτων λόγον ἀπαιτουμένους, δημοσίᾳ καὶ αὐτοὺς ὑποσχεῖν ὑμῖν τὰς εὐθύνας, ὧν διῳκήκαμεν; Οὐ γὰρ αἰσχυνόμεθα κρινόμενοι, ὅτι καὶ κρίνομεν ἐν τῷ μέρει, καὶ μετὰ τῆς αὐτῆς ἀγάπης ἀμφότερα. Παλαιὸς δὲ ὁ νόμος· ἐπεὶ καὶ Παῦλος τοῖς ἀποστόλοις ἐκοινοῦτο τὸ Εὐαγγέλιον· οὐχ ἵνα φιλοτιμήσηται (πόῤῥω γὰρ τὸ Πνεῦμα πάσης φιλοτιμία)ς, ἀλλ᾿ ἵν᾿, ἢ βεβαιωθῇ τὸ κατορθούμενον, ἢ διορθωθῇ τὸ ὑστερούμενον, εἰ ἄρα τι καὶ τοιοῦτον ἦν ἐν τοῖς ὑπ᾿ ἐκείνου λεγομένοις, ἢ πραττομένοις, ὡς αὐτὸς παραδηλοῖ περὶ ἑαυτοῦ γράφων· Ἐπειδὴ καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, κατὰ τὴν εὐταξίαν τοῦ πάντα καλῶς οἰκονομοῦντος καὶ διαιροῦντος Πνεύματος. Εἰ δὲ ἐκεῖνος μὲν ἰδίᾳ καί τισιν, ἐγὼ δὲ δημοσίᾳ καὶ πᾶσιν ὑπέχω λόγον, μηδὲν θαυμάσητε. Καὶ γὰρ χρῄζω μᾶλλον ὠφεληθῆναι τῇ τῶν ἐλέγχων ἐλευθερίᾳ, ἤπερ ἐκεῖνος, εἴ τι φαινοίμην ἐλλείπων τοῦ δέοντος, μή πως εἰς κενὸν τρέχω, ἢ ἔδραμον. Καὶ οὐκ ἔστιν ἄλλως ἀπολογήσασθαι, ἢ ἐν εἰδόσι τοὺς λόγους ποιούμενον.

2. Τίς οὖν ἡ ἀπολογία; Καὶ εἰ μὲν ψευδὴς, ἐλέγξατε· εἰ δὲ ἀληθὴς, μαρτυρήσατε ὑμεῖς, ὑπὲρ ὧν, καὶ ἐν οἷς ὁ λόγος. Ὑμεῖς γάρ μοι καὶ ἀπολογία, καὶ μάρτυρες, καὶ καυχήσεως στέφανος, ἵνα τολμήσω κἀγώ τι τῶν τοῦ Ἀποστόλου νεανιεύσασθαι. Τοῦτο τὸ ποίμνιον ἦν, ὅτε μικρόν τε καὶ ἀτελὲς ἦν, ὅσον ἐπὶ τοῖς ὁρωμένοις, καὶ οὐδὲ ποίμνιον, ἀλλὰ ποίμνης τι μικρὸν ἴχνος, ἢ λείψανον, ἀσύντακτον, καὶ ἀνεπίσκοπον, καὶ ἀόριστον, μήτε νομὴν ἐλευθέραν ἔχον, μήτε μάνδρᾳ περιεχόμενον, πλανώμενον ἐν ὄρεσι, καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ἄλλο ἀλλαχοῦ διεσπαρμένον τε καὶ διεῤῥιμμένον, ὡς ἕκαστον ἔτυχε σκεπόμενον, ἢ νεμόμενον, καὶ διακλέπτον ἀγαπητικῶς τὴν ἑαυτοῦ σωτηρίαν· οἷον ἐκεῖνο τὸ ποίμνιον, ὃ λέοντες ἐξῶσαν, ἢ ζάλη διέλυσεν, ἢ σκοτόμαινα διεσκέδασεν· ὂ θρηνοῦσι μὲν προφῆται, τοῖς τοῦ Ἰσραὴλ ἀπεικάζοντες πάθεσι, παραδεδομένου τοῖς ἔθνεσιν· ἐθρηνήσαμεν δὲ καὶ ἡμεῖς, ἐφ᾿ ὅσον θρήνων ἐπράττομεν ἄξια. Τῷ ὄντι γὰρ καὶ ἡμεῖς ἐξώσθημεν καὶ ἀπεῤῥίφημεν, καὶ ἐπὶ πᾶν ὄρος καὶ βουνὸν διεσπάρημεν, ὡς ἐν ἐρημίᾳ ποιμένος· καὶ πονηρός τις χειμὼν κατέσχε τὴν Ἐκκλησίαν, καὶ δεινοὶ θῆρες ἐπιπεπτώκασιν, οἱ μηδὲ νῦν μετὰ τὴν αἰθρίαν ἡμῶν φειδόμενοι· ἀλλ᾿ ἀναισχυντοῦντες εἶναι, καὶ τοῦ καιροῦ δυνατώτεροι· καὶ σκυθρωπή τις σκοτόμαινα ἐπέλαβε πάντα καὶ συνεκάλυψε, πολὺ τῆς ἐνάτης τῶν Αἰγυπτίων πληγῆς βαρυτέρα, τοῦ ψηλαφητοῦ λέγω σκότους, ὑφ᾿ οὗ μικροῦ δεῖν μηδὲ ἀλλήλους ἰδεῖν ἐδυνήθημεν.

3. Καὶ, ἵν᾿ εἴπω τι συμπαθέστερον, ὡς πατρὶ τῷ παραδεδωκότι θαῤῥήσας Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς· ἀλλὰ σὺ Πατὴρ ἡμῶν εἶ· καὶ πρὸς σὲ βλέπομεν· ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν. Διὰ τοῦτο ἀπολογήσομαι, πλὴν κρίματα λαλήσω πρὸς σὲ, φησὶν Ἱερεμίας, ἐγενόμεθα ὡς τὸ ἀπ᾿ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, καὶ ἐπελάθου διαθήκης ἁγίας σου, καὶ ἀπέκλεισας ἀφ᾿ ἡμῶν τὰ ἐλέη σου. Διὰ τοῦτο ἐγενήθημεν ὄνειδος τῷ ἀγαπητῷ σου, οἱ τῆς Τριάδος προσκυνηταὶ, οἱ τέλειοι τῆς τελείας θεότητος πρόσφυγες· καὶ μὴ τολμῶντές τι τῶν ὑπὲρ ἡμᾶς εἰς ἡμᾶς κατάγειν· μηδὲ τοσοῦτον ἐπαίρεσθαι κατὰ τὰς ἀθέους γλώσσας καὶ θεομάχους, ὥστε τὴν δεσποτείαν ποιεῖν ὁμόδουλον· ἀλλὰ παρεδόθημεν δηλαδὴ διὰ τὰς ἄλλας ἁμαρτίας ἡμῶν, καὶ τὸ μὴ ἀξίως τῶν ἐντολῶν σου ἀναστραφῆναι· ἀλλ᾿ ὀπίσω τῆς διανοίας ἡμῶν τῆς πονηρᾶς πορευθῆναι. Διὰ τί γὰρ ἕτερον ἀνδράσιν ἀδικωτάτοις καὶ πονηροτάτοις παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν; Ὁ πρῶτος Ναβουχοδονόσορ ἐξέθλιψεν ἡμᾶς, ὁ μετὰ Χριστὸν κατὰ Χριστοῦ μανεὶς, καὶ διὰ τοῦτο μισήσας Χριστὸν, ὅτι δι᾿ αὐτοῦ σέσωστο· καὶ τῶν ἱερῶν βίβλων τὰς ἀθέους θυσίας ἀντιλαβών. Κατέφαγέ με, ἐμερίσατό με, ἐκάλυψέ με σκότος λεπτὸν, ἵνα μὴ ἀποστῶ, μηδὲ θρηνῶν, τῆς Γραφῆς. Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, καὶ χερσὶν ἀνόμων δικαίως αὐτὸν παρέδωκεν, ἐκτοπίσας εἰς Πέρσας, (οἷα τὰ τοῦ Θεοῦ κρίματ!)α καὶ ὑπὲρ αἱμάτων ἀνοσίων αἷμα ἐχέθη δίκαιον, ἐνταῦθα μόνον οὐδὲ μακροθυμῆσαι ἀνασχομένης τῆς δίκης, παραβραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. Ὁ δεύτερος, οὐδὲν ἐκείνου φιλανθρωπότερος, ὅτι μὴ καὶ βαρύτερος, ὅσῳ τοῦ Χριστοῦ φέρων ὄνομα, ψευδόχριστος ἦν, καὶ Χριστιανοῖς βάρος ὁμοῦ τε καὶ ὄνειδος, οἷς καὶ τὸ ποιεῖν ἄθεον, καὶ τὸ πάσχειν ἄδοξον· τῷ μηδὲ ἀδικεῖσθαι δοκεῖν, μηδὲ τὸ μεγαλοπρεπὲς ὄνομα τῷ πάσχειν προσεῖναι τὴν μαρτυρίαν· ἀλλὰ κἀνταῦθα κλέπτεσθαι τὴν ἀλήθειαν, πάσχοντας ὡς Χριστιανοὺς, ὡς ἀσεβεῖς κολάζεσθαι. Οἴμοι, ὅτι ἐπλουτήσαμεν ἐν τοῖς κακοῖς, ὅτι πῦρ κατέφαγε τὰ ὡραῖα τῆς οἰκουμένης. Τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρὶς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ἡ ἐρυσίβη· εἶτα ὁ βροῦχος, εἶτα οὐκ οἶδ᾿ ὅ τι πρὸς τούτοις, καὶ ἄλλο ἐπ᾿ ἄλλῳ κακῷ φυόμενον. Τί ἄν τις ἐκτραγῳδοίη πάντα τὰ τοῦ καιροῦ κακὰ, καὶ τὴν τότε κατασχοῦσαν ἡμᾶς, εἴτε εἴσπραξιν χρὴ λέγειν, εἴτε δοκιμασίαν καὶ πύρωσιν; Πλὴν ὅτι διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ προήλθομεν εἰς ἀναψυχὴν εὐδοκίᾳ τοῦ σώζοντος Θεοῦ.

4. Ἀλλ᾿ ὅ μοι λέγειν ἀπ᾿ ἀρχῆς ὁ λόγος ὥρμητο· τοῦτο τὸ γεώργιον ἦν, ὅτε μικρόν τε καὶ πενιχρὸν ἦν, καὶ οὐχ ὅπως Θεοῦ, τοῦ τὸν κόσμον ὅλον γεωργήσαντός τε καὶ γεωργοῦντος τοῖς καλοῖς τῆς εὐσεβείας σπέρμασί τε καὶ δόγμασιν, ἀλλ᾿ οὐδὲ πένητος ἑνὸς τῶν ἐνδεῶν καὶ μετρίων, ὥς γε ἐδόκει· ἀλλ᾿ οὐδὲ γεώργιον ὅλως, οὐδὲ ἀποθηκῶν, οὐδὲ ἅλω τυχὸν, οὐδὲ δρεπάνης ἄξιον· οὐδὲ θημὼν, οὐδὲ δράγματα, ἢ δράγματα μικρά τε καὶ ἄωρα, καὶ οἷα τὰ ἐκ δωμάτων, μήτε χεῖρα πληροῦντα τοῦ θερίζοντος, μήτε τῶν παριόντων εὐλογίαν προκαλούμενα. Τοιοῦτον ἡμῶν τὸ γεώργιον, τοσοῦτον τὸ θέρος· μέγα μὲν, καὶ εὔσταχυ, καὶ πῖον τῷ θεωρητῇ τῶν κρυπτῶν, καὶ τοιούτου γεωργοῦ πρέπον εἶναι, ὃ πληθύνουσι κοιλάδες ψυχῶν καλῶς τῷ λόγῳ γεωργουμένων· οὐ μὴν γνωριζόμενον τοῖς πολλοῖς, οὐδὲ εἰς ἑν συναγόμενον, ἀλλὰ κατὰ μικρὸν συλλεγόμενον, ὡς καλάμη ἐν ἀμητῷ, καὶ ὡς ἐπιφυλλὶς ἐν τρυγητῷ, μὴ ὑπάρχοντος βότρυος. Προσθήσειν μοι δοκῶ κἀκεῖνα, καὶ λίαν κατὰ καιρὸν, ὡς συκῆν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς ῥάγα μίαν ἢ δευτέραν ὥριμον ἐν ἀώρῳ τῷ βότρυι, εὐλογίαν μὲν Κυρίου τετηρημένην, καὶ ἀπαρχὴν καθιερωμένην, πλὴν ὀλίγην ἔτι καὶ σπάνιον καὶ οὐ πληροῦσαν στόμα ἔσθοντος· καὶ ὡς σημαίαν ἐπὶ βουνοῦ, καὶ ὡς ἱστὸν ἐπ᾿ ὄρους, ἢ εἴ τι ἄλλο τῶν μοναδικῶν τε καὶ οὐ πλείοσι θεωρουμένων. Ταῦτα μὲν τὰ τῆς προτέρας πενίας καὶ κατηφείας.

5. Ἀφ᾿ οὗ δὲ ὁ πτωχίζων καὶ πλουτίζων Θεὸς, ὁ θανατῶν καὶ ζωογονῶν, ὁ ποιῶν πάντα καὶ μετασκευάζων μόνῳ τῷ βούλεσθαι, ὁ ποιῶν ἐκ μὲν νυκτὸς ἡμέραν, ἐκ δὲ χειμῶνος ἔαρ, ἐκ δὲ ζάλης γαλήνην, ἐκ δὲ αὐχμῶν ἐπομβρίαν· καὶ τοῦτο δι᾿ ἑνὸς δικαίου πολλάκις εὐχὴν ἐπὶ πολὺ διωχθέντος· ὁ ἀναλαμβάνων πραεῖς εἰς ὕψος, καὶ ταπεινῶν ἁμαρτωλοὺς ἕως γῆς, ἐκεῖνο πρὸς αὐτὸν εἶπεν· Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ Ἰσραήλ· καὶ οὐ μὴ προσθῶσιν ἔτι τῷ πηλῷ καὶ τῇ πλινθείᾳ ταλαιπωρεῖν· καὶ εἰπὼν, ἐπεσκέψατο, καὶ ἐπισκεψάμενος ἔσωσε, καὶ ἐξήγαγε, τὸν λαὸν αὐτοῦ ἐν χειρὶ κραταιῷ, καὶ ἐν βραχίονι ὑψηλῷ ἐν χειρὶ Μωσῆ καὶ Ἀαρὼν τῶν ἐκλεκτῶν αὐτοῦ. Τί γίνεται, καὶ τί θαυματουργεῖται; Ἃ βίβλοι καὶ μνῆμαι φέρουσιν. Ἐκτὸς γὰρ τῶν κατὰ τὴν ὁδὸν θαυμασίων, καὶ τῆς μεγάλης ἐκείνης βομβήσεως, ἵν᾿ εἴπω τι συντομώτατον, Ἰωσὴφ εἰς Αἴγυπτον εἷς, καὶ μυριάδες ἑξήκοντα μετ᾿ ὀλίγον ἐξ Αἰγύπτου. Τί τούτου θαυμασιώτερον, ἢ μεῖζον τῆς τοῦ Θεοῦ μεγαλονοίας τεκμήριον, ὅταν ἐκ τῶν ἀπόρων θέλῃ πόρον δοῦναι τοῖς πράγμασι; καὶ γῆ τῆς ἐπαγγελίας κληροδοτεῖται δι᾿ ἑνὸς μισηθέντος, καὶ ὁ πραθεὶς ἔθνη μεθίστησι, καὶ εἰς ἔθνος καθίσταται μέγα, καὶ ἡ μικρὰ παραφυὰς ἐκείνη, ἄμπελος εὐκληματοῦσα γίνεται, καὶ τοσαύτη, ὡς ἐπεμβαίνειν μὲν ποταμοῖς, ἐκτείνεσθαι δὲ μέχρι θαλάσσης, ἐξ ὁρίων εἰς ὅρια πλατυνομένην, καλύπτειν δὲ ὄρη τῷ ὕψει τῆς δόξης, κέδρων δὲ ὑπεραίρεσθαι, καὶ ταῦτα τῶν τοῦ Θεοῦ ἅτινα δὴ τὰ ὄρη ταῦτα, καὶ ἅστινας τὰς κέδρους ὑποληπτέον.

6. Τοιοῦτόν ποτε τοῦτο τὸ ποίμνιον, καὶ τοιοῦτον νῦν, οὕτως εὐεκτοῦν τε καὶ πλατυνόμενον· εἰ δὲ μήπω τελείως, ἀλλ᾿ εἰς τοῦτό γε ταῖς κατὰ μέρος ὁδεῦον προσθήκαις· προφητεύω δὲ, ὅτι καὶ ὁδεῦσον. Τοῦτό μοι τὸ Πνεῦμα προλέγει τὸ ἅγιον, εἴ τι προφητικὸς ἐγὼ, καὶ βλέπων τὰ ἔμπροσθεν· καὶ ἅμα τοῖς προλαβοῦσιν ἔχω θαῤῥεῖν, καὶ λογισμῷ γινώσκειν, ὡς λόγου σύντροφος. Πολὺ γὰρ παραδοξότερον, ἐξ ἐκείνου τοσαύτην γενέσθαι, ἢ τὴν νῦν οὖσαν εἰς ἄκρον προελθεῖν λαμπρότητος. Ἐξ οὗ γὰρ συνάγεσθαι ἤρξατο παρὰ τοῦ ζωογονοῦντος τοὺς νεκροὺς, ὀστᾶ πρὸς ὀστᾶ, καὶ ἁρμονία πρὸς ἁρμονίαν, καὶ τοῖς ξηροῖς ἐδόθη Πνεῦμα ζωῆς καὶ παλιγγενεσίας, πᾶσαν, εὖ οἶδα, πληρωθῆναι δεῖ τὴν ἀνάστασιν· ὥστε μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς οἱ παραπικραίνοντες· μηδὲ σκιὰν κρατοῦντες, ἢ ἐνύπνιον ἐξεγειρομένων, ἢ αὔρας διαπνεούσας, ἢ νηὸς ἴχνη καθ᾿ ὕδατος, ἔχειν τι νομιζέτωσαν. Ὀλολυζέτω πίτυς, ὅτι πέπτωκε κέδρος. Τοῖς τῶν ἄλλων κακοῖς παιδευέσθωσαν, καὶ μανθανέτωσαν, ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός· οὐδὲ ἀνέξεται, μὴ ἐν ἐκστάσει διακόψαι κεφαλὰς δυναστῶν, ὡς ὁ Ἀμβακούμ φησιν, ἡ διακοπτομένη θεότης, καὶ διαιρουμένη κακῶς εἴς τε τὸ ἄρχον καὶ τὸ ἀρχόμενον· ὡς ἂν μάλιστα καὶ θεότης ὑβρισθείη καταγομένη, καὶ βαρηθείη κτίσις ὁμοτιμίᾳ θεότητος.

7. Δοκῶ μοι κἀκείνης ἀκούειν τῆς φωνῆς, παρὰ τοῦ συνάγοντος τοὺς συντετριμμένους, καὶ τοὺς πεπιεσμένους εἰσδεχομένου· Πλάτυνον τὰ σχοινίσματά σου ἔτι· ἐκπέτασον εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερά· πῆξον, τῶν αὐλαιῶν μὴ φείσῃ. Ἐγὼ παραδέδωκά σε, καὶ ἐγὼ βοηθήσω σοι. Ἐν θυμῷ μικρῷ ἐπάταξά σε, καὶ ἐν ἐλέῳ αἰωνίῳ δοξάσω σε. Μεῖζον τὸ μέτρον τῆς φιλανθρωπίας, ὑπὲρ τὸ μέτρον τῆς παιδαγωγίας. Ἐκεῖνα, διὰ τὴν πονηρίαν· ταῦτα, διὰ τὴν Τριάδα προσκυνουμένην. Ἐκεῖνα, διὰ τὴν κάθαρσιν· ταῦτα, διὰ τὴν ἐμὴν δόξαν· ὃς Δοξάζω τοὺς δοξάζοντας, καὶ παραζηλῶ τοὺς παραζηλοῦντας. Ἰδοὺ ταῦτα ἐσφράγισται παρ᾿ ἐμοὶ, καὶ οὗτος ἄλυτος νόμος ἀντιμετρήσεως. Σὺ δέ μοι περιείχου τῶν τοίχων, καὶ τῶν πλακῶν, καὶ τῆς κεκομψευμένης ψηφῖδος, καὶ τῶν μακρῶν δρόμων καὶ περιδρόμων, καὶ χρυσῷ κατελάμπου καὶ περιελάμπου, τὸν μὲν, ὡς ὕδωρ ἔσπειρες, τὸν δὲ, ὡς ἄμμον ἐθησαύριζες· ἀγνοῶν, ὅτι κρείσσων ὕπαιθρος πίστις πολυτελοῦς ἀσεβείας, καὶ πλέους Θεῷ τρεῖς συνηγμένοι ἐν ὀνόματι Κυρίου, πολλῶν μυριάδων ἀρνουμένων θεότητα. Ἢ καὶ τοὺς Χαναναίους ἅπαντας προτιμήσεις ἑνὸς τοῦ Ἀβραάμ; ἢ καὶ τοὺς Σοδομίτας ἑνὸς τοῦ Λώτ; ἢ καὶ Μαδιηναίους Μωσέως, τῶν παροίκων καὶ ξένων; Τί δαὶ τοὺς μετὰ Γεδεὼν τριακοσίους, τοὺς λάμψαντας ἀνδρικῶς, τῶν ἀποστραφεισῶν χιλιάδων; τί δαὶ τοὺς οἰκογενεῖς Ἀβραὰμ, τοὺς μικρὸν ὑπὲρ τούτους τῷ ἀριθμῷ τῶν πολλῶν βασιλέων, καὶ τῶν τοῦ στρατοῦ μυριάδων, ἃς, καίπερ ὄντες ὀλίγοι, κατεδίωξαν καὶ ἐτρέψαντο; ἐκεῖνο δὲ πῶς νοεῖς, ὅτι Ἐὰν γένηται ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται; τί δαὶ τὸ, Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ; οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. Οὐκ ἐν τοῖς πλείοσιν εὐδόκησεν ὁ Θεός.

8. Σὺ μὲν ἀριθμεῖς τὰς μυριάδας, Θεὸς δὲ τοὺς σωζομένους· καὶ σὺ μὲν τὸν ἀμέτρητον χοῦν, ἐγὼ δὲ τὰ σκεύη τῆς ἐκλογῆς. Οὐδὲν γὰρ οὕτω Θεῷ μεγαλοπρεπὲς ὡς λόγος κεκαθαρμένος, καὶ ψυχὴ τελεία τοῖς τῆς ἀληθείας δόγμασιν. Ἄξιον μὲν γὰρ οὐδέν ἐστι τοῦ τὰ πάντα πεποιηκότος, καὶ παρ᾿ οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰ πάντα, δοῦναι Θεῷ καὶ προσενεγκεῖν· μὴ ὅτι μιᾶς χειρὸς ἔργον ἢ περιουσίας, ἀλλ᾿ οὐδ᾿ εἰ πᾶσάν τις τὴν ἐν ἀνθρώποις εὐπορίαν ἢ χεῖρα εἰς ἒν συνενεγκὼν, τιμῆσαι θελήσειεν. Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος· καὶ, Ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ τίς τόπος τῆς καταπαύσεώς μου; ἐπεὶ δὲ τῆς ἀξίας διαμαρτεῖν ἀναγκαῖον, ὃ δεύτερόν ἐστιν, αἰτῶ παρ᾿ ὑμῶν τὴν εὐσέβειαν, τὸν κοινὸν πλοῦτον ἐμοὶ καὶ ὁμότιμον, ἐν ᾧ τυχὸν ὑπερβαλεῖται καὶ τὸν λίαν λαμπρὸν ὁ πάνυ πένης, ἂν ᾖ μεγαλόψυχος. Προαιρέσεως γὰρ, οὐκ εὐπορίας ἡ τοιαύτη φιλοτιμία. Λήψομαι μὲν καὶ ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν, εὖ ἴστε. Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε, ἀλλὰ πατήσουσιν αὐτὴν πόδες πραέων, τῶν ἐπεγνωκότων ἐμὲ, καὶ τὸν μονογενῆ μου Λόγον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὑγιῶς καὶ γνησίως. Μέχρι τίνος κληρυνομήσετε τὸ ὄρος τὸ ἅγιόν μου; μέχρι τίνος ἡ κιβωτὸς παρὰ τοῖς ἀλλοφύλοις; Νῦν δὲ μικρὸν ἔτι ἐντρυφήσατε τοῖς ἀλλοτρίοις, καὶ τοῦ βούλεσθαι ἀπολαύσατε. Ὅτι ὃν τρόπον ἐβουλεύσασθε τοῦ ἀπώσασθαί με, κἀγὼ ἀπώσομαι ὑμᾶς, λέγει Κύριος παντοκράτωρ.

9. Ταῦτα καὶ ἀκούειν λέγοντος ἐδόκουν, καὶ ποιοῦντος αἰσθάνεσθαι· καὶ ἔτι πρὸς τούτοις, πρὸς μὲν τὸν λαὸν βοῶντος, τὸν ἐξ ὀλίγου πολὺν ἤδη, καὶ συγκείμενον ἱκανῶς ἐκ διεσπαρμένου, καὶ ἐξ ἐλεουμένου τυχὸν καὶ ἐπίφθονον. Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ πλατύνεσθε. Μὴ διαπαντὸς δεῖ κάμνειν ὑμᾶς ἐν σκηναῖς κατοικοῦντας, καὶ τοὺς θλίβοντας ὑμᾶς ὑπερευφραίνεσθαι; Πρὸς δὲ τοὺς ἐφεστῶτας ἀγγέλους (πείθομαι γὰρ ἄλλους ἄλλης προστατεῖν Ἐκκληδίας, ὡς Ἰωάννης διδάσκει με διὰ τῆς ἀποκαλύψεω)ς· Ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε, ἵνα μηδὲν ᾖ σκῶλον, μηδὲ κώλυμα τῷ λαῷ τῆς θείας ὁδοῦ καὶ εἰσόδου· νῦν μὲν ἐπὶ τὰ χειροποίητα, μικρὸν δὲ ὕστερον ἐπὶ τὴν ἄνω Ἱερουσαλὴμ, καὶ τὰ ἐκεῖσε Ἅγια τῶν ἁγίων, ἃ τέλος οἶδα τῆς ἐνταῦθα κακοπαθείας καὶ συντονίας τοῖς καλῶς ὁδεύουσιν. Ἐν οἷς ἐστε καὶ ὑμεῖς, κλητοὶ ἅγιοι, λαὸς περιούσιος, βασίλειον ἱεράτευμα, σχοίνισμα Κυρίου τὸ κράτιστον, ἀπὸ σταγόνος ποταμὸς ὅλος, ἀπὸ σπινθῆρος λαμπὰς οὐράνιος, ἀπὸ κόκκου νάπυος δένδρον, πτηνῶν ἀνάπαυμα.

10. Τούτους δωροφοροῦμεν ὑμῖν, ὦ φίλοι ποιμένες, τούτους προσάγομεν, τούτοις δεξιούμεθα τοὺς ἡμετέρους φίλους, καὶ ξένους, καὶ συνεκδήμους. Τούτων οὐδὲν κάλλιον προσενεγκεῖν εἴχομεν ὑμῖν, οὐδὲ λαμπρότερον, ὧν ἔχομεν τὸ μεῖζον ἐπιζητήσαντες· ἵν᾿ εἰδῆτε καὶ ξένους ὄντας ἡμᾶς καὶ οὐκ ἐνδεεῖς· ἀλλὰ πτωχοὺς μὲν, πολλοὺς δὲ πλουτίζοντας. Ταῦτα εἰ μὲν μικρὰ καὶ οὐδενὸς ἄξια λόγου, πεισθῆναι βούλομαι, τίνα τὰ μείζω καὶ λόγου πλείονος. Εἰ γὰρ τὸ πόλιν τῆς οἰκουμένης ὀφθαλμὸν, γῆς καὶ θαλάσσης ὅτι κράτιστον, ἑῴας τε καὶ ἑσπερίου λήξεως οἷον σύνδεσμον, εἰς ἣν τὰ πανταχόθεν ἄκρα συντρέχει, καὶ ὅθεν ἄρχεται, ὡς ἀπὸ ἐμπορίου κοινοῦ τῆς πίστεως· εἰ τὸ ταύτην στηρίξαι τε καὶ σθενῶσαι τοῖς ὑγιαίνουσι λόγοις, τῶν οὐ μεγάλων, καὶ ταῦτα, τοσαύταις δονουμένην γλώσσαις, καὶ οὕτω πανταχόθεν, σχολῇ γ᾿ ἂν ἄλλο τι φανείη μέγα καὶ σπουδῆς ἄξιον. Εἰ δὲ τῶν ἐπαινουμένων (δότε τι καὶ ἡμῖν τῆς ἐπὶ τούτοις φιλοτιμία)ς, καὶ αὐτοὶ μερίδα τινὰ τοῖς ὁρωμένοις τούτοις συνεισηνέγκαμεν.

11. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε, πᾶς ὁ τῶν ἐμῶν λόγων ἐξεταστής. Ἴδε τὸν στέφανον τὸν πλακέντα τῆς δόξης, ἀντὶ τῶν μισθωτῶν Ἐφραῒμ, καὶ τοῦ στεφάνου τῆς ὕβρεως. Ἴδε πρεσβυτέρων συνέδριον, πολιᾷ καὶ συνέσει τετιμημένων, διακόνων εὐταξίαν, οὐ πόῤῥω τοῦ αὐτοῦ Πνεύματος, ἀναγνωστῶν εὐκοσμίαν, λαοῦ φιλομάθειαν, ὅσον ἐν ἀνδράσιν, ὅσον ἐν γυναιξὶ, τὴν ἀρετὴν ὁμοτίμοις· καὶ ἀνδρῶν, ὅσον ἐν φιλοσόφοις, ὅσον ἐν ἁπλουστέροις, πᾶσι σοφοῖς τὰ θεῖα· ὅσον ἐν ἄρχουσιν, ὅσον ἐν ἀρχομένοις, ἐνταῦθα πᾶσι καλῶς ἀρχομένοις· ὅσον ἐν στρατιώταις, ὅσον ἐν εὐγενέσιν, ὅσον ἐν λόγοις καὶ περὶ λόγους, πᾶσι Θεοῦ στρατιώταις, ἡμέροις τἄλλα, πολεμικοῖς ὑπὲρ Πνεύματος, πᾶσι τὴν ἄνω τιμῶσι σύγκλητον (εἰς ἣν οὐ τὸ γράμμα εἰσάγει τὸ πεζὸν, ἀλλὰ τὸ ζωοποιοῦν Πνεῦμ)α, ἅπασι λογίοις ὡς ἀληθῶς, καὶ τοῦ ὄντως Λόγου θεραπευταῖς· καὶ γυναικῶν, ὅσον ὑπὸ ζυγὸν, Θεῷ μᾶλλον ἢ σαρκὶ συνδεδεμένον, ὅσον ἄζυγον καὶ ἐλεύθερον, Θεῷ τὸ πᾶν καθιερωμένον· ὅσον ἐν νέοις, ὅσον ἐν γέρουσιν, ὧν τὸ μὲν ἐπὶ γῆρας καλῶς ὁδεύει, τὸ δὲ βιάζεται μεῖναι ἀθάνατον, ταῖς κρείττοσι τῶν ἐλπίδων ἀνακαινούμενον.

12. Τούτου τοῦ στεφάνου (ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, λαλήσω δὲ ὅμω)ς κἀγώ τι συνεβαλόμην τοῖς πλέκουσι. Τούτων τις καὶ τῶν ἐμῶν λόγων ἔργον, οὐχ οὓς ἐῤῥίψαμεν, ἀλλ᾿ οὓς ἠγαπήσαμεν· οὐδὲ τῶν πορνικῶν, ὥς τις ἔφη διασύρων ἡμᾶς τῶν πόρνων καὶ λόγον καὶ τρόπον, ἀλλὰ καὶ λίαν σωφρόνων. Τούτων τις καὶ τοῦ ἐμοῦ Πνεύματος γέννημα καὶ καρπὸς, ὡς γεννᾷν οἶδε Πνεῦμα τοὺς ἀπανισταμένους σώματος. Μαρτυρήσουσιν, εὖ οἶδ᾿ ὅτι, καὶ ὑμῶν οἱ εὐγνώμονες, ἢ καὶ πάντες, ἐπεὶ καὶ πάντας ἐγεωργήσαμεν· καὶ μισθὸς, ἡ ὁμολογία μόνη. Οὐ γὰρ ἄλλο τι ἐπιζητοῦμεν, ἢ ἐζητήσαμεν. Ἄμισθος γὰρ ἡ ἀρετὴ, ἵνα καὶ ἀρετὴ μείνῃ, πρὸς τὸ καλὸν μόνον βλέπουσα.

13. Βούλεσθε προσθῶμέν τι καὶ νεανικώτερον; Ὁρᾶτε τὰς ἐναντίας γλώσσας ἡμερουμένας, καὶ τοὺς θεότητι πολεμοῦντας ἡμῖν ἡσυχάζοντας; Καὶ τοῦτο τοῦ Πνεύματος, καὶ τοῦτο τῆς γεωργίας τῆς ἡμετέρας. Οὐ γὰρ ἀπαιδεύτως παιδεύομεν, οὐδὲ ταῖς ὕβρεσι βάλλομεν, ὅπερ πάσχουσιν οἱ πολλοὶ, μὴ τῷ λόγῳ μαχόμενοι, τοῖς δὲ λέγουσι, καὶ τὴν ἀσθένειαν ἔστιν ὅτε τῶν λογισμῶν ταῖς ὕβρεσι συγκαλύπτοντες· ὥσπερ τὰς σηπίας λόγος ἐμεῖν τὸ μέλαν πρὸ ἑαυτῶν, ἵνα τοὺς θηρεύοντας διαφύγωσιν, ἢ τῷ λανθάνειν θηράσωσιν. Ἀλλὰ τὸ περὶ Χριστοῦ πολεμεῖν δείκνυμεν, ἐν τῷ μάχεσθαι κατὰ Χριστὸν, τὸν εἰρηνικόν τε καὶ πρᾶον, καὶ τὰς ἀσθενείας ἡμῶν βαστάσαντα. Οὔτε εἰρηνεύομεν κατὰ τοῦ λόγου τῆς ἀληθείας, ὑφιέντες τι διὰ δόξαν ἐπιεικείας· οὐ γὰρ κακῶς τὸ καλὸν θηρεύομεν· καὶ εἰρηνεύομεν ἐννόμως μαχόμενοι, καὶ εἴσω τῶν ἡμετέρων ὅρων, καὶ κανόνων τοῦ Πνεύματος. Περὶ μὲν οὖν τούτων οὕτω γινώσκω, καὶ νόμον τίθημι πᾶσι τοῖς ψυχῶν οἰκονόμοις, καὶ τοῦ λόγου ταμίαις· μήτε τῷ σκληρῷ τραχύνειν, μήτε τῷ ὑπεσταλμένῳ κατεπαίρειν· ἀλλ᾿ εὐλόγους εἶναι περὶ τὸν λόγον, μηδετέρῳ τὸ μέτρον ὑπερβαίνοντας.

14. Δεῖ δὲ ἴσως ποθοῦσιν ὑμῖν καὶ τὸν τῆς πίστεως αὐτῆς ἐπιδείξασθαι λόγον, ἥτις ποτέ ἐστιν ἡ καθ᾿ ἡμᾶς. Ἐγώ τε γὰρ ἁγιασθήσομαι τῷ συνεχεῖ τῆς μνήμης· ὅ τε λαὸς οὗτος ὀνήσεται, χαίρων, εἴπερ ἄλλῳ τινὶ, τοῖς τοιούτοις λόγοις· καὶ ὑμεῖς ἐπιγνώσεσθε, εἰ μὴ μάτην φθονούμεθα, τῇ φανερώσει τῆς ἀληθείας, τοῖς μὲν ἁμιλλώμενοι, τοὺς δὲ φθάνοντες. Ὥσπερ γὰρ τῶν βρυχίων ὑδάτων, τὰ μὲν ἐν βάθει κρύπτεται παντελῶς, τὰ δὲ παφλάζει στενοχωρούμενα, καὶ τὴν ἔκρηξιν ὑπισχνεῖται μὲν ταῖς ἀκοαῖς, μέλλει δὲ ἔτι, τὰ δὲ καὶ ἀναῤῥήγνυται· οὕτω καὶ τῶν φιλοσοφούντων περὶ Θεοῦ, ἵνα μὴ λέγω τοὺς παντελῶς ἀγνώμονας, οἱ μὲν πάντη κρύφιον καὶ λανθάνουσαν ἔχουσιν ἐν ἑαυτοῖς τὴν εὐσέβειαν· οἱ δὲ τῆς ὠδῖνος ἐγγὺς, ὅσοι τὸ μὲν ἀσεβὲς φεύγουσι, τὸ δὲ εὐσεβὲς οὐ παῤῥησιάζονται, εἴτε οἰκονομίᾳ τινὶ χρώμενοι περὶ τὸν λόγον, εἴτε δειλίᾳ πρὸς τοῦτο καταφεύγουσιν· ἀλλὰ τὴν μὲν διάνοιαν ὑγιαίνουσιν, ὥς φασι, τὸν λαὸν δὲ οὐχ ὑγιάζουσιν, ὥσπερ ἑαυτῶν οὐκ ἄλλων προστασίαν ἐγχειρισθέντες· οἱ δὲ καὶ δημοσιεύουσι τὸν θησαυρὸν, οὐ στέγοντες τὴν ὠδῖνα τῆς εὐσεβείας, οὐδὲ τὸ μόνοι σώζεσθαι σωτηρίαν νομίζοντες, εἰ μὴ καὶ ἄλλοις τὸ καλὸν ὑπερβλύσειεν. Μεθ᾿ ὧν ἐγὼ ταττοίμην, ἢ οἵτινες μετ᾿ ἐμοῦ τὴν καλὴν τόλμαν τολμῶντες ὁμολογεῖν τὴν εὐσέβειαν.

15. Ἓν μὲν οὖν καὶ σύντομον πρόγραμμα τοῦ καθ᾿ ἡμᾶς λόγου, καὶ οἷον στηλογραφία τις πᾶσι γνώριμος, ὁ λαὸς οὗτος, γνήσιος ὢν τῆς Τριάδος προσκυνητὴς, ὡς θᾶττον ἄν τινα διαζευχθῆναι τῆς ζωῆς ταύτης, ἤ τι τῶν τριῶν ἑν διαζεῦξαι τῆς θεότητος, σύμφρονες, ὁμόζηλοι, ἑνὶ λόγῳ πρός τε ἀλλήλους καὶ πρὸς ἡμᾶς, καὶ τὴν Τριάδα κρατούμενοι· τὰ δὲ καθ᾿ ἕκαστον, ἵν᾿ ἐπέλθω συντόμως, ἄναρχον, καὶ ἀρχὴ, καὶ τὸ μετὰ τῆς ἀρχῆς, εἷς Θεός. Οὔτε τοῦ ἀνάρχου τὸ ἄναρχον φύσις, ἢ τὸ ἀγέννητον· οὐδεμία γὰρ φύσις ὅ τι μὴ τόδε ἐστὶν, ἀλλ᾿ ὅ τι τόδε. Ἡ τοῦ ὄντος θέσις, οὐχὶ τοῦ μὴ ὄντος ἀναίρεσις. Οὔτε ἡ ἀρχὴ, τῷ ἀρχὴ εἶναι, τοῦ ἀνάρχου διείργεται. Οὐ γὰρ φύσις αὐτῷ ἡ ἀρχὴ, ὥσπερ οὐδ᾿ ἐκείνῳ τὸ ἄναρχον. Περὶ γὰρ τὴν φύσιν, οὐ ταῦτα φύσις. Καὶ τὸ μετὰ τοῦ ἀνάρχου, καὶ τῆς ἀρχῆς, οὐκ ἄλλο τι, ἢ ὅπερ ἐκεῖνα. Ὄνομα δὲ, τῷ μὲν ἀνάρχῳ, Πατήρ· τῇ δὲ ἀρχῇ, Υἱός· τῷ δὲ μετὰ τῆς ἀρχῆς, Πνεῦμα ἅγιον. Φύσις δὲ τοῖς τρισὶ μία, Θεός. Ἕνωσις δὲ, ὁ Πατὴρ, ἐξ οὗ, καὶ πρὸς ὃν ἀνάγεται τὰ ἑξῆς· οὐχ ὡς συναλείφεσθαι, ἀλλ᾿ ὡς ἔχεσθαι, μήτε χρόνου διείργοντος, μήτε θελήματος, μήτε δυνάμεως. Ταῦτα γὰρ ἡμᾶς πολλὰ εἶναι πεποίηκεν, αὐτοῦ τε ἑκάστου πρὸς ἑαυτὸ, καὶ πρὸς τὸ ἕτερον στασιάζοντος. Οἷς δὲ ἁπλῆ φύσις καὶ τὸ εἶναι ταυτὸν, τούτοις καὶ τὸ ἑν κύριον.

16. Τὰς μὲν οὖν φιλονείκους ἐπὶ θάτερα μετακλίσεις τοῦ λόγου καὶ ἀντισηκώσεις, χαίρειν ἐάσωμεν· οὔτε τῷ ἑνὶ Σαβελλίζοντες κατὰ τῶν τριῶν, καὶ συναιρέσει κακῇ τὴν διαίρεσιν λύοντες· οὔτε τοῖς τρισὶν Ἀρειανίζοντες κατὰ τοῦ ἑνὸς, καὶ πονηρᾷ διαιρέσει τὸ ἑν ἀνατρέποντες. Οὐ γὰρ κακοῦ τὸ κακὸν ἀλλάξασθαι τὸ ζητούμενον, ἀλλὰ τοῦ καλοῦ μὴ διαμαρτεῖν. Ὡς ταῦτά γε τοῦ πονηροῦ παίγνια, κακῶς τὰ ἡμέτερα ταλαντεύοντος. Αὐτοὶ δὲ τὴν μέσην βαδίζοντες καὶ βασιλικὴν, ἐν ᾧ καὶ τὸ τῶν ἀρετῶν ἕστηκεν, ὡς δοκεῖ τοῖς ταῦτα δεινοῖς, πιστεύομεν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ Πνεῦμα ἅγιον, ὁμοούσιά τε καὶ ὁμόδοξα· ἐν οἷς καὶ τὸ βάπτισμα τὴν τελείωσιν ἔχει, ἔν τε ὀνόμασι καὶ πράγμασιν (οἶδας ὁ μυηθεί)ς· ἄρνησις ὂν ἀθεΐας, καὶ ὁμολογία θεότητος, καὶ οὕτω καταρτιζόμεθα· τὸ μὲν ἑν, τῇ οὐσίᾳ γινώσκοντες, καὶ τῷ ἀμερίστῳ τῆς προσκυνήσεως· τὰ δὲ τρία, ταῖς ὑποστάσεσιν, εἴτουν προσώποις, ὅ τισι φίλον. Μηδὲ γὰρ οἱ περὶ ταῦτα ζυγομαχοῦντες ἀσχημονείτωσαν, ὥσπερ ἐν ὀνόμασι κειμένης ἡμῖν τῆς εὐσεβείας, ἀλλ᾿ οὐκ ἐν πράγμασι. Τί γάρ φατε οἱ τὰς τρεῖς ὑποστάσεις εἰσφέροντες; μὴ τρεῖς οὐσίας ὑπολαμβάνοντες τοῦτο λέγετε; Μέγα οἶδ᾿, ὅτι βοήσετε κατὰ τῶν οὕτως ὑπειληφότων. Μίαν γὰρ καὶ τὴν αὐτὴν τῶν τριῶν δογματίζετε. Τί δαὶ οἱ τὰ πρόςωπα; μὴ ἑν, οἷόν τι σύνθετον, ἀναπλάσσετε, καὶ τριπρόσωπον, ἢ ἀνθρωπόμορφον ὅλως; Ἄπαγε, καὶ ὑμεῖς ἀντιβοήσετε, μηδὲ πρόσωπον, ὅ τί ποτέ ἐστιν, ἴδοι Θεοῦ, ὃς οὕτως ἔχει. Τί οὖν ἡμῖν αἱ ὑποστάσεις βούλονται, ἢ ὑμῖν τὰ πρόσωπα; προςερήσομαι γάρ. Τὸ τρία εἶναι τὰ διαιρούμενα, οὐ φύσεσιν, ἀλλ᾿ ἰδιότησιν. Ὑπέρευγε. Πῶς ἄν τινες συμφρονοῖεν μᾶλλον καὶ τὸ αὐτὸ λέγοιεν, ἢ οὕτως ἔχοντες, κἂν ταῖς συλλαβαῖς διαφέρωσιν; Ὁρᾶτε οἷος ἐγὼ διαλλακτὴς ὑμῖν, πρὸς τὸν νοῦν ἄγων ἀπὸ τοῦ γράμματος, ὥσπερ τὴν Παλαιὰν καὶ τὴν Νέαν.

17. Ἀλλ᾿ ἐπανιτέον μοι πάλιν πρὸς τὸν αὐτὸν λόγον. Τὸ μὲν οὖν ἀγέννητον, καὶ τὸ γεννητὸν, καὶ τὸ ἐκπορευτὸν λεγέσθω τε καὶ νοείσθω, εἴ τῳ φίλον δημιουργεῖν ὀνόματα· οὐ γὰρ δείσομεν, μή ποτε νοῆται σωματικῶς τὰ ἀσώματα, ὅπερ δοκεῖ τοῖς ἐπηρεασταῖς θεότητος. Κτίσμα δὲ, Θεοῦ μὲν λεγέσθω· μέγα γὰρ ἡμῖν καὶ τοῦτο· Θεὸς δὲ, μηδαμῶς. Ἢ τότε δέξομαι κτίσμα εἶναι Θεὸν, ὅταν κἀγὼ γένωμαι κυρίως Θεός. Ἔχει γὰρ οὕτως. Εἰ μὲν Θεὸς, οὐ κτίσμα· μεθ᾿ ἡμῶν γὰρ τὸ κτίσμα, τῶν οὐ θεῶν. Εἰ κτίσμα δὲ, οὐ Θεός· ἤρξατο γὰρ χρονικῶς. Ὃ δὲ ἤρξατο, ἦν ὅτε οὐκ ἦν. Οὗ δὲ πρεσβύτερον τὸ οὐκ ἦν, τοῦτο οὐ κυρίως ὄν. Τὸ δὲ μὴ κυρίως ὂν, πῶς Θεός; Οὔτε οὖν κτίσμα τῶν τριῶν, οὐδὲ ἕν· οὔτε, ὃ τούτου χεῖρον, δι᾿ ἐμὲ γενόμενον· ἵνα μὴ κτίσμα ᾖ μόνον, ἀλλὰ καὶ ἡμῶν ἀτιμότερον. Εἰ γὰρ ἐγὼ μὲν εἰς δόξαν Θεοῦ, τοῦτο δὲ δι᾿ ἐμὲ (ἡ πυράγρα διὰ τὴν ἅμαξαν, ἢ ὁ πρίων διὰ τὴν θύραν), νικῶ τῇ αἰτίᾳ. Ὅσῳ γὰρ κτισμάτων Θεὸς ὑψηλότερος, τοσοῦτον τοῦ διὰ Θεὸν ὑποστάντος ἐμοῦ, τὸ δι᾿ ἐμὲ γινόμενον, ἀτιμότερον.

18. Πρὸς ταῦτα, Μοαβίταις μὲν καὶ Ἀμμωνίταις μηδὲ εἰσιτητὸν εἰς Ἐκκλησίαν ἔστω Θεοῦ, λόγοις διαλεκτικοῖς τε καὶ κακοπράγμοσιν, οἳ γέννησιν Θεοῦ πολυπραγμονοῦντες, καὶ πρόοδον ἄῤῥητον, κατεξανίστανται τολμηρῶς θεότητος· ὡς δέον, ἢ ἐφικτὰ μόνοις εἶναι τὰ ὑπὲρ λόγον, ἢ μηδὲ εἶναι, ὅτι μὴ αὐτοὶ κατειλήφασιν. Ἡμεῖς δὲ ταῖς θείαις Γραφαῖς ἑπόμενοι, καὶ τὰ ἐγκείμενα σκῶλα τοῖς τυφλώττουσι λύοντες, τῆς σωτηρίας ἑξόμεθα, πάντα τολμῶντες πρότερον, ἢ κατὰ Θεοῦ τι νεανιεύεσθαι. Τὰς μὲν δὴ μαρτυρίας ἄλλοις παρήσομεν, πολλοῖς τε λογογραφηθείσας ἤδη πολλάκις, καὶ ἡμῖν οὐ παρέργως. Καὶ ἅμα λίαν αἰσχρὸν ἐμοὶ γοῦν, νῦν τὰς πίστεις συλλέγειν τῶν πάλαι πεπιστευμένων. Τάξις γὰρ οὐκ ἀρίστη διδάσκειν πρότερον, εἶτα μανθάνειν, μὴ ὅτι τὰ θεῖα καὶ τηλικαῦτα τὸ μέγεθος, ἀλλ᾿ οὐδὲ ἄλλο τι τῶν μικρῶν καὶ τοῦ μηδενὸς ἀξίων. Καὶ τὰ ἐκ τῆς Γραφῆς προσκόμματα λύειν καὶ διαρθροῦν, οὐ τοῦ παρόντος καιροῦ, σπουδῆς δὲ τελεωτέρας καὶ μείζονος, ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν τῆς ὑποθέσεως. Ὁ δ᾿ οὖν λόγος ἡμῶν, ὡς ἐν κεφαλαίῳ περιλαβεῖν, ἔστιν οὗτος. Καὶ ταῦτα διῆλθον, οὐχ ἵν᾿ ἀγωνίσωμαι πρὸς τοὺς ἀντιθέτους (πολλάκις γὰρ ἤδη διηγωνισάμεθα, εἰ καὶ μετρίω)ς, ἀλλ᾿ ἵν᾿ ὑμῖν ἐπιδείξω τὸν χαρακτῆρα τῶν ἐμῶν διδαγμάτων, εἰ μὴ τῶν ὑμετέρων ἐγὼ συναγωνιστὴς, καὶ κατὰ τῶν αὐτῶν, καὶ ὑπὲρ τῶν αὐτῶν ἱστάμενος.

19. Οὗτος ὑμῖν, ὦ ἄνδρες, ὁ τῆς ἐμῆς ἀπόλογος παρουσίας· εἰ μὲν ἐπαινετῶς ἔχων, τῷ Θεῷ χάρις, καὶ ὑμῖν τοῖς καλέσασιν· εἰ δὲ τῆς ἐλπίδος ἐνδεέστερον, καὶ οὕτω χάρις. Οὐ γὰρ πάντη ψεκτῶς, εὖ οἶδα, καὶ ὑμῖν οὐκ ἀπιστῶ λέγουσιν. Μή τι τὸν λαὸν τοῦτον ἐπλεονεκτήσαμεν; μή τι τῶν ἡμετέρων ᾠκονομήσαμεν, ὃ τοὺς πολλοὺς ὁρῶ πάσχοντας; μή τι τὴν Ἐκκλησίαν παρελυπήσαμεν; Ἄλλους μὲν ἴσως, οἷς ἐρήμην ἡμᾶς ᾑρηκέναι νομίζουσι, τὸν ἡμέτερον ἀντεστήσαμεν λόγον· ὑμᾶς δὲ οὐδὲν, ὅσα ἐμαυτῷ συνεπίσταμαι. Οὐ βοῦν ὑμῶν εἴληφα, φησὶ Σαμουὴλ ὁ μέγας, πρὸς τὸν Ἰσραὴλ ὑπὲρ τοῦ βασιλέως διαφερόμενος· οὐ ψυχῶν ὑμῶν ἐξίλασμα, μάρτυς Κύριος ἐν ὑμῖν· οὐ τὸ καὶ τὸ, πλείονα λέγων, ἵνα μὴ αὐτὸς ἀπαριθμῶμαι καθ᾿ ἕκαστον· ἀλλὰ καθαρὰν καὶ ἀκίβδηλον τὴν ἱερωσύνην ἐφύλαξα. Εἰ δὲ δυναστείαν ἠγάπησα, ἢ θρόνων ὕψος, ἢ βασιλέων πατεῖν αὐλὰς, μηδὲ ἄλλο τι λαμπρὸν ἔχοιμι, ἢ ῥίψαιμι κεκτημένος.

20. Τί οὖν ἐστιν ὅ φημι; Οὐ γὰρ ἄμισθος ἐγὼ τῆς ἀρετῆς ἐργάτης, οὐδ᾿ εἰς τοσοῦτον ἀρετῆς ἀφικόμην. Δότε μοι τῶν πόνων μισθόν. Τίνα τοῦτον; Οὐχ ὃν ἄν τινες ὑπολάβοιεν τῶν πάντα ῥᾳδίων· ἀλλ᾿ ὃν ἐμοὶ ζητεῖν ἀσφαλές. Ἀναπαύσατε τῶν μακρῶν πόνων ἡμᾶς· αἰδέσθητε τὴν πολιὰν ταύτην· τιμήσατε τὴν ξενιτείαν· ἄλλον ἀντεισαγάγετε, τὸν ὑπὲρ ὑμῶν διωκόμενον, ὅστις καθαρὸς χεῖρας, ὅστις φωνὴν οὐκ ἀσύνετος, ὅστις ἱκανὸς τὰ πάντα ὑμῖν χαρίζεσθαι, καὶ συνδιαφέρειν τὰς ἐκκλησιαστικὰς φροντίδας· ἐπειδὴ τούτων μάλιστα νῦν ὁ καιρός. Ἐμοὶ δὲ ὁρᾶτε καὶ τὸ σῶμα ὡς ἔχει τοῦτο, καὶ χρόνῳ, καὶ νόσῳ, καὶ πόνῳ δαπανηθέν. Τί δεῖ γέροντος ὑμῖν δειλοῦ, καὶ ἀνάνδρου, καὶ καθ᾿ ἑκάστην, ὡς εἰπεῖν, ἀποθνήσκοντος τὴν ἡμέραν, οὐ τῷ σώματι μόνον, ἀλλὰ καὶ ταῖς φροντίσιν· ὃς μόλις καὶ ταῦτα ὑμῖν διαλέγομαι; Μὴ ἀπιστήσητε φωνῇ διδασκάλου· καὶ γὰρ οὐδὲ ἠπιστήσατε πώποτε. Κέκμηκα, τὴν ἐπιείκειαν ἐγκαλούμενος. Κέκμηκα, καὶ λόγῳ, καὶ φθόνῳ μαχόμενος, καὶ πολεμίοις, καὶ ἡμετέροις. Οἱ μὲν τὰ στέρνα παίουσι, καὶ ἧττον ἐπιτυγχάνουσι· τὸ γὰρ προδήλως ἐχθρὸν, εὐφύλακτον. Οἱ δὲ, τὰ νῶτα τηροῦσι, καὶ μᾶλλόν εἰσι λυπηροί· τὸ γὰρ ἀνύποπτον, καιριώτερον. Εἰ δὲ καὶ κυβερνήτης ἦν, καὶ τῶν λίαν ἐπιστημόνων· εἶτα πολλὴ μὲν ἦν περὶ ἡμᾶς ἡ θάλασσα, καὶ περὶ τὴν ναῦν ζέουσα· πολλὴ δὲ τῶν ἐμπλεόντων ἡ στάσις, ἄλλων περὶ ἄλλου ζυγομαχούντων, καὶ ἀντικτυπούντων ἀλλήλοις τε καὶ τοῖς κύμασι, πόσον ἀντέσχον ἂν ἐπὶ τῶν οἰάκων καθήμενος, ὥστε καὶ θαλάσσῃ καὶ τοῖς ἐμπλέουσι μάχεσθαι, καὶ διασώζειν ἀκινδύνως τὴν ναῦν ἐκ διπλοῦ τοῦ κλύδωνος; Ὧν γὰρ παντὶ τρόπῳ συναγωνιζομένων, χαλεπὸν ἦν τὸ τῆς σωτηρίας, τούτων πῶς οἷόν τε ἀνταγωνιζομένων μὴ καταδύεσθαι;

21. Τί τἄλλα δεῖ λέγειν; Ἀλλὰ πῶς οἴσω τὸν ἱερὸν τοῦτον πόλεμον; Λεγέσθω γάρ τις καὶ πόλεμος ἱερὸς, ὥσπερ καὶ βαρβαρικός. Πῶς συνάψω, καὶ εἰς ἑν ἀγάγω τοὺς ἀντικαθεζομένους τούτους καὶ ἀντιποιμαίνοντας, καὶ τὸν συναπεῤῥωγότα τούτοις λαὸν καὶ ἀντίθετον· ὥσπερ ἐν τοῖς χάσμασι τῶν σεισμῶν, τὰ γειτονοῦντα καὶ πλησιάζοντα· ἢ ταῖς λοιμικαῖς νόσοις τοὺς θεραπευτὰς καὶ οἰκείους, ἄλλοις ἀπ᾿ ἄλλων διαδιδομένης εὐκόλως τῆς ἀῤῥωστίας· οὐ μόνον δὲ, ἀλλὰ καὶ τὰ τῆς οἰκουμένης τμήματα συμπεπονθότα τοῖς στασιάζουσιν, ὥστε καὶ εἰς ἀντίπαλον μοῖραν ἀποκριθῆναι τότε Ἑῷον καὶ τὸ Ἑσπέριον, καὶ κινδυνεύειν τῆς γνώμης οὐχ ἧττον ἢ τῶν περάτων ταῦτα γενέσθαι τμήματα; Μέχρι τίνος γὰρ ὁ ἐμὸς καὶ ὁ σὸς, καὶ ὁ παλαιὸς καὶ ὁ νέος, ὁ λογιώτερος ἢ ὁ πνευματικώτερος, ὁ εὐγενέστερος ἢ ὁ δυσγενέστερος, ὁ τῷ πλήθει πλουσιώτερος ἢ ὁ πενέστερος; Αἰσχύνομαι τὸ γῆρας, ἄλλων καλούμενος, ὑπὸ Χριστοῦ σεσωσμένος.

22. Οὐ φέρω τοὺς ἱππικοὺς ὑμῶν, καὶ τὰ θέατρα, καὶ τὴν ἀντίῤῥοπον ταύτην μανίαν ἔν τε δαπανήμασι καὶ σπουδάσμασι. Μεταζεύγνυμεν, ἀντιζεύγνυμεν, ἀντιφρυασσόμεθα, μικροῦ καὶ τὸν ἀέρα παίομεν, ὥσπερ ἐκεῖνοι, καὶ βάλλομεν κόνιν εἰς οὐρανὸν, ὥσπερ οἱ ἐξεστηκότες· καὶ ὑπ᾿ ἄλλοις προσώποις τὰς ἡμετέρας ἐκπληροῦμεν φιλονεικίας, κακοὶ γινόμεθα τῆς φιλοτιμίας διαιτηταὶ, καὶ κριταὶ τῶν πραγμάτων ἀγνώμονες. Σήμερον σύνθρονοι καὶ ὁμόδοξοι, ἂν οὕτω φέρωσιν ἡμᾶς οἱ ἄγοντες· αὔριον ἀντίθρονοι καὶ ἀντίδοξοι, ἐὰν ἀντιπνεύσῃ τὸ πνεῦμα. Μετὰ τῆς ἔχθρας καὶ τῆς φιλίας, καὶ τὰ ὀνόματα· καὶ, τὸ δεινότατον, οὐκ αἰσχυνόμεθα τοῖς αὐτοῖς χρώμενοι τῶν ἐναντίων ἀκροαταῖς· οὐδὲ ἐπὶ τῶν αὐτῶν βεβήκαμεν, ἄλλοτε ἄλλους ποιούσης ἡμᾶς τῆς φιλονεικίας. Εὐρίπων μεταβολαί τινες, ἢ ἀμπώτιδες. Ὥσπερ οὖν εἰ μειρακίων ἐν ἀγορᾷ παιζόντων ἐν μέσῳ καὶ παιζομένων, αἰσχρὸν ἂν ἦν λίαν καὶ οὐχ ἡμῶν, καταλιπόντας τὰς οἰκείας διατριβὰς, ἐκείνοις συμφέρεσθαι (οὐ γὰρ ὡραῖον γήρᾳ, παίδων ἀθύρματ)α· οὕτως οὐδ᾿ εἰ, φερόντων καὶ φερομένων τῶν ἄλλων, αὐτός τι βέλτιον τῶν πολλῶν γινώσκων, δεξαίμην ἂν ἐκείνων εἷς εἶναι μᾶλλον, ἢ, ὅπερ εἰμὶ, μετὰ τῆς ἀφανίας ἐλεύθερος. Πρὸς γὰρ αὖ τοῖς ἄλλοις πάσχω τι καὶ τοιοῦτον, οὐ τὰ πολλὰ συμφέρομαι τοῖς πολλοῖς, οὐδὲ τὴν αὐτὴν βαδίζειν ἀνέχομαι· θρασέως μὲν ἴσως καὶ ἀμαθῶς, πάσχω δ᾿ οὖν ὅμως. Ἀνιᾷ με τὰ τῶν ἄλλων τερπνὰ, καὶ τέρπομαι τοῖς ἑτέρων ἀνιαροῖς. Ὥστε οὐκ ἂν θαυμάσαιμι οὐδὲ τοῦτο, εἰ καὶ δεθείην, ὡς δύσχρηστος, καὶ ἀνοηταίνειν δόξαιμι τοῖς πολλοῖς, ὅ τις λέγεται τῶν παρ᾿ Ἕλλησι φιλοσοφησάντων παθεῖν, ἐγκληθεὶς ὡς μανίαν τὴν σωφροσύνην, ὅτι διεγέλα τὰ πάντα, γέλωτος ὁρῶν ἄξια τὰ τοῖς πολλοῖς σπουδαζόμενα· ἢ καὶ γλεύκους νομισθείην εἶναι μεστὸς, ὡς ὕστερον οἱ Χριστοῦ μαθηταὶ τῷ λαλεῖν γλώσσαις· ἀγνοηθέντες, ὅτι Πνεύματος δύναμις ἦν, οὐ φρενῶν ἔκστασις.

23. Σκοπείτε γὰρ καὶ ἡμῶν τὰ ἐγκλήματα. Τοσοῦτος χρόνος, φησὶν, ἐξ οὗ τὴν Ἐκκλησίαν ἄγεις, μετὰ τῆς τοῦ καιροῦ ῥοπῆς, καὶ τῆς τοῦ κρατοῦντος ὁρμῆς, τοσούτου πράγματος· τί τῆς μεταβολῆς ἡμῖν ἐπεσήμηνε; Πόσοι καθ᾿ ἡμῶν ἔμπροσθεν γεγόνασιν ὑβρισταί; Τί δεινὸν οὐ πεπόνθαμεν; Οὐχ ὕβρεις; Οὐκ ἀπειλάς; Οὐ φυγάς; Οὐ χρημάτων ἁρπαγάς; Οὐ δημεύσεις; Οὐ πρεσβυτέρων ἐμπρησμοὺς θαλαττίους; Οὐ ναοὺς βεβηλωμένους ἁγίων αἵμασι, καὶ γενομένους ἀντὶ ναῶν πολυάνδρια; Οὐ πρεσβυτέρων ἐπισκόπων, οἰκειότερον δὲ πατριαρχῶν εἰπεῖν, σφαγὰς δημοσίας; Οὐ τὸ πάντα τόπον ἄβατον εἶναι τοῖς εὐσεβέσι μόνοις; Οὐχ ὅ τι ἂν εἴποι τις τῶν δεινῶν; Ὧν τί τοῖς πεποιηκόσιν ἀντιδεδώκαμεν, ἐπειδὴ τὸ ἐξεῖναι ποιεῖν εὖ ποιοῦν ἀντεστράφη, καὶ παιδεύειν ἔδει τοὺς ὑβριστάς; Ἐῶ τἄλλα· τὰ δὲ ἡμέτερα, ἵνα μὴ τὰ σὰ λέγωμεν, οὐ δεδιώγμεθα; Οὐχ ὑβρίσμεθα; Οὐκ ἀπεληλάμεθα ἐκκλησιῶν, οἰκιῶν, ἐρήμων αὐτῶν, τὸ δεινότατον Οὐκ ἠνέγκαμεν δῆμον μαινόμενον; ὑπάρχους ὑβρίζοντας; Βασιλέας ὑβριζομένους, καὶ μετὰ τῶν προσταγμάτων; Εἶτα τί; Γεγόναμεν ἰσχυρότεροι, καὶ διαπεφεύγασιν οἱ διώκοντες. Τοῦτο γάρ· αὐτάρκης ἐμοὶ τιμωρία κατὰ τῶν ἀδικούντων, ἡ τοῦ ἀντιδρᾷν ἐξουσία. Τοῖς δὲ οὐχ οὕτω δοκεῖ· λίαν γάρ εἰσιν ἐντελεῖς καὶ δίκαιοι περὶ τὴν ἀντίδοσιν· καὶ διὰ τοῦτο ἀπαιτοῦσι τὰ τοῦ καιροῦ. Τίς ὕπαρχος, φησὶν, ἐζημίωται; Τίς δῆμος σεσωφρόνισται; Τίνες δήμων ἀνάπται; Τίνα φόβον ἡμῖν αὐτοῖς καὶ πρὸς τὸ μέλλον ἐχαρισάμεθα;

24. Τάχα δ᾿ ἂν καὶ ταῦτα ἡμῖν ὀνειδίσαιεν (καὶ γὰρ ὠνειδίκασ)ι· τὸ δὲ τῆς τραπέζης φιλότιμον, τὸ δὲ τῆς ἐσθῆτος αἰδέσιμον, αἱ δὲ πρόοδοι, τὸ δὲ σοβαρὸν πρὸς τοὺς ἐντυγχάνοντας. Ἠγνόουν γὰρ, ὅτι πρὸς ὑπάτους ἡμῖν καὶ ὑπάρχους ἡ ἅμιλλα, καὶ στρατηγῶν τοὺς εὐδοκιμωτάτους, οἳ μὴ ἔχουσιν, ὅποι τὰ ἑαυτῶν ῥίψουσι. Καὶ δεῖ περιστένειν μὲν ἡμῖν τὴν γαστέρα κατατρυφῶσι τῶν πτωχικῶν, ὡς δὲ εἰς τὰ περιττὰ κεχρῆσθαι τοῖς ἀναγκαίοις, καὶ τῶν θυσιαστηρίων κατερεύγεσθαι. Ἵπποις δὲ φέρεσθαι τρυφεροῖς, καὶ δίφρων ὑπεραίρεσθαι περιλάμπρως, προπομπεύεσθαί τε καὶ περιποππύζεσθαι, καὶ πάντας ὑποχωρεῖν ἡμῖν, ὥσπερ θηρίοις, καὶ περισχίζεσθαι, ἢ καὶ πόῤῥωθεν εἶναι δήλους ἐπερχομένους. Εἰ ταῦτα δεινὰ γέγονε, παρελήλυθε· χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. Ἄλλον προστήσασθε τὸν ἀρέσοντα τοῖς πολλοῖς· ἐμοὶ δὲ δότε τὴν ἐρημίαν, καὶ τὴν ἀγροικίαν, καὶ τὸν Θεὸν, ᾧ μόνῳ, καὶ διὰ τῆς εὐτελείας, ἀρέσομεν. Δεινὸν, εἰ στερησόμεθα λόγων, καὶ συλλόγων, καὶ πανηγύρεων, καὶ τῶν κρότων τούτων ὑφ᾿ ὧν πτερούμεθα, καὶ οἰκείων, καὶ φίλων, καὶ τιμῶν, καὶ κάλλους πόλεως καὶ μεγέθους, καὶ τῆς πανταχόθεν περιλαμπούσης ἀστραπῆς τοὺς πρὸς αὐτὰ βλέποντας, ἀλλὰ μὴ εἴσω συννενευκότας· ἀλλ᾿ οὔπω τοσοῦτον ὅσον εἰ θορυβήσομαι καὶ χρανθήσομαι τοῖς ἐν μέσῳ ταράχοις καὶ βράσμασι, καὶ ταῖς πρὸς τοὺς πολλοὺς μετακλίσεσιν. Οὐ γὰρ ζητοῦσιν ἱερεῖς, ἀλλὰ ῥήτορας· οὐδὲ ψυχῶν οἰκονόμους, ἀλλὰ χρημάτων φύλακας· οὐδὲ θύτας καθαροὺς, ἀλλὰ προστάτας ἰσχυρούς. Ἀπολογήσομαί τι περὶ αὐτῶν· οὕτως ἡμεῖς αὐτοὺς ἐπαιδεύσαμεν, οἳ πᾶσι πάντα γινόμεθα, οὐκ οἶδα πότερον, ἵνα σώσωμεν πάντας, ἢ ἀπωλέσωμεν.

25. Τί φατε; Πείθομεν ὑμᾶς τοῖς λόγοις τούτοις, καὶ νενικήκαμεν; Ἢ δεῖ καὶ στεῤῥοτέρων λόγων ἡμῖν πρὸς τὸ πείθειν; Ναὶ, πρὸς τῆς Τριάδος αὐτῆς, ἣν πρεσβεύομεν καὶ πρεσβεύετε, πρὸς τῆς κοινῆς ἡμῶν ἐλπίδος, καὶ τῆς τοῦ λαοῦ τοῦδε συμπήξεως, δότε μοι τὴν χάριν ταύτην· μετὰ εὐχῶν ἡμᾶς ἀποπέμψατε· αὕτη γενέσθω μοι τῆς ἀθλήσεως ἡ ἀνάῤῥησις· δότε μοι τὸ γράμμα τῆς ἀφέσεως, ὥσπερ τοῖς στρατιωτικοῖς οἱ βασιλεῖς· καὶ, εἰ βούλεσθε, μετὰ δεξιᾶς τῆς μαρτυρίας, ἵν᾿ ἔχω τὸ ἐπιτίμιον· εἰ δὲ μὴ, ὅπως βούλεσθε· οὐδὲν περὶ τούτου διοίσομαι, ἕως ἂν Θεὸς ἴδῃ τὰ ἡμέτερα ὅπως ἂν ἔχῃ. Τίνα οὖν ἀντεισάξομεν; Ὄψεται ἑαυτῷ Κύριος ποιμένα εἰς προστασίαν, ὡς πρόβατον εἶδεν εἰς ὁλοκάρπωσιν. Ἓν τοῦτο ἐπιζητῶ μόνον, τῶν φθονουμένων ἔστω τις, μὴ τῶν ἐλεουμένων· μὴ τῶν πάντα πᾶσι χαριζομένων, ἀλλ᾿ ἔστιν ἃ καὶ προςκρούειν εἰδότων ὑπὲρ τοῦ βελτίονος· τὸ μὲν γὰρ ἐνταῦθα ἥδιστον, τὸ δὲ ἐκεῖθεν λυσιτελέστατον. Ὑμεῖς μὲν οὖν τοὺς προπεμπτηρίους ἡμῖν μελετήσατε λόγους· ἐγὼ δὲ ὑμῖν ἀποδώσω τὸν συντακτήριον.

26. Χαίροις, Ἀναστασία μοι τῆς εὐσεβείας ἐπώνυμε. Σὺ γὰρ τὸν λόγον ἡμῖν ἐξανέστησας ἔτι καταφρονούμενον· τὸ τῆς κοινῆς νίκης χωρίον, ἡ νέα Σηλὼμ, ἐν ᾗ πρῶτον τὴν σκηνὴν ἐπήξαμεν, τεσσαράκοντα ἔτη περιφερομένην ἐν τῇ ἐρήμῳ καὶ πλανωμένην. Σύ τε ὁ μέγας ναὸς οὗτος καὶ περιβόητος, ἡ νέα κληρονομία, τὸ νῦν μέγας εἶναι παρὰ τοῦ Λόγου λαβὼν, ὃν Ἰεβοῦς πρότερον ὅντα, Ἱερουσαλὴμ πεποιήκαμεν· ὑμεῖς τε ὅσοι μετὰ τοῦτον εὐθὺς τοῖς κάλλεσιν, ἄλλος ἄλλο τι τῆς πόλεως μέρος διειληφότες, ὥσπερ σύνδεσμοί τινες καὶ τὸ Γειτονοῦν οἰκειούμενοι· οὓς μετὰ τῆς ἀσθενείας ταύτης, οὐχ ἡμεῖς, ἡ χάρις δὲ σὺν ἡμῖν ἐπλήρωσε τοῖς ἀπεγνωσμένοις. Χαίρετε, ἀπόστολοι, ἡ καλὴ μετοικία, οἱ ἐμοὶ διδάσκαλοι τῆς ἀθλήσεως, εἰ καὶ μὴ πολλάκις ὑμῖν ἐπανηγύρισα, ἴσως τὸν τοῦ ὑμετέρου Παύλου Σατᾶν περιφέρων ἐν τῷ σώματι πρὸς τὸ συμφέρον, δι᾿ ὃν νῦν ὑμῶν ἀποικίζομαι. Χαῖρέ μοι, ὦ καθέδρα, τὸ ἐπίφθονον ὕψος τοῦτο καὶ ἐπικίνδυνον, ἀρχιερέων συνέδριον, ἱερέων αἰδοῖ καὶ χρόνῳ τετιμημένον, ὅσον τε ἄλλο περὶ τὴν ἱερὰν τράπεζαν λειτουργικὸν Θεοῦ, καὶ ἐγγίζον Θεῷ τῷ ἐγγίζοντι. Χαίρετε, Ναζαραίων χοροστασίαι, ψαλμῳδιῶν ἁρμονίαι, στάσεις πάννυχοι, παρθένων σεμνότης, γυναικῶν εὐκοσμία, χηρῶν, ὀρφανῶν συστήματα, πτωχῶν ὀφθαλμοὶ, πρὸς Θεὸν καὶ πρὸς ἡμᾶς βλέποντες. Χαίρετε, οἶκοι φιλόξενοι καὶ φιλόχριστοι, καὶ τῆς ἐμῆς ἀσθενείας ἀντιλήπτορες. Χαίρετε, τῶν ἐμῶν λόγων ἐρασταὶ, καὶ δρόμοι, καὶ συνδρομαὶ, καὶ γραφίδες φανεραὶ καὶ λανθάνουσαι, καὶ ἡ βιαζομένη κιγκλὶς, αὕτη τοῖς περὶ τὸν λόγον ὠθιζομένοις. Χαίρετε, ὦ βασιλεῖς, καὶ βασίλεια, ὅσον τε περὶ τὸν βασιλέα θεραπευτικὸν καὶ οἰκίδιον· εἰ μὲν καὶ βασιλεῖ πιστὸν, οὐκ οἶδα· Θεῷ δὲ τὸ πλεῖον ἄπιστον. Κροτήσατε χεῖρας, ὀξὺ βοήσατε, ἄρατε εἰς ὕψος τὸν ῥήτορα ὑμῶν. Σεσίγηκεν ὑμῖν ἡ πονηρὰ γλῶσσα καὶ λάλος· οὐ μὴν σιγήσεται παντάπασιν· μαχήσεται γὰρ διὰ χειρὸς καὶ μέλανος· τὸ δ᾿ οὖν παρὸν σεσιγήκαμεν.

27. Χαῖρε, ὦ μεγαλόπολι καὶ φιλόχριστε (μαρτυρήσω γὰρ τἀληθῆ, καὶ εἰ μὴ κατ᾿ ἐπίγνωσιν ὁ ζῆλος· πεποίηκε χρηστοτέρους ἡμᾶς ἡ διάζευξι)ς. Πρόσιτε τῇ ἀληθείᾳ· μετασκευάζεσθε ὀψὲ γοῦν· τιμήσατε Θεὸν, πλέον τῆς συνηθείας. Οὐχ ἡ μετάθεσις τὸ αἰσχρὸν ἔχει, ἀλλ᾿ ἡ τοῦ κακοῦ τήρησις τὴν ἀπώλειαν. Χαίροις, Ἀνατολὴ καὶ Δύσις, ὑπὲρ ὧν, καὶ ὑφ᾿ ὧν πολεμούμεθα· μάρτυς ὁ εἰρηνεύσων ὑμᾶς, ἂν ὀλίγοι μιμήσωνται τὴν ἐμὴν ὑποχώρησιν. Οὐ γὰρ καὶ τὸν Θεὸν ἀπολοῦσιν οἱ τῶν θρόνων παραχωρήσαντες, ἀλλ᾿ ἕξουσι τὴν ἄνω καθέδραν, ἣ πολὺ τούτων ἐστὶν ὑψηλοτέρα τε καὶ ἀσφαλεστέρα. Ἐπὶ πᾶσί τε καὶ πρὸ πάντων βοήσομαι· Χαίρετε, ἄγγελοι, τῆσδε τῆς Ἐκκλησίας ἔφοροι, καὶ τῆς ἐμῆς παρουσίας καὶ ἐκδημίας, εἴπερ ἐν χειρὶ Θεοῦ τὰ ἡμέτερα. Χαῖρέ μοι, ὦ Τριὰς, τὸ ἐμὸν μελέτημα καὶ καλλώπισμα· καὶ σώζοιο τοῖσδε, καὶ σώζοις τούσδε, τὸν ἐμὸν λαὸν (ἐμὸς γὰρ, κἂν ἄλλως οἰκονομώμεθ)α· καὶ ἀγγέλοιό μοι διαπαντὸς ὑψουμένη, καὶ αὐξουμένη, καὶ λόγῳ, καὶ πολιτείᾳ, Τεκνία, φυλάσσοιτέ μοι τὴν παρακαταθήκην· μέμνησθέ μου τῶν λιθασμῶν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.



ΛΟΓΟΣ 43.


ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΒΑΣΙΛΕΙΟΝ ΕΠΙΣΚΟΠΟΝ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ ΕΠΙΤΑΦΙΟΣ


1. Ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέσεις τῶν λόγων ἀεὶ προθεὶς ὁ μέγας Βασίλειος, καὶ γὰρ ἐφιλοτιμεῖτο τοῖς ἐμοῖς λόγοις ὡς οὔπω τοῖς ἑαυτοῦ τῶν πάντων οὐδείς, ἑαυτὸν νῦν ἡμῖν προθήσειν, ὑπόθεσιν ἀγώνων μεγίστην τοῖς περὶ λόγους ἐσπουδακόσιν. Οἶμαι γάρ, εἴ τις τῆς ἐν λόγοις δυνάμεως πεῖραν ποιούμενος, ἔπειτα πρὸς μέτρον κρῖναι ταύτην θελήσειε, μίαν ἐκ πασῶν ὑπόθεσιν προστησά μενος, καθάπερ οἱ ζωγράφοι τοὺς ἀρχετύπους πίνακας, ταύτην ἂν ὑφελὼν μόνην, ὡς λόγου κρείττονα, τῶν ἄλλων ἑλέσθαι τὴν πρώτην· τοσοῦτον ἔργον ἡ τοῦ ἀνδρὸς εὐφημία, μὴ ὅτι γε ἡμῖν τοῖς πάλαι πᾶν τὸ φιλότιμον κατα λύσασιν, ἀλλὰ καὶ οἷς βίος ἐστὶν ὁ λόγος, ἑν τοῦτο ἐσπου δακόσι καὶ μόνον, ταῖς τοιαύταις ἐνευδοκιμεῖν ὑποθέσεσιν! Ἔχω μὲν οὕτω περὶ τούτων καί, ὡς ἐμαυτὸν πείθω, λίαν ὀρθῶς. Οὐκ οἶδα δὲ εἰς ὅ τι ἂν ἄλλο χρησαίμην τοῖς λόγοις μὴ νῦν χρησάμενος. ἢ ὅ τί ποτ᾿ ἂν μᾶλλον ἢ ἐμαυτῷ χαρισαίμην ἢ τοῖς ἀρετῆς ἐπαινέταις ἢ τοῖς λόγοις αὐτοῖς, ἢ τὸν ἄνδρα τοῦτον θαυμάσας. Ἐμοί τε γὰρ ἔσται τοῦτο χρέος ἱκανῶς ἀφωσιωμένον· χρέος δέ, εἴπερ ἄλλο τι, τοῖς ἀγαθοῖς τά τε ἄλλα καὶ περὶ τὸν λόγον, ὁ λόγος. Ἐκεί νοις θ᾿ ἅμα μὲν ἡδονὴ %ἂν& γένοιτο, καὶ ἅμα παράκλησις εἰς ἀρετήν, [ὁ λόγο]ς. Ὧν γὰρ τοὺς ἐπαίνους, οἶδα τούτων σαφῶς καὶ τὰς ἐπιδόσεις· [ἐπ᾿ οὐδενὸς οὖν τῶν ἁπάντων, οὐκ ἔστιν ἐφ᾿ ὅτῳ οὐχὶ τῶν ἁπάντων]. Τοῖς τε λόγοις αὐτοῖς ἀμφοτέρωθεν ἂν ἔχοι τὸ πρᾶγμα καλῶς· εἰ μὲν ἐγγὺς ἔλθοιεν τῆς ἀξίας, τὴν ἑαυτῶν ἐπιδεδειγμένοις δύναμιν· εἰ δὲ πλεῖστον ἀπολειφθεῖεν, ὃ πᾶσα παθεῖν ἀνάγκη τοῖς ἐκεῖ νον ἐγκωμιάζουσιν, ἔργῳ δεδηλωκόσι τὴν ἧτταν, καὶ τὸ κρείττω ἢ κατὰ λόγου δύναμιν εἶναι τὸν εὐφημούμενον.

2. Ἃ μὲν οὖν πεποίηκέ μοι τὸν λόγον καὶ δι᾿ ἃ τὸν ἀγῶνα τοῦτον ἐνεστησάμην, ταῦτά ἐστιν. Εἰ δὲ τοσοῦτον ἀπήντηκα τοῦ καιροῦ δεύτερος καὶ μετὰ τοσούτους ἐπαινέτας, ἰδίᾳ τε καὶ δημοσίᾳ τὰ ἐκείνου σεμνύναντας, μηδεὶς θαυμα ζέτω. Ἀλλὰ συγγινωσκέτω μὲν ἡ θεία ἡ ψυχή, καὶ πάντ᾿ ἐμοὶ σεβασμία καὶ νῦν καὶ πρότερον. Πάντως δὲ ὡς σὺν ἡμῖν ὢν ἐπηνώρθου πολλὰ τῶν ἐμῶν ὅρῳ τε φιλίας καὶ νόμῳ κρείττονι (οὐ γὰρ αἰσχύνομαι τοῦτο λέγειν, ὅτι καὶ πᾶσι νόμος ἦν ἀρετῆ)ς, οὕτω καὶ ὑπὲρ ἡμᾶς γενόμενος, συγγνώμων ἔσται τοῖς ἡμετέροις. Συγγινωσκέτωσαν δὲ καὶ ὑμῶν ὅσοι θερμότεροι τοῦ ἀνδρὸς ἐπαινέται, εἴπερ τις ἔστιν ἄλλου θερμότερος, ἀλλὰ μὴ τοῦτο μόνον πάντες ὁμότιμοι, τὴν τοῦ ἀνδρὸς εὐφημίαν. Οὐ γὰρ ὀλιγωρίᾳ τὸ εἰκὸς ἐνελίπομεν· μή ποτε τοσοῦτον ἀμελήσαιμεν ἢ ἀρετῆς ἢ τοῦ φιλικοῦ καθήκοντος· οὐδὲ τῷ νομίζειν ἄλλοις μᾶλλον ἡμῶν προσήκειν τὸν ἔπαινον. Ἀλλὰ πρῶτον μὲν ὤκνουν τὸν λόγον, εἰρήσεται γὰρ τἀληθές, ὥσπερ οἱ τοῖς ἱεροῖς προσιόντες, πρὶν καθαρ θῆναι καὶ φωνὴν καὶ διάνοιαν. Ἔπειτα, οὐκ ἀγνοοῦντας μέν, ὑπομνήσω δ᾿ οὖν ὅμως, ὧν μεταξὺ περὶ τὸν ἀληθῆ λόγον ἠσχολήμεθα κινδυνεύοντα, καλῶς βιασθέντες, καὶ κατὰ Θεὸν ἴσως ἔκδημοι γεγονότες, καὶ οὐδὲ ἀπὸ γνώμης ἐκείνῳ τῷ γενναίῳ τῆς ἀληθείας ἀγωνιστῇ καὶ μηδὲν ἕτε ρον ἀναπνεύσαντι ὅτι μὴ λόγον εὐσεβῆ καὶ κόσμου παντὸς σωτήριον. Τὰ γὰρ τοῦ σώματος ἴσως οὐδὲ θαρρῆσαι χρὴ λέγειν ἀνδρὶ γενναίῳ καὶ ὑπὲρ τὸ σῶμα πρὶν ἐνθένδε μεταναστῆναι, καὶ μηδὲν ἀξιοῦντι τῶν τῆς ψυχῆς καλῶν ὑπὸ τοῦ δεσμοῦ παραβλάπτεσθαι. Τὰ μὲν δὴ τῆς ἀπολογίας ἐνταῦθα κείσθω· καὶ γὰρ οὐδὲ μακροτέρας οἶμαι ταύτης δεήσειν ἡμῖν, πρὸς ἐκεῖνόν γε ποιουμένοις τὸν λόγον καὶ τοὺς εἰδότας σαφῶς τὰ ἡμέ τερα. Ἤδη δὲ πρὸς αὐτὴν ἡμῖν ἰτέον τὴν εὐφημίαν, αὐτὸν προστησαμένοις τοῦ λόγου τὸν ἐκείνου Θεόν, μὴ καθυβρίσαι τὸν ἄνδρα τοῖς ἐγκωμίοις, μηδὲ πολὺ δεύτερον τῶν ἄλλων ἐλθεῖν, κἂν ἐκείνου πάντες ἴσον ἀπολειπώμεθα, καθάπερ οὐρανοῦ καὶ ἡλιακῆς ἀκτῖνος οἱ πρὸς αὐτὰ βλέ ποντες.

3. Εἰ μὲν οὖν ἑώρων αὐτὸν γένει καὶ τοῖς ἐκ γένους φιλοτιμούμενον, ἤ τινι τῶν μικρῶν ὅλως καὶ οἷς οἱ χαμαὶ βλέποντες, ἄλλος ἂν ἡρώων ὤφθη κατάλογος. Ὅσα τῶν ὑπὲρ ἐκεῖνον τοῖς χρόνοις ἐκείνῳ συνεισενεγκεῖν %ἂν& εἴχομεν καὶ οὐδ᾿ ἂν ταῖς ἱστορίαις παρήκαμεν ἔχειν τι πλέον ἡμῶν ἐκεῖνό γε πλέον ἔχοντες πάντως, τὸ μὴ πλάσματι μηδὲ μύθοις, αὐτοῖς δὲ τοῖς πράγμασι καλλωπίζεσθαι, καὶ ὧν πολλοὶ μάρτυρες. Πολλὰ μὲν γὰρ ὁ Πόντος ἡμῖν ἐκ τοῦ πατρὸς προβάλλει τὰ διηγήματα καὶ οὐδενὸς ἐλάττω τῶν πάλαι περὶ αὐτὸν θαυμάτων, ὧν πλήρης πᾶσα συγ γραφή τε καὶ ποίησις· πολλὰ δὲ τὸ ἐμὸν ἔδαφος τοῦτο, οἱ σεμνοὶ Καππαδόκαι, τὸ μηδὲν ἧττον κουροτρόφον ἢ εὔιππον. Ὅθεν τῷ πατρῴῳ γένει τὸ μητρῷον ἡμεῖς ἀντανίσχο μεν. Στρατηγίαι τε καὶ δημαγωγίαι καὶ κράτος ἐν βασι λείοις αὐλαῖς· ἔτι δὲ περιουσίαι καὶ θρόνων ὕψη καὶ τιμαὶ δημόσιαι καὶ λόγων λαμπρότητες, τίνων ἢ πλείους ἢ μείζους; Ὧν ἡμῖν, εἰ βουλομένοις εἰπεῖν ἐξῆν, οὐδὲν ἂν ἦσαν ἡμῖν οἱ Πελοπίδαι καὶ Κεκροπίδαι καὶ οἱ Ἀλκμαίω νες, Αἰακίδαι τε καὶ Ἡρακλεῖδαι καὶ ὧν οὐδὲν ὑψηλότε ρον, οἵτινες ἐκ τῶν οἰκείων φανερῶς εἰπεῖν οὐκ ἔχοντες ἐπὶ τὸ ἀφανὲς καταφεύγουσι, δαίμονας δή τινας καὶ θεοὺς καὶ μύθους τοῖς προγόνοις ἐπιφημίζοντες, ὧν τὸ σεμνότα τον ἀπιστία, καὶ ὕβρις τὸ πιστευόμενον.

4. Ἐπειδὴ δὲ ὑπὲρ ἀνδρὸς ἡμῖν ὁ λόγος κατ᾿ ἄνδρα κρίνεσθαι τὴν εὐγένειαν ἀξιοῦντος, καὶ μὴ τὰς μὲν μορφὰς καὶ τὰς χρόας ἐξ ἑαυτῶν δοκιμάζεσθαι καὶ τῶν ἵππων τοὺς εὐγενεστάτους ἢ ἀτιμοτάτους, ἡμᾶς δὲ ζωγραφεῖσθαι τοῖς ἔξωθεν, ἑν ἢ δύο τῶν ἐξ ἀρχῆς ὑπαρχόντων αὐτῷ καὶ ταῦτα οἰκεῖα τῷ ἐκείνου βίῳ καὶ οἷς ἂν μάλιστα ἡσθείη λεγομένοις εἰπών, ἐπ᾿ αὐτὸν καὶ δὴ τρέψομαι. Ἄλλου μὲν οὖν ἄλλο τι γνώρισμα καὶ διήγημα, καὶ γένους καὶ τοῦ καθέκαστον, ἢ μικρὸν ἢ μεῖζον, καθάπερ τις κλῆρος πατρῷος ἢ πόρρωθεν ἢ ἐγγύθεν ἠργμένος, κάτεισιν εἰς τοὺς ὕστερον· τούτῳ δὲ γενοῖν τοῖν ἀμφοτέ ροιν τὸ εὐσεβὲς ἐπίσημον, δηλώσει δὲ νῦν ὁ λόγος.

5. Διωγμὸς ἦν, καὶ διωγμῶν ὁ φρικωδέστατος καὶ βαρύτατος· εἰδόσι λέγω τὸν Μαξιμίνου, ὃς πολλοῖς τοῖς ἐγγύθεν γενομένοις ἐπιφυεὶς πάντας φιλανθρώπους ἀπέ δειξε, θράσει τε πολλῷ ῥέων καὶ φιλονεικῶν τὸ τῆς ἀσε βείας κράτος ἀναδήσασθαι. Τοῦτον πολλοὶ μὲν ὑπερέσχον τῶν ἡμετέρων ἀγωνιστῶν, καὶ μέχρι θανάτου διηγωνις μένοι καὶ πρὸ θανάτου μικρόν, τοσοῦτον ἀπολειφθέντες ὅσον ἐπιβιῶναι τῇ νίκῃ καὶ μὴ συναπελθεῖν τοῖς παλαίσμασιν, ἀλλ᾿ ὑπολειφθῆναι τοῖς ἄλλοις ἀλεῖπται τῆς ἀρετῆς, ζῶντες μάρτυρες, ἔμπνοοι στῆλαι, σιγῶντα κηρύγματα, σὺν πολλοῖς δὲ τοῖς ἀριθμουμένοις καὶ οἱ πρὸς πατρὸς τούτῳ πατέρες, οἷς πᾶσαν ἀσκήσασιν εὐσεβείας ὁδὸν καλὴν ἐπή νεγκεν ὁ καιρὸς ἐκεῖνος τὴν κορωνίδα· παρασκευῆς μὲν γὰρ οὕτως εἶχον καὶ γνώμης ὡς πάντα ῥᾳδίως οἴσοντες, ἐξ ὧν στεφανοῖ Χριστὸς τοὺς τὴν ἐκείνου μιμησαμένους ὑπὲρ ἡμῶν ἄθλησιν.

6. Ἐπεὶ δὲ νόμιμον αὐτοῖς ἔδει καὶ τὸν ἀγῶνα γενέσθαι· νόμος δὲ μαρτυρίας μήτε ἐθελοντὰς πρὸς τὸν ἀγῶνα χωρεῖν, φειδοῖ τῶν διωκόντων καὶ τῶν ἀσθενες τέρων, μήτε παρόντας ἀναδύεσθαι· τὸ μὲν γὰρ θράσους, τὸ δὲ ἀνανδρίας ἐστίν· καὶ τοῦτο τιμῶντες ἐκεῖνοι τὸν νομοθέτην, τί μηχανῶνται; μᾶλλον δέ, πρὸς τί φέρονται παρὰ τῆς πάντα τὰ ἐκείνων ἀγούσης προνοίας; Ἐπί τινα τῶν Ποντικῶν ὀρῶν λόχμην, πολλαὶ δὲ αὗται παρ᾿ αὐτοῖς εἰσι καὶ βαθεῖαι καὶ ἐπὶ πλεῖστον διήκουσαι, καταφεύγουσι, λίαν ὀλίγοις χρώμενοι καὶ τῆς φυγῆς συνερ γοῖς καὶ τῆς τροφῆς ὑπηρέταις. Ἄλλοι μὲν οὖν θαυ μαζέτωσαν τὸ τοῦ χρόνου μῆκος· καὶ γὰρ ἐπὶ πλεῖστον αὐτοῖς, ὥς φασι, τὸ τῆς φυγῆς παρετάθη ἔτος που ἕβδο μον, καὶ μικρόν τι πρός· τό τε τῆς διαίτης σώμασιν εὖ γεγο νόσι στενόν τε καὶ παρηλλαγμένον, ὡς τὸ εἰκός, καὶ τὸ ὑπαιθρίοις κρυμοῖς καὶ θάλπεσι καὶ ὄμβροις ταλαιπωρεῖν, ἥ τε ἄφιλος ἐρημία καὶ τὸ ἀκοινώνητόν τε καὶ ἄμικτον, ὅσον εἰς κακοπάθειαν τοῖς ὑπὸ πολλῶν δορυφορουμένοις καὶ τιμωμένοις. Ἐγὼ δέ, ὃ τούτων μεῖζόν ἐστι καὶ παραδοξότερον, λέξων ἔρχομαι· ἀπιστήσει δ᾿ οὐδεὶς ἢ ὅστις οὐδὲν μέγα οἴεται τοὺς ὑπὲρ Χριστοῦ διωγμοὺς καὶ κινδύ νους, κακῶς γινώσκων καὶ λίαν ἐπικινδύνως.

7. Ἐπόθουν τι καὶ τῶν πρὸς ἡδονὴν οἱ γεννάδαι, τῷ χρόνῳ κάμνοντες καὶ τῶν ἀναγκαίων ὄντες διακορεῖς· καὶ τὰ μὲν τοῦ Ἰσραὴλ οὐκ ἐφθέγξαντο· οὐ γὰρ ἦσαν γογγυ σταὶ κατὰ τοὺς ἐκείνους ἐν τῇ ἐρήμῳ ταλαιπωροῦντας μετὰ τὴν ἐξ Αἰγύπτου φυγήν, ὡς ἄρα βελτίων Αἴγυπτος αὐτοῖς εἴη τῆς ἐρημίας, πολλὴν τῶν λεβήτων καὶ τῶν κρεῶν χορη γοῦσα τὴν ἀφθονίαν τῶν τε ἄλλων ὅσα ἐκεῖσε ἀπέλιπον· ἡ γὰρ πλινθεία καὶ ὁ πηλὸς οὐδὲν ἦν αὐτοῖς τότε διὰ τὴν ἄνοιαν· ἄλλα δέ, ὡς εὐσεβέστερα καὶ πιστότερ!α Τί γάρ ἐστιν, ἔλεγον, τῶν ἀπίστων, εἰ ὁ τῶν θαυ μασίων Θεός, ὁ θρέψας πλουσίως ἐν ἐρήμῳ ξένον λαὸν καὶ φυγάδα, ὥστε καὶ ἄρτον ὀμβρῆσαι καὶ βλύσαι ὄρνιθας, τρέφων οὐ τοῖς ἀναγκαίοις μόνον, ἀλλὰ καὶ τοῖς περιττοῖς· εἰ ὁ τεμὼν θάλασσαν καὶ στήσας ἥλιον καὶ ποταμὸν ἀνακό ψας, καὶ τἆλλα δὴ ὑπειπόντες ὅσα πεποίηκε (φιλεῖ γὰρ ἐν τοῖς τοιούτοις φιλιστορεῖν ἡ ψυχὴ καὶ πολλοῖς θαύμασιν ἀνυμνεῖν τὸν Θεόν)· οὗτος, ἐπῆγον, καὶ ἡμᾶς θρέψειε σήμε ρον τοῖς τῆς τρυφῆς τοὺς τῆς εὐσεβείας ἀγωνιστάς; Πολλοὶ μὲν θῆρες τὰς τῶν πλουσίων διαφυγόντες τραπέζας, ἅπερ ἦν ποτε καὶ ἡμῖν, τοῖς ὄρεσι τούτοις ἐμφωλεύουσι· πολλοὶ δὲ ὄρνιθες τῶν ἐδωδίμων τοὺς ποθοῦντας ἡμᾶς ὑπερίπτανται, ὧν τί μὴ θηράσιμόν σοι θελήσαντι μόνον; Ταῦτ᾿ ἔλεγον, καὶ ἡ θήρα παρῆν, ὄψον αὐτόματον, ἀπραγμάτευτος πανδαισία, ἔλαφοι τῶν λόφων ποθὲν ὑπερ φανέντες ἀθρόως. Ὡς μὲν εὐμεγέθεις, ὡς δὲ πίονες, ὡς δὲ πρόθυμοι πρὸς σφαγήν! Μονονουχὶ καὶ τοῦτο εἰκά ζειν ἦν, ὅτι μὴ τάχιον ἐκλήθησαν ἐδυσχέραινον. Οἱ μὲν εἷλκον τοῖς νεύμασι, οἱ δὲ ἤγοντο. Τίνος διώκοντος ἢ συναναγκάζοντος; Οὐδενός. Τίνων ἱππέων; Ποίων κυνῶν; Τίνος ὑλακῆς ἢ κραυγῆς ἢ νέων προκαταλαβόντων τὰς διεξόδους τοῖς θήρας νόμοις; Εὐχῆς δέσμιοι καὶ δικαίας αἰτήσεως. Τίς ἔγνω τοιοῦτον θήραμα τῶν νῦν ἢ τῶν πώποτε.

8. Ὦ τοῦ θαύματο!ς αὐτοὶ τοῦ θηράματος ἦσαν ταμίαι. Ὅσον φίλον εἴχετο θελήμασι μόνον· ὅσον περιττὸν ἀπεπέμφθη ταῖς λόχμαις εἰς δευτέραν τράπεζαν. Οἱ ὀψο ποιοὶ σχέδιοι, τὸ δεῖπνον εὐτρεπές, οἱ δαιτύμονες εὐχάρις τοι, προοίμιον ἔχοντες ἤδη τῶν ἐλπιζομένων τὸ παρὸν θαῦμα. Ἐξ οὗ καὶ πρὸς τὴν ἄθλησιν ὑπὲρ ἧς ταῦτα ἦν αὐτοῖς, ἐγίνοντο προθυμότεροι. Τοιαῦτα τὰ ἐμὰ διηγήματα. Σὺ δέ μοι λέγε τὰς ἐλαφηβόλους σου καὶ τοὺς Ὠρίω νας καὶ τοὺς Ἀκταίωνας, τοὺς κακοδαίμονας θηρευτάς, ὁ ἐμὸς διώκτης, ὁ τοὺς μύθους θαυμάζων καὶ τὴν ἀντιδο θεῖσαν ἔλαφον τῆς παρθένου, εἴ τι τοσοῦτον εἰς φιλοτιμίαν ἔστι σοι, κἂν δῶμεν μὴ μῦθον εἶναι τὸ ἱστορούμενον. Ὡς τά γε ἑξῆς τοῦ λόγου καὶ λίαν αἰσχρ!ά Τί γὰρ ὄφε λος τῆς ἀντιδόσεως, εἰ σῴζει παρθένον ἵνα ξενοκτονεῖν διδαχθῇ, ἀπανθρωπίαν μαθοῦσα φιλανθρωπίας ἀντίδοσιν; Τοῦτο μὲν οὖν τοσοῦτον ἐκ πολλῶν ἑν καὶ ἀντὶ πολλῶν, ὡς ὁ ἐμὸς λόγος. Καὶ τοῦτο διῆλθον, οὐχ ἵν᾿ ἐκείνῳ προσθῶ τι τῆς εὐδοξίας· οὔτε γὰρ θάλασσα δεῖται τῶν εἰσρεόντων εἰς αὐτὴν ποταμῶν κἂν εἰσρέωσιν ὅτι πλεῖστοι καὶ μέγιστοι, οὔτε τῶν εἰσοισόντων τι πρὸς εὐφη μίαν ὁ νῦν ἐπαινούμενος· ἀλλ᾿ ἵν᾿ ἐπιδείξαιμι, οἵων αὐτῷ τῶν ἐξ ἀρχῆς ὑπαρχόντων, καὶ πρὸς ὃ παράδειγμα βλέπων, ὅσον ὑπερηκόντισεν. Εἰ γὰρ μέγα τοῖς ἄλλοις τὸ προσλαβεῖν τι παρὰ τῶν ἄνωθεν εἰς φιλοτιμίαν, μεῖζον ἐκείνῳ τὸ προσθεῖναι τοῖς ἄνω παρ᾿ ἑαυτοῦ, καθάπερ ῥεύ ματος ἀνατρέχοντος.

9. Τῆς δὲ τῶν πατέρων συζυγίας οὐχ ἧττον κατὰ τὸ τῆς ἀρετῆς ὁμότιμον ἢ καὶ τὰ σώματα, πολλὰ μὲν καὶ ἄλλα γνωρίσματα, πτωχοτροφίαι, ξενοδοχίαι, ψυχῆς κάθαρ σις ἐξ ἐγκρατείας, ἀπόμοιρα κτήσεως Θεῷ καθιερωθείσης, πρᾶγμα οὔπω τότε πολλοῖς σπουδαζόμενον, ὥσπερ νῦν αὐξηθέν τε καὶ τιμηθὲν ἐκ τῶν πρώτων ὑποδειγμάτων, τά τε ἄλλα, ὅσα Πόντῳ καὶ Καππαδόκαις μερισαμένοις ἤρκεσε πολλῶν πληροῦν ἀκοάς· ἐμοὶ δὲ μέγιστον δοκεῖ καὶ περι φανέστατον ἡ εὐτεκνία. Τοὺς γὰρ αὐτοὺς πολύπαιδας καὶ καλλίπαιδας μῦθοι μὲν ἴσως ἔχουσιν· ἡμῖν δὲ τούτους ἡ πεῖρα παρέ στησε, τοιούτους μὲν αὐτοὺς γεγονότας ὥστε, εἰ καὶ μὴ τοιούτων ἦσαν πατέρες, ἑαυτοῖς εἰς εὐδοξίαν ἀρκεῖν· τοιού των δὲ πεφηνότας πατέρας ὥστε, εἰ καὶ μὴ αὐτοὶ τοσοῦτον ἦσαν εἰς ἀρετήν, πάντας ὑπεραίρειν τῇ εὐτεκνίᾳ Ἕνα μὲν γὰρ ἢ δύο γενέσθαι τῶν ἐπαινουμένων, κἂν τῇ φύσει δοίη τις· ἡ δὲ διὰ πάντων ἀκρότης, σαφὲς τῶν ἀγαγόντων ἐγκώμιον. Δηλοῖ δὲ ὁ μακαριστὸς τῶν ἱερέων καὶ τῶν παρθένων ἀριθμὸς καὶ τῶν ἐν γάμῳ, μηδὲν τῇ συζυγίᾳ βλαβῆναι βιασαμένων πρὸς τὴν ἴσην τῆς ἀρετῆς εὐδοκί μησιν, ἀλλὰ βίων αἱρέσεις μᾶλλον ἢ πολιτείας ταῦτα ποιησαμένων.

10. Τίς οὐκ οἶδε τὸν τούτου πατέρα, Βασίλειον, τὸ μέγα παρὰ πᾶσιν ὄνομα, ὃς πατρικῆς εὐχῆς ἔτυχεν, ἵνα μὴ λέγω μόνος, εἴπερ τις ἀνθρώπων; Παντὸς γὰρ κρατῶν ἀρετῇ, παρὰ τοῦ παιδὸς κωλύεται μόνου τὸ πρωτεῖον ἔχειν. Τίς Ἐμμελίαν, τὴν ὅπερ ἐγένετο προκληθεῖσαν ἢ γενομένην ὃ προεκλήθη, τὴν τῆς ἐμμελείας ὄντως φερώνυμον, ἣ τοῦτο ἐν γυναιξὶν ὤφθη, εἰ δεῖ συντόμως εἰπεῖν, ὅπερ ἐν ἀνδράσιν ἐκεῖνος· ὥστ᾿ εἴπερ ἔδει δουλεύσαντα πάντως τῇ φύσει τὸν νῦν εὐφημούμενον ἀνθρώποις δοθῆναι ὥσπερ τινὰ τῶν πάλαι παρὰ Θεοῦ δεδομένων εἰς κοινὸν ὄφελος, μήτε ἐξ ἄλλων μᾶλλον ἁρμόζειν ἢ ἐκείνων τοῦτον γενέσθαι, μήτε ἐκείνοις ἑτέρου μᾶλλον ἢ τοῦδε πατράσιν ὀνομασθῆναι· ὅπερ οὖν καλῶς ποιοῦν καὶ συνέδραμεν. Ἐπεὶ δὲ τὰς ἀπαρχὰς τῶν ἐπαίνων νόμῳ θείῳ πει θόμενοι, ὃς πατράσι κελεύει πᾶσαν νέμειν τιμήν, τοῖς μνη μονευθεῖσιν ἀποδεδώκαμεν, ἐπ᾿ αὐτὸν ἴωμεν ἤδη, τοσοῦτον εἰπόντες, ὃ καὶ πᾶσιν ἂν οἶμαι δόξειεν ἀληθῶς λέγεσθαι τοῖς ἐκεῖνον ἐπισταμένοις, ὅτι μόνης ἡμῖν ἔδει τῆς ἐκείνου φωνῆς ἐκεῖνον ἐγκωμιάζουσιν. Ὁ γὰρ αὐτὸς ὑπόθεσίς τε λαμ πρὰ τοῖς ἐπαινοῦσι, καὶ μόνος τῇ τοῦ λόγου δυνάμει τῆς ὑποθέσεως ἄξιος. Κάλλους μὲν δὴ καὶ ῥώμης καὶ μεγέθους, οἷς τοὺς πολλοὺς ὁρῶ χαίροντας, τοῖς βουλομένοις παρα χωρήσομεν· οὐχ ὅτι κἀν τούτοις ἔλαττόν τινος ἠνέγκατο τῶν μικρολόγων καὶ περὶ τὸ σῶμα καλινδουμένων, ἕως ἦν ἔτι νέος καὶ οὔπω φιλοσοφίᾳ τῶν σαρκῶν κατεκράτησεν· ἀλλ᾿ ἵνα μὴ ταὐτὸν πάθω τοῖς ἀπειροτέροις τῶν ἀθλητῶν, οἳ τὴν ἰσχὺν ἐν τοῖς εἰκῇ παλαιομένοις καὶ παρέργοις κενώσαντες, ἥττους ἐν τοῖς καιρίοις εὑρίσκονται, καὶ τοῖς ἐξ ὧν τὸ νικᾶν ὑπάρχει καὶ στεφανίτας ἀναγορεύεσθαι. Ἃ δὲ οὐδαμῶς ἂν εἰπὼν οἶμαι περιττὸς δόξειν οὐδὲ ἔξω τοῦ σκοποῦ βάλλειν τὸν λόγον, ταῦτ᾿ ἐπαινέσομαι.

11. Οἶμαι δὲ πᾶσιν ἀνωμολογῆσθαι τὸν νοῦν ἐχόντων, παίδευσιν τῶν παρ᾿ ἡμῖν ἀγαθῶν εἶναι τὸ πρῶτον· οὐ ταύ την μόνην τὴν εὐγενεστέραν καὶ ἡμετέραν, ἣ πᾶν τὸ ἐν λόγοις κομψὸν καὶ φιλότιμον ἀτιμάζουσα μόνης ἔχεται τῆς σωτηρίας καὶ τοῦ κάλλους τῶν νοουμένων· ἀλλὰ καὶ τὴν ἔξωθεν, ἣν οἱ πολλοὶ Χριστιανῶν διαπτύουσιν, ὡς ἐπίβουλον καὶ σφαλερὰν καὶ Θεοῦ πόρρω βάλλουσαν, κακῶς εἰδότες. Ὥσπερ γὰρ οὐρανὸν καὶ γῆν καὶ ἀέρα καὶ ὅσα τούτων, οὐκ ἐπειδὴ κακῶς τινες ἐξειλήφασιν ἀντὶ Θεοῦ τὰ τοῦ Θεοῦ σέβοντες, διὰ τοῦτο περιφρονητέον· ἀλλ᾿ ὅσον χρή σιμον αὐτῶν καρπούμενοι πρός τε ζωὴν καὶ ἀπόλαυσιν ὅσον ἐπικίνδυνον διαφεύγομεν, οὐ τῷ κτίστῃ τὴν κτίσιν ἐπαν ιστάντες κατὰ τοὺς ἄφρονας, ἀλλ᾿ ἐκ τῶν δημιουργημά των τὸν δημιουργὸν καταλαμβάνοντες, καὶ ὅ φησιν ὁ θεῖος Ἀπόστολος, αἰχμαλωτίζοντες πᾶν νόημα εἰς Χριστόν· ὡς δὲ καὶ πυρὸς καὶ τροφῆς καὶ σιδήρου καὶ τῶν ἄλλων οὐδὲν καθ᾿ ἑαυτὸ χρησιμώτατον ἴσμεν ἢ βλαβερώτατον, ἀλλ᾿ ὅπως ἂν δοκῇ τοῖς χρωμένοις· ἤδη δὲ καὶ τῶν ἑρπυς τικῶν θηρίων ἔστιν ἃ τοῖς πρὸς σωτηρίαν φαρμάκοις συνεκε ράσαμεν· οὕτω καὶ τούτων τὸ μὲν ἐξεταστικόν τε καὶ θεωρητικὸν ἐδεξάμεθα, ὅσον δὲ εἰς δαίμονας φέρει καὶ πλάνην καὶ ἀπωλείας βυθὸν διεπτύσαμεν· ὅτι μὴ κἀκ τού των πρὸς θεοσέβειαν ὠφελήμεθα, ἐκ τοῦ χείρονος τὸ κρεῖττον καταμαθόντες, καὶ τὴν ἀσθένειαν ἐκείνων ἰσχὺν τοῦ καθ᾿ ἡμᾶς λόγου πεποιημένοι. Οὔκουν ἀτιμαστέον τὴν παίδευσιν, ὅτι τοῦτο δοκεῖ τισιν· ἀλλὰ σκαιοὺς καὶ ἀπαιδεύτους ὑποληπτέον τοὺς οὕτως ἔχοντας, οἳ βούλοιντ᾿ ἂν ἅπαντας εἶναι καθ᾿ ἑαυ τούς, ἵν᾿ ἐν τῷ κοινῷ τὸ κατ᾿ αὐτοὺς κρύπτηται, καὶ τοὺς τῆς ἀπαιδευσίας ἐλέγχους διαδιδράσκωσιν. Ἐπεὶ δὲ τοῦτο ὑπεθέμεθα καὶ ἀνωμολογησάμεθα, φέρε τὰ κατ᾿ αὐτὸν θεω ρήσωμεν.

12. Τὰ μὲν δὴ πρῶτα τῆς ἡλικίας ὑπὸ τῷ μεγάλῳ πατρί, ὃν κοινὸν παιδευτὴν ἀρετῆς ὁ Πόντος τηνικαῦτα προὐβάλλετο, σπαργανοῦται καὶ διαπλάττεται πλάσιν τὴν ἀρίστην τε καὶ καθαρωτάτην, ἣν ἡμερινὴν ὁ θεῖος Δαβὶδ καλῶς ὀνομάζει καὶ τῆς νυκτερινῆς ἀντίθετον. Ὑπὸ δὴ τούτῳ, καὶ βίον καὶ λόγον συναυξανομένους τε καὶ συνα νιόντας ἀλλήλοις ὁ θαυμάσιος ἐκπαιδεύεται· οὐ Θεττα λικόν τι καὶ ὄρειον ἄντρον αὐχῶν ὡς ἀρετῆς ἐργαστήριον, οὐδέ τινα Κένταυρον ἀλαζόνα τῶν κατ᾿ αὐτὸν ἡρώων διδάς καλον· οὐδὲ πτῶκας βάλλειν ἢ κατατρέχειν νεβρῶν ἢ θηρεύειν ἐλάφους ὑπ᾿ αὐτοῦ διδασκόμενος, ἢ τὰ πολεμικὰ κράτιστος εἶναι ἢ πωλοδαμνεῖν ἄριστα, τῷ αὐτῷ πώλῳ καὶ διδασκάλῳ χρώμενος, ἢ μυελοῖς ἐλάφων τε καὶ λεόν των τοῖς μυθικοῖς ἐκτρεφόμενος· ἀλλὰ τὴν ἐγκύκλιον παίδευσιν παιδευόμενος καὶ θεοσέβειαν ἐξασκούμενος καί, συνελόντι φάναι, πρὸς τὴν μέλλουσαν τελειότητα διὰ τῶν ἐξ ἀρχῆς μαθημάτων ἀγόμενος. Οἱ μὲν γὰρ ἢ βίον μόνον, ἢ λόγον κατωρθωκότες, τῷ ἑτέρῳ δὲ λείποντες, οὐδὲν τῶν ἑτεροφθάλμων, ἐμοὶ δοκεῖν, διαφέρουσιν, οἷς μεγάλη μὲν ἡ ζημία, μεῖζον δὲ τὸ αἶσχος ὁρῶσι καὶ ὁρωμένοις. Οἷς δὲ κατ᾿ ἀμφότερα εὐδοκιμεῖν ὑπάρχει καὶ εἶναι περιδεξίοις, τούτοις καὶ τὸ εἶναι τελείοις καὶ βιοτεύειν μετὰ τῆς ἐκεῖθεν μακαριότητος. Ὅπερ οὖν ἐκείνῳ συμβέβηκεν εὖ ποιοῦν οἴκοθεν ἔχοντι τῆς ἀρετῆς τὸ παράδειγμα, πρὸς ὃ βλέπων εὐθὺς ἄριστος ἦν. Ὥσπερ τοὺς πώλους καὶ τοὺς μόσχους ὁρῶμεν ὁμοῦ τῇ γενέσει ταῖς μητράσιν ἑαυτῶν παρασκαίροντας, οὕτω καὶ αὐτὸς τῷ πατρὶ παραθέων ἐγγύθεν ἐν πωλικῷ τῷ φρυάγματι καὶ τῶν ἄκρων τῆς ἀρετῆς κινημάτων οὐ παρὰ πολὺ λειπόμε νος· εἰ βούλει δέ, κἀν τῇ σκιαγραφίᾳ τὸ μέλλον τῆς ἀρε τῆς κάλλος ὑποσημαίνων καὶ πρὸ τοῦ καιροῦ τῆς ἀκριβείας τὰ τῆς ἀκριβείας προχαραττόμενος.

13. Ἐπεὶ δὲ ἱκανῶς εἶχε τῆς ἐνταῦθα παιδεύσεως, ἔδει δ᾿ αὐτὸν μηδὲν τῶν καλῶν διαφυγεῖν, μηδὲ τῷ φιλο πόνῳ τῆς μελίσσης ἀπολειφθῆναι συλλεγούσης ἐκ παντὸς ἄνθους τὰ χρησιμώτατα, ἐπὶ τὴν Καισαρέων πόλιν ἐπείγε ται, τῶν τῇδε μεθέξων παιδευτηρίων· ταύτην δὲ λέγω τὴν περιφανῆ τε καὶ ἡμετέραν, ἐπεὶ καὶ τῶν ἐμῶν λόγων αὕτη καθηγεμὼν καὶ διδάσκαλος, τὴν οὐχ ἧττον λόγων μητρό πολιν ἢ τῶν πόλεων ὧν ὑπέρκειται καὶ καθ᾿ ὧν ἔχει τὴν δυναστείαν· ἣν εἴ τις τοῦ ἐν λόγοις κράτους ἀποστερήσειεν, ἀφῃρηκὼς ἔσται αὐτὸ τὸ κάλλιστόν τε καὶ ἰδικώτατον. Ἄλλαι μὲν γὰρ τῶν πόλεων ἄλλοις ἀγάλλονται καλλω πίσμασιν ἢ παλαιοῖς ἢ νέοις, ὅπως ἂν οἶμαι τῶν διηγημά των ἔχωσιν ἢ τῶν ὁρωμένων· τῇδε λόγοι τὸ γνώρισμα, ὥσπερ ἐν τοῖς ὅπλοις ἢ τοῖς δράμασι τὰ ἐπίσημα. Τὰ δὲ ἑξῆς αὐτοὶ διηγείσθωσαν, οἱ καὶ παιδεύσαντες τὸν ἄνδρα παρ᾿ ἑαυτοῖς καὶ τῆς παιδεύσεως ἀπολαύσαντες· ὅσος μὲν ἦν διδασκάλοις, ὅσος δὲ ἥλιξι, τοῖς μὲν παρεκτεινόμενος, τοὺς δὲ ὑπεραίρων κατὰ πᾶν εἶδος παιδεύσεως· ὅσον κλέος ἐντὸς ὀλίγου χρόνου παρὰ πᾶσιν ἠνέγκατο, καὶ τοῖς ἐκ τοῦ δήμου καὶ τοῖς πρώτοις τῆς πόλεως, μείζω μὲν τῆς ἡλικίας τὴν παίδευσιν, μείζω δὲ τῆς παιδεύσεως τὴν τοῦ ἤθους πῆξιν ἐπιδεικνύμενος· ῥήτωρ ἐν ῥήτορσι καὶ πρὸ τῶν σοφιστικῶν θρόνων, φιλόσοφος ἐν φιλοσόφοις καὶ πρὸ τῶν ἐν φιλοσοφίᾳ δογμάτων· τὸ μέγιστον, ἱερεὺς Χριστια νοῖς καὶ πρὸ τῆς ἱερωσύνης· τοσοῦτον ἦν αὐτῷ τὸ παρὰ πάντων συγκεχωρηκὸς ἐν ἅπασιν! Τῷ δὲ λόγοι μὲν τὸ πάρεργον ἦσαν, τοσοῦτον ἐξ αὐτῶν δρεπομένῳ ὅσον εἰς τὴν καθ᾿ ἡμᾶς φιλοσοφίαν συνεργοὺς ἔχειν, ἐπειδὴ δεῖ καὶ τῆς ἐν τούτοις δυνάμεως πρὸς τὴν τῶν νοουμένων δήλω σιν· κίνημα γὰρ ναρκώντων ἐστὶ νοῦς ἀνεκλάλητος. Φιλοσοφία δὲ ἡ σπουδή, καὶ τὸ ῥαγῆναι κόσμου καὶ μετὰ Θεοῦ γενέσθαι, τοῖς κάτω τὰ ἄνω πραγματευόμενον καὶ τοῖς ἀστάτοις καὶ ῥέουσι τὰ ἑστῶτα καὶ μένοντα κατακτώ μενον.

14. Ἐντεῦθεν ἐπὶ τὸ Βυζάντιον, τὴν προκαθεζομένην τῆς Ἑῴας πόλιν· καὶ γὰρ ηὐδοκίμει σοφιστῶν τε καὶ φιλοσόφων τοῖς τελεωτάτοις, ὧν ἐν βραχεῖ χρόνῳ τὰ κράτιστα συνελέξατο τάχει τε καὶ μεγέθει φύσεως. Ἐντεῦθεν ἐπὶ τὸ τῶν λόγων ἔδαφος, τὰς Ἀθήνας, ὑπὸ τοῦ Θεοῦ πέμπε ται καὶ τῆς καλῆς περὶ τὴν παίδευσιν ἀπληστίας, Ἀθήνας τὰς χρυσᾶς ὄντως ἐμοὶ καὶ τῶν καλῶν προξένους εἴπερ τιν!ί Ἐκεῖναι γάρ μοι τὸν ἄνδρα τοῦτον ἐγνώρισαν τελεώτερον οὐδὲ πρὶν ἀγνοούμενον· καὶ λόγους ἐπιζητῶν εὐδαιμονίαν ἐκομισάμην· καὶ τρόπον ἕτερον ταὐτὸ πέπονθα τῷ Σαούλ, ὅς, τὰς ὄνους τοῦ πατρὸς ἐπιζητῶν, βασιλείαν ηὕρατο, μεῖζον τοῦ ἔργου τὸ πάρεργον ἐμπορευσάμενος. Τὸ μὲν δὴ μέχρι τούτων εὔδρομος ἡμῖν ὁ λόγος καὶ διὰ λείας τῆς ὁδοῦ φέρων καὶ ἄγαν εὐπόρου καὶ βασιλικῆς ὄντως τῶν τοῦ ἀνδρὸς ἐγκωμίων· τὸ δ᾿ ἐντεῦθεν, οὐκ οἶδ᾿ ὅ τι τῷ λόγῳ χρήσωμαι καὶ ποῖ τράπωμαι· ἔχει γάρ τι καὶ πρόσαντες ἡμῖν ὁ λόγος. Ποθῶ μὲν γάρ, ἐνταῦθα τοῦ λόγου γενόμενος καὶ τοῦ καιροῦ τούτου λαβόμενος, καὶ τῶν κατ᾿ ἐμαυτόν τι προσθεῖναι τοῖς εἰρημένοις καὶ μικρόν τι προσδιατρίψαι τῷ διηγήματι, ὅθεν τε καὶ ὅπως ἡμῖν κἀκ τίνος τῆς ἀρχῆς συνέστη τὸ τῆς φιλίας, ἤτ᾿ οὖν συμπνοίας καὶ συμφυΐας, εἰ χρὴ προσειπεῖν οἰκειότερον. Φιλεῖ γὰρ οὔτε ὄψις ῥᾳδίως ἀναχωρεῖν τῶν τερπνῶν θεαμάτων, κἂν ἀφέλκῃ τις βίᾳ, πρὸς αὐτὰ πάλιν φέρεσθαι· οὔτε λόγος τῶν ἡδίστων διηγημάτων. Δέδοικα δὲ τὸ φορτικὸν τῆς ἐγχειρήσεως. Πειράσομαι μὲν οὖν, ὡς οἷόν τε μετρίως, τοῦτο ποιεῖν. Ἂν δ᾿ ἄρα τι καὶ βιαζώμεθα ὑπὸ τοῦ πόθου, συγγνώμη τῷ πάθει, πάντων παθῶν ὄντι δικαιοτάτῳ καὶ ὃ μὴ παθεῖν ἡ ζημία τοῖς γε νοῦν ἔχουσιν.

15. Εἶχον ἡμᾶς Ἀθῆναι, καθάπερ τι ῥεῦμα ποτάμιον, ἀπὸ μιᾶς σχισθέντας πηγῆς τῆς πατρίδος εἰς διάφορον ὑπερορίαν κατ᾿ ἔρωτα τῆς παιδεύσεως καὶ πάλιν εἰς τὸ αὐτὸ συνελθόντας, ὥσπερ ἀπὸ συνθήματος οὕτω Θεοῦ κινήσαντος. Εἶχον δὲ μικρῷ μὲν ἐμὲ πρότερον, τὸν δ᾿ εὐ θὺς μετ᾿ ἐμέ, μετὰ πολλῆς προσδεχθέντα καὶ περιφανοῦς τῆς ἐλπίδος. Καὶ γὰρ ἐν πολλῶν γλώσσαις ἔκειτο πρὶν ἐπιστῆναι, καὶ μέγα ἑκάστοις ἦν προκαταλαβεῖν τὸ σπου δαζόμενον. Οὐδὲν δὲ οἷον καὶ ἥδυσμά τι προσθεῖναι τῷ λόγῳ μικρὸν ἀφήγημα, τοῖς μὲν εἰδόσιν ὑπόμνησιν, τοῖς δὲ ἀγνοοῦσι διδασκαλίαν. Σοφιστομανοῦσιν Ἀθήνησι τῶν νέων οἱ πλεῖστοι καὶ ἀφρονέστεροι· οὐ τῶν ἀγεννῶν μόνον καὶ τῶν ἀνωνύμων, ἀλλ᾿ ἤδη καὶ τῶν εὖ γεγονότων καὶ περιφανεστέρων, ἅτε πλῆθος σύμμικτον ὄντες καὶ νέοι καὶ δυσκάθεκτοι ταῖς ὁρμαῖς. Ὅπερ οὖν πάσχοντας ἔστιν ἰδεῖν περὶ τὰς ἀν τιθέτους ἱπποδρομίας τοὺς φιλίππους τε καὶ φιλοθεάμονας· πηδῶσι, βοῶσιν, οὐρανῷ πέμπουσι κόνιν, ἡνιοχοῦσι καθή μενοι, παίουσι τὸν ἀέρα, τοὺς ἵππους δὴ τοῖς δακτύλοις ὡς μάστιξι, ζευγνύουσι, μεταζευγνύουσιν· οὐδενὸς ὄντες κύριοι ἀντιδιδόασι ἀλλήλοις ῥᾳδίως ἡνιόχους, ἵππους, ἱπποστασίας, στρατηγούς· καὶ ταῦτα τίνες; οἱ πένητες πολλάκις καὶ ἄποροι καὶ μηδ᾿ ἂν εἰς μίαν ἡμέραν τροφῆς εὐπορήσαντες. Τοῦτο καὶ αὐτοὶ πάσχουσι ἀτεχνῶς περὶ τοὺς ἑαυτῶν διδασκάλους καὶ ἀντιτέχνους, ὅπως πλείους τε ὦσιν αὐτοὶ κἀκείνους εὐπορωτέρους ποιῶσι δι᾿ ἑαυτῶν σπουδὴν ἔχοντες· καὶ τὸ πρᾶγμά ἐστιν ἐπιεικῶς ἄτοπον καὶ δαιμόνιον. Προκαταλαμβάνονται πόλεις, ὁδοί, λιμένες, ὀρῶν ἄκρα, πεδία, ἐσχατιαί, οὐδὲν ὅ τι μὴ τῆς Ἀττικῆς μέρος ἢ τῆς λοιπῆς Ἑλλάδος, αὐτῶν τῶν οἰκητόρων οἱ πλεῖστοι· καὶ γὰρ τούτους μεμερισμένους ταῖς σπουδαῖς ἔχουσιν.

16. Ἐπειδὰν οὖν τις ἐπιστῇ τῶν νέων καὶ ἐν χερσὶ γένηται τῶν ἑλόντων, γίνεται δὲ ἢ βιασθεὶς ἢ ἑκών, νόμος οὗτός ἐστιν αὐτοῖς Ἀττικὸς καὶ παιδιὰ σπουδῇ σύμμικτος. Πρῶτον μὲν ξεναγεῖται παρά τινι τῶν προειληφότων ἢ φίλων ἢ συγγενῶν ἢ τῶν ἐκ τῆς αὐτῆς πατρίδος ἢ τῶν ὅσοι περιττοὶ τὰ σοφιστικὰ καὶ προσαγωγοὶ τῶν λημμάτων, κἀντεῦθεν μάλιστα διὰ τιμῆς ἐκείνοις· ἐπεὶ καὶ τοῦτο μις θός ἐστιν αὐτοῖς τῶν σπουδαστῶν τυγχάνειν. Ἔπειτα ἐρεσχελεῖται παρὰ τοῦ βουλομένου παντός· βούλεται δὲ αὐτοῖς, οἶμαι, τοῦτο τῶν νεηλύδων συστέλλειν τὸ φρόνημα καὶ ὑπὸ χεῖρα σφῶν ἀπ᾿ ἀρχῆς ἄγειν· ἐρεσχελεῖται δέ, παρὰ μὲν τῶν θρασύτερον, παρὰ δὲ τῶν λογικώτερον, ὅπως ἂν ἀγροικίας ἢ ἀστειότητος ἔχῃ. Καὶ τὸ πρᾶγμα, τοῖς μὲν ἀγνοοῦσι λίαν φοβερὸν καὶ ἀνήμερον, τοῖς δὲ προειδόσι καὶ μάλα ἡδὺ καὶ φιλάνθρωπον· πλείων γάρ ἐστιν ἡ ἔνδειξις ἢ τὸ ἔργον τῶν ἀπειλουμένων. Ἔπειτα πομπεύει διὰ τῆς ἀγορᾶς ἐπὶ τὸ λουτρὸν προαγόμενος. Ἡ πομπὴ δέ· διατάξαντες ἑαυτοὺς στοιχηδὸν κατὰ συζυγίαν ἐκ διαστήματος, οἱ τελοῦντες τῷ νέῳ τὴν πρόο δον ἐπὶ τὸ λουτρὸν προπέμπουσιν. Ἐπειδὰν δὲ πλη σιάσωσι, βοῇ τε πολλῇ καὶ ἐξάλμασι χρώμενοι καθάπερ ἐνθουσιῶντες· κελεύει δὲ ἡ βοὴ μὴ προβαίνειν, ἀλλ᾿ ἵστα σθαι, ὡς τοῦ λουτροῦ σφᾶς οὐ παραδεχομένου· καὶ ἅμα τῶν θυρῶν ἀρασσομένων, πατάγῳ τὸν νέον φοβήσαντες, εἶτα τὴν εἴσοδον συγχωρήσαντες, οὕτως ἤδη τὴν ἐλευθε ρίαν διδόασιν, ὁμότιμον ἐκ τοῦ λουτροῦ καὶ ὡς αὐτῶν ἕνα δεχόμενοι· καὶ τοῦτό ἐστιν αὐτοῖς τῆς τελετῆς τὸ τερπνό τατον, ἡ ταχίστη τῶν λυπούντων ἀπαλλαγὴ καὶ κατάλυσις. Τότε τοίνυν ἐγὼ τὸν ἐμὸν καὶ μέγαν Βασίλειον, οὐκ αὐτὸς δι᾿ αἰδοῦς ἦγον μόνον, τό τε τοῦ ἤθους στάσιμον καθορῶν καὶ τὸ ἐν λόγοις καίριον, ἀλλὰ καὶ τοὺς ἄλλους ἔπειθον ὁμοίως ἔχειν, ὅσοι τῶν νέων ἀγνοοῦντες τὸν ἄνδρα ἐτύγχανον· τοῖς γὰρ πολλοῖς εὐθὺς αἰδέσιμος ἦν, ἀκοῇ προκατειλημμένος. Ἐξ οὗ τί γίνεται; μόνος σχεδὸν τῶν ἐπιδημούντων, τὸν κοινὸν διέφυγε νόμον, κρείττονος ἢ κατὰ νέηλυν ἀξιωθεὶς τῆς τιμῆς.

17. Τοῦτο ἡμῖν τῆς φιλίας προοίμιον· ἐντεῦθεν ὁ τῆς συναφείας σπινθήρ· οὕτως ἐπ᾿ ἀλλήλοις ἐτρώθημεν. Ἔπειτα συνηνέχθη τι καὶ τοιοῦτον· οὐδὲ γὰρ τοῦτο παραλιπεῖν ἄξιον. Οὐχ ἁπλοῦν γένος εὑρίσκω τοὺς Ἀρμενίους, ἀλλὰ καὶ λίαν κρυπτόν τι καὶ ὕφαλον. Τότε τοίνυν τῶν ἐκ πλείο νος αὐτῷ συνήθων καὶ φίλων τινές, ἔτ᾿ ἐκ τοῦ πατρὸς καὶ τῆς ἄνωθεν ἑταιρίας, [καὶ γὰρ ἐκείνης τῆς διατριβῆς ὄντες ἐτύγχανον,] προσιόντες αὐτῷ μετὰ φιλικοῦ πλάσματος, [φθόνος δὲ ἦν, οὐκ εὔνοια τὸ προσάγον,] ἐπηρώτων τε αὐτὸν φιλονείκως μᾶλλον ἢ λογικῶς, καὶ ὑποκλίνειν ἑαυ τοῖς ἐπειρῶντο διὰ τῆς πρώτης ἐπιχειρήσεως, τήν τε ἄνω θεν τοῦ ἀνδρὸς εὐφυΐαν εἰδότες καὶ τὴν τότε τιμὴν οὐ φέροντες· δεινὸν γὰρ εἶναι, εἰ προειληφότες τοὺς τρίβω νας καὶ λαρυγγίζειν προμελετήσαντες μὴ πλέον ἔχοιεν τοῦ ξένου τε καὶ νεήλυδος. Ἐγὼ δὲ ὁ φιλαθήναιος καὶ μάταιος, οὐ γὰρ ᾐσθόμην τοῦ φθόνου, πιστεύων τῷ πλάσματι, ἤδη κλινομένων αὐτῶν καὶ τὰ νῶτα μεταβαλλόντων, καὶ γὰρ ἐζηλοτύπουν τὸ τῶν Ἀθηνῶν κλέος ἐν ἐκείνοις καταλυθῆναι καὶ τάχιστα περιφρονηθῆναι, ὑπήρει δόν τε τοὺς νεανίας ἐπανάγων τὸν λόγον· καὶ τὴν παρ᾿ ἐμαυτοῦ ῥοπὴν χαριζόμενος, δύναται δὲ καὶ ἡ μικρὰ προς θήκη τὸ πᾶν ἐν τοιούτοις, ἴσας ὑσμίνῃ τὰς κεφαλάς, τὸ τοῦ λόγου, κατέστησα. Ὡς δὲ τὸ τῆς διαλέξεως ἔγνων ἀπόρρητον, οὐδὲ καθεκτὸν ἔτι τύγχανον, ἀλλὰ σαφῶς ἤδη παραγυμνούμενον, ἐξαίφνης μεταβαλών, πρύμναν τε ἐκρου σάμην ἐκείνῳ θέμενος καὶ ἑτεραλκέα τὴν νίκην ἐποίησα. Ὁ δὲ ἥσθη τε αὐτίκα τῷ γενομένῳ· καὶ γὰρ ἦν ἀγχί νους, εἰ καί τις ἄλλος· καὶ προθυμίας πλησθείς, ἵνα τελέως αὐτὸν καθομηρίσω, ἔφεπε κλονέων τῷ λόγῳ τοὺς γεννάδας ἐκείνους, καὶ παίων συλλογισμοῖς, οὐ πρὶν ἀνῆκεν ἢ τελέως τρέψασθαι καὶ τὸ κράτος καθαρῶς ἀναδήσασθαι. Οὗτος δεύτερος ἡμῖν τῆς φιλίας οὐκ ἔτι σπινθήρ, ἀλλ᾿ ἤδη πυρ σὸς ἀνάπτεται περιφανὴς καὶ ἀέριος.

18. Οἱ μὲν οὖν οὕτως ἀπῆλθον ἄπρακτοι, πολλὰ μὲν τῆς προπετείας ἑαυτοῖς καταμεμψάμενοι, πολλὰ δὲ τῆς ἐπιβουλῆς ἐμοὶ δυσχεράναντες, ὡς καὶ φανερὰν ἔχθραν ὁμολογῆσαι καὶ προδοσίαν ἐπικαλεῖν, οὐκ ἐκείνων μόνον, ἀλλὰ καὶ αὐτῶν Ἀθηνῶν, ὡς διὰ τῆς πρώτης πείρας ἐληλεγμένων καὶ ᾐσχυμμένων ὑφ᾿ ἑνὸς ἀνδρός, καὶ ταῦτα μηδὲ τοῦ θαρρεῖν καιρὸν ἔχοντος.

18. Ὁ δέ, καὶ γὰρ ἀνθρώπινον τὸ πάθος, ὅταν μεγάλα ἐλπίσαντες ἀθρόως τοῖς ἐλπισθεῖσιν ἐντύχωμεν, ἐλάττω τῆς δόξης ὁρᾶν τὰ φαινόμενα, τοῦτο καὶ αὐτὸς πάσχων ἐσκυθρώπαζεν, ἐδυς φόρει, τῆς ἐπιδημίας ἑαυτὸν ἐπαινεῖν οὐκ εἶχεν, ἐζήτει τὸ ἐλπισθέν, κενὴν μακαρίαν τὰς Ἀθήνας ὠνόμαζεν. Ὁ

μὲν δὴ ταῦτα· ἐγὼ δὲ τῆς λύπης ἀφῄρουν τὸ πλεῖστον, καὶ λογικῶς συγγινόμενος καὶ κατεπᾴδων τοῖς λογισμοῖς καί, ὅπερ ἦν ἀληθές, οὔτε ἦθος ἀνδρὸς εὐθὺς ἁλωτὸν εἶναι λέγων, ὅτι μὴ χρόνῳ πολλῷ καὶ συνουσίᾳ τελεω τέρᾳ, οὔτε παίδευσιν τοῖς πειρωμένοις ἐξ ὀλίγων τε καὶ ἐν ὀλίγῳ γνωρίζεσθαι. Ὅθεν ἐπανῆγον αὐτὸν εἰς τὸ εὔθυ μον, καὶ πεῖραν διδοὺς καὶ λαμβάνων πλέον ἐμαυτῷ συνέδησα.

19. Ὡς δὲ προιόντος τοῦ χρόνου τὸν πόθον ἀλλή λοις καθωμολογήσαμεν, καὶ φιλοσοφίαν εἶναι τὸ σπουδαζό μενον, τηνικαῦτα ἤδη τὰ πάντα ἦμεν ἀλλήλοις, ὁμόστεγοι, ὁμοδίαιτοι, συμφυεῖς, τὸ ἑν βλέποντες, ἀεὶ τὸν πόθον ἀλλή λοις συναύξοντες θερμότερόν τε καὶ βεβαιότερον. Οἱ μὲν γὰρ τῶν σωμάτων ἔρωτες, ἐπειδὴ ῥεόντων εἰσί, καὶ ῥέουσιν ἶσα καὶ ἠρινοῖς ἄνθεσιν· οὔτε γὰρ φλὸξ μένει τῆς ὕλης δαπανηθείσης, ἀλλὰ τῷ ἀνάπτοντι συναπέρχεται, οὔτε πόθος ὑφίσταται, μαραινομένου τοῦ ὑπεκκαύματος. Οἱ δὲ κατὰ Θεόν τε καὶ σώφρονες, ἐπειδὴ πράγματος ἑστῶτός εἰσι, διὰ τοῦτο καὶ μονιμώτεροι, καὶ ὅσῳ πλέον αὐτοῖς τὸ κάλλος φαντάζεται, τοσούτῳ μᾶλλον ἑαυτῷ τε καὶ ἀλλήλοις συνδεῖ τοὺς τῶν αὐτῶν ἐραστάς. Οὗτος τοῦ ὑπὲρ ἡμᾶς ἔρωτος νόμος. Αἰσθάνομαι μὲν οὖν ἔξω τοῦ καιροῦ καὶ τοῦ μέτρου φερόμενος, καὶ οὐκ οἶδ᾿ ὅπως εἰς τούτους ἐμπίπτω τοὺς λόγους, οὐκ ἔχω δ᾿ ὅπως ἐμαυτὸν ἐπίσχω τοῦ διηγήματος· ἀεὶ γάρ μοι τὸ παρεθὲν ἀναγκαῖον φαίνεται καὶ κρεῖττον τοῦ προ ληφθέντος· κἄν μέ τις ἀπάγῃ τοῦ πρόσω τυραννικῶς, τὸ τῶν πολυπόδων πείσομαι, ὧν τῆς θαλάμης ἐξελκομένων προσέξονται ταῖς κοτύλαις αἱ πέτραι, καὶ οὐ πρὶν ἀφεθή σονται ἢ παρ᾿ ἀλλήλων τι προσλαβεῖν ἐκ τῆς βίας. Εἰ μὲν οὖν συγχωρήσοι τις, ἔχω τὸ ζητούμενον· εἰ δὲ μή, παρ᾿ ἐμαυτοῦ λήψομαι.

20. Οὕτω δὴ τὰ πρὸς ἀλλήλους ἔχοντες, καὶ τοιαύτας ὑποστήσαντες εὐτειχεῖ θαλάμῳ χρυσέας κίονας, ὅ φησι Πίνδαρος, οὕτως ᾔειμεν εἰς τὸ πρόσω, Θεῷ καὶ πόθῳ συνεργοῖς χρώμενοι. Ὤ! πῶς ἀδακρυτὶ τὴν τούτων ἐνέγκω μνήμην! Ἶσαι μὲν ἐλπίδες ἦγον ἡμᾶς πράγματος ἐπιφθο νωτάτου, τῶν λόγων· φθόνος δὲ ἀπῆν, ζῆλος δὲ ἐσπουδά ζετο. Ἀγὼν δὲ ἀμφοτέροις, οὐχ ὅστις αὐτὸς τὸ πρω τεῖον ἔχοι, ἀλλ᾿ ὅπως τῷ ἑτέρῳ τούτου παραχωρήσειεν· τὸ γὰρ ἀλλήλων εὐδόκιμον ἴδιον ἐποιούμεθα. Μία μὲν ἀμφο τέροις ἐδόκει ψυχὴ δύο σώματα φέρουσα· καὶ εἰ τό, πάντα ἐν πᾶσι κεῖσθαι, μὴ πειστέον τοῖς λέγουσιν, ἀλλ᾿ ἡμῖν γε πειστέον, ὡς ἐν ἀλλήλοις καὶ παρ᾿ ἀλλήλοις ἐκείμεθα. Ἓν δ᾿ ἀμφοτέροις ἔργον ἡ ἀρετή, καὶ τὸ ζῆν πρὸς τὰς μελλούσας ἐλπίδας, πρὶν ἐνθένδε ἀπελθεῖν ἐνθένδε μεθις ταμένοις· πρὸς ὃ βλέποντες, καὶ βίον καὶ πρᾶξιν ἅπασαν ἀπηυθύνομεν, παρά τε τῆς ἐντολῆς οὕτως ἀγόμενοι καὶ ἀλλήλοις τὴν ἀρετὴν παραθήγοντες καί, εἰ μὴ μέγα ἐμοὶ τοῦτο εἰπεῖν, κανόνες ὄντες ἀλλήλοις καὶ στάθμαι, οἷς τὸ εὐθὲς καὶ μὴ διακρίνεται. Ἑταίρων τε γὰρ ὡμιλοῦ μεν, οὐ τοῖς ἀσελγεστάτοις ἀλλὰ τοῖς σωφρονεστάτοις, οὐδὲ τοῖς μαχιμωτάτοις ἀλλὰ τοῖς εἰρηνικωτάτοις καὶ οἷς συνεῖναι λυσιτελέστατον· εἰδότες, ὅτι κακίας ῥᾷον μεταλαβεῖν ἢ ἀρετῆς μεταδοῦναι, ἐπεὶ καὶ νόσου μετασχεῖν μᾶλλον ἢ ὑγίειαν χαρίσασθαι. Μαθημάτων δὲ οὐ τοῖς ἡδίς τοις πλέον ἢ τοῖς καλλίστοις ἐχαίρομεν· ἐπειδὴ κἀντεῦθέν ἐστιν ἢ πρὸς ἀρετὴν τυποῦσθαι τοὺς νέους ἢ πρὸς κακίαν. 21. Δύο μὲν ἐγνωρίζοντο ἡμῖν ὁδοί· ἡ μὲν πρώτη καὶ τιμιωτέρα, ἡ δὲ δευτέρα καὶ οὐ τοῦ ἴσου λόγου· ἥ τε πρὸς τοὺς ἱεροὺς ἡμῶν οἴκους καὶ τοὺς ἐκεῖσε διδασκάλους φέρουσα, καὶ ἡ πρὸς τοὺς ἔξωθεν παιδευτάς. Τὰς ἄλλας δὲ τοῖς βουλομένοις παρήκαμεν ἑορτάς, θέατρα, πανηγύ ρεις, συμπόσια. Οὐδὲν γὰρ οἶμαι τίμιον, ὃ μὴ πρὸς ἀρετὴν φέρει, μηδὲ ποιεῖ βελτίους τοὺς περὶ αὐτὸ σπουδά ζοντας. Ἄλλοις μὲν οὖν ἄλλαι προσηγορίαι τινές εἰσιν, ἢ πατρόθεν ἢ οἴκοθεν, ἐκ τῶν ἰδίων ἐπιτηδευμάτων ἢ πρά ξεων· ἡμῖν δὲ τὸ μέγα πρᾶγμα καὶ ὄνομα, Χριστιανοὺς καὶ εἶναι καὶ ὀνομάζεσθαι· ᾧ πλέον ἐφρονοῦμεν ἢ τῇ στροφῇ τῆς σφενδονῆς ὁ Γύγης, εἴπερ μὴ μῦθος ἦν, ἐξ ἧς Λυδῶν ἐτυράννησεν· ἢ τῷ χρυσῷ ποτε Μίδας, δι᾿ ὃν ἀπώ λετο, ἐπιτυχὼν τῆς εὐχῆς καὶ πάντα χρυσὸν κτησάμενος, ἄλλος οὗτος Φρύγιος μῦθος. Τὸν γὰρ Ἀβάριδος ὀιστὸν τί ἂν λέγοιμι τοῦ Ὑπερβορέου ἢ τὸν Ἀργεῖον Πήγασον, οἷς οὐ τοσοῦτον ἦν τὸ δι᾿ ἀέρος φέρεσθαι ὅσον ἡμῖν τὸ πρὸς Θεὸν αἴρεσθαι δι᾿ ἀλλήλων καὶ σὺν ἀλλήλοις. Εἴπω τι συντομώτερον· βλαβεραὶ μὲν τοῖς ἄλλοις Ἀθῆναι τὰ εἰς ψυχήν· οὐ γὰρ φαύλως τοῦτο ὑπολαμβά νεται τοῖς εὐσεβεστέροις· καὶ γὰρ πλουτοῦσι τὸν κακὸν πλοῦτον εἴδωλα, μᾶλλον τῆς ἄλλης Ἑλλάδος, καὶ χαλε πὸν μὴ συναρπασθῆναι τοῖς τούτων ἐπαινέταις καὶ συνηγό ροις· ἡμῖν δ᾿ οὐδεμία παρὰ τούτων ζημία τὴν διάνοιαν πεπυκνωμένοις καὶ πεφραγμένοις. Τοὐναντίον μὲν οὖν, εἴ τι χρὴ καὶ παράδοξον εἰπεῖν, εἰς τὴν πίστιν ἐντεῦθεν ἐβεβαιώθημεν, καταμαθόντες αὐτῶν τὸ ἀπατηλὸν καὶ κίβδη λον, ἐνταῦθα δαιμόνων καταφρονήσαντες, οὗ θαυμάζονται δαίμονες. Καὶ εἴ τις ἔστιν ἢ πιστεύεται ποταμός, δι᾿ ἅλμης ῥέων γλυκύς, ἢ ζῷον ἐν πυρὶ σκαῖρον, ᾧ τὰ πάντα ἁλίσκεται, τοῦτο ἦμεν ἡμεῖς ἐν πᾶσι τοῖς ἥλιξι.

22. Καὶ τὸ κάλλιστον, ὅτι καὶ φρατρία τις περὶ ἡμᾶς οὐκ ἀγεννὴς ἦν, ὑπ᾿ ἐκείνῳ καθηγεμόνι παιδευομένη καὶ ἀγομένη καὶ τοῖς αὐτοῖς χαίρουσα· εἰ καὶ πεζοὶ παρὰ Λύδιον ἅρμα ἐθέομεν, τὸν ἐκείνου δρόμον καὶ τρόπον· ἐξ ὧν ὑπῆρχεν ἡμῖν ἐπισήμοις μὲν εἶναι παρὰ τοῖς ἡμετέ ροις παιδευταῖς καὶ συμπράκτορσιν, ἐπισήμοις δὲ παρὰ τῇ Ἑλλάδι πάσῃ καὶ ταύτης μάλιστα τοῖς γνωριμωτάτοις. Ἤδη δὲ καὶ μέχρι τῆς ὑπερορίας προήλθομεν, ὡς σαφὲς γέγονεν ἐκ πλειόνων τῶν ταῦτα διηγουμένων. Παρὰ τοσού τοις μὲν γὰρ οἱ ἡμέτεροι παιδευταί, παρ᾿ ὅσοις Ἀθῆναι· παρὰ τοσούτοις δὲ ἡμεῖς, παρ᾿ ὅσοις οἱ παιδευταί, συνακουόμενοί τε ἀλλήλοις καὶ συλλαλούμενοι, καὶ ξυνωρὶς οὐκ ἀνώνυμος καὶ ὄντες παρ᾿ αὐτοῖς καὶ ἀκούοντες. Οὐδὲν τοιοῦτον αὐτοῖς οἱ Ὀρέσται καὶ οἱ Πυλάδαι· οὐδὲν οἱ Μολιονίδαι, τῆς Ὁμηρικῆς δέλτου τὸ θαῦμα, οὓς κοινωνία συμφορῶν ἐγνώρισε, καὶ τὸ καλῶς ἅρμα ἐλαύνειν μεριζομένους ἐν ταὐτῷ ἡνίας καὶ μάστιγας. Ἀλλὰ γὰρ ἔλαθον ἐμαυτὸν εἰς τοὺς ἐμοὺς ὑπαχθεὶς ἐπαίνους, ὁ μηδὲ παρ᾿ ἑτέρου ποτὲ τοῦτο δεξάμενος· καὶ θαυμαστὸν οὐδέν, εἰ κἀνταῦθα τῆς ἐκείνου φιλίας τι παραπ έλαυσα, ὥσπερ ζῶντος εἰς ἀρετήν, οὕτω μεταστάντος εἰς εὐφημίαν. Ἀλλ᾿ ἐπὶ τὴν νύσσαν ἐπαναγέσθω πάλιν ἡμῖν ὁ λόγος.

23. Τίς μὲν οὕτω πολιὸς ἦν τὴν σύνεσιν καὶ πρὸ τῆς πολιᾶς; ἐπειδὴ τούτῳ καὶ Σολομῶν τὸ γῆρας ὁρίζε ται. Τίς δὲ οὕτως αἰδέσιμος ἢ παλαιοῖς ἢ νέοις, μὴ ὅτι τῶν κατὰ τὸν αὐτὸν ἡμῖν χρόνον, ἀλλὰ καὶ τῶν πλεῖστον προειληφότων; Τίς μὲν ἧττον ἐδεῖτο λόγων διὰ τὸν τρό πον; Τίς δὲ μᾶλλον μετέσχε λόγου καὶ μετὰ τοῦ τρόπου; Ποῖον μὲν εἶδος οὐκ ἐπῆλθε παιδεύσεως; Μᾶλλον δέ, ποῖον οὐ μεθ᾿ ὑπερβολῆς ὡς μόνον; Οὕτω μὲν ἅπαντα διελθών, ὡς οὐδεὶς ἕν· οὕτω δὲ εἰς ἄκρον ἕκαστον, ὡς τῶν ἄλλων οὐδέν· σπουδὴ γὰρ εὐφυΐᾳ συνέδραμεν, ἐξ ὧν ἐπι στῆμαι καὶ τέχναι τὸ κράτος ἔχουσιν. Ἥκιστα μὲν τάχους φύσεως διὰ τόνον δεόμενος, ἥκιστα δὲ τόνου διὰ τάχος· οὕτω δ᾿ ἀμφότερα συλλαβὼν καὶ εἰς ἑν ἀγαγών, ὥστε ἄδηλον εἶναι ποτέρῳ τούτων ἐκεῖνος θαυμασιώτερος. Τίς μὲν ῥητορικὴν τοσοῦτος, τὴν πυρὸς μένος πνέου σαν, εἰ καὶ τὸ ἦθος αὐτῷ μὴ κατὰ ῥήτορας ἦν; Τίς δὲ γραμματικήν, ἣ γλῶσσαν ἐξελληνίζει καὶ ἱστορίαν συνάγει καὶ μέτροις ἐπιστατεῖ καὶ νομοθετεῖ ποιήμασιν; Τίς δὲ φιλοσοφίαν, τὴν ὄντως ὑψηλήν τε καὶ ἄνω βαίνουσαν, ὅση τε πρακτικὴ καὶ θεωρητική, ὅση τε περὶ τὰς λογικὰς ἀπο δείξεις καὶ ἀντιθέσεις ἔχει καὶ τὰ παλαίσματα, ἣν δὴ διαλεκτικὴν ὀνομάζουσιν· ὡς ῥᾷον εἶναι τοὺς λαβυρίνθους διεξελθεῖν, ἢ τὰς ἐκείνου τῶν λόγων ἄρκυς διαφυγεῖν, εἰ τούτου δεήσειεν; Ἀστρονομίας δὲ καὶ γεωμετρίας καὶ ἀριθμῶν ἀναλογίας τοσοῦτον λαβών, ὅσον μὴ κλονεῖσθαι τοῖς περὶ ταῦτα κομψοῖς, τὸ περιττὸν διέπτυσεν ὡς ἄχρης τον τοῖς εὐσεβεῖν ἐθέλουσιν· ὥστε μᾶλλον μὲν τὸ αἱρεθὲν τοῦ παρεθέντος ἐξεῖναι θαυμάζειν, μᾶλλον δὲ τοῦ αἱρεθέν τος τὸ παρεθέν. Ἰατρικὴν μὲν γάρ, καὶ ἡ τοῦ σώματος ἀρρωστία καὶ νοσοκομία, φιλοσοφίας καὶ φιλοπονίας οὖσαν καρπόν, ἀναγκαίαν αὐτῷ πεποιήκασιν· ὅθεν ἀρξάμενος, εἰς ἕξιν τῆς τέχνης ἀφίκετο· καὶ ταύτης, οὐχ ὅση περὶ τὸ φαινόμενον ἔχει καὶ κάτω κείμενον, ἀλλ᾿ ὅσον δογματικὸν καὶ φιλόσοφον. Ἀλλὰ τί ταῦτα, καίπερ τηλικαῦτα τυγχά νοντα, πρὸς τὴν ἐν τῷ ἤθει τοῦ ἀνδρὸς παίδευσιν; Λῆρος τοῖς τοῦ ἀνδρὸς πεπειραμένοις ὁ Μίνως ἐκεῖνος καὶ ὁ Ῥαδάμανθυς οὓς ἀσφοδελῶν λειμώνων καὶ Ἠλυσίων πεδίων ἠξίωσαν Ἕλληνες, ἐν φαντασίᾳ τοῦ καθ᾿ ἡμᾶς Παρα δείσου γενόμενοι, ἐκ τῶν Μωσαικῶν οἶμαι βιβλίων καὶ ἡμε τέρων, εἰ καὶ περὶ τὴν κλῆσίν τι διηνέχθησαν, ἐν ἄλλοις ὀνόμασι τοῦτο παραδηλώσαντες.

24. Εἶχε μὲν οὖν οὕτω ταῦτα, καὶ πλήρης παιδεύ σεως ἡ φορτίς, ὡς γοῦν ἐφικτὸν ἀνθρωπίνῃ φύσει· τὸ γὰρ ἐπέκεινα Γαδείρων οὐ περατόν· ἔδει δὲ λοιπὸν ἐπανόδου καὶ βίου τελεωτέρου καὶ τοῦ λαβέσθαι τῶν ἐλπιζομένων ἡμῖν καὶ συγκειμένων. Παρῆν ἡ τῆς ἐκδημίας ἡμέρα καὶ ὅσα τῆς ἐκδημίας· ἐξιτήριοι λόγοι, προπόμπιοι, ἀνακλή σεις, οἰμωγαί, περιπλοκαί, δάκρυα. Οὐδὲν γὰρ οὕτως οὐδενὶ λυπηρόν, ὡς τοῖς ἐκεῖσε συννόμοις Ἀθηνῶν καὶ ἀλλήλων τέμνεσθαι. Γίνεται δὴ τότε θέαμά τι ἐλεεινὸν καὶ ἱστορίας ἄξιον. Περιστάντες ἡμᾶς ὁ τῶν ἑταίρων καὶ ἡλί κων χορός, ἔστι δὲ ὧν καὶ διδασκάλων, οὐδ᾿ ἂν εἴ τι γένοιτο μεθήσειν ἔφασκον, ἀντιβολοῦντες, βιαζόμενοι, πείθοντες· τί γὰρ οὐ λέγοντες; τί δ᾿ οὐ πράττοντες, ὧν τοὺς ἀλγοῦν τας εἰκός; Ἐνταῦθά τι κατηγορήσω μὲν ἐμαυτοῦ, κατηγορήσω δὲ τῆς θείας ἐκείνης καὶ ἀλήπτου ψυχῆς, εἰ καὶ τολμηρόν. Ὁ μὲν γάρ, τὰς αἰτίας εἰπὼν τῆς περὶ τὴν ἐπάνοδον φιλο νεικίας, κρείττων ὤφθη τῶν κατεχόντων· καὶ βίᾳ μέν, συνεχωρήθη δ᾿ οὖν ὅμως τὴν ἐκδημίαν· ἐγὼ δὲ ὑπελείφθην Ἀθήνησι· τὸ μέν τι μαλακισθείς, εἰρήσεται γὰρ τἀληθές, τὸ δέ τι προδοθεὶς παρ᾿ ἐκείνου, πεισθέντος ἀφεῖναι μὴ ἀφιέντα καὶ παραχωρῆσαι τοῖς ἕλκουσι. Πρᾶγμα, πρὶν γενέσθαι, μὴ πιστευόμενον· γίνεται γὰρ ὥσπερ ἑνὸς σώμα τος εἰς δύο τομὴ καὶ ἀμφοτέρων νέκρωσις, ἢ μόσχων συν τρόφων καὶ ὁμοζύγων διάζευξις γοερὸν μυκωμένων ἐπ᾿ ἀλλήλοις καὶ οὐ φερόντων τὴν ἀλλοτρίωσιν. Οὐ μὴν μακρότερόν μοι τὸ τῆς ζημίας· οὐ γὰρ ἠνειχόμην ἐπὶ πλέον ἐλεεινὸς ὁρᾶσθαι καὶ πᾶσι λόγον ὑπέχειν τῆς διαστάσεως· ἀλλ᾿ ἐπιμείναντά με ταῖς Ἀθήναις χρόνον οὐχὶ συχνόν, ποιεῖ τὸν Ὁμηρικὸν ἵππον ὁ πόθος· καὶ τὰ δεσμὰ ῥήξας τῶν κατεχόντων κροαίνω κατὰ πεδίων καὶ πρὸς τὸν σύννομον ἐφερόμην.

25. Ὡς δ᾿ οὖν ἐπανήκαμεν, μικρὰ τῷ κόσμῳ καὶ τῇ σκηνῇ χαρισάμενοι καὶ ὅσον τὸν τῶν πολλῶν πόθον ἀφοσιώ σασθαι· οὐ γὰρ αὐτοί γε εἴχομεν θεατρικῶς οὐδ᾿ ἐπιδεικ τικῶς· τάχιστα ἐγενόμεθα ἡμῶν αὐτῶν καὶ τελοῦμεν εἰς ἄνδρας ἐξ ἀγενείων, ἀνδρικώτερον τῇ φιλοσοφίᾳ προσβαίνον τες· οὐ σὺν ἀλλήλοις μὲν ἔτι, οὐ γὰρ ἀφῆκεν ὁ φθόνος, τῷ πόθῳ δὲ σὺν ἀλλήλοις. Τὸν μὲν γὰρ ἡ Καισαρέων κατέχει πόλις, ὥς τινα δεύτερον οἰκιστήν τε καὶ πολιοῦχον· ἔπειτα ἐκδημίαι τινές, ἐπειδή γε ἡμᾶς οὐκ εἶχε, τῶν ἀναγ καίων ὑπολαμβάνουσι, καὶ οὐκ ἀπὸ σκοποῦ τῆς προκειμένης φιλοσοφίας. Ἐμὲ δὲ πατέρων εὐλάβεια καὶ γηροκομία καὶ συμφορῶν ἐπανάστασις κατασχοῦσα τοῦ ἀνδρὸς ἀπήγαγεν· οὐ καλῶς μὲν ἴσως οὐδὲ δικαίως, ἀπήγαγε δ᾿ οὖν. Σκοπῶ δέ, εἰ μὴ κἀντεῦθέν μοι πᾶσα ἡ περὶ τὸν βίον ἀνω μαλία καὶ δυσκολία συνέπεσε, καὶ τὸ πρὸς τὴν φιλοσοφίαν οὐκ εὔοδον οὐδὲ τῆς ἐπιθυμίας καὶ τῆς ὑποθέσεως ἄξιον. Τὰ μὲν οὖν ἡμέτερα, ὅπη τῷ Θεῷ φίλον, ἀγέσθω· ἄγοιτο δὲ ταῖς ἐκείνου πρεσβείαις ἄμεινον. Τὸν δέ, ἡ πολύ τροπος τοῦ Θεοῦ φιλανθρωπία καὶ περὶ τὸ ἡμέτερον γένος οἰκονομία, διὰ πολλῶν τῶν ἐν μέσῳ γνωρίσασα καὶ ἀεὶ λαμπρότερον ἀποδείξασα, λαμπτῆρα τῆς Ἐκκλησίας προ τίθησι περιφανῆ τε καὶ περιβόητον, τοῖς ἱεροῖς τοῦ πρες βυτερίου θρόνοις τέως ἐγκαταλέξασα, καὶ διὰ μιᾶς τῆς Καισαρέων πόλεως τῇ οἰκουμένῃ πάσῃ πυρσεύουσα. Καὶ τίνα τρόπον; Οὐ σχεδιάσασα τὸν βαθμὸν οὐδὲ ὁμοῦ τε πλύνασα καὶ σοφίσασα, κατὰ τοὺς πολλοὺς τῶν νῦν τῆς προστασίας ἐφιεμένων· ἀλλὰ τάξει καὶ νόμῳ πνευματικῆς ἀναβάσεως τῆς τιμῆς ἀξιώσασα.

26. Οὐκ ἐπαινῶ γὰρ ἐγὼ τὴν παρ᾿ ἡμῖν ἀταξίαν καὶ ἀκοσμίαν, ἔστιν ὅτε καὶ ἐφ᾿ ὧν προεδρευόντων ἐν βήμα σιν· οὐ γὰρ ἁπάντων τολμήσω κατηγορεῖν, οὐδὲ δίκαιον. Ἐπαινῶ τὸν νηΐτην νόμον, ὃς τὴν κώπην πρότερον ἐγχει ρίσας τῷ νῦν κυβερνήτῃ κἀκεῖθεν ἐπὶ τὴν πρώραν ἀγαγὼν καὶ πιστεύσας τὰ ἔμπροσθεν, οὕτως ἐπὶ τῶν οἰάκων καθίζει, μετὰ τὴν πολλὴν τυφθεῖσαν θάλασσαν καὶ τὴν τῶν ἀνέμων διάσκεψιν· ὡς δὲ κἀν τοῖς πολεμικοῖς ἔχει· στρατιώτης, ταξίαρχος, στρατηγός. Αὕτη ἡ τάξις ἀρίστη καὶ λυσιτελες τάτη τοῖς ἀρχομένοις. Τὸ δ᾿ ἡμέτερον πολλοῦ ἂν ἦν ἄξιον, εἰ οὕτως εἶχε. Νῦν δὲ κινδυνεύει τὸ πάντων ἁγιώ τατον τάγμα τῶν παρ᾿ ἡμῖν πάντων εἶναι καταγελαστότα τον. Οὐ γὰρ ἐξ ἀρετῆς μᾶλλον ἢ κακουργίας ἡ προεδρία, οὐδὲ τῶν ἀξιωτέρων ἀλλὰ τῶν δυνατωτέρων οἱ θρόνοι. Σαμουὴλ ἐν προφήταις, ὁ τὰ ἔμπροσθεν βλέπων· ἀλλὰ καὶ Σαούλ, ὁ ἀπόβλητος. Ῥοβοὰμ ἐν βασιλεῦσι, ὁ Σολομῶντος· ἀλλὰ καὶ Ἱεροβοάμ, ὁ δοῦλος καὶ ἀποστά της. Καὶ ἰατρὸς μὲν οὐδεὶς οὐδὲ ζωγράφος, ὅστις οὐ φύσεις ἀρρωστημάτων ἐσκέψατο πρότερον, ἢ πολλὰ χρώματα συνε κέρασεν ἢ ἐμόρφωσεν· ὁ δὲ πρόεδρος εὑρίσκεται ῥᾳδίως μὴ πονηθείς, καὶ πρόσφατος τὴν ἀξίαν, ὁμοῦ τε σπαρεὶς καὶ ἀναδοθείς, ὡς ὁ μῦθος ποιεῖ τοὺς Γίγαντας. Πλάττομεν αὐθημερὸν τοὺς ἁγίους, καὶ σοφοὺς εἶναι κελεύομεν, τοὺς οὐδὲν σοφισθέντας, οὐδὲ τοῦ βαθμοῦ προεισενεγκόντας τι, πλὴν τοῦ βούλεσθαι. Καὶ ὁ μὲν στέργει τὴν κάτω χώραν καὶ ταπεινῶς ἕστηκεν, ὁ τῆς ὑψηλῆς ἄξιος, καὶ πολλὰ μὲν τοῖς θείοις λόγοις ἐμμελετήσας, πολλὰ δὲ τῇ σαρκὶ νομοθετήσας εἰς ὑποταγὴν πνεύματος· ὁ δὲ σοβαρῶς προκαθέζεται καὶ τὴν ὀφρὺν αἴρει κατὰ τῶν βελτιόνων, καὶ οὐκ ἐπιτρέμει τοῖς θρόνοις, οὐδὲ φρίσσει τὴν ὄψιν τὸν ἐγκρατῆ κάτω βλέπων· ἀλλ᾿ ὁμοῦ τῷ κράτει, καὶ σοφώτε ρον ἑαυτὸν ὑπολαμβάνει, κακῶς εἰδὼς καὶ τὸ φρονεῖν ὑπὸ τῆς ἐξουσίας ἀφῃρημένος.

27. Ἀλλ᾿ οὐχ ὁ πολὺς οὕτω καὶ μέγας Βασίλειος· ἀλλ᾿ ὥσπερ τῶν ἄλλων ἁπάντων, οὕτω καὶ τοῦ περὶ ταῦτα κόσμου τοῖς πολλοῖς τύπος καθίσταται. Τὰς γὰρ ἱερὰς πρότερον ὑπαναγινώσκων τῷ λαῷ βίβλους, ὁ τούτων ἐξη γητής, καὶ ταύτην οὐκ ἀπαξιώσας τὴν τάξιν τοῦ βήματος, οὕτως ἐν καθέδρᾳ πρεσβυτέρων, οὕτως ἐν ἐπισκόπων αἰνεῖ τὸν Κύριον, οὐ κλέψας τὴν ἐξουσίαν οὐδ᾿ ἁρπάσας, οὐδὲ διώξας τὴν τιμήν, ἀλλ᾿ ὑπὸ τῆς τιμῆς διωχθείς, οὐδ᾿ ἀνθρω πίνην χάριν, ἀλλ᾿ ἐκ Θεοῦ καὶ θείαν δεξάμενος. Ὁ μὲν οὖν τῆς προεδρίας λόγος ἀναμεινάτω· τῷ δὲ τῆς ὑφεδρίας μικρόν τι προσδιατρίψωμεν. Οἷον γάρ με καὶ τοῦτο μικροῦ παρέδραμεν, ἐν μέσῳ τῶν εἰρημένων κεί μενον!

28. Ἐγένετό τις πρὸς τὸν ἄνδρα διαφορὰ τῷ πρὸ τούτου καθηγεμόνι τῆς Ἐκκλησίας· τὸ μὲν ὅθεν καὶ ὅπως σιωπᾶν ἄμεινον, πλὴν ἐγένετο· ἀνδρὶ τἆλλα μὲν οὐκ ἀγεννεῖ καὶ θαυμαστῷ τὴν εὐσέβειαν, ὡς ἔδειξεν ὁ τότε διωγμός, καὶ ἡ πρὸς αὐτὸν ἔνστασις, ὅμως δέ τι παθόντι πρὸς ἐκεῖνον ἀνθρώπινον· ἅπτεται γὰρ οὐ τῶν πολλῶν μόνον, ἀλλὰ καὶ τῶν ἀρίστων ὁ Μῶμος, ὡς μόνον ἂν εἶναι τοῦ Θεοῦ τὸ παντελῶς ἄπταιστον καὶ ἀνάλωτον πάθεσι. Κινεῖται οὖν ἐπ᾿ αὐτὸν τῆς Ἐκκλησίας ὅσον ἔκκριτον καὶ σοφώτερον, εἴπερ σοφώτεροι τῶν πολλῶν, οἱ κόσμου χωρίσαντες ἑαυτοὺς καὶ τῷ Θεῷ τὸν βίον καθιερώσαντες· λέγω δὲ τοὺς καθ᾿ ἡμᾶς Ναζιραίους καὶ περὶ τὰ τοιαῦτα μάλιστα ἐσπουδακότας· οἳ δεινὸν ποιησάμενοι τὸ σφῶν κράτος παριδεῖν περιυβρισμένον καὶ ἀπωσμένον, πρᾶγμα τολμῶσιν ἐπικινδυνότατον· ἀπόστασιν ἐννοοῦσι καὶ ῥῆξιν τοῦ μεγάλου καὶ ἀστασιάστου τῆς Ἐκκλησίας σώματος, οὐκ ὀλίγην καὶ τοῦ λαοῦ μοῖραν παρατεμόμενοι, ὅση τε τῶν κάτω καὶ ὅση τῶν ἐπ᾿ ἀξίας. Ῥᾷστον δὲ τοῦτο ἦν ἐκ τριῶν τῶν ἰσχυροτάτων. Ὅ τε γὰρ ἀνὴρ αἰδέσιμος, ὡς οὐκ οἶδ᾿ εἴ τις ἄλλος τῶν καθ᾿ ἡμᾶς φιλοσόφων, καὶ ἱκανὸς θάρσος παρα σχεῖν, εἴπερ ἐβούλετο, τῷ συστήματι· τόν τε λυποῦντα δι᾿ ὑπο ψίας εἶχεν ἡ πόλις ἐκ τῆς περὶ τὴν κατάστασιν ταραχῆς. ὡς οὐκ ἔννομον οὐδὲ κανονικῶς μᾶλλον ἢ τυραννικῶς τὴν προστασίαν δεξάμενον· καὶ παρῆσαν τῶν δυτικῶν ἀρχιε ρέων τινές, μεθέλκοντες πρὸς ἑαυτοὺς τῆς Ἐκκλησίας ὅσον ὀρθόδοξον.

29. Τί οὖν ὁ γεννάδας ἐκεῖνος καὶ τοῦ εἰρηνικοῦ μαθητής; Οὔτε γὰρ ἀντιτείνειν εἶχε πρὸς τοὺς ὑβριστὰς ἢ τοὺς σπουδαστάς, οὔτε πρὸς αὐτοῦ τὸ μάχεσθαι, ἢ διασπᾶν τὸ σῶμα τῆς Ἐκκλησίας, καὶ ἄλλως πολεμουμένης καὶ σφαλερῶς διακειμένης ὑπὸ τῆς τότε τῶν αἱρετικῶν δυναστείας. Καὶ ἅμα συμβούλοις ἡμῖν περὶ τούτου χρη σάμενος καὶ παραινέταις γνησίοις, φυγὰς ἐνθένδε σὺν ἡμῖν πρὸς τὸν Πόντον μεταχωρεῖ, καὶ τοῖς ἐκεῖσε φροντιστη ρίοις ἐπιστατεῖ· αὐτοῖς τε καθιστᾷ τι μνήμης ἄξιον καὶ τὴν ἔρημον ἀσπάζεται μετὰ Ἠλίου καὶ Ἰωάννου, τῶν πάνυ φιλοσόφων, τοῦτο λυσιτελεῖν αὐτῷ μᾶλλον ἡγούμενος ἤ τι διανοηθῆναι περὶ τῶν παρόντων τῆς ἑαυτοῦ φιλοσοφίας ἀνάξιον καὶ διαφθείρειν ἐν ζάλῃ τὴν ἐν γαλήνῃ τῶν λογις μῶν κυβέρνησιν. Καίπερ δὲ οὕτω φιλοσόφου καὶ θαυμα σίας οὔσης τῆς ἀναχωρήσεως, κρείττω καὶ θαυμασιωτέραν εὑρήσομεν τὴν ἐπάνοδον· ἔσχε γὰρ οὕτως.

30. Ἐν τούτοις ὄντων ἡμῶν, ἐξαίφνης ἐφίσταται νέφος χαλάζης πλῆρες καὶ τετριγὸς ὀλέθριον, πᾶσαν ἐκτρί ψαν ἐκκλησίαν, καθ᾿ ἧς ἐρράγη καὶ ὅσην ἐπέλαβε· βασι λεὺς ὁ φιλοχρυσότατος καὶ μισοχριστότατος, καὶ δύο τὰ μέγιστα ταῦτα νοσῶν, ἀπληστίαν καὶ βλασφημίαν· ὁ

μετὰ τὸν διώκτην διώκτης, καὶ μετὰ τὸν ἀποστάτην οὐκ ἀποστάτης μέν, οὐδὲν δὲ ἀμείνων Χριστιανοῖς, μᾶλλον δὲ Χριστιανῶν τῷ εὐσεβεστάτῳ μέρει καὶ καθαρωτάτῳ καὶ προσκυνητῇ τῆς Τριάδος, ἣν δὴ μόνην εὐσέβειαν ἐγὼ καλῶ καὶ δόξαν σωτήριον. Οὐ γὰρ θεότητα ταλαντεύομεν, οὐδὲ τὴν μίαν καὶ ἀπρόσιτον φύσιν ἀποξενοῦμεν ἑαυτῆς ἐκφύλοις ἀλλοτριότησιν, οὐδὲ κακῷ τὸ κακὸν ἰώμεθα, τὴν ἄθεον Σαβελλίου συναίρεσιν ἀσεβεστέρᾳ διαιρέσει καὶ κατα τομῇ λύοντες· ἣν Ἄρειος νοσήσας, ὁ τῆς μανίας ἐπώνυ μος, τὸ πολὺ τῆς Ἐκκλησίας διέσεισε καὶ διέφθειρεν, οὔτε τὸν Πατέρα τιμήσας, καὶ ἀτιμάσας τὰ ἐξ αὐτοῦ διὰ τῶν ἀνίσων βαθμῶν τῆς θεότητος. Ἀλλὰ μίαν μὲν δόξαν Πατρὸς γινώσκομεν, τὴν ὁμοτιμίαν τοῦ Μονογενοῦς· μίαν δὲ Υἱοῦ, τὴν τοῦ Πνεύματος. Καὶ ὅ τι ἂν τῶν τριῶν κάτω θῶμεν, τὸ πᾶν καθαιρεῖν νομίζομεν· τρία μὲν ταῖς ἰδιότη σιν, ἑν δὲ τῇ θεότητι σέβοντες καὶ γινώσκοντες. Ὧν οὐδὲν ἐννοῶν ἐκεῖνος οὐδὲ ἄνω βλέπειν δυνάμενος, ἀλλ᾿ ὑπὸ τῶν ἀγόντων αὐτὸν ταπεινούμενος, συνταπεινοῦν ἐτόλμησεν ἑαυτῷ καὶ φύσιν θεότητος· καὶ κτίσμα γίνεται πονηρόν, εἰς δουλείαν κατάγων τὴν δεσποτείαν καὶ μετὰ τῆς κτίσεως τιθεὶς τὴν ἄκτιστον φύσιν καὶ ὑπέρχρονον.

31. Ὁ μὲν οὖν οὕτω φρονῶν καὶ μετὰ τοιαύτης ἡμῖν ἐπιστρατεύει τῆς ἀσεβείας· οὐ γὰρ ἄλλο τι ἢ βαρβα ρικὴν καταδρομὴν τοῦτο ὑποληπτέον, καθαιροῦσαν οὐ τείχη καὶ πόλεις καὶ οἰκίας, οὐδέ τι τῶν μικρῶν καὶ χειροποιήτων καὶ αὖθις ἀνορθουμένων, ἀλλὰ τὰς ψυχὰς αὐτὰς κατασύρου σαν. Συνεισβάλλει δὲ αὐτῷ καὶ στρατὸς ἄξιος, οἱ κακοὶ τῶν Ἐκκλησιῶν ἡγεμόνες, οἱ πικροὶ τετράρχαι τῆς ὑπ᾿ αὐτὸν οἰκουμένης· οἱ τὸ μὲν ἔχοντες ἤδη τῶν Ἐκκλησιῶν, τῷ δὲ προσβάλλοντες, τὸ δὲ ἐλπίζοντες ἐκ τῆς τοῦ βασι λέως ῥοπῆς καὶ χειρός, τῆς μὲν ἐπαγομένης, τῆς δὲ ἀπει λουμένης, ἧκον καὶ τὴν ἡμετέραν καταστρεψόμενοι, οὐδενὶ τοσοῦτον θαρρεῖν ἔχοντες τῶν ἁπάντων ὅσον τῇ τῶν προει ρημένων μικροψυχίᾳ, καὶ ἀπειρίᾳ τοῦ τηνικαῦτα ἡμῶν προεδρεύοντος καὶ τοῖς ἐν ἡμῖν ἀρρωστήμασιν. Ὁ μὲν οὖν ἀγὼν πολύς· ἡ δὲ προθυμία τῶν πλείστων οὐκ ἀγεννής, ἡ δὲ παράταξις ἀσθενής, οὐκ ἔχουσα τὸν προαγωνιστὴν καὶ τεχνίτην ὑπέρμαχον ἐν δυνάμει λόγου καὶ Πνεύματος. Τί οὖν ἡ γενναία καὶ μεγαλόφρων ἐκείνη ψυχὴ καὶ ὄντως φιλόχριστος; Οὐ δὲ πολλῶν ἐδεήθη λόγων πρὸς τὸ παρεῖναι καὶ συμμαχεῖν· ἀλλ᾿ ὁμοῦ τε εἶδεν ἡμᾶς πρεσβεύοντας, κοινὸς γὰρ ἦν ὁ ἀγὼν ἀμφοτέροις ὡς τοῦ λόγου προβεβλημένοις, καὶ τῆς πρεσβείας ἡττήθη· καὶ διελὼν ἄριστα παρ᾿ ἑαυτῷ καὶ φιλοσοφώτατα τοῖς τοῦ Πνεύματος λογισμοῖς, ἄλλον μὲν εἶναι μικροψυχίας καιρόν, εἴ τι καὶ τοιοῦτον ἔδει παθεῖν, τὸν τῆς ἀδείας· ἄλλον δὲ μακροθυμίας, τὸν τῆς ἀνάγκης· εὐθὺς τοῦ Πόντου μεθ᾿ ἡμῶν ἀπανίσταται καὶ ζηλοτυπεῖ τὴν ἀλήθειαν κινδυνεύου σαν καὶ γίνεται σύμμαχος ἐθελοντὴς καὶ τῇ μητρὶ φέρων ἑαυτὸν τῇ Ἐκκλησίᾳ δίδωσιν.

32. Ἆρ᾿ οὖν προεθυμήθη μὲν οὕτως, ἠγώνισται δὲ τῆς προθυμίας ἔλαττον; Ἢ διαγωνίζεται μὲν ἀνδρικῶς, οὐ συνετῶς δέ; Ἢ πεπαιδευμένως μέν, ἀκινδύνως δέ; Ἢ πάντα μὲν ταῦτα τελείως καὶ ὑπὲρ λόγον, ὑπελείπετο δέ τι τῆς μικροψυχίας ἐν ἑαυτῷ λείψανον; Οὐδαμῶς. Ἀλλ᾿ ὁμοῦ τὰ πάντα καταλλάττεται, βουλεύεται, παρα τάττεται· λύει τὰ ἐν τῷ μέσῳ σκῶλα καὶ προσκόμματα, καὶ οἷς ἐκεῖνοι θαρροῦντες καθ᾿ ἡμῶν ἐστρατεύσαντο· τὸ μὲν προσλαμβάνει, τὸ δὲ κατέχει, τὸ δὲ ἀποκρούεται· γίνε ται τοῖς μὲν τεῖχος ὀχυρὸν καὶ χαράκωμα, τοῖς δὲ πέλεκυς κόπτων πέτραν, ἢ πῦρ ἐν ἀκάνθαις, ὅ φησιν ἡ θεία γραφή, ῥᾳδίως ἀναλίσκον τοὺς φρυγανώδεις καὶ ὑβριστὰς τῆς θεό τητος. Εἰ δέ τι καὶ Βαρνάβας, ὁ ταῦτα λέγων καὶ γράφων, Παύλῳ συνηγωνίσατο, Παύλῳ χάρις τῷ προελο μένῳ καὶ συνεργὸν ποιησαμένῳ τοῦ ἀγωνίσματος.

33. Οἱ μὲν οὖν οὕτως ἀπῆλθον ἄπρακτοι, καὶ κακοὶ κακῶς τότε πρῶτον αἰσχυνθέντες καὶ ἡττηθέντες, καὶ μαθόντες μὴ ῥᾳδίως Καππαδοκῶν καταφρονεῖν, εἰ καὶ πάν των ἀνθρώπων· ὧν οὐδὲν οὕτως ἴδιον, ὡς τὸ τῆς πίστεως ἀρραγὲς καὶ πρὸς τὴν Τριάδα πιστὸν καὶ γνήσιον· παρ᾿ ἧς καὶ τὸ ἡνῶσθαι καὶ τὸ ἰσχύειν αὐτοῖς, ἃ βοηθοῦσι βοηθουμέ νοις, μᾶλλον δὲ πολλῷ κρείττω καὶ ἰσχυρότερα. Τῷ δέ τι δεύτερον ἔργον καὶ σπούδασμα γίνεται, θεραπεύειν τὸν πρόεδρον, λύειν τὴν ὑποψίαν, πείθειν πάντας ἀνθρώπους ὡς ἃ μὲν λελύπητο πεῖρά τις ἦν τοῦ πονηροῦ καὶ πάλη ταῖς εἰς τὸ καλὸν ὁμονοίαις βασκαίνοντος· αὐτὸς δὲ ᾔδει νόμους εὐπειθείας καὶ πνευματικῆς τάξεως. Διὰ τοῦτο παρῆν, ἐσόφιζεν, ὑπήκουεν, ἐνουθέτει, πάντα ἦν αὐτῷ, σύμβουλος ἀγαθός, παραστάτης δεξιός, τῶν θείων ἐξηγη τής, τῶν πρακτέων καθηγητής, γήρως βακτηρία, πίστεως ἔρεισμα, τῶν ἔνδον ὁ πιστότατος, τῶν ἐκτὸς ὁ πρακτικώ τατος· ἑνὶ λόγῳ, τοσοῦτος εἰς εὔνοιαν ὅσος εἰς ἔχθραν τὸ πρὶν ἐνομίζετο. Ἐντεῦθεν αὐτῷ περιῆν καὶ τὸ κράτος τῆς Ἐκκλησίας, εἰ καὶ τῆς καθέδρας εἶχε τὰ δεύτερα· τὴν γὰρ εὔνοιαν εἰσφέρων, τὴν ἐξουσίαν ἀντελάμβανε· καὶ ἦν θαυμαστή τις ἡ συμφωνία καὶ ἡ πλοκὴ τοῦ δύνασθαι. Ὁ μὲν τὸν λαὸν ἦγεν, ὁ δὲ τὸν ἄγοντα· καὶ οἷον λεοντοκόμος τις ἦν, τέχνῃ τιθασσεύων τὸν δυναστεύοντα· καὶ γὰρ ἐδεῖτο, νεωστὶ μὲν ἐπὶ τὴν καθέδραν τεθείς, ἔτι δὲ τῆς κοσμικῆς ὕλης τι πνέων, οὔπω δὲ κατηρτισμένος ἐν τοῖς τοῦ Πνεύματος, πολλοῦ δὲ τοῦ κλύδωνος περιζέοντος καὶ τῶν ἐπικειμένων τῆς Ἐκκλησίας ἐχθρῶν, τοῦ χειραγωγοῦντος καὶ ὑπερείδοντος. Διὰ τοῦτο καὶ τὴν συμμαχίαν ἠγάπα, καὶ κρατοῦντος ἐκείνου κρατεῖν αὐτὸς ὑπελάμβανε.

34. Τῆς δὲ περὶ τὴν Ἐκκλησίαν τοῦ ἀνδρὸς κηδε μονίας καὶ προστασίας, πολλὰ μὲν καὶ ἄλλα γνωρίσματα· παρρησία πρὸς ἄρχοντας τούς τε ἄλλους καὶ τοὺς δυνατω τάτους τῆς πόλεως· διαφορῶν λύσεις οὐκ ἀπιστούμεναι, ἀλλ᾿ ὑπὸ τῆς ἐκείνου φωνῆς τυπούμεναι, νόμῳ τῷ τρόπῳ χρώμεναι· προστασίαι τῶν δεομένων, αἱ μὲν πλείους πνευματικαί, οὐκ ὀλίγαι δὲ καὶ σωματικαί· καὶ γὰρ καὶ τοῦτο πολλάκις εἰς ψυχὴν φέρει δι᾿ εὐνοίας δουλούμενον· πτωχοτροφίαι, ξενοδοχίαι, παρθενοκομίαι· νομοθεσίαι μοναστῶν, ἔγγραφοί τε καὶ ἄγραφοι· εὐχῶν διατάξεις, εὐκοσμίαι τοῦ βήματος, τὰ ἄλλα οἷς ἂν ὁ ἀληθῶς ἄνθρωπος τοῦ Θεοῦ καὶ μετὰ Θεοῦ τεταγμένος λαὸν ὠφελήσειεν· ἑν δέ, ὃ μέγιστόν τε καὶ γνωριμώτατον. Λιμὸς ἦν, καὶ τῶν πώποτε μνημονευομένων ὁ χαλεπώ τατος. Ἔκαμνε δὲ ἡ πόλις, ἐπικουρία δ᾿ ἦν οὐδαμόθεν, οὐδέ τι φάρμακον τῆς κακώσεως. Αἱ μὲν γὰρ παραλίαι τὰς τοιαύτας ἐνδείας οὐ χαλεπῶς ἀναφέρουσι, διδοῦσαι τὰ παρ᾿ ἑαυτῶν καὶ τὰ παρὰ τῆς θαλάσσης δεχόμεναι· τοῖς δ᾿ ἠπει ρώταις ἡμῖν καὶ τὸ περιττεῦον ἀνόνητον, καὶ τὸ ἐνδέον ἀνεπινόητον, οὐκ ἔχουσιν ὅπως ἢ διαθώμεθά τι τῶν ὄντων ἢ τῶν οὐκ ὄντων εἰσκομισώμεθα. Καὶ ὃ χαλεπώτατόν ἐστιν ἐν τοῖς τοιούτοις, ἡ τῶν ἐχόντων ἀναλγησία καὶ ἀπληστία. Τηροῦσι γὰρ τοὺς καιροὺς καὶ καταπραγμα τεύονται τῆς ἐνδείας καὶ γεωργοῦσι τὰς συμφοράς· οὔτε, τῷ Κυρίῳ δανείζειν τὸν ἐλεοῦντα πτωχούς, ἀκούοντες· οὐδ᾿ ὅτι ὁ συνέχων σῖτον δημοκατάρατος· οὔτ᾿ ἄλλο οὐδὲν τῶν ἢ τοῖς φιλανθρώποις ἐπηγγελμένων ἢ τοῖς ἀπανθρώ ποις ἠπειλημμένων. Ἀλλ᾿ εἰσὶ τοῦ δέοντος ἀπληστό τεροι καὶ φρονοῦσι κακῶς· ἐκείνοις μὲν τὰ ἑαυτῶν, ἑαυτοῖς δὲ τὰ τοῦ Θεοῦ σπλάγχνα κλείοντες, οὗ καὶ μᾶλλον χρῄ ζοντες ἀγνοοῦσιν ἢ αὐτῶν ἕτεροι. Ταῦτα μὲν οἱ σιτῶναι καὶ σιτοκάπηλοι, καὶ μήτε τὸ συγγενὲς αἰδούμενοι, μήτε περὶ τὸ θεῖον εὐχάριστοι, παρ᾿ οὗ τὸ ἔχειν αὐτοῖς, ἄλλων πιεζο μένων.

35. Ὁ δὲ ὕειν μὲν οὐκ εἶχεν ἄρτον ἐξ οὐρανοῦ δι᾿ εὐχῆς, καὶ τρέφειν ἐν ἐρήμῳ λαὸν φυγάδα, οὐδὲ πυθμέσι πηγάζειν τροφὴν ἀδάπανον κενώσει πληρουμένοις, ὃ καὶ παράδοξον, ἵνα τρέφῃ τρέφουσαν εἰς φιλοξενίας ἀντίδοσιν· οὐδὲ πέντε ἄρτοις ἑστιᾶν χιλιάδας, ὧν καὶ τὰ λείψανα πολλῶν τραπεζῶν ἄλλη δύναμις. Ταῦτα γὰρ Μωϋσέως ἦν καὶ Ἡλίου καὶ τοῦ ἐμοῦ Θεοῦ, παρ᾿ οὗ κἀκείνοις τὸ ταῦτα δύνασθαι· ἴσως δὲ καὶ τῶν καιρῶν ἐκείνων καὶ τῆς τότε καταστάσεως, ἐπειδὴ τὰ σημεῖα τοῖς ἀπίστοις, οὐ τοῖς πιστεύουσιν. Ἃ δὲ τούτοις ἐστὶν ἀκόλουθα καὶ εἰς ταὐτὸν φέρει, ταῦτα καὶ διενοήθη καὶ κατεπράξατο μετὰ τῆς αὐτῆς πίστεως· λόγῳ γὰρ τὰς τῶν ἐχόντων ἀποθήκας ἀνοίξας καὶ παραινέσεσι, ποιεῖ τὸ τῆς γραφῆς, διαθρύπτει πεινῶσι τροφὴν καὶ χορτάζει πτωχοὺς ἄρτων καὶ διατρέφει αὐτοὺς ἐν λιμῷ καὶ ψυχὰς πεινώσας ἐμπίμπλησιν ἀγαθῶν. Καὶ τίνα τρόπον; Οὐδὲ γὰρ τοῦτο μικρὸν εἰς προσθήκην. Συναγαγὼν γὰρ ἐν ταὐτῷ τοὺς λιμοῦ τραυματίας, ἔστι δὲ οὓς καὶ μικρὸν ἀναπνέοντας, ἄνδρας καὶ γυναῖκας, νηπίους, γέροντας, πᾶσαν ἡλικίαν ἐλεεινήν, πᾶν εἶδος τροφῆς ἐρα νίζων, ὅση τυγχάνει λιμοῦ βοήθεια, ἔτνους τε πλήρεις προ θεὶς λέβητας καὶ τοῦ ταριχευτοῦ παρ᾿ ἡμῖν ὄψου καὶ πένη τας τρέφοντος· ἔπειτα τὴν τοῦ Χριστοῦ διακονίαν μιμούμενος, ὃς καὶ λεντίῳ διαζωννύμενος οὐκ ἀπηξίου νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ τοῖς ἑαυτοῦ παισίν, ἤτ᾿ οὖν συνδούλοις, πρὸς τοῦτο συνεργοῖς χρώμενος, ἐθε ράπευε μὲν τὰ σώματα τῶν δεομένων, ἐθεράπευε δὲ τὰς ψυχάς, συμπλέκων τῇ χρείᾳ τὸ τῆς τιμῆς καὶ ῥᾴους ποιῶν ἀμφοτέρωθεν.

36. Τοιοῦτος ἦν ὁ νέος σιτοδότης ἡμῖν, καὶ δεύτε ρος Ἰωσήφ· πλὴν ὅτι καὶ πλέον τι λέγειν ἔχομεν. Ὁ μὲν γὰρ καταπραγματεύεται τοῦ λιμοῦ καὶ τὴν Αἴγυπτον ἐξω νεῖται τῷ φιλανθρώπῳ, τὸν τῆς ἀφθονίας καιρὸν εἰς τὸν τοῦ λιμοῦ διαθέμενος καὶ τοῖς ἑτέρων ὀνείροις εἰς τοῦτο διαταττόμενος· ὁ δὲ προῖκα χρηστὸς ἦν καὶ τῆς σιτοδείας ἐπίκουρος ἀπραγμάτευτος, πρὸς ἑν ὁρῶν, τῷ φιλανθρώπῳ τὸ φιλάνθρωπον κτήσασθαι καὶ τῶν ἐκεῖθεν τυχεῖν ἀγαθῶν διὰ τῆς ἐνταῦθα σιτομετρίας. Ταῦτα μετὰ τῆς τοῦ λόγου τροφῆς καὶ τῆς τελεωτέρας εὐεργεσίας καὶ διαδόσεως, τῆς ὄντως οὐρανίου καὶ ὑψηλῆς· εἴπερ ἄρτος Ἀγγέλων λόγος, ᾧ ψυχαὶ τρέφονται καὶ ποτίζονται, Θεὸν πεινῶσαι καὶ ζητοῦ σαι τροφὴν οὐ ῥέουσαν οὐδ᾿ ἀπιοῦσαν, ἀλλ᾿ ἀεὶ μένουσαν· ἧς σιτοδότης ἦν ἐκεῖνος, καὶ μάλα πλούσιος, ὁ πενές τατος ὧν ἴσμεν καὶ ἀπορώτατος, οὐ λιμὸν ἄρτων, οὐδὲ δίψαν ὕδατος ἐξιώμενος, λόγου δὲ πόθον τοῦ ἀληθῶς ζωτι κοῦ καὶ τροφίμου, καὶ εἰς αὔξησιν ἄγοντος πνευματικῆς ἡλικίας τὸν καλῶς τρεφόμενον.

37. Ἐκ δὴ τούτων καὶ τῶν τοιούτων, τί γὰρ δεῖ πάντα λέγοντα διατρίβειν; ἄρτι τοῦ φερωνύμου τῆς εὐσεβείας μετατεθέντος καὶ ταῖς ἐκείνου χερσὶν ἡδέως ἐναποψύξαντος, ἐπὶ τὸν ὑψηλὸν τῆς ἐπισκοπῆς θρόνον ἀνάγεται· οὐκ ἀμογητὶ μὲν οὐδὲ ἄνευ βασκανίας καὶ πάλης τῶν τε τῆς πατρίδος προεδρευόντων καὶ τῶν πονηροτάτων τῆς πόλεως ἐκείνοις συντεταγμένων. Πλὴν ἔδει νικῆσαι τὸ Πνεῦμα τὸ ἅγιον· καὶ μέντοι καὶ νικᾷ πολλῇ τῇ περιουσίᾳ. Κινεῖ γὰρ ἐκ τῆς ὑπερορίας τοὺς χρίσοντας, ἄνδρας ἐπ᾿ εὐσεβείᾳ γνωρίμους καὶ ζηλωτάς, καὶ μετὰ τούτων τὸν νέον Ἀβραὰμ καὶ Πατριάρχην ἡμέτερον, τὸν ἐμὸν λέγω πατέρα, περὶ ὅν τι καὶ συμβαίνει θαυμάσιον. Οὐ γὰρ τῷ πλήθει τῶν ἐτῶν μόνον ἐκλελοιπώς, ἀλλὰ καὶ νόσῳ τετρυχωμένος, καὶ πρὸς ταῖς ἐσχάταις ἀναπνοαῖς ὤν, κατατολμᾷ τῆς ὁδοῦ, βοηθήσων τῇ ψήφῳ καὶ θαρσήσας τῷ Πνεύματι. Καί τι σύντομον φθέγξομαι, νεκρὸς ἐντεθεὶς ὡς τάφῳ τινὶ τῷ φορείῳ, νέος ἐπάνεισιν, εὐσθενής, ἄνω βλέπων, ῥωσθεὶς ἐκ τῆς χειρὸς καὶ τῆς χρίσεως, οὐ πολὺ δὲ εἰπεῖν ὅτι καὶ τῆς κεφαλῆς τοῦ χρισθέντος. Τοῦτο προσκείσθω τοῖς παλαιοῖς διηγήμασιν, ὅτι πόνος ὑγείαν χαρίζεται, καὶ προθυμία νεκροὺς ἀνίστησι, καὶ πηδᾷ γῆρας χρισθὲν τῷ Πνεύματι.

38. Οὕτω δὲ τῆς προεδρίας ἀξιωθείς, ὡς τοὺς τοιούτους μὲν γεγονότας, τοιαύτης δὲ χάριτος τετυχηκότας, οὕτω δὲ ὑπειλημμένους εἰκός, οὐ κατῄσχυνεν οὐδενὶ τῶν ἑξῆς ἢ τὴν ἑαυτοῦ φιλοσοφίαν, ἢ τὰς τῶν πεπιστευκότων ἐλπίδας· ἀλλὰ τοσοῦτον ἑαυτὸν ὑπερβάλλων ἀεὶ ὅσον πρὸ τούτου τοὺς ἄλλους ἐδείκνυτο, κάλλιστά τε καὶ φιλο σοφώτατα περὶ τούτων διανοούμενος. Ἡγεῖτο γὰρ ἰδιώτου μὲν ἀρετὴν εἶναι, τὸ μὴ κακὸν εἶναι, ἤ τι καὶ ποσῶς ἀγα θόν· ἄρχοντος δὲ καὶ προστάτου κακίαν, καὶ μάλιστα τὴν τοιαύτην ἀρχήν, τὸ μὴ πολὺ τῶν πολλῶν προέχειν, μηδὲ ἀεὶ κρείττω φαίνεσθαι, μηδὲ συμμετρεῖν τῇ ἀξίᾳ καὶ τῷ θρόνῳ τὴν ἀρετήν· μόγις γὰρ εἶναι τῷ ἄκρῳ τοῦ μέσου κατα τυγχάνειν, καὶ τῷ περιόντι τῆς ἀρετῆς ἕλκειν τοὺς πολλοὺς εἰς τὸ μέτριον· μᾶλλον δέ, ἵνα τι φιλοσοφήσω περὶ τούτων ἄμεινον, ὅπερ ἐπὶ τοῦ Σωτῆρος ἐγὼ θεωρῶ, οἶμαι δὲ καὶ τῶν σοφωτέρων ἕκαστος, ἡνίκα μεθ᾿ ἡμῶν ἐγένετο, μορφωθεὶς τὸ ὑπὲρ ἡμᾶς καὶ ἡμέτερον, τοῦτο κἀνταῦθα συμβεβηκέναι λογίζομαι. Ἐκεῖνός τε γὰρ προέκοπτε, φησίν, ὥσπερ ἡλικίᾳ, οὕτω δὴ καὶ σοφίᾳ καὶ χάριτι· οὐ τῷ ταῦτα λαμβάνειν αὔξησιν, τί γὰρ τοῦ ἀπ᾿ ἀρχῆς τελείου γένοιτ᾿ ἂν τελεώτερον; ἀλλὰ τῷ κατὰ μικρὸν ταῦτα παρα γυμνοῦσθαι καὶ παρεκφαίνεσθαι. Τήν τε τοῦ ἀνδρὸς ἀρετήν, οὐχὶ προσθήκην, ἀλλ᾿ ἐργασίαν οἶμαι μείζω τηνικαῦτα λαμβάνειν, ὕλῃ πλείονι τῇ ἐξουσίᾳ χρωμένην.

39. Πρῶτον μὲν ἐκεῖνο πᾶσι ποιεῖ φανερόν, ὡς οὐκ ἀνθρωπίνης χάριτος ἦν αὐτῷ ἔργον, ἀλλὰ Θεοῦ δῶρον τὸ δεδομένον· δηλώσει δὲ καὶ τὸ ἡμέτερον. Οἷα γάρ μοι φιλο σοφοῦντι περὶ τὸν καιρὸν ἐκεῖνον συνεφιλοσόφε!ι Τῶν γὰρ ἄλλων ἁπάντων οἰομένων καὶ προσδραμεῖσθαί με τῷ γεγο νότι καὶ περιχαρήσεσθαι, ὅπερ ἑτέρου καὶ παθεῖν ἴσως ἦν, καὶ συνδιανεμεῖσθαι τὴν ἀρχὴν μᾶλλον ἢ παραδυναστεύειν, καὶ τῇ φιλίᾳ τοῦτο τεκμαιρομένων· ἐπειδὴ τὸ φορτικὸν φεύγων ἐγώ, καὶ γὰρ ἐν ἅπασιν, εἴπερ ἄλλος τις, καὶ ἅμα τοῦ καιροῦ τὸ ἐπίφθονον, ἄλλως τε καὶ τῶν κατ᾿ αὐτὸν ὠδινόντων ἔτι καὶ ταρασσομένων, οἴκοι κατέμεινα, βίᾳ χαλινώσας τὸν πόθον, μέμφεται μέν, συγγινώσκει δέ. Καὶ μετὰ τοῦτο ἐπιστάντα μέν, τὴν δὲ τῆς καθέδρας τιμὴν οὐ δεξάμενον, τῆς αὐτῆς ἕνεκεν αἰτίας, οὐδὲ τὴν τῶν πρες βυτέρων προτίμησιν, οὔτε ἐμέμψατο, καὶ προσεπῄνεσεν, εὖ ποιῶν, τῦφον κατηγορηθῆναι μᾶλλον ὑπ᾿ ὀλίγων ἑλόμενος, τῶν ταύτην ἀγνοησάντων τὴν οἰκονομίαν, ἤ τι πρᾶξαι τῷ λόγῳ καὶ τοῖς αὐτοῦ βουλεύμασιν ἐναντίον. Καίτοι πῶς ἂν μᾶλλον ἔδειξεν ἄνθρωπος πάσης θωπείας καὶ κολακείας κρείττω τὴν ψυχὴν ἔχων καὶ πρὸς ἑν μόνον βλέπων, τὸν τοῦ καλοῦ νόμον, ἢ περὶ ἡμῶν οὕτω διανοηθείς, οὓς ἐν πρώ τοις τῶν ἑαυτοῦ φίλων καὶ συνήθων ἐγνώρισεν.

40. Ἔπειτα τὸ στασιάζον πρὸς ἑαυτὸν μαλάσσει καὶ θεραπεύει λόγοις ἰατρικῆς μεγαλόφρονος· οὐ γὰρ θωπευτι κῶς οὐδὲ ἀνελευθέρως τοῦτο ποιεῖ, ἀλλὰ καὶ λίαν νεανικῶς καὶ μεγαλοπρεπῶς, ὡς ἄν τις οὐ τὸ παρὸν σκοπῶν μόνον, ἀλλὰ καὶ τὴν μέλλουσαν εὐπείθειαν οἰκονομῶν. Ὁρῶν γὰρ τὸ μὲν ἁπαλὸν ἔκλυτον καὶ μαλακίζον, τὸ δὲ αὐστη ρὸν τραχῦνον καὶ ἀπαυθαδιάζον, ἀμφοτέροις βοηθεῖ δι᾿ ἀλλήλων· ἐπιεικείᾳ μὲν τὸ ἀντιτυπές, στερρότητι δὲ τὸ ἁπαλὸν κερασάμενος· ὀλίγα μὲν λόγου προσδεηθείς, ἔργῳ δὲ τὰ πλείω δυνηθεὶς πρὸς τὴν θεραπείαν· οὐ τέχνῃ δου λούμενος, ἀλλ᾿ εὐνοίᾳ σφετεριζόμενος· οὐ δυναστείᾳ προσχρώμενος, ἀλλὰ τῷ δύνασθαι μέν, φείδεσθαι δὲ προσα γόμενος· τὸ δὲ μέγιστον, τῷ πάντας ἡττᾶσθαι τῆς αὐτοῦ διανοίας καὶ ἀπρόσιτον εἰδέναι τὴν ἀρετὴν καὶ μίαν μὲν ἑαυτοῖς σωτηρίαν ἡγεῖσθαι, τὸ μετ᾿ ἐκείνου τε καὶ ὑπ᾿ ἐκείνῳ τετάχθαι, ἕνα δὲ κίνδυνον τὸ προσκρούειν ἐκείνῳ, καὶ ἀλλοτρίωσιν ἀπὸ Θεοῦ νομίζειν τὴν ἀπ᾿ ἐκείνου διάστασιν· οὕτως ἑκόντες ὑπεχώρησαν καὶ ἡττήθησαν καὶ ὡς ἤχῳ βροντῆς ὑπεκλίθησαν, ἄλλος ἄλλον εἰς ἀπολο γίαν προφθάνοντες καὶ τὸ μέτρον τῆς ἀπεχθείας εἰς μέτρον μετενεγκόντες εὐνοίας καὶ τῆς εἰς ἀρετὴν ἐπιδόσεως, ἣν δὴ μόνην ἀπολογίαν ἰσχυροτάτην ηὕρισκον· πλὴν εἴ τις διὰ κακίαν ἀνίατον ἠμελήθη καὶ παρερρίφη, ἵν᾿ αὐτὸς ἐν ἑαυτῷ συντριβῇ καὶ καταναλωθῇ, καθάπερ ἰὸς σιδήρῳ συν δαπανώμενος.

41. Ἐπεὶ δὲ τὰ οἴκοι κατὰ νοῦν εἶχεν αὐτῷ καὶ ὡς οὐκ ἄν τις ᾠήθη τῶν ἀπίστων κἀκεῖνον ἠγνοηκότων, περι νοεῖ τι τῇ διανοίᾳ μεῖζον καὶ ὑψηλότερον. Τῶν γὰρ ἄλλων ἁπάντων τὸ ἐν ποσὶ μόνον ὁρώντων, καὶ τὸ κατ᾿ αὐτοὺς ὅπως ἀσφαλῶς ἕξει λογιζομένων, εἴπερ τοῦτο ἀσφαλές, περαιτέρω δ᾿ οὐ προιόντων, οὐδέ τι μέγα καὶ νεανικόν, ἢ ἐννοῆσαι, ἢ καταπράξασθαι δυναμένων· καίτοι τἆλλα μέτριος ὤν, ἐν τούτοις οὐ μετριάζει· ἀλλ᾿ ὑψοῦ τὴν κεφαλὴν διάρας καὶ κύκλῳ τὸ τῆς ψυχῆς ὄμμα περιαγα γών, πᾶσαν εἴσω ποιεῖται τὴν οἰκουμένην, ὅσην ὁ σωτήριος λόγος ἐπέδραμεν. Ὁρῶν δὲ τὸν μέγαν τοῦ Θεοῦ κλῆρον καὶ τοῖς αὐτοῦ λόγοις καὶ νόμοις καὶ πάθεσι περιποιηθέντα, τὸ ἅγιον ἔθνος, τὸ βασίλειον ἱεράτευμα, κακῶς διακείμενον, εἴς τε μυρίας δόξας καὶ πλάνας διεσπασμένον· καὶ τὴν ἐξ Αἰγύπτου μετηρμένην καὶ μεταπεφυτευμένην ἄμπελον, ἐκ τῆς ἀθέου καὶ σκοτεινῆς ἀγνοίας εἰς κάλλος τε καὶ μέγεθος ἄπειρον προελθοῦσαν, ὡς καλύψαι πᾶσαν τὴν γῆν καὶ ὁρῶν καὶ κέδρων ὑπερεκτείνεσθαι· ταύτην πονηρῷ καὶ ἀγρίῳ συῒ τῷ διαβόλῳ λελυμασμένην· οὐκ αὔταρκες ὑπο λαμβάνει θρηνεῖν ἡσυχῆ τὸ πάθος καὶ πρὸς Θεὸν μόνον αἴρειν τὰς χεῖρας καὶ παρ᾿ ἐκείνου τῶν κατεχόντων κακῶν λύσιν ζητεῖν, αὐτὸς δὲ καθεύδειν· ἀλλά τι καὶ βοηθεῖν καὶ παρ᾿ ἑαυτοῦ συνεισφέρειν ᾤετο δεῖν.

42. Τί γὰρ εἶναι τῆς συμφορᾶς ταύτης ἀνιαρότερον, ὑπὲρ δὲ τοῦ κοινοῦ χρῆναι μᾶλλον σπουδάζειν τὸν ἄνω βλέποντα; Ἑνὸς μὲν γὰρ εὖ πράττοντος ἢ κακῶς, οὐδὲν τῷ κοινῷ τοῦτο ἐπισημαίνειν· τοῦ κοινοῦ δὲ οὕτως ἢ ἐκείνως ἔχοντος, καὶ τὸν καθ᾿ ἕκαστον ὁμοίως ἔχειν πᾶσαν εἶναι ἀνάγκην. Ταῦτ᾿ οὖν ἐννοῶν καὶ σκοπῶν ἐκεῖνος, ὁ τοῦ κοινοῦ κηδεμὼν καὶ προστάτης, ἐπειδὴ σὴς ὀστέων καρδία αἰσθητική, ὡς Σολομῶντι καὶ τῇ ἀληθείᾳ δοκεῖ· καὶ τὸ μὲν ἀνάλγητον εὔθυμον, τὸ δὲ συμπαθὲς λυπηρόν· καὶ τῆξις καρδίας ἔμμονος λογισμός· διὰ τοῦτο ἐσφάδαζεν, ἠνιᾶτο, κατετιτρώσκετο, ἔπασχε τὸ Ἰωνᾶ, τὸ Δαβίδ, ἀπε λέγετο τὴν ψυχήν, οὐκ ἐδίδου ὕπνον τοῖς ὀφθαλμοῖς οὐδὲ νυσταγμὸν τοῖς βλεφάροις· προσεδαπάνα τὸ λειπόμενον τῶν σαρκῶν ταῖς φροντίσιν, ἕως εὕρῃ τοῦ κακοῦ λύσιν· ἐπιζητεῖ θείαν βοήθειαν ἢ ἀνθρωπίνην, ἥ τις στήσει τὸν κοινὸν ἐμπρησμὸν καὶ τὴν ἐπέχουσαν ἡμᾶς σκοτόμαιναν.

43. Ἓν μὲν οὖν ἐκεῖνο ἐπινοεῖ καὶ λίαν σωτήριον. Συναγαγὼν ἑαυτόν, ὡς οἷόν τε ἦν, καὶ συγκλείσας τῷ Πνεύματι, καὶ πάντας μὲν ἀνθρωπίνους λογισμοὺς κινήσας, πᾶν δὲ τῶν γραφῶν βάθος ἀναλεξάμενος, λογογραφεῖ τὴν εὐσέβειαν καὶ ἀντιθέτοις πάλαις καὶ μάχαις τὸ πολὺ τῶν αἱρετικῶν ἀποκρούεται θράσος· τοὺς μὲν καὶ εἰς χεῖρας ἰόντας, ἀγχεμάχοις ὅπλοις τοῖς ἀπὸ γλώσσης καταστρεφό μενος· τοὺς δὲ πόρρωθεν, βάλλων τοξεύμασι τοῖς ἐκ μέλα νος, οὐδὲν ἀτιμοτέρου τῶν ἐν ταῖς πλαξὶ χαραγμάτων· οὐδὲ ἑνὶ τῆς Ἰουδαίας ἔθνει, καὶ μικρῷ τούτῳ, νομοθετοῦντος περὶ βρωμάτων καὶ πωμάτων καὶ προσκαίρων θυσιῶν καὶ σαρκὸς καθαρσίων· ἀλλὰ παντὶ γένει καὶ μέρει τῆς οἰκου μένης, περὶ τοῦ λόγου τῆς ἀληθείας, ἐξ οὗ καὶ τὸ σώζεσθαι περιγίνεται. Δεύτερον δέ· καὶ γὰρ ὁμοίως ἀτελὲς ἄλογος πρᾶξις καὶ λόγος ἄπρακτος, προσετίθει τῷ λόγῳ καὶ τὴν ἐκ τοῦ πράττειν ἐπικουρίαν· τοῖς μὲν ἐπιδημῶν, πρὸς δὲ τοὺς πρεσβεύων, τοὺς δὲ καλῶν, νουθετῶν, ἐλέγχων, ἐπιτιμῶν, ἀπειλῶν, ὀνειδίζων, προπολεμῶν ἐθνῶν, πόλεων, τῶν καθ᾿ ἕκαστον, πᾶν εἶδος ἐπινοῶν σωτηρίας, πανταχόθεν ἰώμενος· ὁ Βεσελεὴλ ἐκεῖνος ὁ τῆς θείας ἀρχιτέκτων σκηνῆς, πάσῃ πρὸς τὸ ἔργον ὕλῃ καὶ τέχνῃ χρώμενος, καὶ πάντα πλέκων εἰς κάλλους ἑνὸς περιουσίαν καὶ ἁρμονίαν.

44. Τί τἆλλα χρὴ λέγειν; Ἀλλ᾿ ἧκεν αὖθις ἡμῖν ὁ χριστομάχος βασιλεὺς καὶ τῆς πίστεως τύραννος, μετὰ πλείονος τῆς ἀσεβείας καὶ θερμοτέρας τῆς παρατάξεως, ὡς πρὸς ἀνταγωνιστὴν ἰσχυρότερον ὄντος αὐτῷ τοῦ λόγου, κατὰ τὸ ἀκάθαρτον ἐκεῖνο πνεῦμα καὶ πονηρόν, ὃ τοῦ ἀνθρώπου λυθὲν καὶ περιπλανηθέν, πρὸς τὸν αὐτὸν ἀναστρέφει μετὰ πλειόνων πνευμάτων εἰσοικισθησόμενον, ὥσπερ ἐν τοῖς Εὐαγ γελίοις ἠκούσαμεν. Τούτου γίνεται μιμητὴς ἐκεῖνος, ὁμοῦ τε τὴν προτέραν ἧτταν ἀνακαλεσόμενος καὶ προσθήσων τι τοῖς πρώτοις παλαίσμασι· δεινὸν γὰρ εἶναι καὶ σχέτλιον, πολλῶν μὲν ἐθνῶν ἐπάρχοντα, πολλῆς δὲ δόξης ἠξιωμένον, πάντας δὲ τοὺς κύκλῳ καταστρεψάμενον τῷ κράτει τῆς ἀσεβείας, καὶ χειρωσάμενον πᾶν τὸ προστυχόν, ἑνὸς ἀνδρὸς καὶ μιᾶς πόλεως ἥττω ὀφθῆναι, καὶ γέλωτα ὄφλειν, οὐ τοῖς ἄγουσι μόνον αὐτὸν προστάταις τῆς ἀθεΐας, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις, ὡς ὑπελάμβανε.

45. Τὸν μὲν δὴ Περσῶν βασιλέα φασίν, ἐπειδή ποτε κατὰ τῆς Ἑλλάδος ἐστράτευε, πᾶν μὲν γένος ἀνθρώπων ἐπ᾿ αὐτοὺς ἐλαύνων, παντὶ δὲ ζέων θυμῷ καὶ φρονήματι, οὐ ταύτῃ μόνον ἐπαίρεσθαι καὶ ἄμετρον εἶναι ταῖς ἀπειλαῖς, ἀλλ᾿ ὡς ἂν μᾶλλον αὐτοὺς καταπλήξειε, φοβερὸν ἑαυτὸν ποιεῖν, καὶ ταῖς κατὰ τῶν στοιχείων καινοτομίαις. Γῆ τις ἠκούετο ξένη καὶ θάλασσα τοῦ νέου δημιουργοῦ καὶ στρατὸς ἤπειρον πλέων καὶ πεζεύων πέλαγος νῆσοί τε ἁρπαζόμεναι καὶ θάλασσα μαστιζομένη καὶ ὅσα τῆς ἐμπλήκτου σαφῶς ἦν στρατιᾶς καὶ στρατηγίας, κατάπληξις μὲν τοῖς ἀγενε στέροις, γέλως δὲ τοῖς ἀνδρικωτέροις καὶ στερροτέροις τὸ φρόνημα. Ὁ δὲ τοιούτου μὲν οὐδενὸς ἐδεῖτο καθ᾿ ἡμῶν στρατεύων· ὃ δὲ ἦν ἐκείνων χεῖρον καὶ βλαβερώτερον, τοῦτο ποιῶν καὶ λέγων ἠκούετο. Ἔθετο εἰς οὐρανὸν τὸ στόμα αὐτοῦ, βλασφημίαν λαλῶν εἰς τὸ ὕψος, καὶ ἡ γλῶσσα αὐτοῦ διῆλθεν ἐπὶ τῆς γῆς. Καλῶς γὰρ αὐτὸν ὁ θεῖος Δαβὶδ πρὸ ἡμῶν ἐστηλίτευσε, τὸν οὐρανὸν εἰς γῆν κλίναντα καὶ μετὰ τῆς κτίσεως ἀριθμοῦντα φύσιν τὴν ὑπερκόσμιον, ἣν οὐδὲ χωρεῖν ἡ κτίσις δύναται, κἂν μεθ᾿ ἡμῶν τι γένηται λόγῳ φιλανθρωπίας, ἵν᾿ ἡμᾶς ἑλκύσῃ πρὸς ἑαυτὴν χαμαὶ κειμένους.

46. Καὶ δὴ λαμπρὰ μὲν αὐτοῦ τὰ πρῶτα νεανιεύματα, λαμπρότερα δὲ τὰ τελευταῖα καθ᾿ ἡμῶν ἀγωνίσματα. Τίνα δὴ λέγω τὰ πρῶτα; Ἐξορίαι, φυγαί, δημεύσεις, ἐπιβουλαὶ φανεραί τε καὶ ἀφανεῖς· τὸ πείθειν, οὗ καιρὸς ἦν· τὸ βιά ζεσθαι, τοῦ πείθειν οὐκ ὄντος. Οἱ μὲν ἐξωθούμενοι τῶν ἐκκλησιῶν, ὅσοι τοῦ ὀρθοῦ λόγου καὶ τοῦ καθ᾿ ἡμᾶς· οἱ δὲ εἰσαγόμενοι, ὅσοι τῆς βασιλικῆς ἀπωλείας ἐτύγχανον, οἱ τὰ χειρόγραφα τῆς ἀσεβείας ἀπαιτοῦντες, οἱ γράφοντες τὰ τούτων ἔτι χαλεπώτερα. Πρεσβυτέρων ἐμπρησμοὶ θαλάττιοι· στρατηγοὶ δυσσεβεῖς, οὐ Περσῶν κρατοῦντες, οὐ Σκύθας χειρούμενοι, οὐκ ἄλλο τι βαρβαρικὸν ἔθνος ἀνακαθαίροντες· ἀλλ᾿ ἐκκλησίαις ἐπιστρατεύοντες καὶ θυσιαστηρίων κατορ χούμενοι καὶ τὰς ἀναιμάκτους θυσίας ἀνθρώπων καὶ θυσιῶν αἵμασι χραίνοντες καὶ παρθένων αἰδῶ καθυβρίζοντες. Ἵνα τί γένηται; Ἵν᾿ ἐξωσθῇ μὲν Ἰακὼβ ὁ πατριάρχης, ἀντεισαχθῇ δὲ Ἠσαῦ, ὁ μεμισημένος καὶ πρὸ γενέσεως. Ταῦτα τῶν πρώτων αὐτοῦ νεανιευμάτων τὰ διηγήματα, ἃ καὶ μέχρι τοῦ νῦν κινεῖ τοῖς πολλοῖς δάκρυον εἰς μνήμην ἰόντα καὶ ἀκουόμενα.

47. Ἐπεὶ δὲ πάντα διεξελθών, ἐπὶ τὴν ἄσειστον καὶ ἀνεπηρέαστον τήνδε τῶν ἐκκλησιῶν μητέρα ὡς δουλωσό μενος ὥρμησε, καὶ τὸν λειπόμενον ἔτι μόνον ζωτικὸν σπινθῆρα τῆς ἀληθείας· τότε πρῶτον ᾔσθετο κακῶς βουλευ σάμενος. Ὡς γὰρ βέλος ἰσχυροτέρῳ προσπεσὸν ἀπε κρούσθη, καὶ ὡς κάλως ῥαγεὶς ὑπεχώρησε, τοιούτῳ τῷ προστάτῃ τῆς Ἐκκλησίας ἐνέτυχε καὶ τοσούτῳ προβόλῳ περιρραγεὶς διελύθη. Τὰ μὲν οὖν ἄλλα λεγόντων τε καὶ ἱστορούντων, τῶν τότε πεπειραμένων, ἔστιν ἀκούειν· ἱστορεῖ δὲ οὐδεὶς ὅς τις οὐ τῶν ἁπάντων. Ἀλλὰ τοσοῦτοι θαυμάζουσιν ὅσοι τοὺς τότε ἀγῶνας γνωρίζουσι, τὰς προσβολάς, τὰς ὑποσχέσεις, τὰς ἀπειλάς, τοὺς ἐκ τοῦ δικαστικοῦ τάγματος προσπεμ πομένους αὐτῷ καὶ πείθειν ἐπιχειροῦντας, τοὺς ἐκ τοῦ στρατιωτικοῦ, τοὺς ἐκ τῆς γυναικωνίτιδος, τοὺς ἐν γυναιξὶν ἄνδρας καὶ ἐν ἀνδράσι γυναῖκας, τοὺς τοῦτο μόνον ἀνδρικοὺς τὴν ἀσέβειαν, οἳ τὸ φυσικῶς ἀσελγαίνειν οὐκ ἔχοντες, ᾧ δύνανται μόνον, τῇ γλώσσῃ πορνεύουσι, τὸν ἀρχιμάγειρον Ναβουζαρδάν, τὰς ἐκ τῆς τέχνης μαχαίρας ἐπαπειλοῦντα, καὶ τῷ οἰκείῳ πυρὶ πεμπόμενον. Ὃ δὲ μάλιστά μοι τῶν ἐκείνου θαυμάσιον καὶ οὐδὲ βουλομένῳ παρελθεῖν δυνατόν, τοῦτο δώσω τῷ λόγῳ συνελὼν ὅσον ἐνδέχεται.

48. Τίς οὐκ οἶδε τὸν τηνικαῦτα ὕπαρχον, πολλῷ μὲν τῷ οἰκείῳ θράσει καθ᾿ ἡμῶν μάλιστα χρώμενον, ἐπειδὴ καὶ παρ᾿ ἐκείνων ἦν τῷ βαπτίσματι τελεσθείς, ἢ συντελε σθείς· πλείω δὲ τῶν ἀναγκαίων ὑπηρετοῦντα τῷ ἐπιτάττοντι, καὶ διὰ τοῦ πάντα χαρίζεσθαι, τὸ κράτος ἑαυτῷ συν τηροῦντα καὶ φυλάττοντα χρονιώτερον; Τούτῳ βρέμοντι κατὰ τῆς ἐκκλησίας καὶ λεόντειον μὲν τὸ εἶδος προβε βλημένῳ, λεόντειον δὲ βρυχωμένῳ, καὶ μηδὲ προσιτὸν τοῖς πλείοσιν, ὁ γεννάδας ἐκεῖνος εἰσάγεται· μᾶλλον δὲ εἴσεισιν ὥσπερ εἰς ἑορτήν, οὐκ εἰς κρίσιν καλούμενος. Πῶς ἂν ἀξίως διηγησάμην, ἢ τὴν τοῦ ὑπάρχου θρασύτητα, ἢ τὴν τοῦ ἀνδρὸς πρὸς αὐτὸν μετὰ συνέσεως ἔνστασιν. Τί σοι, φησίν, ὦ οὗτος, βούλεται, τοὔνομα προσει πών, οὔπω γὰρ ἐπίσκοπον ἠξίου καλεῖν, τὸ κατὰ τοσούτου κράτους τολμᾶν, καὶ μόνον τῶν ἄλλων ἀπαυθαδιάζεσθαι;

Τοῦ χάριν, ὁ γεννάδας φησί, καὶ τίς ἡ ἀπόνοια; Οὔπω γὰρ ἔχω γινώσκειν. Ὅτι μὴ τὰ βασιλέως θρησκεύεις, φησί, τῶν ἄλλων ἁπάντων ὑποκλιθέντων καὶ ἡττημένων. Οὐ γὰρ ταῦτα, ἔφη, βασιλεὺς ὁ ἐμὸς βούλεται, οὐδὲ κτίσμα τι προσκυνεῖν ἀνέχομαι, Θεοῦ τε κτίσμα τυγ χάνων καὶ θεὸς εἶναι κεκελευσμένος. Ἡμεῖς δέ, τί σοι δοκοῦμεν; Ἦ οὐδέν, ἔφη, ταῦτα προστάττοντες. Τί δαί; Οὐ μέγα σοι τὸ μεθ᾿ ἡμῶν τετάχθαι καὶ κοινωνοὺς ἔχειν ἡμᾶς; Ὕπαρχοι μέν, φησίν, ὑμεῖς, καὶ τῶν ἐπιφανῶν, οὐκ ἀρνήσομαι, οὔπω δὲ Θεοῦ τιμιώτεροι. Καὶ τὸ κοινωνοὺς ἔχειν, μέγα μέν· πῶς γὰρ οὔ; Πλάσμα Θεοῦ καὶ ὑμεῖς, ἀλλ᾿ ὡσεί τινας ἄλλους τῶν ὑφ᾿ ἡμῖν τεταγμέ νων· οὐ γὰρ προσώποις τὸν χριστιανισμόν, ἀλλὰ πίστει χαρακτηρίζεσθαι. Τότε δὴ κινηθέντα τὸν ὕπαρχον ζέσαι τε πλέον τῷ θυμῷ καὶ τῆς καθέδρας ἐξαναστῆναι καὶ τραχυτέροις πρὸς αὐτὸν χρήσασθαι λόγοις. Τί δαί; Οὐ φοβεῖ τὴν ἐξουσίαν; φησί. Μὴ τί γένηται, μὴ δὲ τί πάθω; Μή τι τῶν πολλῶν ἑν ἃ τῆς ἐμῆς δυναστείας ἐστίν. Τίνα ταῦτα; γνωριζέσθω γὰρ ἡμῖν.

Δήμευσιν, ἐξορίαν, βασάνους, θάνατον. Εἴ τι ἄλλο, φησίν, ἀπείλει· τούτων γὰρ οὐδὲν ἡμῶν ἅπτεται. Καὶ τὸν εἰπεῖν· Πῶς καὶ τίνα τρόπον; Ὅτι τοι, ἔφη, δημεύσει μὲν οὐχ ἁλωτὸς ὁ μηδὲν ἔχων, πλὴν εἰ τούτων χρῄζεις τῶν τρυχίνων μου ῥακίων καὶ βιβλίων ὀλίγων, ἐν οἷς ὁ πᾶς ἐμοὶ βίος· ἐξορίαν δὲ οὐ γινώσκω, ὁ μηδενὶ τόπῳ περιγραπτὸς καὶ μήτε ταύτην ἔχων ἐμὴν ἣν οἰκῶ νῦν, καὶ πᾶσαν ἐμὴν εἰς ἣν ἂν ῥιφῶ· μᾶλλον δὲ τοῦ Θεοῦ πᾶσαν, οὗ πάροικος ἐγὼ καὶ παρεπίδημος· αἱ βάσανοι δὲ τί ἂν λάβοιεν, οὐκ ὄντος σώματος; Πλὴν εἰ τὴν πρώτην λέγοις πληγήν, ταύτης γὰρ σὺ μόνης κύριος· ὁ δὲ θάνατος εὐεργέτης, καὶ γὰρ θᾶττον πέμψει με πρὸς Θεόν, ᾧ ζῶ καὶ πολιτεύομαι καὶ τῷ πλείστῳ τέθνηκα καὶ πρὸς ὃν ἐπείγομαι πόρρωθεν.

50. Τούτοις καταπλαγέντα τὸν ὕπαρχον· Οὐδείς, φάναι, μέχρι τοῦ νῦν οὕτως ἐμοὶ διείλεκται καὶ μετὰ τοσαύ της τῆς παρρησίας, τὸ ἑαυτοῦ προσθεὶς ὄνομα. Οὐδὲ γὰρ ἐπισκόπῳ ἴσως, φησίν, ἐνέτυχες, ἢ πάντως ἂν τοῦτον διειλέχθη τὸν τρόπον, ὑπὲρ τοιούτων ἀγωνιζόμενος. Τἆλλα μὲν γὰρ ἐπιεικεῖς ἡμεῖς, ὕπαρχε, καὶ παντὸς ἄλλου ταπεινότεροι, τοῦτο τῆς ἐντολῆς κελευούσης, καὶ μὴ ὅτι τοσούτῳ κράτει, ἀλλὰ μηδὲ τῶν τυχόντων ἑνὶ τὴν ὀφρὺν αἴροντες· οὗ δὲ Θεὸς τὸ κινδυνευόμενον καὶ προκείμενον, τἆλλα περιφρονοῦντες, πρὸς αὐτὸν μόνον βλέπομεν. Πῦρ δὲ καὶ ξίφος καὶ θῆρες καὶ οἱ τὰς σάρκας τέμνοντες ὄνυχες, τρυφὴ μᾶλλον ἡμῖν εἰσιν ἢ κατάπληξις. Πρὸς ταῦτα ὕβριζε, ἀπείλει, ποίει πᾶν ὁτιοῦν ἂν ᾖ βουλομένῳ σοι, τῆς ἐξουσίας ἀπόλαυε. Ἀκουέτω ταῦτα καὶ βασιλεύς, ὡς ἡμᾶς γε οὐχ αἱρήσεις οὐδὲ πείσεις συνθέσθαι τῇ ἀσε βείᾳ, κἂν ἀπειλῇς χαλεπώτερα.

51. Ἐπειδὴ ταῦτα εἰπεῖν καὶ ἀκοῦσαι τὸν ὕπαρχον, καὶ τὴν ἔνστασιν μαθεῖν τοῦ ἀνδρὸς οὕτως ἀκατάπληκτον καὶ ἀήττητον, τὸν μὲν ἔξω πέμψαι καὶ μεταστήσασθαι, οὐκ ἔτι μετὰ τῆς αὐτῆς ἀπειλῆς, ἀλλά τινος αἰδοῦς καὶ ὑποχωρήσεως. Αὐτὸν δὲ τῷ βασιλεῖ προσελθόντα ὡς εἶχε τάχους· Ἡττήμεθα, βασιλεῦ, εἰπεῖν, τοῦ τῆσδε προβεβλημένου τῆς Ἐκκλησίας. Κρείττων ἀπειλῶν ὁ ἀνήρ, λόγων στερρότερος, πειθοῦς ἰσχυρότερος. Ἄλλον δεῖ τινα πειρᾶν τῶν ἀγενεστέρων, τοῦτον δὲ ἢ βιάζεσθαι φανερῶς, ἢ μὴ προς δοκᾶν εἴξειν ταῖς ἀπειλαῖς. Ἐφ᾿ οἷς ἑαυτοῦ καταγνόντα τὸν βασιλέα, καὶ τῶν ἐγκωμίων τοῦ ἀνδρὸς ἡττηθέντα, θαυμάζει γὰρ ἀνδρὸς ἀρετὴν καὶ πολέμιος, μήτε βιάζεσθαι κελεῦσαι, καὶ ταὐτὸν τῷ σιδήρῳ παθεῖν, ὃς μαλάσσεται μὲν τῷ πυρί, μένει δὲ ὅμως σίδηρος· καὶ τρέψαντα εἰς θαῦμα τὴν ἀπειλήν, τὴν μὲν κοινωνίαν οὐ δέξασθαι, τὴν μετάθεσιν αἰσχυνόμενον, ζητεῖν δὲ ἀπολογίαν, ἥ τις εὐπρε πεστάτη· δηλώσει δὲ καὶ ταύτην ὁ λόγος.

52. Εἰς γὰρ τὸ ἱερὸν εἰσελθὼν μετὰ πάσης τῆς περὶ αὐτὸν δορυφορίας· ἦν δὲ ἡμέρα τῶν Ἐπιφανίων καὶ ἀθροίσιμος· καὶ τοῦ λαοῦ μέρος γενόμενος, οὕτως ἀφοσιοῦται τὴν ἕνωσιν· ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν. Ἐπειδὴ γὰρ ἔνδον ἐγένετο καὶ τὴν ἀκοὴν προσβαλούσῃ τῇ ψαλμῳδίᾳ κατεβροντήθη τοῦ τε λαοῦ τὸ πέλαγος εἶδε καὶ πᾶσαν τὴν εὐκοσμίαν, ὅση τε περὶ τὸ βῆμα καὶ ὅση πλησίον, ἀγγελικὴν μᾶλλον ἢ ἀνθρωπίνην· τὸν μὲν τοῦ λαοῦ προτεταγμένον ὄρθιον, οἷον τὸν Σαμουὴλ ὁ λόγος γράφει, ἀκλινῆ καὶ τὸ σῶμα καὶ τὴν ὄψιν καὶ τὴν διάνοιαν, ὥσπερ οὐδενὸς καινοῦ γεγονότος, ἀλλ᾿ ἐστηλωμένον, ἵν᾿ οὕτως εἴπω, Θεῷ καὶ τῷ βήματι· τοὺς δὲ περὶ αὐτὸν ἑστηκότας ἐν φόβῳ τινὶ καὶ σεβάσματι· ἐπειδὴ ταῦτα εἶδε, καὶ πρὸς οὐδὲν παράδειγμα ἠδύνατο θεωρεῖν τὰ ὁρώμενα, ἔπαθέ τι ἀνθρώπινον, σκότου καὶ δίνης πληροῦται τὴν ὄψιν καὶ τὴν ψυχὴν ἐκ τοῦ θάμ βους. Καὶ τοῦτο ἦν τοῖς πολλοῖς ἄδηλον ἔτι. Ἐπεὶ δὲ τὰ δῶρα τῇ θείᾳ τραπέζῃ προσενεγκεῖν ἔδει, ὧν αὐτουργὸς ἦν, συνεπελάβετο δ᾿ οὐδείς, ὥσπερ ἦν ἔθος, ἄδηλον ὂν εἰ προσήσεται, τηνικαῦτα τὸ πάθος γνωρίζεται. Περιτρέπει γὰρ καί, εἰ μή τις τῶν ἐκ τοῦ βήματος ὑποσχὼν τὴν χεῖρα τὴν περιτροπὴν ἔστησε, κἂν κατηνέχθη πτῶμα δακρύων ἄξιον. Εἶεν.

53. Ἃ δὲ αὐτῷ διείλεκται τῷ βασιλεῖ καὶ μεθ᾿ ὅσης τῆς φιλοσοφίας, ἐπειδή γε αὖθις τρόπον τινὰ συνεκκλησιάσας ἡμῖν εἴσω τοῦ παραπετάσματος ἑαυτὸν ἐποιήσατο εἴς τε ὄψιν ἦλθε καὶ λόγους, ποθῶν ἐκ πλείονος, τί χρὴ καὶ λέγειν, τί δ᾿ ἄλλο γε ἢ Θεοῦ φωνάς, αἳ τοῖς περὶ τὸν βασιλέα καὶ ἡμῖν τοῖς συνεισελθοῦσιν ἠκούσθησαν; Αὕτη γίνεται τῆς τοῦ βασιλέως περὶ ἡμᾶς φιλανθρωπίας ἀρχὴ καὶ κατάστασις πρώτη· τοῦτο τὸ λῆμα τῆς τότε διοχλούσης ἐπηρείας τὸ πλεῖστον, ὥσπερ τι ῥεῦμα, διέλυσεν.

54. Ἕτερον δὲ τῶν εἰρημένων οὐκ ἔλαττον. Ἐνίκων οἱ πονηροί, καὶ κυροῦται κατὰ τοῦ ἀνδρὸς ἐξορία· καὶ οὐδὲν ἀπῆν τῶν εἰς τοῦτο φερόντων. Ἡ νὺξ παρῆν, ὁ δίφρος εὐτρεπής, οἱ μισοῦντες ἐν κρότοις, ἐν ἀθυμίᾳ τὸ εὐσεβές, περὶ τὸν πρόθυμον ὁδοιπόρον ἡμεῖς, τἆλλα ὅσα τῆς καλῆς ἀτιμίας πάντα πεπλήρωται. Τί οὖν; Λύει ταύτην Θεός. Ὁ γὰρ πατάξας Αἰγύπτου τὰ πρωτότοκα, τραχυνομένης κατὰ τοῦ Ἰσραήλ, οὗτος καὶ τὸν παῖδα τοῦ βασιλέως θραύει νόσου πληγῇ· καὶ τὸ τάχος ὅσον! Ἐκεῖ θεν τὸ γράμμα τῆς ἐξορίας, ἐντεῦθεν τὸ δόγμα τῆς ἀρρω στίας· καὶ ἡ χεὶρ ἐπέχεται τοῦ πονηροῦ γραφέως, καὶ ὁ ἅγιος ἀνασώζεται καὶ γίνεται πυρετοῦ δῶρον ἀνὴρ εὐσεβής, βασιλέα θρασὺν σωφρονίζοντος. Τί τούτων ἐνδικώτερον ἢ ταχύτερον; Τὰ δὲ τούτων ἑξῆς, ἔκαμνεν ὁ παῖς τῷ βασιλεῖ καὶ πονηρῶς εἶχε τοῦ σώματος· συνέκαμνε δὲ ὁ πατήρ· καὶ τί γὰρ ὁ πατήρ; πανταχόθεν ἐπιζητῶν ἐπι κουρίαν τῷ πάθει καὶ ἰατρῶν τοὺς ἀρίστους ἐκλεγόμενος καὶ λιταῖς προσκείμενος, εἴπερ ἄλλοτέ ποτε, καὶ κατὰ γῆς ἐρριμμένος· Ποιεῖ γὰρ καὶ βασιλέας ταπεινοὺς πάθος· καὶ θαυμαστὸν οὐδέν, ἐπεὶ καὶ Δαβὶδ πρότερον ταὐτὸ ἐπὶ τῷ παιδὶ πεπονθὼς ἀναγέγραπται. Ὡς δὲ οὐδὲν εὕρις κεν οὐδαμόθεν τοῦ κακοῦ φάρμακον, ἐπὶ τὴν πίστιν τοῦ ἀνδρὸς καταφεύγει· καὶ δι᾿ ἑαυτοῦ μὲν οὐκ εἰσκαλεῖ, τὸ τῆς ὕβρεως ὑπόγυιον αἰσχυνόμενος, ἑτέροις δὲ τὴν πρεσβείαν ἐπιτρέπει τῶν οἰκειοτάτων ἑαυτῷ καὶ φιλτάτων. Καὶ ὃς παρῆν, οὐδὲν ἀναδὺς οὐδὲ τοῦ καιροῦ κατεξαναστάς, ὥσπερ ἄλλος τις, καὶ ὁμοῦ τῇ παρουσίᾳ ῥᾴων ἡ νόσος γίνεται, καὶ χρηστοτέρων ὁ πατὴρ τῶν ἐλπίδων· καὶ εἰ μὴ τὴν ἅλμην τῷ ποτίμῳ ὕδατι συνεκέρασεν, ὁμοῦ τε τοῦτον εἰς καλέσας καὶ τοῖς ἑτεροδόξοις πιστεύσας, κἂν ὑγιείας τυχὼν ὁ παῖς ταῖς τοῦ πατρὸς χερσὶν ἀπεσώθη· καὶ τοῦτο ἐπις τεύετο παρὰ τῶν τηνικαῦτα παρόντων καὶ κοινωνούντων τοῦ πάθους.

55. Τὸ δὲ αὐτὸ καὶ τῷ ὑπάρχῳ μικρὸν ὕστερόν φασι συμβῆναι. Κάμπτει καὶ τοῦτον ταῖς τοῦ ἁγίου χερσὶ συμ πεσοῦσά τις ἀρρωστία. Καὶ ὄντως πληγὴ τοῖς εὖ φρονοῦσι παίδευμα γίνεται, καὶ κρείττων εὐημερίας πολλάκις κακο πάθεια. Ἔκαμνεν, ἐδάκρυεν, ἐδυσφόρει, προσέπεμπεν, ἠντιβόλει· Τὴν ἀπολογίαν ἔχεις, ἐβόα· δὸς σωτη ρίαν. Καὶ μέντοι καὶ τυγχάνει ταύτης, ὡς αὐτός τε ὡμολόγει, καὶ πολλοὺς ἔπειθε τῶν οὐκ εἰδότων· οὐ γὰρ ἐπαύετο τὰ ἐκείνου καὶ θαυμάζων καὶ διηγούμενος. Ἆρ᾿ οὖν τὰ μὲν πρὸς ἐκείνους αὐτῷ τοιαῦτα καὶ εἰς τοῦθ᾿ ἥκοντα τέλους· τὰ δὲ πρὸς ἑτέρους ἑτέρως, ἢ περὶ μικρῶν, ἢ μικρὰ πεπολέμηται, ἢ μετρίως πεφιλοσόφηται, ἢ σιγῆς ἀξίως, ἢ οὐ λίαν ἐπαινετῶς; Οὐ μὲν οὖν. Ἀλλ᾿ ὁ κινήσας ποτὲ τῷ Ἰσραὴλ Ἀδὲρ τὸν ἀλιτήριον, οὗτος κινεῖ καὶ τούτῳ τὸν τῆς Ποντικῆς μοίρας ὕπαρχον· προφάσει μὲν ὡς ὑπὲρ γυναίου τινὸς ἀγανακτοῦντα, τὸ δ᾿ ἀληθὲς τῆς ἀσεβείας ὑπερμαχοῦντα, καὶ κατὰ τῆς εὐσεβείας ἱστά μενον. Ἐῶ τἆλλα ὅσα καὶ οἷα κατὰ τοῦ ἀνδρὸς ἐξύ βρισεν, ἶσον δὲ εἰπεῖν καὶ κατὰ τοῦ Θεοῦ, πρὸς ὃν καὶ δι᾿ ὃν ὁ πόλεμος. Ὃ δὲ μάλιστα καὶ τὸν ὑβριστὴν ᾔσχυνε καὶ τὸν ἀγωνιστὴν ὕψωσεν, εἴπερ τι μέγα καὶ ὑψηλὸν ἡ φιλοσοφία, καὶ τὸ κρατοῦντα τῶν πολλῶν ταύτῃ φαίνεσθαι, τοῦτο δώσω τῷ λόγῳ.

56. Γυναῖκά τινα τῶν ἐπιφανῶν ἐξ ἀνδρὸς οὐ πρὸ πολλοῦ τὸν βίον ἀπολιπόντος ὁ τοῦ δικαστοῦ σύνεδρος ἐβιά ζετο, πρὸς γάμον ἕλκων ἀπαξιοῦσαν. Ἡ δὲ οὐκ ἔχουσα ὅπως διαφύγῃ τὴν τυραννίδα, βουλὴν βουλεύεται οὐ τολ μηρὰν μᾶλλον ἢ συνετήν. Τῇ ἱερᾷ τραπέζῃ προσφεύγει, καὶ Θεὸν ποιεῖται προστάτην κατὰ τῆς ἐπηρείας. Τί οὖν ἔδει ποιεῖν, ὦ πρὸς τῆς Τριάδος αὐτῆ!ς ἵν᾿ εἴπω τι καὶ δικανικῶς μεταξὺ τῶν ἐπαίνων, μὴ ὅτι τὸν μέγαν Βασίλειον καὶ τῶν τοιούτων ἅπασι νομοθέτην, ἄλλον δέ τινα τῶν πολὺ μετ᾿ ἐκεῖνον, ἱερέα δὲ ὅμως; Οὐκ ἀντιποιεῖ σθαι, κατέχειν, κήδεσθαι, χεῖρα ὀρέγειν Θεοῦ φιλανθρω πίᾳ καὶ νόμῳ τῷ τετιμηκότι θυσιαστήρια; Οὐ πάντα δρᾶσαι καὶ παθεῖν ἐθελῆσαι πρότερον ἤ τι βουλεύσασθαι κατ᾿ αὐτῆς ἀπάνθρωπον, καὶ καθυβρίσαι μὲν τὴν ἱερὰν τράπεζαν, καθυβρίσαι δὲ τὴν πίστιν μεθ᾿ ἧς ἱκέτευεν; Οὐ, φησὶν ὁ καινὸς δικαστής, ἀλλ᾿ ἡττᾶσθαι χρὴ πάν τας τῆς ἐμῆς δυναστείας, καὶ προδότας γενέσθαι Χρις τιανοὺς τῶν οἰκείων νόμων. Ὁ μὲν ἐζήτει τὴν ἱκέτιν· ὁ δ᾿ εἴχετο κατὰ κράτος. Ὁ δ᾿ ἐξεμαίνετο καὶ τέλος πέμπει τινὰς τῶν ἐπ᾿ ἐξουσίας τὸν τοῦ ἁγίου κοι τωνίσκον ἐξερευνήσοντας, οὐ κατὰ χρείαν μᾶλλον ἢ ἀτι μίαν. Τί λέγεις; οἶκον ἐκείνου τοῦ ἀπαθοῦς, ὃν περιέ πουσιν ἄγγελοι, ᾧ καὶ προσβλέπειν ὄκνουσι γυναῖκες; Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αὐτὸν παρεῖναι καὶ ἀπολο γεῖσθαι κελεύει· οὐδὲ ἡμέρως καὶ φιλανθρώπως, ἀλλ᾿ ὡς ἕνα τῶν κατακρίτων. Καὶ ὁ μὲν παρῆν· ὁ δὲ προὐκά θητο γέμων θυμοῦ καὶ φρονήματος. Εἱστήκει δέ, οἷον ὁ ἐμὸς Ἰησοῦς, Πιλάτου κρίνοντος. Οἱ κεραυνοὶ δὲ ἠμέλουν, ἡ δὲ τοῦ Θεοῦ μάχαιρα ἐστιλβοῦτο ἔτι καὶ ἀνεβάλλετο· καὶ τὸ τόξον ἐνετείνετο μέν, κατείχετο δέ, τῇ μετανοίᾳ και ρὸν ὑπανοῖγον. Ὅς τις δὴ τοῦ Θεοῦ νόμος.

57. Ἄθρει δὴ πάλην ἑτέραν ἀγωνιστοῦ καὶ διώκτου. Τὸ περιαυχένιον ῥάκος σφενδονᾶσθαι προσέταττεν. Ὁ δέ, Προσαποδύσομαί σοι, φησίν, εἰ βούλει, καὶ τὸ χιτώ νιον. Τύπτειν ἠπείλει τὸν ἄσαρκον· ὁ δὲ ὑπέκυπτε. Ξέειν τοῖς ὄνυξιν· ὁ δέ· Ἰατρεύεις, φησί, τὸ ἧπαρ, ὁρᾷς ὅπως με κατατρύχον, τοῖς τοιούτοις θεραπεύων σπαράγμασιν. Οἱ μὲν οὖν ἐν τούτοις ἦσαν. Ἡ

δὲ πόλις, ὡς ᾔσθετο τοῦ κακοῦ καὶ τοῦ κοινοῦ πάντων κινδύνου, κίνδυνον γὰρ ἕκαστος ἑαυτοῦ τὴν ὕβριν ταύτην ἐνόμιζεν, ἐκμαίνεται πᾶσα καὶ ἀνάπτεται· καὶ ὡς καπ νοῦ σμῆνος κινήσαντος, ἄλλος ἐπ᾿ ἄλλῳ διεγείρεται καὶ ἀνίσταται, γένος ἅπαν καὶ ἡλικία πᾶσα, οἳ περὶ τὴν ὁπλο ποιητικὴν καὶ βασίλειον ἱστουργικὴν μάλιστα. Καὶ γάρ εἰσι περὶ τὰ τοιαῦτα θερμότεροι, καὶ τὸ τολμᾶν ἐκ τῆς παρρη σίας ἔχοντες. Καὶ πᾶν ἦν ὅπλον ἑκάστῳ, τὸ παρὸν ἐκ τῆς τέχνης, εἴ τέ τι ἄλλο τῷ καιρῷ τύχοι σχεδιασθέν. Αἱ δᾷδες ἐν χερσίν, οἱ λίθοι προβεβλημένοι, τὰ ῥόπαλα εὐτρεπῆ, δρόμος ἁπάντων εἷς, βοὴ μία, προθυμία κοινή. Θυμός, ὁ δεινὸς ὁπλίτης ἢ στρατηγός. Οὐδὲ γυναῖκες ἄοπλοι τηνι καῦτα, τοῦ καιροῦ θήγοντος· μελίαι δ᾿ ἦσαν αὐταῖς αἱ κερκίδες· αἳ οὐδὲ γυναῖκες ἔμενον ἔτι, τῷ ζήλῳ ῥωσθεῖ σαι, καὶ εἰς ἀνδρῶν θάρσος μεταλλαττόμεναι. Βραχὺς ὁ λόγος· μερίζεσθαι τὴν εὐσέβειαν ᾤοντο, εἰ τοῦτον διέ λοιντο· καὶ οὗτος αὐτοῖς εὐσεβέστερος ἦν, ὃς πρῶτος ἐπι βαλεῖ χεῖρα τῷ τολμητῇ τῶν τοιούτων. Τί οὖν ὁ σοβαρὸς ἐκεῖνος καὶ θρασὺς δικαστής; Ἱκέτης ἦν, ἐλεεινός, ἄθλιος, τίνος οὐ ταπεινότερος, ἕως ἐπιφανεὶς ὁ χωρὶς αἵματος μάρτυς καὶ χωρὶς πληγῶν στεφανίτης, καὶ βίᾳ τὸν λαὸν κατασχὼν αἰδοῖ κρατηθέντα, τὸν ἱκέτην ἑαυτοῦ καὶ ὑβριστὴν διεσώσατο. Ταῦτα ὁ τῶν ἁγίων Θεός, ὁ ποιῶν πάντα καὶ μετασκευάζων ἐπὶ τὸ βέλτιον, ὁ τοῖς ὑπερηφάνοις ἀντι τασσόμενος, ταπεινοῖς δὲ χάριν ἐπιμετρῶν. Τί δὲ οὐκ ἔμελλεν ὁ τεμὼν θάλασσαν καὶ ποταμὸν ἀνακόψας καὶ στοιχεῖα τυραννήσας καὶ χειρῶν ἐκτάσει τρόπαια στήσας, ἵνα διασώσῃ λαὸν φυγάδα, καὶ τοῦτον ἐξαιρήσεσθαι τῶν κινδύ νων;

58. Ὁ μὲν δὴ κοσμικὸς πόλεμος ἐνταῦθα ἐτελεύ τησε, καὶ πέρας εἶχεν ἐκ Θεοῦ δεξιὸν καὶ τῆς ἐκείνου πίς τεως ἄξιον. Ἄρχεται δὲ ὁ πόλεμος ἐνθένδε ἤδη τῶν ἐπις κόπων, καὶ τῶν ἐκείνοις συμμάχων· οὗ πολὺ μὲν τὸ ἄδοξον, πλείων δὲ ἡ βλάβη τοῖς ἀρχομένοις. Τίς γὰρ ἂν τοὺς ἄλλους πείσειε μετριάζειν, οὕτω τῶν προεστώτων διακειμέ νων; Εἶχον μὲν γὰρ οὐδ᾿ ἐκ πλείονος ἐπιεικῶς πρὸς αὐτόν, τριῶν ὄντων τῶν ὑπαιτίων. Οὔτε γὰρ τῷ τῆς πίστεως λόγῳ συνέβαινον, ὅτι μὴ πᾶσα ἀνάγκη, τοῖς πλήθεσι βιαζό μενοι· οὔτε τὴν ἐπὶ τῇ χειροτονίᾳ μικροψυχίαν τελέως κατε λελύκεσαν. Καὶ τὸ παρὰ πολὺ τῆς δόξης κρατεῖσθαι, πάν των βαρύτατον ἦν αὐτοῖς, εἰ καὶ ὁμολογεῖν αἴσχιστον. Ἐγένετο δὲ καὶ ἄλλη τις διαφορά, ἣ ταῦτα ἐκαινοποίησε. Τῆς γὰρ πατρίδος ἡμῶν εἰς δύο διαιρεθείσης ἡγεμο νίας καὶ μητροπόλεις, καὶ πολλὰ τῶν ἐκ τῆς προτέρας τῇ νέᾳ προσαγαγούσης, ἐντεῦθεν καὶ τὰ ἐκείνων ἐστασιάσθη. Ὁ μὲν γὰρ ἠξίου τοῖς δημοσίοις συνδιαιρεῖσθαι καὶ τὰ ἡμέ τερα· καὶ διὰ τοῦτο μετεποιεῖτο τῶν νεωστὶ προσελθόντων, ὡς αὐτῷ διαφερόντων ἤδη κἀκείνου κεχωρισμένων. Ὁ

δὲ τῆς παλαιᾶς εἴχετο συνηθείας καὶ τῆς ἐκ τῶν πατέρων ἄνωθεν διαιρέσεως. Ἐξ ὧν πολλὰ καὶ δεινά, τὰ μὲν συνέ βαινεν ἤδη, τὰ δὲ ὠδίνετο. Ὑπεσπῶντο σύνοδοι παρὰ τοῦ νέου μητροπολίτου, πρόσοδοι διηρπάζοντο· πρεσβύτεροι τῶν ἐκκλησιῶν, οἱ μὲν ἀνεπείθοντο, οἱ δὲ ὑπηλλάττοντο. Ἐξ ὧν συνέβαινε καὶ τὰ τῶν ἐκκλησιῶν χεῖρον ἔχειν διισταμένων καὶ τεμνομένων. Καὶ γάρ πως ταῖς καινοτο μίαις χαίρουσιν ἄνθρωποι καὶ τὰ σφῶν ἡδέως παρακερδαί νουσι· καὶ ῥᾷόν τι καταλῦσαι τῶν καθεστώτων ἢ καταλυθὲν ἐπαναγαγεῖν. Ὃ δὲ πλεῖον αὐτὸν ἐξέμηνεν, αἱ Ταυρι καὶ πρόσοδοι καὶ παρόδιοι, αὐτῷ μὲν ὁρώμεναι, ἐκείνῳ δὲ προσγενόμεναι, καὶ τὸν ἅγιον Ὀρέστην ἐκκαρποῦσθαι μέγα ἐτίθετο· ὡς καὶ τῶν ἡμιόνων λαβέσθαι ποτὲ τοῦ ἀνδρὸς ἰδίαν ὁδὸν ὁδεύοντος, εἴργων τοῦ πρώσω μετὰ λῃστρικοῦ συντάγματος. Καὶ ἡ σκῆψις, ὡς εὐπρεπή!ς Τὰ γὰρ πνευματικὰ τέκνα, καὶ αἱ ψυχαί, καὶ ὁ τῆς πίστεως λόγος, καὶ ταῦτα τὰ τῆς ἀπληστίας ἐπικαλύμματα, πρᾶγμα τῶν εὐπορίστων, καὶ τό, μὴ χρῆναι δασμοφορεῖν κακοδόξοις πᾶς γὰρ ὁ λυπῶν, κακόδοξος.

59. Οὐ μὴν ὁ ἅγιος τοῦ Θεοῦ καὶ τῆς ἄνω Ἱερουσα λὴμ ὄντως μητροπολίτης ἢ συναπήχθη τοῖς πταίουσιν, ἢ παριδεῖν ταῦτα ἠνέσχετο, ἢ μικρὰν τοῦ κακοῦ λύσιν ἐπενόει. Ἀλλὰ σκοπῶμεν, ὡς μεγάλην καὶ θαυμασίαν, καὶ τί γάρ, ἢ τῆς ἐκείνου ψυχῆς ἀξίαν. Προσθήκην γὰρ τῆς Ἐκκλη σίας ποιεῖται τὴν στάσιν, καὶ τὴν συμφορὰν ὡς κάλλιστα διατίθεται, πλείοσιν ἐπισκόποις τὴν πατρίδα καταπυκνώ σας. Ἐξ οὗ τί γίνεται; Τρία τὰ κάλλιστα· ψυχῶν ἐπιμέλεια πλείων καὶ τὸ πόλιν ἑκάστην τὰ ἑαυτῆς ἔχειν καὶ τὸ λυθῆναι ταύτῃ τὸν πόλεμον. Ταύτης τῆς ἐπινοίας δέδοικα μὴ καὶ αὐτὸς ἐγενόμην πάρεργον· ἢ οὐκ οἶδ᾿ ὅ τι καὶ εἰπεῖν εὐπρεπὲς χρή. Πάντα γὰρ τοῦ ἀνδρὸς θαυμάζων, οὐ μὲν οὖν ὁπόσον εἰπεῖν δυνατόν, ἑν τοῦτο ἐπαινεῖν οὐκ ἔχω, καὶ γὰρ ὁμολογήσω τὸ πάθος, οὐδὲ ἄλλως τοῖς πολλοῖς ἀγνοούμενον, τὴν περὶ ἡμᾶς καινοτομίαν καὶ ἀπιστίαν, ἧς οὐδὲ ὁ χρόνος τὴν λύπην ἀνάλωσεν· ἐκεῖθεν γάρ μοι πᾶσα συνέπεσεν ἡ περὶ τὸν βίον ἀνωμαλία καὶ σύγχυσις καὶ τὸ φιλοσοφεῖν μὴ δυνηθῆ ναι ἢ μὴ νομίζεσθαι, εἰ καὶ βραχὺς τοῦ δευτέρου λόγος· πλὴν εἴ τις ἐκεῖνο δέξαιτο, ἡμῶν τοῦ ἀνδρὸς ὑπερ απολογουμένων, ὅτι μείζω φρονῶν ἢ κατὰ τὰ ἀνθρώπινα, καὶ τῶν ἐνθένδε πρὶν ἀποβιῶναι μεταναστάς, πάντα ἐποιεῖτο τοῦ Πνεύματος· καὶ φιλίαν αἰδεῖσθαι εἰδώς, ἐνταῦθα μόνον ἠτίμαζεν, οὗ Θεὸν ἔδει προτιμηθῆναι καὶ πλεῖον ἔχειν τῶν λυομένων τὰ ἐλπιζόμενα.

60. Δέδοικα μὲν οὖν μὴ ῥᾳθυμίας ἔγκλημα φεύγων, παρὰ τοῖς τὰ ἐκείνου πάντα ἐπιζητοῦσιν, ἀπληστίας περι πέσω γραφῇ, παρὰ τοῖς ἐπαινοῦσι τὸ μέτριον, ὃ μηδὲ ἐκεῖ νος ἠτίμαζε, τὸ πᾶν μέτρον ἄριστον, ἐν τοῖς μάλιστα ἐπαινῶν, καὶ παρὰ πάντα τὸν ἑαυτοῦ βίον φυλάξας. Ὁμῶς δὲ ἀμφοτέρους περιφρονῶν, τούς τε λίαν συντόμους καὶ τοὺς ἄγαν ἀπλήστους, ὡδί πως τῷ λόγῳ χρήσομαι. Ἄλλοι μὲν οὖν ἄλλο τι κατορθοῦσιν, οἱ δέ τινα τῶν τῆς ἀρετῆς εἰδῶν ὄντων πλειόνων. Ἅπαντα δὲ οὐδεὶς ἐπῆλθε πρὸς τὸ ἀκρότατον οὔκουν τῶν νῦν ἡμῖν γινωσκομένων· ἀλλ᾿ οὗτος ἄριστος ἡμῖν, ὃς ἂν τὰ πλείω τυγχάνῃ κατωρ θωκὼς ἢ ἑν ὅτι μάλιστα. Ὁ δὲ οὕτω διὰ πάντων ἀφίκετο, ὡς εἶναι φιλοτιμία τις φύσεως. Σκοπῶμεν δὲ οὕτως. Ἀκτησίαν τίς ἐπαινεῖ καὶ βίον ἄσκευον καὶ ἀπέριττον; Ἐκείνῳ δὲ τί ποτε ἦν, πλὴν τοῦ σώματος καὶ τῶν ἀναγ καίων τῆς σαρκὸς καλυμμάτων; Πλοῦτος δὲ τὸ μηδὲν ἔχειν, καὶ ὁ σταυρὸς ᾧ συνέζη μόνῳ, ὃν πολλῶν χρημάτων ἐνόμιζεν ἑαυτῷ τιμιώτερον. Ἅπαντα μὲν γὰρ οὐδ᾿ ἄν, εἰ βούλοιτό τις, δυνατὸν εἶναι κτήσασθαι· πάντων δὲ εἰδέ ναι καταφρονεῖν, καὶ οὕτω κρείττω τῶν πάντων φαίνεσθαι. Οὕτω δὲ διανοηθεὶς καὶ οὕτως ἔχων, βωμοῦ μὲν οὐκ ἐδεήθη καὶ τῆς κενῆς δόξης, οὐδὲ δημοσίου κηρύγματος τοῦ, Κράτης Κράτητα Θηβαῖον ἐλευθεροῖ. Εἶναι γάρ, οὐ δοκεῖν, ἐσπούδαζεν ἄριστος. Οὐδὲ πίθον ᾤκει καὶ μέσην τὴν ἀγοράν, ὥστε πᾶσι παρατρυφᾶν, καινὴν εὐπορίαν τὸ ἀπορεῖν ποιούμενος· ἀφιλότιμος δέ, πένης ἦν καὶ ἀνή ροτος· καὶ πάντων ἐκβολὴν στέρξας, ὧν ποτε εἶχε, κούφως διέπλει τὴν τοῦ βίου θάλασσαν.

61. Θαυμαστὸν ἡ ἐγκράτεια καὶ ὀλιγάρκεια καὶ τὸ μὴ κρατεῖσθαι τῶν ἡδονῶν, μηδ᾿ ὡς ὑπὸ πικρᾶς καὶ ἀνελευ θέρου δεσποίνης, τῆς γαστρός, ἄγεσθαι. Τίς οὕτω μᾶλλον ἄτροφος ἦν, οὐ πολὺ δὲ εἰπεῖν, καὶ ἄσαρκος; Τὰς μὲν γὰρ πλησμονὰς καὶ τοὺς κόρους τοῖς ἀλογωτέροις ἀπέρριψε καὶ ὧν ἀνδραποδώδης καὶ κάτω νενευκὼς ὁ βίος. Αὐτὸς δὲ οὐδὲν ᾔδει μέγα τῶν μετὰ τὸν λαιμὸν ὁμοτίμων, ἀλλὰ τοῖς ἀναγκαίοις διέζη μόνον ἕως ἐξῆν, καὶ μόνην ᾔδει τρυφήν, τὸ μὴ τρυφῶν φαίνεσθαι, μηδὲ διὰ τοῦτο δεῖσθαι πλειόνων· ἀλλὰ πρὸς τὰ κρίνα βλέπειν καὶ τὰ πτηνά, οἷς ἄτεχνον τὸ κάλλος καὶ σχέδιος ἡ τροφή, κατὰ τὴν μεγά λην παραίνεσιν τοῦ ἐμοῦ Χριστοῦ, καὶ σάρκα δι᾿ ἡμᾶς πτω χεύσαντος, ἵν᾿ ἡμεῖς πλουτισθῶμεν θεότητα. Ἐντεῦ θεν αὐτῷ τὸ ἑν χιτώνιον καὶ τριβώνιον καὶ ἡ χαμευνία καὶ ἡ ἀγρυπνία καὶ ἡ ἀλουσία, τὰ ἐκείνου σεμνολογήματα· καὶ τὸ ἥδιστον δεῖπνον καὶ ὄψον, ὁ ἄρτος καὶ οἱ ἅλες, ἡ καινὴ καρυκεία· καὶ ποτὸν νηφάλιόν τε καὶ ἄφθονον, ὃ γεωργοῦσι πηγαὶ μηδὲν πονουμένοις. Ἐξ ὧν ἢ μεθ᾿ ὧν νοσοκομίαι καὶ ἰατρεῖαι, τὸ κοινὸν ἡμῶν ἐμφιλοσόφημα· ἔδει γάρ με τῶν ἀνιαρῶν τὸ ἶσον ἔχειν, τοῖς ἄλλοις λει πόμενον.

62. Μέγα παρθενία καὶ ἀζυγία καὶ τὸ μετ᾿ ἀγγέλων τετάχθαι καὶ τῆς μοναδικῆς φύσεως· ὀκνῶ γὰρ εἰπεῖν Χριστοῦ, ὃς καὶ γεννηθῆναι θελήσας διὰ τοὺς γεννητοὺς ἡμᾶς ἐκ παρθένου γεννᾶται, παρθενίαν νομοθετῶν ὡς ἐνθένδε μετάγουσαν καὶ κόσμον συντέμνουσαν, μᾶλλον δὲ κόσμον κόσμῳ παραπέμπουσαν, τὸν ἐνεστῶτα τῷ μέλλοντι. Τίς οὖν ἐκείνου μᾶλλον ἢ παρθενίαν ἐτίμησεν, ἢ σαρκὶ ἐνομοθέτησεν, οὐ τῷ καθ᾿ ἑαυτὸν ὑποδείγματι μόνον, ἀλλὰ καὶ οἷς ἐσπούδασε; Τίνος οἱ παρθενῶνες, καὶ τὰ ἔγγραφα διατάγματα, οἷς πᾶσαν μὲν αἴσθησιν ἐσωφρόνιζε, πᾶν δὲ μέλος ἐρύθμιζε, καὶ ὄντως παρθενεύειν ἔπειθεν, εἴσω τὰ κάλλη στρέφων ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ μὴ βλεπό μενα· καὶ τὸ μὲν ἔξωθεν ἀπομαραίνων, καὶ τὴν ὕλην ὑπο σπῶν τῆς φλογός, τὸ δὲ κρυπτὸν τῷ Θεῷ δεικνύς, ὃς μόνος τῶν καθαρῶν ψυχῶν ἐστι νυμφίος, καὶ τὰς ἀγρύπνους ἑαυτῷ συνεισάγει ψυχάς, ἐὰν μετὰ λαμπρῶν τῶν λαμπάδων αὐτῷ καὶ δαψιλοῦς τῆς τοῦ ἐλαίου τροφῆς ἀπαντήσωσιν; Τοῦ τοίνυν ἐρημικοῦ βίου καὶ τοῦ μιγάδος μαχομέ νων πρὸς ἀλλήλους ὡς τὰ πολλὰ καὶ διισταμένων, καὶ οὐδετέρου πάντως ἢ τὸ καλὸν ἢ τὸ φαῦλον ἀνεπίμικτον ἔχοντος· ἀλλὰ τοῦ μὲν ἡσυχίου μὲν ὄντος μᾶλλον καὶ καθεστηκότος καὶ Θεῷ συνάγοντος, οὐκ ἀτύφου δὲ διὰ τὸ τῆς ἀρετῆς ἀβασάνιστον καὶ ἀσύγκριτον· τοῦ δὲ πρακτικω τέρου μὲν μᾶλλον καὶ χρησιμωτέρου, τὸ δὲ θορυβῶδες οὐ φεύγοντος, καὶ τούτους ἄριστα κατήλλαξεν ἀλλήλοις καὶ συνεκέρασεν· ἀσκητήρια καὶ μοναστήρια δειμάμενος μέν, οὐ πόρρω δὲ τῶν κοινωνικῶν καὶ μιγάδων, οὐδὲ ὥσπερ τειχίῳ τινὶ μέσῳ ταῦτα διαλαβὼν καὶ ἀπ᾿ ἀλλήλων χωρίσας, ἀλλὰ πλησίον συνάψας καὶ διαζεύξας· ἵνα μήτε τὸ φιλόσοφον ἀκοινώνητον ᾖ μήτε τὸ πρακτικὸν ἀφιλόσοφον· ὥσπερ δὲ γῆ καὶ θάλασσα τὰ παρ᾿ ἑαυτῶν ἀλλήλοις ἀντι διδόντες, εἰς μίαν δόξαν Θεοῦ συντρέχωσι.

63. Τί ἔτι; Καλὸν φιλανθρωπία καὶ πτωχοτροφία καὶ τὸ τῆς ἀνθρωπίνης ἀσθενείας βοήθημα. Μικρὸν ἀπὸ τῆς πόλεως πρόελθε, καὶ θέασαι τὴν καινὴν πόλιν, τὸ τῆς εὐσεβείας ταμεῖον, τὸ κοινὸν τῶν ἐχόντων θησαύρισμα, εἰς ὃ τὰ περιττὰ τοῦ πλούτου, ἤδη δὲ καὶ τὰ ἀναγκαῖα ταῖς ἐκείνου παραινέσεσιν ἀποτίθεται, σῆτας ἀποσειόμενα καὶ κλέπτας οὐκ εὐφραίνοντα καὶ φθόνου πάλην καὶ καιροῦ φθορὰν διαφεύγοντα· ἐν ᾧ νόσος φιλοσοφεῖται καὶ συμφορὰ μακαρίζεται καὶ τὸ συμπαθὲς δοκιμάζεται. Τί μοι πρὸς τοῦτο τὸ ἔργον, ἑπτάπυλοι Θῆβαι καὶ Αἰγύπτιαι καὶ τείχη Βαβυλώνια καὶ Μαυσόλου Καρικὸς τάφος καὶ Πυρα μίδες καὶ Κολοσσοῦ χαλκὸς ἄμετρος, ἢ ναῶν μεγέθη καὶ κάλλη τῶν μηκέτι ὄντων, ἄλλα τε ὅσα θαυμάζουσιν ἄνθρω ποι καὶ ἱστορίαις διδόασιν, ὧν οὐδὲν τοὺς ἐγείραντας πλὴν δόξης ὀλίγης ὤνησεν; Ἐμοὶ δὲ θαυμασιώτατον, ἡ σύντομος τῆς σωτηρίας ὁδός, ἡ ῥᾴστη πρὸς οὐρανὸν ἀνά βασις. Οὐκ ἔτι πρόκειται τοῖς ὀφθαλμοῖς ἡμῶν θέαμα δει νὸν καὶ ἐλεεινόν, ἄνθρωποι νεκροὶ πρὸ θανάτου καὶ τετε λευτηκότες τοῖς πλείστοις τοῦ σώματος μέλεσιν, ἀπελαυ νόμενοι πόλεων, οἰκιῶν, ἀγορῶν, ὑδάτων, αὐτῶν τῶν φιλ τάτων, ὀνόμασι μᾶλλον ἢ σώμασι γνωριζόμενοι· οὐδὲ προτίθενται συνόδοις τε καὶ συλλόγοις κατὰ συζυγίαν τε καὶ συναυλίαν, μηκέτ᾿ ἐλεούμενοι διὰ τὴν νόσον, ἀλλὰ μισούμενοι· σοφισταὶ μελῶν ἐλεεινῶν, εἴ τισι καὶ φωνὴ λείπεται. Τί ἂν ἅπαντα ἐκτραγῳδοίην τὰ ἡμέτερα, οὐκ ἀρκοῦντος τοῦ λόγου τῷ πάθει; Ἀλλ᾿ ἐκεῖνός γε μάλιστα πάντων ἔπεισεν ἀνθρώπους ὄντας ἀνθρώπων μὴ καταφρο νεῖν, μηδ᾿ ἀτιμάζειν Χριστόν, τὴν μίαν πάντων κεφαλήν, διὰ τῆς εἰς ἐκείνους ἀπανθρωπίας· ἀλλ᾿ ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὰ οἰκεῖα εὖ τίθεσθαι, καὶ δανείζειν Θεῷ τὸν ἔλεον, ἐλέου χρῄζοντας. Διὰ τοῦτο, οὐδὲ τοῖς χείλε σιν ἀπηξίου τιμᾶν τὴν νόσον, ὁ εὐγενής τε καὶ τῶν εὖ γεγονότων καὶ τὴν δόξαν ὑπέρλαμπρος, ἀλλ᾿ ὡς ἀδελφοὺς ἠσπάζετο, οὐχ ὅπερ ἄν τις ὑπολάβοι κενοδοξῶν (τίς γὰρ τοσοῦτον ἀπεῖχε τοῦ πάθους;), ἀλλὰ τὸ προσιέναι τοῖς σώμασιν ἐπὶ θεραπείᾳ διὰ τῆς ἑαυτοῦ φιλοσοφίας τυπῶν, καὶ φθεγγομένη καὶ σιωπῶσα παραίνεσις. Καὶ οὐχ ἡ μὲν πόλις οὕτως, ἡ χώρα δὲ καὶ τὰ ἐκτὸς ἑτέρως· ἀλλὰ κοινὸν ἅπασιν ἀγῶνα προὔθηκε τοῖς τῶν λαῶν προεστῶσι, τὴν εἰς αὐτοὺς φιλανθρωπίαν καὶ μεγαλοψυχίαν. Καὶ ἄλλων μὲν οἱ ὀψοποιοὶ καὶ αἱ λιπαραὶ τράπεζαι καὶ τὰ μαγείρων μαγγανεύματα καὶ κομψεύματα καὶ οἱ φιλόκαλοι δίφροι, καὶ τῆς ἐσθῆτος ὅση μαλακή τε καὶ περιρρέουσα· Βασιλείου δὲ οἱ νοσοῦντες καὶ τὰ τῶν τραυμάτων ἄκη καὶ ἡ Χριστοῦ μίμησις, οὐ λόγῳ μέν, ἔργῳ δὲ λέπραν καθαί ροντος.

64. Πρὸς ταῦτα, τί φήσουσιν ἡμῖν οἱ τὸν τῦφον ἐγκαλοῦντες ἐκείνῳ καὶ τὴν ὀφρύν, οἱ πικροὶ τῶν τηλικού των κριταί, καὶ τῷ κανόνι τοὺς οὐ κανόνας προσάγοντες; Ἔστι λεπροὺς μὲν ἀσπάζεσθαι καὶ μέχρι τούτου συνταπει νοῦσθαι, τῶν δὲ ὑγιαινόντων κατοφρυᾶσθαι; Καὶ τήκειν μὲν τὰς σάρκας δι᾿ ἐγκρατείας, τὴν ψυχὴν δὲ οἰδαίνειν κενῷ φρυάγματι; Καὶ τοῦ μὲν Φαρισαίου καταγινώσκειν καὶ διηγεῖσθαι τὴν ἐξ ὄγκου ταπείνωσιν, καὶ Χριστὸν εἰδέναι μέχρι δούλου μορφῆς κατελθόντα καὶ τελώναις συνέσθοντα καὶ νίπτοντα τοὺς πόδας τῶν μαθητῶν καὶ σταυρὸν οὐκ ἀπαξιοῦντα, ἵνα προσηλώσῃ τὴν ἐμὴν ἁμαρτίαν, καίτοι τί τούτου παραδοξότερον, Θεὸν σταυρούμενον βλέπειν, καὶ τοῦ τον μετὰ λῃστῶν, καὶ ὑπὸ τῶν παριόντων γελώμενον, τὸν ἀνάλωτον καὶ τοῦ παθεῖν ὑψηλότερον· αὐτὸν δὲ ὑπερ νεφεῖν καὶ μηδὲν γινώσκειν ὁμότιμον, ὃ δοκεῖ τοῖς ἐκείνῳ βασκαίνουσιν; Ἀλλ᾿ οἶμαι τὸ τοῦ ἤθους εὐσταθὲς καὶ βεβηκὸς καὶ ἀπεξεσμένον τῦφον ὠνόμασαν. Οἱ δ᾿ αὐτοί μοι δοκοῦσι ῥᾳδίως ἂν καὶ τὸν ἀνδρεῖον καλέσαι θρασὺν καὶ δειλὸν τὸν περιεσκεμμένον καὶ τὸν σώφρονα μισάνθρωπον καὶ τὸν δίκαιον ἀκοινώνητον. Καὶ γὰρ οὐ φαύλως τοῦτό τινες πεφιλοσοφήκασιν, ὅτι παραπεπήγασι ταῖς ἀρεταῖς αἱ κακίαι, καί εἰσί πως ἀγχίθυροι· καὶ ῥᾷστον ἄλλο τι ὄντα ἕτερον νομισθῆναι τοῖς μὴ τὰ τοιαῦτα πεπαιδευμένοις. Τίς γὰρ ἐκείνου μᾶλλον ἢ ἀρετὴν ἐτίμησεν, ἢ κακίαν ἐκόλασεν, ἢ χρηστὸς ὤφθη τοῖς κατορθοῦσιν, ἢ τοῖς ἁμαρ τάνουσιν ἐμβριθής· οὗ καὶ τὸ μειδίαμα πολλάκις ἔπαινος ἦν, καὶ τὸ σιωπᾶν ἐπιτίμησις, οἰκείῳ συνειδότι τὸ κακὸν βασανίζουσα; Εἰ δὲ μὴ στωμύλος τις ἦν, μηδὲ γελοιαστὴς καὶ ἀγοραῖος, μηδὲ τοῖς πολλοῖς ἀρέσκων, ἐκ τοῦ πᾶσι πάντα γίνεσθαι καὶ χαρίζεσθαι, τί τοῦτο; Οὐκ ἐπαινε τέος μᾶλλον ἢ μεμπτέος τοῖς γε νοῦν ἔχουσιν; Εἰ μὴ καὶ τὸν λέοντα αἰτιῷτό τις ὅτι μὴ πιθήκειον βλέπει, ἀλλὰ βλο συρὸν καὶ βασιλικόν, οὗ καὶ τὰ σκιρτήματα γενναῖα καὶ μετὰ θαύματος ἀγαπώμενα· καὶ τοὺς ἐπὶ τῆς σκηνῆς θαυμάζοι, ὡς ἡδεῖς τε καὶ φιλανθρώπους, ὅτι τοῖς δήμοις χαρίζονται καὶ κινοῦσι γέλωτα τοῖς ἐπὶ κόρρης ῥαπίσμασι καὶ ψοφή μασι. Καίτοι κἂν εἰ τοῦτο ζητοίημεν, τίς μὲν οὕτως ἡδὺς ἐν ταῖς συνουσίαις, ὅσα ἐμὲ γινώσκειν τὸν μάλιστα ἐκείνου πεπειραμένον; Τίς διηγήσασθαι χαριέστερος; Τίς μὲν σκῶψαι παιδευτικῶς, τίς δὲ καθάψασθαι ἁπαλῶς; Καὶ μήτε τὴν ἐπιτίμησιν θράσος ποιῆσαι μήτε τὴν ἄνεσιν ἔκλυ σιν, ἀλλ᾿ ἀμφοτέρων τὴν ἀμετρίαν φυγεῖν, ἀμφοτέροις σὺν λόγῳ καὶ καιρῷ χρώμενον, κατὰ τοὺς Σολομῶντος νόμους, παντὶ πράγματι καιρὸν διατάξαντος.

65. Ἀλλὰ τί ταῦτα πρὸς τὴν ἐν λόγοις τοῦ ἀνδρὸς ἀρετὴν καὶ τὸ τῆς διδασκαλίας κράτος τὰ πέρατα οἰκειού μενον; Ἔτι περὶ τοὺς πρόποδας τοῦ ὄρους στρεφόμεθα, τῆς ἄκρας ἀπολειπόμενοι· ἔτι πορθμὸν διαπερῶμεν, ἀφέντες τὸ μέγα καὶ βαθὺ πέλαγος. Οἶμαι γὰρ εἴ τις ἐγένετο ἢ γενήσεται σάλπιγξ ἐπὶ πολὺ τοῦ ἀέρος φθάνουσα, ἢ Θεοῦ φωνὴ τὸν κόσμον περιλαμβάνουσα, ἢ σεισμὸς οἰκουμένης ἔκ τινος καινοτομίας καὶ θαύματος, ταῦτα εἶναι τὴν ἐκείνου φωνὴν καὶ διάνοιαν, τοσοῦτον ἅπαντας ἀπολείπουσαν καὶ κάτω τιθεῖσαν, ὅσον τὴν τῶν ἀλόγων φύσιν ἡμεῖς. Τίς μὲν ἑαυτὸν ἐκάθηρε μᾶλλον τῷ Πνεύματι, καὶ ἄξιον τοῦ διηγεῖσθαι τὰ θεῖα παρεσκεύασε; Τίς δὲ μᾶλλον ἐφωτίσθη φῶς γνώσεως καὶ διέκυψεν εἰς τὰ βάθη τοῦ Πνεύ ματος καὶ μετὰ Θεοῦ τὰ περὶ Θεοῦ διεσκέψατο; Τίς δὲ λόγον ἔσχεν ἀμείνω τῶν νοηθέντων ἑρμηνευτήν, ὡς μηδ᾿ ἑτέρῳ σκάζειν, κατὰ τοὺς πολλούς, ἢ νῷ λόγον οὐκ ἔχοντι, ἢ λόγῳ μὴ κατὰ νοῦν βεβηκότι· ἀλλ᾿ ἀμφοτέρωθεν ὁμοίως εὐδοκιμεῖν, καὶ αὐτὸν ἶσον ἑαυτῷ φαίνεσθαι, καὶ ὄντως ἄρτιον; Πάντα μὲν ἐρευνᾶν, καὶ τὰ βάθη τοῦ Θεοῦ, τῷ Πνεύματι μεμαρτύρηται, οὐχ ὡς ἀγνοοῦντι, ἀλλ᾿ ὡς ἐντρυφῶντι τῇ θεωρίᾳ. Πάντα δὲ ἐκείνῳ διηρεύνηται τὰ τοῦ Πνεύματος, ἐξ ὧν ἦθος ἅπαν ἐπαίδευσε καὶ ὑψηγορίαν ἐδί δαξε καὶ τῶν παρόντων ἀπανέστησε καὶ πρὸς τὰ μέλλοντα μετεσκεύασεν.

66. Ἡλίου μὲν ἐπαινεῖται παρὰ τῷ Δαβὶδ κάλλος καὶ μέγεθος καὶ δρόμου τάχος καὶ δύναμις, λάμποντος ὡς νυμφίου, εὐμεγέθους ὡς γίγαντος, οὗ καὶ τὸ πολὺ διαβαίνειν ἔχει δύναμιν τοσοῦτον ὡς ἀπ᾿ ἄκρων τὰ ἄκρα ἰσοτίμως καταφωτίζειν, καὶ μηδὲν ἐλαττοῦσθαι τὴν θερμὴν τοῖς διαστήμασι· τοῦ δὲ κάλλος μὲν ἡ ἀρετή, μέγεθος δὲ ἡ θεολογία, δρόμος δὲ τὸ ἀεικίνητον καὶ μέχρι Θεοῦ φέρον ταῖς ἀναβάσεσι, δύναμις δὲ ἡ τοῦ λόγου σπορὰ καὶ διάδοσις· ὥστε ἐμοί γε, οὐδὲ τοῦτο εἰπεῖν ὀκνητέον, τὸ εἰς πᾶσαν τὴν γῆν ἐξελθεῖν τὸν φθόγγον αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τῶν ῥημάτων τὴν δύναμιν· ὃ περὶ τῶν ἀπο στόλων ὁ Παῦλος ἔφησε, παρὰ Δαβὶδ ἐκδεξάμενος. Τίς μὲν ἄλλη συλλόγου σήμερον χάρις; Τίς δὲ συμποσίων ἡδονή; Τίς δὲ ἀγορῶν; Τίς δὲ ἐκκλησιῶν; Τίς τῶν ἐν τέλει καὶ τῶν μετ᾿ ἐκείνους τρυφή; Τίς μοναστῶν ἢ μιγά δων; Τίς τῶν ἀπραγμόνων ἢ τῶν ἐν πράγματι; Τίς τῶν τὰ ἔξωθεν φιλοσοφούντων ἢ τὰ ἡμέτερα; Μία καὶ διὰ πάντων καὶ ἡ μεγίστη, τὰ ἐκείνου συγγράμματα καὶ πονήματα. Οὐδὲ γραφεῦσιν εὐπορία τις ἄλλη μετ᾿ ἐκεῖνον ἢ τὰ ἐκεί νου συγγράμματα. Σιωπᾶται τὰ παλαιά, ὅσα τινὲς τοῖς θείοις λογίοις ἐνίδρωσαν· βοᾶται τὰ νέα, καὶ οὗτος ἄριστος ἡμῖν ἐν λόγοις, ὃς ἂν τὰ ἐκείνου μάλιστα τυγχάνῃ γινώ σκων καὶ διὰ γλώσσης φέρων καὶ συνετίζων τὰς ἀκοάς· ἤρκεσε γὰρ εἷς ἀντὶ πάντων τοῖς σπουδαιοτέροις εἰς παί δευσιν.

67. Ἐγὼ τοῦτο μόνον αὐτοῦ διηγήσομαι. Ὅταν τὴν ἑξαήμερον αὐτοῦ μεταχειρίζωμαι καὶ διὰ γλώσσης φέρω, μετὰ τοῦ κτίστου γίνομαι, καὶ γινώσκω κτίσεως λόγους, καὶ θαυμάζω τὸν κτίστην πλέον ἢ πρότερον, ὄψει μόνῃ διδασκάλῳ χρώμενος. Ὅταν τοῖς ἀντιρρητικοῖς ἐντύχω λόγοις, τὸ Σοδομιτικὸν ὁρῶ πῦρ, ᾧ τεφροῦνται γλῶσσαι πονηραὶ καὶ παράνομοι, ἢ τὸν Χαλανῆς πύργον, κακῶς μὲν οἰκοδομούμενον, καλῶς δὲ λυόμενον. Ὅταν τοῖς περὶ Πνεύματος, εὑρίσκω Θεὸν ὃν ἔχω, καὶ παρρησιάζομαι τὴν ἀλήθειαν, ἐπιβατεύων τῆς ἐκείνου θεολογίας καὶ θεω ρίας. Ὅταν ταῖς ἄλλαις ἐξηγήσεσιν, ἃς τοῖς μικρὰ βλέ πουσιν ἀναπτύσσει, τρισσῶς ἐν ταῖς στερραῖς ἑαυτοῦ πλαξὶ τῆς καρδίας ἀπογραψάμενος, πείθομαι μὴ μέχρι τοῦ γράμματος ἵστασθαι, μηδὲ βλέπειν τὰ ἄνω μόνον, ἀλλὰ καὶ περαιτέρω διαβαίνειν καὶ εἰς βάθος ἔτι χωρεῖν ἐν βάθους, ἄβυσσον ἀβύσσῳ προσκαλούμενος καὶ φωτὶ φῶς εὑρίσκων, μέχρις ἂν φθάσω πρὸς τὸ ἀκρότατον. Ὅταν ἀθλητῶν ἐγκωμίοις προσομιλήσω, περιφρονῶ τὸ σῶμα καὶ σύνειμι τοῖς ἐπαινουμένοις καὶ πρὸς τὴν ἄθλησιν διεγείρομαι. Ὅταν ἠθικοῖς λόγοις καὶ πρακτικοῖς, καθαίρομαι ψυχὴν καὶ σῶμα, καὶ ναὸς Θεοῦ γίνομαι δεκτικός, καὶ ὄργανον κρουό μενον Πνεύματι καὶ θείας ὑμνῳδὸν δόξης τε καὶ δυνά μεως· τούτῳ μεθαρμόζομαι καὶ ῥυθμίζομαι καὶ ἄλλος ἐξ ἄλλου γίνομαι, τὴν θείαν ἀλλοίωσιν ἀλλοιούμενος.

68. Ἐπεὶ δὲ θεολογίας ἐμνήσθην, καὶ τῆς περὶ τοῦτο τοῦ ἀνδρὸς μάλιστα μεγαλοφωνίας, ἔτι κἀκεῖνο προς θήσω τοῖς εἰρημένοις· χρησιμώτατον γὰρ τοῖς πολλοῖς, τοῦ μὴ βλάπτεσθαι, τὴν χείρω περὶ αὐτοῦ δόξαν ἔχοντας. Πρὸς δὲ τοὺς κακούργους ὁ λόγος, οἳ τοῖς ἑαυτῶν κακοῖς βοη θοῦσιν, ἐξ ὧν ἄλλοις ἐπηρεάζουσιν. Ἐκεῖνος γὰρ ἕνεκα τοῦ ὀρθοῦ λόγου καὶ τῆς κατὰ τὴν ἁγίαν Τριάδα συναφείας καὶ συνθεΐας, ἢ οὐκ οἶδ᾿ ὅ τι κυριώτερον χρὴ εἰπεῖν καὶ σαφέστερον, μὴ ὅτι θρόνων ἐκπεσεῖν, οἷς οὐδὲ ἀπ᾿ ἀρχῆς ἐπεπήδησεν, ἀλλὰ καὶ φυγὴν καὶ θάνατον καὶ τὰς πρὸ τοῦ θανάτου κολάσεις προθύμως ἐδέξατο ἂν ὡς κέρδος, οὐ κίνδυνον. Δηλοῖ δὲ οἷς τε ἤδη πεποίηκεν, οἷς τε πέπονθεν· ὅς γε καὶ ἐξορίαν ὑπὲρ τῆς ἀληθείας κατακριθείς, τοσοῦτον ἐπραγματεύσατο μόνον, ὅσον ἑνὶ τῶν ἀκολούθων εἰπεῖν, ἀραμένῳ τὸ πυκτίον ἀκολουθεῖν. Οἰκονομεῖν δὲ τοὺς λόγους ἐν κρίσει τῶν ἀναγκαίων ἐνόμιζε, τῷ θείῳ Δαβὶδ περὶ τούτου συμβούλῳ χρώμενος, καὶ μικρὸν ὅσον τὸν τοῦ πολέμου καιρὸν διαφέ ρειν, καὶ τὴν τῶν αἱρετικῶν δυναστείαν, ἕως ὁ τῆς ἐλευ θερίας καὶ τῆς αἰθρίας ἐπιλάβοι καιρὸς καὶ δῷ τῇ γλώσσῃ παρρησίαν. Οἱ μὲν γὰρ ἐζήτουν λαβέσθαι γυμνῆς τῆς περὶ τοῦ Πνεύματος φωνῆς, ὡς εἴη Θεός· ὅπερ ὂν ἀλη θές, ἀσεβὲς ἐκείνοις ὑπελαμβάνετο καὶ τῷ κακῷ προστάτῃ τῆς ἀσεβείας· ἵνα τὸν μὲν τῆς πόλεως μετὰ τῆς θεολόγου γλώσσης ὑπερορίσωσιν, αὐτοὶ δὲ κατασχόντες τὴν Ἐκκλη σίαν, καὶ τῆς ἑαυτῶν κακίας ὁρμητήριον ποιησάμενοι, ἐντεῦθεν τὸ λειπόμενον ἅπαν, ὡς ἔκ τινος ἀκροπόλεως, καταδράμωσιν. Ὁ δὲ ἐν ἄλλαις μὲν φωναῖς γραφικαῖς καὶ μαρτυρίαις ἀναμφιλέκτοις ταὐτὸν δυναμέναις καὶ ταῖς ἐκ τῶν συλλογισμῶν ἀνάγκαις, οὕτως ἦρχε τοὺς ἀντιλέ γοντας, ὥστε μὴ ἀντιβαίνειν ἔχειν, ἀλλ᾿ οἰκείαις συνδεῖ σθαι φωναῖς, ἥπερ δὴ καὶ μεγίστη λόγου δύναμις καὶ σύνεσις. Δηλώσει δὲ καὶ ὁ λόγος, ὃν περὶ τούτου συνέγραψε, κινῶν τὴν γραφίδα ὡς ἐκ πυξίδος τοῦ Πνεύ ματος· τὴν δὲ κυρίαν φωνὴν τέως ὑπερετίθετο, παρά τε τοῦ Πνεύματος αὐτοῦ καὶ τῶν γνησίων τούτου συναγω νιστῶν χάριν αἰτῶν, τῇ οἰκονομίᾳ μὴ δυσχεραίνειν· μηδὲ μιᾶς ἀντεχομένους φωνῆς, τὸ πᾶν ἀπολέσαι δι᾿ ἀπληστίαν, τῷ καιρῷ παρασυρείσης τῆς εὐσεβείας. Αὐτοῖς μὲν γὰρ οὐδεμίαν εἶναι ζημίαν, ὑπαλλαττομένων μικρὸν τῶν λέξεων, καὶ φωναῖς ἄλλαις τὸ ἶσον διδασκομένοις· οὐδὲ γὰρ ἐν ῥήμασιν ἡμῖν εἶναι τὴν σωτηρίαν μᾶλλον ἢ πράγμασι· μηδὲ γὰρ τὸ Ἰουδαίων ἔθνος ἀποβαλεῖν ἄν, εἰ τὴν τοῦ ἠλειμμένου φωνὴν ἀντὶ τῆς χριστοῦ πρὸς ὀλίγον ἐπιζη τοῦντες, ἠξίουν μεθ᾿ ἡμῶν τάττεσθαι· τῷ δὲ κοινῷ μεγίστην ἂν βλάβην γενέσθαι, τῆς Ἐκκλησίας κατασχεθείσης.

69. Ἐπεὶ ὅτι γε παντὸς μᾶλλον ᾔδει τὸ Πνεῦμα Θεόν, δῆλον μὲν ἐξ ὧν καὶ δημοσίᾳ τοῦτο πολλάκις ἐκή ρυξεν, εἴ ποτε καιρὸς ἦν καὶ ἰδίᾳ τοῖς ἐρωτῶσι προθύμως ἀνωμολόγησε· σαφέστερον δὲ πεποίηκεν ἐν τοῖς πρὸς ἐμὲ λόγοις, πρὸς ὃν οὐδὲν ἀπόρρητον ἦν αὐτῷ περὶ τούτων κοι νολογουμένῳ· μηδὲ ἁπλῶς τοῦτο ἀποφηνάμενος, ἀλλ᾿ ὃ μηδέπω πρότερον πολλάκις πεποίηκεν, ἐπαρασάμενος ἑαυτῷ τὸ φρικωδέστατον, αὐτοῦ τοῦ Πνεύματος ἐκπεσεῖν, εἰ μὴ σέβοι τὸ Πνεῦμα μετὰ Πατρὸς καὶ Υἱοῦ, ὡς ὁμοούσιον καὶ ὁμότιμον. Εἰ δέ μέ τις δέξαιτο κοινωνὸν ἐκείνου κἀν τοῖς τοιούτοις, ἐξαγορεύσω τι καὶ τῶν τοῖς πολλοῖς τέως ἀγνοουμένων· ὅτι τοῦ καιροῦ στενοχωροῦντος ἡμᾶς, ἑαυτῷ μὲν τὴν οἰκονομίαν ἐπέτρεψεν, ἡμῖν δὲ τὴν παρρησίαν, οὓς οὐδεὶς ἔμελλε κρίνειν οὐδὲ ἀποβάλλειν τῆς πατρίδος, ἀφανείᾳ τετιμημένους, ὡς ἐξ ἀμφοτέρων ἰσχυρὸν εἶναι τὸ καθ᾿ ἡμᾶς εὐαγγέλιον. Καὶ ταῦτα διῆλθον, οὐχ ἵνα τῆς ἐκείνου δόξης ὑπερ απολογήσωμαι· κρείττων γὰρ τῶν ἐγκαλούντων, εἴπερ τινές εἰσιν, ὁ ἀνήρ· ἀλλ᾿ ἵνα μὴ τοῦτον ὅρον τῆς εὐσεβείας νομίζοντες τὰς ἐν τοῖς γράμμασι μόνας τοῦ ἀνδρὸς εὑρι σκομένας φωνάς, ἀσθενεστέραν τὴν πίστιν ἔχωσι, καὶ ἀπό δειξιν τῆς ἑαυτῶν κακουργίας τὴν ἐκείνου θεολογίαν, ἣν ὁ καιρὸς ἐποίει μετὰ τοῦ Πνεύματος· ἀλλὰ τὸν τῶν γεγραμμένων νοῦν δοκιμάζοντες καὶ τὸν σκοπὸν ἀφ᾿ οὗ ταῦτα ἐγράφετο, μᾶλλον τῇ τε ἀληθείᾳ προσάγωνται καὶ τοὺς ἀσεβοῦντας ἐπιστομίζωσιν. Ἔμοι γοῦν εἴη καὶ ὅς τις ἐμοὶ φίλος, ἡ ἐκείνου θεολογί!α Καὶ τοσοῦτον θαρρῶ τῇ περὶ τὸ πρᾶγμα τοῦ ἀνδρὸς καθαρότητι, ὥστε καὶ τοῦτο κοινοποιοῦμαι πρὸς ἅπασι· κἀκείνῳ μὲν τὰ ἐμά, ἐμοὶ δὲ τὰ ἐκείνου λογίζοιτο παρά τε Θεῷ καὶ τῶν ἀνθρώπων τοῖς εὐγνωμονεστέροι!ς Οὐδὲ γὰρ τοὺς εὐαγγελιστὰς φαίη μεν ἂν ὑπεναντία ποιεῖν ἀλλήλοις, ὅτι οἱ μὲν τῷ σαρκικῷ τοῦ Χριστοῦ πλέον ἐνησχολήθησαν, οἱ δὲ τῇ θεολογίᾳ προς έβησαν· καὶ οἱ μὲν ἐκ τῶν καθ᾿ ἡμᾶς, οἱ δὲ ἐκ τῶν ὑπὲρ ἡμᾶς ἐποιήσαντο τὴν ἀρχήν· οὕτω τὸ κήρυγμα διελόμενοι πρὸς τὸ χρήσιμον οἶμαι τοῖς δεχομένοις, καὶ οὕτω παρὰ τοῦ ἐν αὐτοῖς τυπούμενοι Πνεύματος.

70. Φέρε δή, πολλῶν ἐν τοῖς πάλαι καὶ νῦν γεγονό των ἀνδρῶν ἐπ᾿ εὐσεβείᾳ γνωρίμων, νομοθετῶν, στρατηγῶν, προφητῶν, διδασκάλων, τῶν ἀνδρικῶν μέχρις αἵματος, παρ᾿ ἐκείνους τὰ ἡμέτερα θεωρήσαντες, κἀντεῦθεν τὸν ἄνδρα γνωρίσωμεν. Ἀδὰμ ἠξιώθη Θεοῦ χειρὸς καὶ παραδείσου τρυφῆς καὶ πρώτης νομοθεσίας· ἀλλ᾿, εἰ μή τι λέγω βλάσφημον αἰδοῖ τοῦ προπάτορος, τὴν ἐντολὴν οὐκ ἐφύλαξεν· ὁ δὲ καὶ ἐδέξατο ταύτην καὶ διεσώσατο καὶ τῷ ξύλῳ τῆς γνώ σεως οὐκ ἐβλάβη καὶ τὴν φλογίνην ῥομφαίαν παρελθών, εὖ οἶδα, τοῦ παραδείσου τετύχηκεν. Ἐνὼς ἤλπισε πρῶτος ἐπικαλεῖσθαι τὸν Κύριον· ὁ δὲ καὶ ἐπικέκληται καὶ τοῖς ἄλλοις ἐκήρυξεν, ὃ τοῦ ἐπικαλεῖσθαι πολὺ τιμιώτερον. Ἐνὼχ μετετέθη, μικρᾶς εὐσεβείας, ἔτι γὰρ ἐν σκιαῖς ἦν ἡ πίστις, ἆθλον εὑράμενος τὴν μετάθεσιν, καὶ τοῦ ἑξῆς βίου τὸν κίνδυνον διαπέφευγε· τοῦ δὲ ὅλος ὁ βίος μετάθεσις ἦν, τελείως ἐν βίῳ τελείῳ δοκιμασθέντος. Νῶε κιβωτὸν ἐπιστεύθη, καὶ κόσμου δευτέρου σπέρματα ξύλῳ μικρῷ πιστευθέντα καὶ καθ᾿ ὑδάτων σωζόμενα· ὁ δὲ κατακλυσμὸν ἀσεβείας διέφυγε καὶ κιβωτὸν σωτηρίας τὴν ἑαυτοῦ πεποίη ται πόλιν, κούφως τῶν αἱρετικῶν ὑπερπλέουσαν, ἐξ οὗ κόσμον ὅλον ἀνεκαλέσατο.

71. Μέγας ὁ Ἀβραὰμ καὶ πατριάρχης καὶ θύτης καινῆς θυσίας, τὸν ἐκ τῆς ἐπαγγελίας τῷ δεδωκότι προσα γαγών, ἱερεῖον ἕτοιμον καὶ πρὸς τὴν σφαγὴν ἐπειγόμενον· ἀλλ᾿ οὐδὲ τὸ ἐκείνου μικρόν, ἑαυτὸν προσήγαγε τῷ Θεῷ καὶ οὐδὲν ὡς ἰσότιμον ἀντεδόθη· τί γὰρ καὶ ἦν; ὥστε καὶ τελειωθῆναι τὸ καλλιέρημα. Ἰσαὰκ ἐπηγγέλθη καὶ πρὸ γενέσεως· ὁ δὲ αὐτεπάγ γελτος ἦν, καὶ τὴν Ῥεβέκκαν, λέγω δὴ τὴν Ἐκκλησίαν, οὐ πόρρωθεν, ἀλλ᾿ ἐγγύθεν ἠγάγετο, οὐδὲ διὰ πρεσβείας οἰκετικῆς, ἀλλ᾿ ἐκ Θεοῦ δοθεῖσαν καὶ πιστευθεῖσαν· οὐδὲ κατεσοφίσθη περὶ τὴν τῶν τέκνων προτίμησιν, ἀλλ᾿ ἑκάστῳ τὰ πρὸς ἀξίαν ἀπαραλογίστως ἔνεμε μετὰ τῆς τοῦ Πνεύ ματος κρίσεως. Ἐπαινῶ τὴν Ἰακὼβ κλίμακα καὶ τὴν στήλην ἣν ἤλειψε τῷ Θεῷ, καὶ τὴν πρὸς αὐτὸν πάλην, ἥ τίς ποτε ἦν· οἶμαι δὲ τοῦ ἀνθρωπείου μέτρου πρὸς τὸ θεῖον ὕψος ἀντιπαρ έκτασις καὶ ἀντίθεσις, ὅθεν καὶ ἄγει τὰ σύμβολα τῆς ἡττω μένης γενέσεως· Ἐπαινῶ καὶ τὴν περὶ τὰ θρέμματα τοῦ ἀνδρὸς εὐμηχανίαν καὶ εὐημερίαν, καὶ τοὺς δώδεκα ἐξ αὐτοῦ πατριάρχας, καὶ τὸν τῶν εὐλογιῶν μερισμὸν σὺν οὐκ ἀγεννεῖ προφητείᾳ τοῦ μέλλοντος· ἀλλ᾿ ἐπαινῶ καὶ τούτου τὴν οὐχ ὁραθεῖσαν μόνον, ἀλλὰ καὶ διαβαθεῖσαν κλίμακα ταῖς κατὰ μέρος εἰς ἀρετὴν ἀναβάσεσι, καὶ τὴν στήλην, ἣν οὐκ ἤλειψεν, ἀλλ᾿ ἤγειρε τῷ Θεῷ, τὰ τῶν ἀσεβῶν στηλι τεύουσαν, καὶ τὴν πάλην, ἣν οὐκ ἐπάλαισε πρὸς Θεόν, ἀλλ᾿ ὑπὲρ Θεοῦ, τὰ τῶν αἱρετικῶν καταβάλλουσαν, τήν τε ποι μαντικὴν τοῦ ἀνδρός, ἐξ ἧς ἐπλούτησε, πλείω τῶν ἀσήμων προβάτων κτησάμενος τὰ ἐπίσημα, τήν τε καλὴν πολυτεκ νίαν τῶν κατὰ Θεὸν γεννηθέντων, καὶ τὴν εὐλογίαν ᾗ πολλοὺς ἐστήριξεν.

72. Ἰωσὴφ ἐγένετο σιτοδότης, ἀλλ᾿ Αἰγύπτου μόνης καὶ οὐ πολλάκις καὶ σωματικῶς· ὁ δὲ πάντων καὶ ἀεὶ καὶ πνευματικῶς, ὅπερ ἐμοὶ τῆς σιτοδοσίας ἐκείνης αἰδε σιμώτερον. Μετὰ Ἰὼβ τοῦ Αὐσίτου καὶ πεπείραται καὶ νενίκηκε καὶ ἀνηγόρευται λαμπρῶς ἐπὶ τέλει τῶν ἄθλων, μηδενὶ τῶν τινασσόντων πολλῶν ὄντων κατασεισθείς, ἀλλὰ πολλῷ τῷ περιόντι τὸν πειραστὴν καταπαλαίσας καὶ τῶν φίλων τὴν ἀλογίαν ἐπιστομίσας ἀγνοούντων τὸ τοῦ πάθους μυστήριον. Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ. Καὶ μέγας Μωϋσῆς μὲν Αἴγυπτον βασανίσας, λαὸν διασώσας ἐν σημείοις πολλοῖς καὶ τέρασι, τῆς νεφέλης εἴσω χωρήσας, νομοθετήσας τὸν διπλοῦν νόμον, τόν τε τοῦ γράμματος ἔξωθεν, καὶ ὅσος ἔνδοθεν τὸν τοῦ πνεύματος· Ἀαρὼν δὲ Μωϋσέως ἀδελφὸς καὶ τὸ σῶμα καὶ τὸ πνεῦμα, τοῦ λαοῦ προθυόμενος καὶ προευχόμενος, μύστης τῆς ἱερᾶς καὶ μεγάλης σκηνῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Τούτων δὲ ἀμφοτέρων ζηλωτὴς ἐκεῖνος, βασανίζων μὲν οὐ σωματικαῖς μάστιξι, πνευματικαῖς δὲ καὶ λογικαῖς, ἔθνος αἱρετικὸν καὶ Αἰγύπτιον· ἄγων δὲ λαὸν περιούσιον, ζηλω τὴν καλῶν ἔργων, ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας, πλαξὶ δὲ νόμους ἐγγράφων οὐ συντριβομέναις, ἀλλὰ σωζομέναις, οὐκ ἔτι σκιοειδεῖς, ἀλλ᾿ ὅλον πνευματικούς· εἰς δὲ τὰ ἅγια τῶν ἁγίων, οὐχ ἅπαξ τοῦ ἐνιαυτοῦ, πολλάκις δὲ καὶ καθ᾿ ἑκάστην, ὡς εἰπεῖν, εἰσιὼν τὴν ἡμέραν, ὅθεν τὴν ἁγίαν ἡμῖν ἀνακαλύπτει Τριάδα, καὶ λαὸν καθαίρων οὐ προς καίροις ῥαντίσμασιν, ἀλλ᾿ ἀιδίοις ἁγνίσμασι. Τί τὸ κάλλιστον Ἰησοῦ; στρατηγία καὶ κληροδοσία, καὶ γῆς τῆς ἁγίας κατάσχεσις· ὁ δὲ οὐκ ἔξαρχος; οὐ στρα τηγὸς τῶν διὰ πίστεως σωζομένων; οὐ κληροδότης τῶν διαφόρων παρὰ Θεῷ κλήρων καὶ μονῶν, ἃς διανέμει τοῖς ἀγομένοις; Ὥστε κἀκείνην δύνασθαι τὴν φωνὴν εἰπεῖν, ὅτι Σχοινία ἐπέπεσόν μοι ἐν τοῖς κρατίστοις· καί· Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου· κλῆροι τῶν χαμαὶ ἐρχομένων καὶ ἁρπαζομένων πολλῷ τιμιώτεροι.

73. Καὶ ἵνα τοὺς Κριτὰς παραδράμωμεν, ἢ τῶν Κριτῶν τοὺς εὐδοκιμωτάτους, Σαμουὴλ ἐν τοῖς ἐπικα λουμένοις τὸ ὄνομα αὐτοῦ, καὶ Θεῷ δοτὸς πρὸ γενέσεως, καὶ μετὰ τὴν γέννησιν εὐθὺς ἱερός, καὶ χρίων βασιλέας καὶ ἱερέας διὰ τοῦ κέρατος. Οὗτος δέ, οὐκ ἐκ βρέφους Θεῷ καθιερωμένος ἀπὸ μήτρας καὶ μετὰ τῆς διπλοΐδος ἐπιδε δομένος τῷ βήματι καὶ βλέπων τὰ ἐπουράνια καὶ χριστὸς Κυρίου ἦν καὶ χρίστης τῶν τελειουμένων ἐκ Πνεύματος. Δαβὶδ ἐν βασιλεῦσιν ἀοίδιμος, οὗ πολλαὶ μὲν ἱστοροῦν ται κατὰ τῶν ἐχθρῶν νῖκαι καὶ τρόπαια, ἡ πρᾳότης δὲ τὸ ἐπισημότατον, καὶ πρὸ τῆς βασιλείας ἡ τῆς κινύρας δύνα μις, καὶ πονηροῦ πνεύματος κατεπᾴδουσα. Σολομῶν πλάτος καρδίας ᾐτήσατο παρὰ Θεοῦ καὶ τετύχηκεν, ἐπὶ πλεῖστον προελθὼν σοφίας καὶ θεωρίας, ὥστε γενέσθαι τῶν καθ᾿ ἑαυτὸν ἁπάντων εὐδοκιμώτατος. Ὁ δέ, τοῦ μὲν τῷ πρᾴῳ, τοῦ δὲ τῇ σοφίᾳ κατὰ τὸν ἐμὸν λόγον, οὐδὲν ἢ μικρῷ λείπεται· ὥστε καὶ βασιλέων θράσος δαιμονώντων καταμαλάσσειν· καὶ μὴ βασίλισσαν νότου μόνον, ἢ τὸν δεῖνα, κατὰ κλέος τῆς αὐτοῦ σοφίας ἐκ τῶν περάτων τῆς γῆς ἀπαντᾶν, ἀλλὰ καὶ πᾶσι τοῖς πέρασι τὴν ἐκείνου σοφίαν γνωρίζεσθαι. Καὶ τὰ ἑξῆς παρήσω τοῦ Σολομῶντος· πᾶσι δὲ δῆλα, κἂν ἡμεῖς φειδώ μεθα.

74. Ἐπαινεῖς Ἡλίου τὴν πρὸς τοὺς τυράννους παρρησίαν, καὶ τὴν διὰ πυρὸς ἁρπαγήν; Ἐλισσαίου τε τὴν καλὴν κληρονομίαν, τὴν μηλωτήν, ᾗ τὸ Ἡλίου πνεῦμα συνηκολούθησεν; Ἐπαίνει κἀκείνου τὴν ἐν πυρὶ ζωήν, τῷ πλήθει λέγω τῶν πειρασμῶν, καὶ τὴν διὰ πυρὸς σωτηρίαν, καίοντος μέν, οὐ κατακαίοντος δέ, τὸ περὶ τὴν βάτον θαῦμα, καὶ τὸ καλὸν ἐξ ὕψους δέρος, τὴν ἀσαρκίαν. Ἐῶ τἆλλα, τοὺς δροσισθέντας ἐν πυρὶ νεανίας· τὸν ἐν γαστρὶ κήτους εὐξάμενον προφήτην φυγάδα, καὶ ὡς ἀπὸ θαλάμου, τοῦ θηρὸς προελθόντα· τὸν ἐν λάκκῳ δίκαιον, λεόντων θράσος πεδήσαντα· ἢ τὴν τῶν ἑπτὰ Μακ καβαίων ἄθλησιν, σὺν ἱερεῖ καὶ μητρὶ τελειωθέντων ἐν αἵματι καὶ παντοίοις βασάνων εἴδεσιν. Ὧν ἐκεῖνος ζηλώ σας τὴν καρτερίαν καὶ τὴν δόξαν ἠνέγκατο.

75. Ἐπὶ δὲ τὴν νέαν μέτειμι διαθήκην, καὶ τοῖς ἐνταῦθα εὐδοκίμοις τὰ ἐκείνου παρεξετάσας, τιμήσω τὸν μαθητὴν ἐκ τῶν διδασκάλων. Τίς Ἰησοῦ πρόδρομος; Ἰωάννης, ὡς φωνὴ λόγου καὶ ὡς λύχνος φωτός, οὗ καὶ προεσκίρτησεν ἐν γαστρί, καὶ προέδραμεν εἰς Ἅιδου, διὰ τῆς Ἡρῴδου μανίας παρα πεμφθείς, ἵνα κηρύξῃ κἀκεῖ τὸν ἐρχόμενον. Καὶ εἴ τῳ φαίνεται τολμηρὸς ὁ λόγος, ἐκεῖνο προεξεταζέτω τοῖς λεγομένοις, ὅτι μὴ προτιθεὶς μηδὲ εἰς ἶσον μετάγων τὸν ἄνδρα τῷ ἐν γεννητοῖς γυναικῶν ὑπὲρ ἅπαντας, ταύτην ποιοῦμαι τὴν παρεξέτασιν· ἀλλὰ ζηλωτὴν ἀποφαίνων καί τι τοῦ χαρακτῆρος ἐκείνου ἐν ἑαυτῷ φέροντα. Οὐ γὰρ μικρὸν τοῖς σπουδαίοις καὶ μικρὰ τῶν μεγίστων ἡ μίμησις. Ἦ γὰρ οὐκ ἐναργὴς τῆς ἐκείνου φιλοσοφίας εἰκὼν ὁ ἀνήρ; Καὶ οὗτος ἔρημον ᾤκησε· καὶ τούτῳ τρίχινον ἔσθημα εἶχον αἱ νύκτες, ἀγνοούμενον, οὐκ ἐπιδεικνύμενον· καὶ οὗτος τὴν ἴσην τροφὴν ἠγάπησε, Θεῷ καθαίρων ἑαυτὸν διὰ τῆς ἐγκρατείας· καὶ οὗτος Χριστοῦ κῆρυξ ἠξιώθη γενέσθαι, εἰ καὶ μὴ πρόδρομος· καὶ ἐξεπορεύετο πρὸς αὐτόν, οὐχ ἡ περίχωρος πᾶσα μόνον, ἀλλ᾿ ἤδη καὶ ἡ ὑπερόριος· καὶ οὗτος μέσος τῶν δύο διαθηκῶν, τῆς μὲν καταλύων τὸ γράμμα, τῆς δὲ δημοσιεύων τὸ πνεῦμα καὶ ποιῶν πλήρω σιν τοῦ κρυπτομένου νόμου τὴν τοῦ φαινομένου κατάλυσιν.

76. Ἐμιμήσατο Πέτρου τὸν ζῆλον, Παύλου τὸν τόνον, τῶν ὀνομαστῶν καὶ μετωνομασμένων ἀμφοτέρων τὴν πίστιν· τῶν υἱῶν Ζεβεδαίου τὸ μεγαλόφωνον· πάντων τῶν μαθητῶν τὸ εὐτελὲς καὶ ἀπέριττον. Διὰ ταῦτά τοι καὶ κλεῖς οὐρανῶν πιστεύεται· καὶ οὐχ ὅσον ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ, μείζονα δὲ κύκλον τῷ εὐαγγελίῳ περι λαμβάνει· καὶ υἱὸς βροντῆς, οὐκ ὀνομάζεται μέν, γίνεται δέ· καὶ ἐπὶ τὸ στῆθος Ἰησοῦ κείμενος, ἐκεῖθεν ἕλκει τοῦ λόγου τὴν δύναμιν καὶ τὸ βάθος τῶν νοημάτων. Στέφανος μὲν γὰρ ἐκωλύθη γενέσθαι, εἰ καὶ πρό θυμος ἦν, ἐπισχὼν αἰδοῖ τοὺς λιθάζοντας. Ἔτι δὲ συντομώτερον εἰπεῖν ἔχω, ἵνα μὴ τοῖς καθ᾿ ἕκαστον ἐπεξίω περὶ τούτων· ἐκεῖνος γὰρ τὸ μὲν ἐξεῦρε τῶν καλῶν, τὸ δὲ ἐζήλωσε, τὸ δὲ ἐνίκησε· τῷ δὲ διὰ πάν των ἐλθεῖν, τῶν νῦν πάντων ἐκράτησεν. Ἓν ἐπὶ πᾶσιν ἐρῶ καὶ σύντομον.

77. Τοσαύτη τοῦ ἀνδρὸς ἡ ἀρετὴ καὶ ἡ τῆς δόξης περιουσία, ὥστε πολλὰ καὶ τῶν ἐκείνου μικρῶν, ἤδη δὲ καὶ τῶν σωματικῶν ἐλαττωμάτων, ἑτέροις εἰς εὐδοξίαν ἐπενοήθη· οἷον ὠχρότητα λέγω καὶ γενειάδα καὶ βαδίσματος ἦθος καὶ τὸ περὶ λόγον μὴ πρόχειρον, σύννουν τε, ὡς τὰ πολλά, καὶ εἴσω συννενευκός· ὃ τοῖς πολλοῖς μὴ καλῶς ζηλωθὲν μηδὲ νοηθέν, σκυθρωπότης ἐγένετο· ἔτι δὲ εἶδος ἐσθῆτος καὶ σκίμποδος σχῆμα καὶ τρόπος βρώσεως, ὧν οὐδὲν ἐκείνῳ διὰ σπουδῆς ἦν, ἀλλ᾿ ἁπλῶς ἔχον καὶ συμπῖπτον ὡς ἔτυχε. Καὶ πολλοὺς ἂν ἴδοις Βασιλείους ἄχρι τοῦ ὁρωμένου, τοὺς ἐν ταῖς σκιαῖς ἀνδριάντας· πολὺ γὰρ εἰπεῖν, ὅτι καὶ τὸ τῆς ἠχοῦς ὑστερόφωνον· ἐκείνη μὲν γάρ, εἰ καὶ τὰ τελευ ταῖα τῆς φωνῆς, ἀλλ᾿ οὖν ἐναργέστερον ὑποκρίνεται· οἱ δὲ πλεῖον ἀπέχουσι τοῦ ἀνδρὸς ἢ ὅσον πλησιάζειν ἐπιθυμοῦσιν. Ἐκεῖνο δὲ οὐκ ἔτι μικρόν, ἀλλὰ καὶ μέγιστον εἰς φιλο τιμίαν εἰκότως, τὸ τυχεῖν ἐκείνῳ ποτὲ πλησιάσαντας, ἢ θεραπεύσαντας, ἤ τι κατὰ παιδιὰν ἢ σπουδὴν εἰρημένον ἢ πεπραγμένον φέρειν ἀπομνημόνευμα, ὥσπερ οὖν κἀγὼ πολλάκις οἶδα καλλωπισάμενος· ἐπεὶ καὶ τὰ πάρεργα τοῦ ἀνδρὸς τῶν πονουμένων ἑτέροις πολὺ τιμιώτερα καὶ περι φανέστερα.

78. Ἐπεὶ δὲ τὸν δρόμον τελέσας καὶ τὴν πίστιν τηρήσας ἐπόθει τὴν ἀνάλυσιν, καὶ ὁ τῶν στεφάνων ἐνειστή κει καιρός, κἀκεῖνο μὲν οὐκ ἤκουσεν· Εἰς τὸ ὄρος ἀνάβηθι καὶ τελεύτα, τελεύτα δὲ καὶ ἀνάβαινε πρὸς ἡμᾶς, θαυματουργεῖ τι κἀνταῦθα τῶν προειρημένων οὐκ ἔλαττον. Νεκρὸς γὰρ ὢν ἤδη σχεδὸν καὶ ἄπνους καὶ τὸ τοῦ βίου πλεῖστον καταλελοιπώς, εὐτονώτερος γίνεται περὶ τοὺς ἐξιτηρίους τῶν λόγων, ἵνα τοῖς τῆς εὐσεβείας συναπέλθῃ ῥήμασι, καὶ χειροτονίαις τῶν γνησιωτάτων αὐτοῦ θεραπευ τῶν τὴν χεῖρα δίδωσι καὶ τὸ Πνεῦμα· ὥστε μὴ ζημιωθῆναι τὸ βῆμα τοὺς ἐκείνου μαθητὰς καὶ τῆς ἱερωσύνης συλλή πτορας. Τοῖς δὲ ἑξῆς ὀκνεῖ μὲν προσελθεῖν ὁ λόγος, προσβήσεται δὲ ὅμως, εἰ καὶ ἄλλοις μᾶλλον ἡμῶν πρέπων ὁ λόγος. Οὐ γὰρ ἔχω φιλοσοφεῖν ἐν τῷ πάθει, καὶ εἰ σφόδρα φιλοσοφεῖν ἐσπούδακα, τῆς κοινῆς μεμνημένος ζημίας, καὶ τοῦ κατασχόντος πάθους τὴν οἰκουμένην.

79. Ἔκειτο μὲν ὁ ἀνὴρ τὰ τελευταῖα πνέων καὶ παρὰ τῆς ἄνω χοροστασίας ἐπιζητούμενος, πρὸς ἣν ἐκ πλείονος ἔβλεπεν. Ἐγχεῖτο δὲ περὶ αὐτὸν πᾶσα ἡ πόλις, τὴν ζημίαν οὐ φέροντες καὶ τῆς ἐκδημίας ὡς τυραννίδος καταβοῶντες καὶ τῆς ψυχῆς λαμβανόμενοι, ὡς καθεκτῆς καὶ βιασθῆναι δυναμένης ἢ χερσὶν ἢ δεήσεσιν· ἐποίει γὰρ αὐτοὺς καὶ παράφρονας τὸ πάθος· καὶ προσθεῖναί τι τῆς ἑαυτῶν ζωῆς ἕκαστος ἐκείνῳ, εἴπερ οἷόν τε ἦν, πρόθυμος ἦν, Ὡς δὲ ἡττήθησαν (ἔδει γὰρ αὐτὸν ἐλεγχθῆναι ἄνθρωπον ὄντ)α καὶ Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦ μά μου τελευταῖον εἰπών, τοῖς ἀπάγουσιν αὐτὸν ἀγγέ λοις οὐκ ἀηδῶς ἐναπέψυξεν· ἔστιν ἃ τοὺς παρόντας μυς ταγωγήσας καὶ βελτίους ποιήσας ταῖς ἐπισκήψεσι· τότε δὴ θαῦμα γίνεται τῶν πώποτε γενομένων ὀνομαστότατον.

80. Προεκομίζετο μὲν ὁ ἅγιος, χερσὶν ἁγίων ὑψού μενος· σπουδὴ δ᾿ ἦν ἑκάστῳ τῷ μὲν κρασπέδου λαβέσθαι, τῷ δὲ σκιᾶς, τῷ δὲ τοῦ ἱεροφόρου σκίμποδος, καὶ ψαῦσαι μόνον! τί γὰρ ἐκείνου τοῦ σώματος ἱερώτερόν τε καὶ καθα ρώτερον; τῷ δὲ τῶν ἀγόντων ἐλθεῖν πλησίον, τῷ δὲ τῆς θέας ἀπολαῦσαι μόνης, ὥς τι κἀκείνης πεμπούσης ὄφελος. Πλήρεις ἀγοραί, στοαί, διώροφοι, τριώροφοι, τῶν ἐκεῖνον παραπεμπόντων, προηγουμένων, ἑπομένων, παρε πομένων, ἀλλήλοις ἐπεμβαινόντων, μυριάδες γένους παν τὸς καὶ ἡλικίας ἁπάσης, οὐ πρότερον γινωσκόμεναι· ψαλ μῳδίαι θρήνοις ὑπερνικώμεναι, καὶ τὸ φιλόσοφον τῷ πάθει καταλυόμενον· ἀγὼν δὲ τοῖς ἡμετέροις πρὸς τοὺς ἐκτός, Ἕλληνας, Ἰουδαίους, ἐπήλυδας· ἐκείνοις πρὸς ἡμᾶς, ὅστις πλέον ἀποκλαυσάμενος πλείονος μετάσχῃ τῆς ὠφε λείας. Πέρας τοῦ λόγου, καὶ εἰς κίνδυνον τελευτᾷ τὸ πάθος· συναπελθουσῶν αὐτῷ ψυχῶν οὐκ ὀλίγων, ἐκ τῆς τοῦ ὠθισμοῦ βίας καὶ συγκλονήσεως· αἳ καὶ τοῦ τέλους ἐμακαρίσθησαν, ὡς ἐκείνῳ συνέκδημοι, καὶ θύματα ἐπιτά φια, τάχα ἄν τις εἴποι τῶν θερμοτέρων. Μόλις δὲ τὸ σῶμα διαφυγὸν τοὺς ἁρπάζοντας καὶ νικῆσαν τοὺς προπομ πεύοντας, οὕτω τῷ τάφῳ τῶν πατέρων δίδοται, καὶ προστί θεται τοῖς ἱερεῦσιν ὁ ἀρχιερεύς, τοῖς κήρυξιν ἡ μεγάλη φωνὴ καὶ τοῖς ἐμοῖς ὠσὶν ἔνηχος, ὁ μάρτυς τοῖς μάρτυσι. Καὶ νῦν, ὁ μέν ἐστιν ἐν οὐρανοῖς, κἀκεῖ τὰς ὑπὲρ ἡμῶν, ὡς οἶμαι, προσφέρων θυσίας καὶ τοῦ λαοῦ προευ χόμενος· οὐδὲ γὰρ ἀπολιπὼν ἡμᾶς παντάπασιν ἀπολέλοι πεν· ἡμιθνὴς δὲ Γρηγόριος καὶ ἡμίτομος, τῆς μεγάλης ἀπερρωγὼς συζυγίας, καὶ βίον ἕλκων ὀδυνηρὸν καὶ οὐκ εὔδρομον, οἷον εἰκὸς τὸν ἐκείνου κεχωρισμένον, οὐκ οἶδα εἰς ὃ τελευτήσων μετὰ τὴν ἐκείνου παιδαγωγίαν· ᾧ καὶ νῦν ἔτι νουθετοῦμαι, καὶ σωφρονίζομαι διὰ νυκτερινῶν ὄψεων, εἴ ποτε τοῦ δέοντος ἔξω πέσοιμι. Καὶ οὐκ ἐγὼ μὲν οὕτω θρήνους ἀναμίγνυμι τοῖς ἐπαίνοις, καὶ λογογραφῶ τὴν τοῦ ἀνδρὸς πολιτείαν, καὶ προτίθημι τῷ χρόνῳ κοινὸν ἀρετῆς πίνακα καὶ πρόγραμμα σωτήριον πάσαις ταῖς ἐκκλησίαις, ψυχαῖς ἁπάσαις· πρὸς ὃν βλέποντες, ἀπευ θυνοῦμεν τὸν βίον, ὡς νόμον ἔμψυχον· ὑμῖν δὲ συμβου λεύσαιμ᾿ ἂν ἄλλο τι, τοῖς τὰ ἐκείνου τετελεσμένοις, ἢ πρὸς αὐτὸν ἀεὶ βλέπειν, καὶ ὡς ὁρῶντος καὶ ὁρωμένου, τῷ Πνεύματι καταρτίζεσθαι.

81. Δεῦρο δὴ περιστάντες με πᾶς ὁ ἐκείνου χορός, ὅσοι τοῦ βήματος καὶ ὅσοι τῶν κάτω, ὅσοι τῶν ἡμετέρων καὶ ὅσοι τῶν ἔξωθεν, τὴν εὐφημίαν μοι συνεργάζεσθε, ἄλλος ἄλλο τι τῶν ἐκείνου καλῶν διηγούμενοι καὶ ζητοῦν τες, οἱ τῶν θρόνων τὸν νομοθέτην, οἱ τῆς πολιτείας τὸν πολιστήν, οἱ τοῦ δήμου τὴν εὐταξίαν, οἱ περὶ λόγους τὸν παιδευτήν, αἱ παρθένοι τὸν νυμφαγωγόν, αἱ ὑπὸ ζυγὸν τὸν σωφρονιστήν, οἱ τῆς ἐρημίας τὸν πτερωτήν, οἱ τῆς ἐπιμι ξίας τὸν δικαστήν, οἱ τῆς ἁπλότητος τὸν ὁδηγόν, οἱ τῆς θεωρίας τὸν θεολόγον, οἱ ἐν εὐθυμίᾳ τὸν χαλινόν, οἱ ἐν συμφοραῖς τὴν παράκλησιν, τὴν βακτηρίαν ἡ πολιά, τὴν παιδαγωγίαν ἡ νεότης, ἡ πενία τὸν ποριστήν, ἡ εὐπορία τὸν οἰκονόμον· δοκοῦσί μοι καὶ χῆραι τὸν προστάτην ἐπαινέσεσθαι, καὶ ὀρφανοὶ τὸν πατέρα, καὶ πτωχοὶ τὸν φιλόπτωχον, καὶ τὸν φιλόξενον οἱ ξένοι, καὶ ἀδελφοὶ τὸν φιλάδελφον, οἱ νοσοῦντες τὸν ἰατρόν, ἣν βούλει νόσον καὶ ἰατρείαν, οἱ ὑγιαίνοντες τὸν φύλακα τῆς ὑγείας, οἱ πάντες τὸν πάντα πᾶσι γενόμενον ἵνα κερδάνῃ τοὺς πάντας [ἢ πλείονα]ς.

82. Ταῦτά σοι παρ᾿ ἡμῶν, ὦ Βασίλειε, τῆς ἡδίστης σοί ποτε γλώττης καὶ ὁμοτίμου καὶ ἥλικος. Εἰ μὲν τῆς ἀξίας ἐγγύς, σὴ τοῦτο χάρις· σοὶ γὰρ θαρρῶν, τὸν περὶ σοῦ λόγον ἐνεστησάμην· εἰ δὲ πόρρω καὶ παρὰ πολὺ τῆς ἐλπίδος, τί χρὴ παθεῖν καὶ γήρᾳ καὶ νόσῳ καὶ τῷ σῷ πόθῳ τετρυχωμένους; Πλὴν καὶ Θεῷ φίλον τὸ κατὰ δύναμιν. Σὺ δὲ ἡμᾶς ἐποπτεύοις ἄνωθεν, ὦ θεῖα καὶ ἱερὰ κεφαλή, καὶ τὸν δεδομένον ἡμῖν παρὰ Θεοῦ σκό λοπα τῆς σαρκός, τὴν ἡμετέραν παιδαγωγίαν, ἢ στήσαις ταῖς σεαυτοῦ πρεσβείαις ἢ πείσαις καρτερῶς φέρειν· καὶ τὸν πάντα βίον ἡμῖν διεξάγοις πρὸς τὸ λυσιτελέστατον. Εἰ δὲ μετασταίημεν, δέξαιο κἀκεῖθεν ἡμᾶς ταῖς σεαυτοῦ σκηναῖς, ὡς ἂν ἀλλήλοις συζῶντες καὶ συνεποπτεύοντες τὴν ἁγίαν καὶ μακαρίαν Τριάδα, καθαρώτερόν τε καὶ τελεώτερον, ἧς νῦν μετρίως δεδέγμεθα τὰς ἐμφάσεις, ἐνταῦθα σταίημεν τῆς ἐφέσεως, καὶ ταύτην λάβοιμεν ὧν πεπολεμήκαμεν καὶ πεπολεμήμεθα τὴν ἀντίδοσιν. Σοὶ μὲν οὖν οὗτος παρ᾿ ἡμῶν ὁ λόγος· ἡμᾶς δὲ τίς ἐπαινέσε ται μετὰ σὲ τὸν βίον ἀπολείποντας; Εἰ καί τι παράσχοιμεν ἐπαίνου τοῖς λόγοις ἄξιον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου